High Quality
Open the downloaded document, and select print from the file menu (PDF reader required).
ΓΙΑ
ΠΡΟΣΕΥΧΗΤΑΡΙΟ
ΟΛΗ ΤΗΝ
ΕΒ∆ΟΜΑ∆Α
ΓΙΑ ΤΟΝ ANAΓΝΩΣTH 2
Ἡ προσευχή εἶναι ἀναγκαῖον ἔργο τῆς ψυχῆς κάθε ἀνθρώπου, γιατί ἀπό τή φύση τῆς ἀναζητᾷ τόν δηµιουργό της. Εἶναι ἀναγκαῖο ἔργο ἡ προσευχή, γιατί εἶναι τό µέσο µέ τό ὁποῖο ἐπικοινωνεῖ ὁ ἄνθρωπος µέ τό Θεό καί Πατέρα του. Εἶναι τό µέσο µέ τό ὁποῖο ὁ ταπεινός ἄνθρωπος ἑλκύει τή Χάρη τοῦ Θεοῦ στή ψυχή του καί ἁγιάζει τόν ἑαυτό του καί λαµβάνει δυνάµεις γιά τόν ἀγῶνα τῆς ζωῆς στόν ἐφήµερο τοῦτο κόσµο. Γιά νά βοηθήσουµε στό ἔργο αὐτό, τῆς προσευχῆς, ἑτοιµάσαµε τό µικρό αὐτό τεῦχος, πού ἀποτελεῖται ἀπό ἐκλογή διαφόρων Πατερικῶν προσευχῶν, τῆς Ἐκκλησίας µας, ἔτσι πού νά βρίσκουν οἱ ἐµπερίστατοι ἀδελφοί µας βοήθεια γιά τήν προσευχή τους καί νά ἀποφεύγουν τίς διάφορες δικαιολο3
γίες. Γιατί τή στιγµή πού θά βροῦν γιά κάθε µέρα διάφορες προσευχές ἕτοιµες ἀπό τήν πεῖρα τῶν Πατέρων µας δέν θά προβάλλουν τίς συνήθεις δικαιολογίες. Ἐλπίζω καί εὔχοµαι τό πάρον νά φανεῖ χρήσιµο σέ κάθε χριστιανό πού θά τό χρησιµοποιήσει γιά τήν προσευχή του. Χαράλαµπος Νεοφύτου Πρεσβύτερος
∆ΕΥΤΕΡΑ ΠΡΩΪ
4
Χριστανέ µου, ὅταν ξυπνήσεις τὸ πρωϊ στάσου µὲ εὐλάβεια πρὸς ἀνατολὰς καὶ λέγε:
Εἰς τὸ ὄνοµα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος. Ἀµήν. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦµα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡµῖν καὶ καθάρισον ἡµᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθὲ τάς ψυχὰς ἡµῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς (τρεῖς) ∆όξα, καὶ νῦν. Πάτερ ἠµῶν, ὁ ἐν τοῖς Οὐρανοῖς, ἁγιασθήτω τό ὄνοµά σου. ἐλθέτω
5
ἡ βασιλεία σου. γενηθήτω τό θέληµά σου ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠµῶν τόν ἐπιούσιον δός ἠµῖν σήµερον καί ἅφες ἠµῖν τά ὀφειλήµατα ἡµῶν, ὡς καί ἠµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἠµῶν καί µή εἰσενέγκης ἠµᾶς εἰς πειρασµόν, ἀλλά ρύσαι ἠµᾶς ἀπό τοῦ πονηροῦ Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναµις καί ἡ δόξα. τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύµατος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Καὶ τὰ παρόντα Τριαδικὰ τροπάρια. Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτοµεν σοί, ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕµνον βοωµεν σοί, δυνατέ. Ἅγιος, Ἅγιος, Ἅγιος εἰ ὁ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡµᾶς. ∆όξα. Ἦχος β 6
Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας µέ, Κύριε, τὸν νοῦν µου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη µου ἄνοιξον, εἰς τὸ ὑµνεῖν σέ, ἁγία Τριάς. Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡµᾶς. Καὶ νῦν. Ἦχος γ. Ἀθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυµνωθήσονται. Ἀλλὰ φόβῳ κράξωµεν ἐν τῷ µέσῳ τῆς νυκτὸς Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡµᾶς. Ἐκ τοῦ ὕπνου ἐξανιστάµενος εὐχαριστῶ σοὶ ἁγία Τριάς, ὅτι διὰ τὴν πολλὴν σοῦ ἀγαθότητα καὶ µακροθυµίαν οὐκ ὠργίσθης ἐµοὶ τῷ ῥᾳθύµῳ καὶ ἁµαρτωλῷ οὐδὲ συναπώλεσας µὲ ταῖς ἀνοµίαις µου, ἀλλ' ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείµενον ἤ7
γειρας µὲ εἰς τὸ ὀρθρίσαι καὶ δοξολογήσαι τὸ κράτος σου καὶ νῦν φώτισόν µου τὰ ὄµµατα τῆς διανοίας. ἄνοιξόν µου τὸ στόµα, τοῦ µελετᾶν τὰ λόγιά σου καὶ συνιέναι τάς ἐντολάς σου καὶ ποιεῖν τὸ θέληµά σου καὶ ψάλλειν σοι ἐν ἐξοµολογήσει καρδίας καὶ ἀνυµνεῖν τὸ πανάγιον ὄνοµά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
Τὰ πιὸ πάνω θὰ πρέπει να τὰ ἐπαναλαµβάνουµε κάθε πρωί, γιατὶ εἶναι ἡ ἑωθινὴ προσευχὴ τῆς Ἐκκλησίας µας. Ἐπισυνάπτοµε και τίς παρακάτω εὐχές.
Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡµᾶς ἐκ 8
τῶν κοιτὼν ἡµῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχής, δὸς ἡµῖν χάριν ἐν ἀνοίξει τοῦ στοµατος ἡµῶν καὶ πρόσδεξαι ἡµῶν τὴν κατὰ δύναµιν εὐχαριστίαν καὶ δίδαξον ἡµὰς τὰ δικαιώµατά σου, Ὅτι πρόσευξασθαι καθ' ὁ δεῖ οὐκ οἴδαµεν, ἐὰν µὴ σῦ, Κύριε, τῷ Πνεύµατί σου τῷ ἁγίῳ ὁδήγησης ἡµᾶς. ∆ιο δεόµεθα σοῦ, εἰ τὶ ἡµάρτοµεν µέχρι τῆς παρούσης ὤρας, ἄνες, ἄφες, συγχώρησον. Ἐὰν γὰρ ἀνοµίας παρατήρησης, Κύριε, Κύριε, τὶς ὑποστήσεται; 'Ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις σὺ µόνος ἅγιος, βοηθός, κραταιός, ὑπερασπιστὴς τῆς ζωῆς ἡµῶν, καὶ ἐν σοὶ ἡ ὕµνησις ἡµῶν διὰ παντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογηµένον καὶ δεδοξασµένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου .Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµὴν 9
Κύριε ὁ Θεός ἠµῶν, ὁ τήν τοῦ ὕπνου ρᾳθυµίαν ἀποσκεδάσας ἀφ' ἠµῶν, καί συγκαλέσας ἠµᾶς κλήσει ἁγία, τοῦ ἐν νυκτί ἐπάραι τάς χεῖρας ἠµῶν καί ἐξοµολογείσθαι σοί ἐπί τά κρίµατα τῆς δικαιοσύνης σου, προσδεξαι τάς δεήσεις ἠµῶν, τάς ἐντεύξεις, τάς ἐξοµολογήσεις, τάς νυκτερινᾶς λατρείας. Καί χάρισαι ἠµίν, ὁ Θεός, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον, εὐλογησον εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυµήσεις. Καὶ δὸς ἡµῖν καταντήσαι εἰς τάς ἀρχὰς τῆς ἡµέρας αἰνοῦντας, ὑµνούντας, εὐλογούντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηται τὸ παναγιόν σου ὄνοµα καὶ δεδόξασται ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
10
τοῦ ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Κύριε, ρῦσαί µέ τῶν πτωµάτων τῆς γλώσσης µου, Ὅτι καθ' ἑκάστην δί' αὐτῆς ἁµαρτάνω ὁ τάλας καί οὐκ αἰσθάνοµαι. Κύριε, ἀγαθήν µοί τήν ἡµέραν ταύτην καί ἀναµάρτητον δώρησαι, Ὅτι σύ εἰ ὁ δυνάµενος σώζειν τούς δούλούς σου, τούς ἁµαρτάνοντας καθ' ἑκάστην ὥραν. ∆ί' εὐχῶν τῶν ἁγίων πατέρων ἠµῶν Κύριε....
∆ΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ
11
∆εῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν τῷ βασιλεῖ ἡµῶν Θεῶ. ∆εῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ τῷ βασιλεῖ καὶ Θεῶ ἡµῶν. ∆εῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῶ ἡµῶν.
Καὶ ἀµέσως τὸν Ν ψαλµό.
Ἐλέησον µὲ ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐπὶ πλεῖον πλῦνον µὲ ἀπὸ τῆς ἀνοµίάς µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου καθάρισον µέ. 'Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω, καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µού ἐστιν διὰ παντός. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθεὶς ἐν τοῖς λόγοις σου καὶ νι12
κήσῃς ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην, καὶ ἐν ἁµαρτίαις ἐκίσσησε µὲ ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς καρδίας σου ἐδήλωσάς µοι. Ῥαντιεὶς µὲ ὑσσώπω, καὶ καθαρισθήσοµαι. πλυνεῖς µέ, καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιείς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην. ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τάς ἀνοµίάς µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοί, ὁ Θεός, καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀπορρίψης µὲ ἀπὸ τοῦ προσώπού σου καὶ τὸ Πνεῦµά σου τὸ ἅγιον µὴ ἀντανέλεις ἀπ' ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ καὶ πνεύµατι ἡγεµονικῷ στήριξον µέ. ∆ιδάξω ἀνόµους τάς ὁδούς σου, καὶ ἀ13
σεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥυσαὶ µὲ ἐξ αἱµάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας µου. ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένο καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώµατα.Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους.
Καί συνεχίζουµε µε τις πιό κάτω εὐχές Ἐὐχή.
14
∆εσπότα, Κύριε, Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Πατρός, ἄναρχε καὶ συνάναρχε τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, ἰλάσθητί µοι τῷ ἁµαρτωλῷ καὶ ῥᾳθύµῳ. Γινώσκεις ∆εσπότα, τὴν ὀλιγωρίαν τῆς ταλαιπωρίας µου καὶ ὅσαι µὲ πολεµοῦσι πονηραὶ προλήψεις, καὶ βλέπεις τὴν κατ' ἐµοῦ πολυµήχανου κακίαν τοῦ ἐχθροῦ. Ἀντιλαβοῦ µου κατὰ τὸ µέγα σοῦ ἔλεος καὶ σῶσον µὲ τὸν ἀσεβῆ χάριτι καὶ οἰκτιρµοῖς πρεσβείαις τῆς παναχράντου ∆εσποίνης ἡµῶν Θεοτόκου, καὶ . πάντων σοῦ τῶν ἁγίων. ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, Χριστὲ ὁ Θεὸς ἡµῶν, καὶ σὺ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν, ἀναπέµποµεν, σὺν τῷ ἀνάρχῳ σοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεῦµά τι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. 15
Μνήσθητι, ∆εσπότα φιλάνθρωπε, ὁ Θεὸς ἡµῶν, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. Ἔτι µνήσθητι, Κύριε, τῶν ἀσθενούντων, τῶν αἰχµαλώτων, τῶν ἐν ἀποδηµίαις ὄντων, τῶν ἐν θαλάσσῃ πλεόντων, τῶν ἰπταµένων, τῶν ἐν θλίψεσι καὶ τῶν ἐν ἀνάγκαις καὶ ἐλέησον αὐτούς. Ἔτι δεόµεθα καὶ ὑπὲρ τῶν ἐλεούντων καὶ διακονούντων, τῶν µισούντων καὶ ἀγαπώντων ἡµὰς πάντων τῶν λοιπῶν ἀδελφῶν ἡµῶν. Μνήσθητι, Κύριε, καὶ ὑπὲρ πάντων τῶν εὐσεβῶς κεκοιµηµένων προπατόρων, πατέρων, ἀδελφῶν καὶ συγγενῶν καὶ παντὸς ὀρθοδόξου καὶ ἐλέησον αὐτοὺς καὶ πάντας ἡµὰς ἀξίωσον τῆς οὐρανίου βασιλείας Σου. ‘Αµήν
16
Ἐν τῇ σκέπῃ τῶν πτερύγων σου κοιµηθήσοµαι καὶ ὑπνώσω, ὅτι σὺ Κύριε, καταµόνας ἐπ' ἐλπίδι κατώκοισας µέ. Καὶ τὸ ∆ι εὐχῶν....
ΤΡΙΤΗ ΠΡΩΪ
Ὅπως τὴν ∆ευτέρα πρωί, κάθε πρωὶ ἐπαναλαµβάνουµέ τις πρωϊνὲς προσευχὲς καὶ προσθέτουµε καὶ τὶς προσευχὲς τῆς ἡµέρας, ποὺ διαφέρουν κάθε µέρα.
Πρωϊνὲς εὐχὲς τῆς Τρίτης.
Μετά τίς ἐωθινές εὐχές συνεχίζοµεν µέ τίς προσευχές πού ἀκολουθοῦν.
Προσευχὴ τῶν Πατέρων τῆς Ὄπτινας
17
Κύριε, βοήθησε µὲ ν' ἀντιµετωπίσω µὲ ψυχικὴ γαλήνη ὅλα, ὅσα θά µου φέρει ἡ σηµερινὴ ἡµέρα. Βοήθησε µὲ να παραδοθῶ ὁλοκληρωτικὰ στο ἅγιο θέληµά Σου. Στην κάθε ὥρα τῆς ἡµέρας φώτιζε µὲ καὶ δυνάµωνε µὲ για τὸ κάθε τι. Ὅποιες εἰδήσεις κι ἂν λάβω σήµερα, δίδαξε µὲ να τὶς δεχθῶ µὲ ἠρεµία καὶ µὲ τὴν ἀκλονήτη πεποίθηση ὅτι τίποτε δεν συµβαίνει, χωρὶς να τὸ ἐπιτρέψεις Ἐσύ. Καθοδήγησέ τις σκέψεις καὶ τὰ συναισθήµατά µου σὲ ὅλα µου τὰ ἔργα καὶ τὰ λόγια. Στις ἀπρόοπτες περιστάσεις µὴ µ' ἀφήσεις να ξεχάσω ὅτι ὅλα παραχωροῦνται ἀπὸ Σένα. ∆ίδαξε µὲ να συµπεριφέροµαι σὲ κάθε µέλος τῆς οἰκογένειάς µου καὶ σ' ὅλους τοὺς συνανθρώπους µου µὲ εὐθύτητα καὶ συνέση, ὥστε να µὴ συγχύσω καὶ στενοχωρήσω κανένα.Κύριε δός µου δύναµη να ὑπο18
φέρω τὸν κόσµο καὶ ὅλα τὰ γεγονότα τῆς µέρας αὐτῆς, σὲ ὅλη τῇ διάρκεια τῆς. Καθοδήγησε τῇ θελήσή µου καὶ δίδαξε µὲ να προσεύχοµαι, να πιστεύω, να ὑποµένω, να συγχωρῶ καὶ ν' ἀγαπῶ. Ἀµήν.
Εὐχὴ εἰς τὴν Παναγία Τριάδα.
Ὁ Θεός, ἡ ἁγιώτατη καὶ µακαριωτάτη Τριάς, σῶσον µέ. ὁ Θεός, τὴν αἴνεσίν µου µὴ παρασιωπήσεις. Πρόσχες τῇ δεήσει µου καὶ µὴ ἐγκαταλίπῃς µέ, Θεὲ ὑπεράγιε. ∆ιὰ τοῦ Λόγου σου καὶ τοῦ Πνεύµατός σου ἁγίασον µέ. τῷ Λόγῳ σου ἀνάπλασον µὲ καὶ τῷ Πνεύµατί σου ὁδήγησον µέ, τὸν νοῦν µου ἐµψυχωσάτω ὁ Λόγος σου νεκρωθέντα καὶ τὴν θέλησίν µου τὸ Πνεῦµά σου τὸ πανάγιον, Μεγαλοδύναµε κραταιέ, Κύριε, 19
ἐµφύτευσον τῇ καρδίαι µου τὴν ἀγάπην τῶν νόµων σου. τάς αἰσθήσεις µου τῷ λόγῳ σου ὑπόταξον. τὸν λόγου µου ἐνίσχυσον. Τὸν νοῦν µου καταύγασον ταῖς ἀκτῖσι τῆς ἀληθείας σου. τὴν θέλησίν µου πρὸς σὲ ἐπίστρεψον. τὸ µόνον ἀληθῶς ἐφετὸν τὴν γλῶσσά µου παιδαγώγησαν, ἵνα λέγει καθ' ἕκαστη τὸ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ ἐλεησον µέ. Ὢ Παναγία καὶ πανάµωµε Θεοτόκε Μαρία ἥ του Κυρίου Ἰησοῦ Χριστοῦ Μήτηρ, ἀξίωσον ὑπὲρ ἐµοῦ µεσιτεύσαι πρὸς αὐτόν, οὔπερ σκήνωµα γενέσθαι κατηξιώθης. Καὶ ὑµᾶς ὢ ἅγιε Μιχαὴλ καὶ Γαβριὴλ καὶ Ῥαφαήλ, καὶ σύµπαντες οἱ ἅγιοι χοροὶ ἀγγέλων τε καὶ ἀρχαγγέλων, Πατριαρχῶν καὶ Προφητῶν, ἀπο20
Ἄλλη εὐχὴ
στόλων τε καὶ Εὐαγγελιστῶν, Μαρτύρων καὶ Ὁµολογητῶν. ἱερέων καὶ λευ'ἴτῶν, µοναστῶν καὶ παρθένων, καὶ πάντων τῶν δικαίων, πρὸς αὐτὸν τὸν ὑµᾶς ἐκλεξάµενον οὐ τῇ θεωρίᾳ ἐντρυφάται προβάλλοµαι, ἵνα ὑπὲρ ἐµοῦ τοῦ ἁµαρτωλοῦ καθικετεύσητε τοῦ ῥυσθηναὶ µὲ ἀπὸ τῶν του διαβόλου ὀδόντων καὶ τοῦ αἰωνίου θανάτου, καὶ δωρηθῆναί µοι τὴν ἀγήρω ζωὴ κατὰ τὴν αὐτοῦ ἐπιείκειαν καὶ τὸ ἄπειρον ἔλεος. Ἀµήν.
∆ι' εὐχῶν...
ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ
21
∆όξα σοι, ὁ Θεὸς ἥµων, δόξα σοι. Βασιλεῦ οὐράνιε Παράκλητε... Τὸ τρισάγιο, Πάτερ ἥµων... τὸν Ν' ψαλµό, καὶ οἱ Βραδυνὲς προσευχὲς τῆς Τρίτης.
Κύριε, ὁ Θεὸς ἡµῶν, µνήσθητι ἡµῶν τῶν ἁµαρτωλῶν καὶ ἀχρείων δούλων σοῦ, ἐν τῷ ἐπικαλεῖσθαι ἡµὰς τὸ ἅγιον ὄνοµά σου, καὶ µὴ καταισχύνῃς ἡµὰς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡµῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήµατα. καὶ ἀξίωσον ἡµὰς ἀγαπᾶν, καὶ φοβεῖσθαι σὲ ἐξ ὅλης τῆς καρδίας ἡµῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέληµά σου. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπας Θεὸς ὑπάρχεις, καὶ σοὶ τῇ δόξαν ἀναπέµποµεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεῦµά τι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἄλλη εὐχὴ 22
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναµαρτήτους φυλαχθῆναι ἡµάς. Εὐλογητὸς εἰ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµάς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἰ Κύριε, δίδαξον µὲ τὰ δικαιώµατά σου. Εὐλογητὸς εἰ, ∆εσπότα, συνέτισον µὲ τὰ δικαιώµατά σου. Εὐλογητὸς εἰ 'Αγιέ, φώτισον µὲ τοῖς δικαιώµασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸ αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου µὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕµνος, σοὶ δόξα πρέπει τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Εὐχὴ ὑπὲρ τοῦ κόσµου. 23
Ὁ Θεός, ὁ Θεός: ἔτι καὶ ἔτι δέοµαι σοῦ, µνήσθητι, Κύριε, χάριτι θείᾳ προσέχων σοὶ πλεόντων, ὁδοιπορούντων, νοσούντων καµνώντων, αἰχµαλώτων καὶ τῆς σωτηρίας αὐτῶν προµήθειαν ποίησον. Μνήσθητι, Κύριε, χήρων, ὀρφανῶν, ξένων, προσηλύτων, παροίκων, πεινώντων, δειψώντων τὸ ἔλεός σου τὸ πλούσιο καὶ θειότατον. Μνήσθητι, Κύριε, τῶν ἐν φυλακαῖς, ἐν δεσµοῖς, ἐν ἀνάγκαις, ἐν ὀδυρµοῖς, ἐν στενοχωρίαις, καὶ πάντων τῶν ἐν καµάτῳ τοῖς νόσοις καµνόντων. µέγα ἔλεος κυκλώσει αὐτούς, φιλάνθρωπε. Μνήσθητι, Κύριε, θλιβοµένων, πεῖρα-ζοµένων, στενοχωρουµένων καὶ πάντωντων ἐν ὀδύναις χαλεπαῖς κατατρυχωµένων. ἔκχυσον σταλαγµὸν ἡδονῆς εἰς καρδίας αὐτῶν τοῦ ἁγίου καὶ ζωοποιοῦ σοῦ Πνεύµατος, ἵνα γλυκαζό24
µενοι, ἡδυνόµενοι, δοξάζωσι τὴν σὴν ἀγαθότητα, καὶ µὴ ἐν τῇ βλασφηµίᾳ φθείρονται. Κύριε, ῥυσαὶ µὲ ἀπὸ τῆς καταλαλιᾶς, τῆς κατακρίσεως, τῆς ἀργολογίας, τοῦ ψεύδους. Εἰς χεῖράς σου Κύριε, παρατίθηµι τὴν ψυχὴν καὶ τὸ σῶµα. Αὐτὸς µὲ ἐλέησον καὶ διαφύλαξον καὶ ζωὴν αἰώνιον χάρισαί µοι. Ἄµη. ∆ι' εὐχῶν...
ΤΕΤΑΡΤΗ ΠΡΩΪ
Ὅπως τὴν ∆ευτέρα πρωί, κάθε πρωὶ ἐπαναλαµβάνουµέ τις πρωϊνὲς προσευχὲς καὶ
25
προσθέτουµε καὶ τὶς προσευχὲς τῆς ἡµέρας που διαφέρουν κάθε µέραΚαί τις πιὸ κάτω εὐχὲς
Αἰνοῦµεν, ὑµνοῦµεν, εὐλογοῦµεν, καὶ εὐχαριστοῦµεν σοί, ὁ Θεὸς τῶν πατέρων ἡµῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτός, καὶ ἔδειξας ἡµῖν πάλιν τὸ φῶς τῆς ἡµέρας. Ἀλλ' ἱκετεύοµεν τὴν σὴν ἀγαθότητα. ἰλάσθητι ταῖς ἁµαρτίαις ἥµων, καὶ πρόσδεξαι τὴν δέησιν ἡµῶν ἐν τῇ µεγάλῃ σοῦ εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγοµεν, τὸν ἐλεήµονα καὶ παντοδύναµον Θεόν. Λάµψον ἐν ταῖς καρδίαις ἡµῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαωσύνης σου φώτισον τὸν νοῦν ἡµῶν, καὶ τάς αἰσθήσεις ὅλας διατήρησον, ἵνα, ὡς ἐν ἡµέρᾳ, εὐσχηµόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωµεν εἰς τὴν ζωὴν 26
τὴν αἰώνιον ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶµεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἰ ὁ Θεὸς ἡµῶν, καὶ σὺ τὴν δόξαν ἀναπέµποµεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώναςτων αἰώνων. Ἀµήν. Κύριε, δός µου τῇ δύναµη να ὑποφέρω τὸν κόπο καὶ ὅλα τὰ γεγονότα τῆς ἡµέρας αὐτῆς, σὲ ὅλη τῇ διάρκεια τῆς. Καθοδήγησε τῇ θελήσή µου καὶ δίδαξε µὲ να προσεύχοµαι, να πιστεύω, να ὑποµένω,. να συγχωρωκαι ν' ἀγαπῶ. Ἀµήν. Κύριε, ῥυσαὶ µὲ τῶν ῥυπαρῶν καὶ ἀκαθάρτων λογισµῶν, ὅτι λίαν εἰµὶ ἀσθενὴς ὁ ταλαίπωρος, καὶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ καὶ τῇ γνώµῃ καὶ τῷ λογισµῷ Εὔχῃ τῆς Ὁσίας Σάρρας. 27
Κύριε, δίωξον ἀπ' ἐµοῦ πάντα ῥυπαρὸν λογισµόν, καὶ πάντα διαλογισµὸν αἰσχρὸν καὶ ἀνυπόστατου. Κύριε, ἐξάλειψον ἀπ' ἐµοῦ τὴν ἀµέλειαν, τὴν ῥᾳθυµίαν, τῇ λύπῃ, τῇ λήθῃ, τὴν ἀναισθησίαν, τὴν πώρωση καὶ τὴν αἰχµαλωσίαν τοῦ νοός µου, Κύριε, ὡς οἶδᾳς καὶ ὡς θέλεις, ἐλέησον µὲ καὶ συγχώρησον πάσας τάς ἀνοµίας µου. καὶ ἐν ἡσυχίᾳ, ἐν µετανοίᾳ ἀγαθῇ, ἐν ἐξοµολογήσει συναδιστάκτω, καὶ ἐν πίστει καθαρᾷ καὶ ἀµωµήτῳ, εὐδόκησον ἐξελθεῖν τὴν ἐλεηνήν µου ψυχὴν ἀπὸ τοῦ ἀθλίου τούτου σώµατος. ∆ι' εὐχῶν...
ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ
∆όξα σοι, ὁ Θεὸς ἥµων, δόξα σοι.
28
Βασιλεῦ οὐράνιε Παράκλητε...Τὸ τρισάγιο. Πάτερ ἡµῶν... τὸν Ν' ψαλµό, σελ. Καὶ τὶς ἀκόλουθες εὖχες.
Εὐλογητὸς εἰ Κύριε, ὅ ποι-ᾖσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁµοίωσιν, ὁ ποιήσας ἡµέραν εἰς ἔργα φωτὸς καὶ νύκτα εἰς ἀνάπαυσιν τῆς ἀνθρωπίνης φύσεως. Ὅθεν καὶ ἡµεῖς οἱ δοῦλοι σοῦ καὶ σοὶ ἱκέται, καταξιωθέντες διανύσαι τὸ µῆκος τῆς ἡµέρας καὶ ἐλθεῖν εἰς τὴν ὥραν ταύτην τῆς προσευχῆς, ὑµνοῦµέν σου τὸ πανάγιον ὄνοµα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἄλλη εὐχὴ
29
Κύριε, ὁ Θεός µου, ἐπὶ σοὶ ἤλπισα σῶσον µὲ καὶ δώρησαί µοι τὴν φυσικὴν στάσιν τοῦ νοός µου εἰς ἀνάµνησιν τοῦ πολυποθήτου ὀνόµατός σου, εἰς ἐπίκλησιν τῶν δεόντων καὶ ὑποµονὴν τῶν ἐπερχοµένων. Εἰρηνικὴν καὶ ἀναµάρτητον παρασχού µοι τὴν νύκταν ταύτην διελθεῖν, ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας. Ἀµήν. Κύριε, ὁ Θεὸς ἡµῶν, µνήσθητι ἡµῶν τῶν ἁµαρτωλῶν καὶ ἀχρείων δούλων σοῦ, ἐν τῷ ἐπικαλεῖσθαι ἡµὰς τὸ ἅγιον σνοµά σου, καὶ µὴ καταιχύνης ἡµᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡµῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήµατα. καὶ ἀξίωσον ἡµὰς ἀγαπᾶν, καὶ φοβεῖσθαι σὲ ἐξ ὅλης τῆς καρδίας ἡµῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέ30
ληµά σου. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέµποµεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Μὴ ἀποδοκιµάσης µὲ Σῶτέρ µου, τῇ ῥᾳθυµίᾳ τῆς ἁµαρτίας συνεχόµενον. διέγειρόν µου τὸν λογισµὸν πρὸς µετάνοιαν καὶ τοῦ σου ἀµπελῶνος ἐργάτην δόκιµον ἀνάδειξον µέ, δωρούµενός µοι τῆς ἑνδεκάτης ὥρας τὸν µισθὸν καὶ τὸ µέγα σοῦ ἔλεος. Κύριε, σῦ που δινεῖς τὸν ὕπνον ὡς λύτρωση καὶ ἀνάπαυσιν ἐκ τῶν κόπων τῆς ἡµέρας, δῶσε καὶ σὲ µένα Χριστέ µου, Λόγε τοῦ Θεοῦ, ὕπνον ἐλαφρὸν καὶ ἁπαλγµένον ἀπὸ κάθε ἁµαρτωλὴ καὶ αἰσχρὴ καὶ πονηρὴ φαντασία, ἐξεγεῖρε µὲ 31
τὸ πρω'ἲ σταθερὸ στο θελ ἡµὰ σοῦ για να ὕµνῳ τῇ δόξᾳ σου καὶ τῇ µεγαλοπρέπειά σου. ∆ι' εὐχῶν....
ΠΕΜΠΤΗ ΠΡΩΪ
Ὅπως τῇ ∆ευτέρᾳ πρωί', κάθε πρωί. ἐπαναλαµβάνουµέ τις πρωϊνὲς προσευχὲς καὶ προσθέτουµε καὶ τὶς προσευχὲς τῆς ἡµέρας που διαφέρουν κάθε µέρα.
Καὶ τὶς ἐπόµενες εὐχές. ∆όξα σοι βασιλεῦ, Θεὲ Παντοκράτωρ, ὅτι τῇ θείᾳ σοῦ καὶ φιλανθρώπῳ προνοίᾳ ἠξίωσας µὲ τὸν ἁµαρτωλὸν καὶ ἀνάξιον δοῦλον σοῦ ἐξ ὕπνου ἀναστῆναι. ∆έξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς µου, ὡς τῶν ἁγίων καὶ νοερῶν σοῦ δυνάµεων καὶ εὐδόκησον ἐν καθαρᾷ 32
καρδίᾳ καὶ πνεύµατι ταπεινώσεως, προσενεχθήναι σοι τὴν ἐκ ῥυπαρῶν χειλέων µου αἴνεσιν, ὅπως καγὼ κοινωνὸς γένωµαι τῶν φρονίµων παρθένων, ἐν φαιδρᾷ λαµπηδόνι τῆς ψυχῆς µου, καὶ δοξάζω σέ, τὸν ἐν Πατρὶ καὶ Πνεύµατι δοξαζόµενον Θεὸν Λόγον. Ἀµήν. Εὐχαριστοῦµεν σοὶ Κύριε, ὁ Θεὸς τῶν σωτηρίων ἡµῶν, ὅτι πάντα ποιεῖς εἰς εὐργεσίαν τῆς ζωῆς ἡµῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωµεν τὸν Σωτηρὰ καὶ εὐεργέτην τῶν ἡµετέρων ψυχῶν, ὅτι διανέπαυσας ἡµᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς µέτρῳ, καὶ ἐξήγειρας ἡµὰς ἐκ τῶν κοιτὼν ἡµῶν, καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιµίου ὀνόµατός σου. ∆ιὸ δεόµεθα σοῦ, Κύριε, δὸς ἡµῖν χάριν καὶ δύναµιν, ἵνα καταξιωθῶµεν ψάλλειν σοι συνετώς, καὶ προσεύχεσθαι ἀδια33
λείπτως, ἐν φόβῳ καὶ τρόµῳ τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόµενοι, διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν νυκτὶ πρὸς σὲ βοώντων. ἐπάκουσον αὐτῶν, καὶ ἐλέησον, καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεµίους ἐχθρούς. Σῦ γὰρ εἰ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡµῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέµποµεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεῦµά τι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµὴν Κύριε, ἀγαθὴν καὶ ἀναµάρτητον τὴν ἡµέραν ταύτην δώρησαί µοι.
34
Κύριε, φώτισον τὸ τριµερὲς τῆς ἀθλίας ψυχῆς µου καὶ δίδαξον µὲ τὶ δεῖ ποιεῖν καὶ λέγειν. Κύριε, δός µοι ταπείνωσιν, ἐκκοπὴν θελήµατος καὶ ὑπακοὴν εἰς τὸ θέληµά σου. Ἀµήν. ∆ι' εὐχῶν...
ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ
∆όξα σοι, ὁ Θεὸς ἥµων, δόξα σοι. Καὶ τὰ ὑπόλοιπα ὡς συνήθως Καὶ τὶς ἀκόλουθες εὐχές.
Κύριε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, πολλὰ ἐλέη ἐποίησας µετ' ἐµοῦ, ὧν οὐκ ἡµὴν ἄξιος, ἃ οὐ προσεδόκων ἰδεῖν,
35
καὶ τὶ ἀνταποδώσω τῇ σῇ ἀγαθότητι, εὔσπλαχνε, Κύριε; Εὐχαριστῶ σοῦ τῷ πολυυµνήτῳ ὀνόµατι. Εὐχαριστῶ τῇ ἀνεικάστῳ σοῦ οἰκονοµίᾳ. Καὶ ἀπὸ τοῦ νυν µὲ ἐλέησον καὶ ἀντιλαβοῦ µου καὶ σκέπασον µέ, δεσπότα τῶν ἁπάντων. Κύριε οὐρανοῦ καὶ γῆς καὶ πάσης κτίσεως ποιητά, σῦ γινώσκεις τὴν ἀφροσύνην µου. σῦ γὰρ ἐπίστασαι τὰ ἐν νυκτί, τὰ ἐν ἡµέρᾳ, τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁµαρτήµατά µου. Ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ἐξάλειψον αὐτὰ τῇ δρόσῳ τοῦ ἐλέους σου καὶ ἐλέησον καὶ βοήθησόν µοι, Υἱὲ τοῦ Θεοῦ. Βοήθησόν µοι ἀγαθὲ Κύριε, σῦ γὰρ εἰ τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. σῦ γινώσκεις τὸ ἀσθενὲς τῆς φύσεώς µου. οἷς ἐπίστασαι κρίµασι, Κύριε σῶσον µέ. Ὑπὲρ τῶν µισούντων ἡµάς. 36
Κύριε, δὸς ἔλεος πᾶσι τοῖς ἁπλῶς λοιδοροῦσιν ἡµάς, ἡ βλασφηµοῦσιν ἡ µισοῦσιν, ἥ τι ἕτερον ποιοῦσιν ἡµῖν σῦ γὰρ Κύριε, γινώσκεις ὅτι κακείνους ὁ πονηρὸς διάβολος εἰς τὸ δυσῶδες καὶ ἀκόλαστον ἐκτρέπει, ὥσπερ κάµε καθ' ἑκάστην ποιεῖν καὶ παραπικραίνω τὸ θεῖον σοῦ ὄνοµα. Παρακαλῶ σὲ οὖν Πάτερ παντοκράτωρ Θεέ, καὶ Κύριε τοῦ ἐλέους, ἐπίσκεψαι ἐν ἐλέει πάντας τοὺς πονηρῶς πρὸς µὲ διακειµένους καὶ ποίησον αὐτοὺς φωστῆρας καὶ ἁγίους µεγάλους. Ἀγαθυνον αὐτούς, Κύριέ µου καὶ πράϋνον. εἰρήνευσον αὐτούς, ∆εσπότά µου καὶ φώτισον καὶ τῆς αἰωνίου σοῦ δόξῃς καταξίωσον αὐτοὺς ὡς ἀγαθὸς καὶ πολυέλεος.
37
Ὁ Θεός, ὁ Θεός µου, ἔτι καὶ ἔτι δέοµαι σοῦ, µνήσθητι Κύριε, πλεόντων ὁδοιπορούντων, νοσούντων, καµνόντων, αἰχµαλώτων καὶ τῆς σωτηρίας αὐτῶν προµήθειαν ποίησον. Εἰς χεῖράς σου Κύριε, παρατίθηµι τὴν ψυχὴν καὶ τὸ σῶµα. Αὐτὸς µὲ ἐλέησον καὶ διαφύλαξον καὶ ζωὴν αἰώνιον χάρισαί µοι, Ἀµήν. Καὶ τὸ ∆ι' εὐχώv...
38
ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ
Ἡ πρωϊvὴ Ἀκολουθία ὅπως περιγράφεται τῇ ∆ευτέρᾳ πρωί. Καὶ µετὰ οἱ προσευχές που ἀκολουθούv.
Σὲ εὐλογοῦµεν, Ὕψιστε Θεέ, Κύριε, τοῦ ἐλέους τὸν ποιοῦντα ἀεὶ µεθ' ἡµῶν µεγάλα τε καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθµός. τὸν παρασχόντα ἡµῖν τὸν ὕπνον εἰς ἀνάπαυσιν τοῦ κόπου τῆς πολυµόχθου σαρκός. Εὐχαριστοῦµεν σοί, ὅτι οὐ συναπώλεσας ἡµὰς ταῖς ἀνοµίαις ἡµῶν, ἂλλ' ἐφιλανθρωπεύσω συνήθως καὶ πρὸς ἀπόγνωσιν κειµένους ἡµὰς ἤγειρας εἰς τὸ δοξολογήσαι τὸ κράτος σου. ∆ιο δυσωποῦµεν τὴν ἀνείκαστον σοῦ ἀγαθότητα. φώτισον ἡµῶν τοὺς τῆς διανοίας ὀφθαλµοὺς καὶ τὸν νοῦν ἡµῶν ἐκ τοῦ βαρέως ὕπνου τῆς ῥᾳθυµίας ἀνά39
στησον. ἄνοιξον ἡµῶν τὸ στόµα καὶ πλήρωσον αὐτὸ τῆς σῆς αἰνέσεως, ὅπως ἂν δυνηθῶµεν ἀπερισπάστως ᾄδειν τε καὶ ψάλλειν καὶ ἐξοµολογήσθαι σοι τῶν ἐν πᾶσι καὶ ὑπὸ πάντων δοξαζοµένω Θεῶ τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύ-µατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἄλλη εὐχὴ Κύριε, ὁ ἐν ἁµαρτίαις περιπεσόντα τὸν ἄνθρωπον µὴ παριδών, ἀλλὰ τῆς οὐρανίου καταξιώσας βασιλείας διὰ τῆς ἐν τῷ σταυρῷ σου θείας οἰκονοµίας, αὐτὸς ἀθάνατε βασιλεῦ, ζωοποίησον καὶ ἡµὰς νεκρωθέντας ταῖς ἀνοµίαις καὶ κοινωνοὺς τῶν θείων σοῦ παθηµάτων καὶ τοῦ ζωηφόρου θανάτου καὶ τῆς ἐ40
γέρσεως ἀνάδειξον, ὡς ψιλάνθρωπος, πρεσβείαις τῆς παναµώµου µητρός σου καὶ πάντων τῶν ἁγίων. Ἀµήν. Κύριε, λύτρωσε µὲ τῆς φιληδονίας, τῆς φιλοδοξίας, τῆς φιλαργυρίας καὶ τῆς φιλαυτίας, τῆς µητρὸς πάντων τῶν κακῶν. ∆ι' εὐχῶν...
ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ
∆όξα σοι, ὁ Θεὸς ἥµων, δόξα σοι. Βασιλεῦ οὐράνιε Παράκλητε Τὸ τρισάγιο, Πάτερ ἡµῶν τὸν Ν. ψαλµ. Ὅπως κάθε ἑσπέρας Καὶ τὶς ἀκόλουθες εὐχές.
∆έσποτα Κύριε, ἀκατάληπτε τὸ πανάγιον καὶ παντοδύναµον καὶ ζωοποιὸν
41
Πνεῦµα, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόµενον καὶ ἐν Υἱῷ ἀναπαυόµενον, τὸ νοητὸν καὶ ἄληκτον καὶ ὑπὲρ ἔννοιαν φῶς, ἡ ἀσύγκριτος καὶ ζῶσα δύναµις τὸ διαλῦον ὄρη, τὸ τὰ µὴ ὄντα ποιοῦν, τὸ τὴν κτῆσιν τηροῦν ἀδιάπτωτον. τὸ δηιουργήσαν τοὺς οὐρανίους διακόσµους' τὸ παρέχον αὐτοῖς κατ' ἐξουσίαν ἀεὶ ἀπολαύειν τῆς ἁγιαστικῆς ἐπινοίάς σου. τὸ ἐνεργοὺν τὰ πάντα ἐν πᾶσι συµφερόντως κατὰ τὸ ἑκάστου µέτρο. Αὐτὸς οὖν Παράκλητε ἀγαθέ, µὴ ἐγκαταλίπῃς µὲ τὸν καθ' ἑκάστην σοὶ ἁµαρτάνοντα καὶ παροργίζοντα. Μὴ ἀποστῇς ἀπ' ἐµοῦ. Πρόσχες εἰς τὴν βοήθειάν µου, Κύριε, τῆς σωτηρίας µου. ∆έοµαι τῆς σῆς ἀγαθότητος, ∆εσπότα, δὸς χάριν συνέσεως τῇ ἐµοὶ ἀθλιότητι, τοῦ διανοείσθαι καὶ πράττειν τά σοι εὐάρεστα κάµοι συµφέροντα. Ἐνίσχυσον µὲ πρὸς 42
τὸ µὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς µαταίοις. Χάρισαί µοι τὸ ἀκενοδόξως ταπεινούσθαι, τὸ συµπάσχειν τοῖς πάσχουσι, τὸ ὑποµένειν τοὺς πειρασµούς, καὶ τὸ ἀνυποκρίτως καὶ ἀκαταγνώστως ἐργάζεσθαι τὰ σὰ θελήµατα. Ναὶ ∆εσπότα τῶν ἁπάντων ὑπεράγαθε. λύτρωσε µὲ ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ τῶν ἐπερχοµένων µοι πειρασµῶν. Ῥυσαὶ τὴν ψυχήν µου ἐκ χειρὸς ὑπερηφάνων, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή µου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Ὅτι ἐν σοὶ καὶ παρὰ σοῦ ἐστι τὸ ζῆν µέ, τὸ εἶναι, τὸ γινώσκειν πᾶν νόηµα χρηστόν, καὶ σοὶ τὴν δόξαν ἀναξίοις χείλεσι, καὶ αἴνεσιν καὶ εὐχαριστίαν, πρὸς δὲ καὶ προσκύνησιν ἀναπέµπω ὁ ἁµαρτωλὸς ἐγὼ καὶ ἀνάξιος δοῦλος σοῦ, σὺν τῷ ἀνάρχῳ προβολεῖ σου Πατρί, καὶ τῷ 43
ὁµοουσίῳ καὶ συµφυεῖ αὐτῷ Υἱῷ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Κύριε ὁ Θεὸς ἡµῶν, ὁ πατὴρ τοῦ ἀληθινοῦ φωτός, ὁ τὴν ἡµέραν κοσµήσας τῷ οὐρανίῳ φωτὶ καὶ τὴν νύκτα φαιδρύναςταις αὐγαῖς τοῦ πυρός, ὅ του µέλλοντος αἰῶνος τῇ ἀνάπαυσιν εὐτρεπίσας τοῖς ἀγαπῶσι σὲ τὸ νοερὸν καὶ ἄπαυστον φῶς φώτισον ἡµῶν τάς καρδίας ἐν ἐπὶ γνώσει τῆς ἀληθείας καὶ ἀπρόσκοπτον τὴν ζωὴν ἡµῶν διατήρησον, παρεχόµενος ἡµῖν ὡς ἐν ἡµέρᾳ εὐσχηµόνως περιπατεὶν καὶ δοξολογεὶν ἐν ἔργῳ καὶ λόγῳ τὸ πανάγιον ὄνοµά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. ∆ι' εὐχῶν .... 44
ΣΑΒΒΑΤΟ ΠΡΩΪ
Εἰς τό ὄνοµα τοῦ Πατρ6ς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος. Ἀµήν. Μετὰ τὶς Ἐωθινὲς πρσευχὲς ὅπως τὴν ∆ευτέρα πρωί.
Καὶ τὶς εὐχές που ἀκολουθοῦν. Αἰνοῦµεν, ὑµνοῦµεν, εὐλογοῦµεν, καὶ εὐχαριστοῦµεν σοί, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτός, καὶ ἔδειξας ἡµῖν πάλιν τὸ φῶς τῆς ἡµέρας. Ἀλλ' ἱκετεύοµεν τὴν σὴν ἀγαθότητα. Ἰλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν, καὶ πρόσδεξαι τὴν δέησιν ἡµῶν ἐν τῇ µεγάλῃ σοῦ εὐσπλαχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγοµεν, τὸν ἐλεήµονα καὶ παντοδύναµον Θεόν. Λάµψον ἐν ταῖς καρδίαις ἡµῶν τὸν ἀληθινὸν ἥλιον 45
τῆς δικαιοσύνης σου. φώτισον τὸν νοῦν ἡµῶν, καὶ τάς αἰσθήσεις ὅλας διατήρησον, ἵνα, ὡς ἐν ἡµέρᾳ, εὐσχηµόνως περιπατοῦντες τὴν 0δον τῶν ἐντολῶν σου, καταντήσωµεν εἰς τὴν ζωὴν τὴν αἰώνιον. ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶµεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἰ ὁ Θεὸς ἡµῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέµποµεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Καὶ τὴν ἑπόµενη. Χριστέ, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόµενον εἰς τὸν κόσµον. σηµειωθήτω ἐφ' ἡµᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψόµεθα φῶς τὸ ἀπρόσι τὸν. καὶ κατεύθυνον τὰ διαβήµατα ἡµῶν πρὸς 46
ἐργασίαν τῶν ἐντολῶν σου. πρεσβείαις τῆς παναχράντου σου µητρὸς καὶ πάντων τῶν ἁγίων. Ἀµήν. Κύριε, λύτρωσαι µὲ τῆς φιληδονίας, τῆς φιλοδοξίας, τῆς φιλαργυρίας καὶ τῆς φιλαυτίας, τῆς µητρὸς πάντων τῶν κακῶν. Καὶ οἷς τρόποις οἶδᾳς καὶ ἐπίστασαι, σῶσον µὲ τὸν ἀνάξιον δοῦλον σοῦ. ∆ι' εὐχῶν....
ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ
∆όξα σοι, ὁ Θεὸς ἡµῶν, δόξα σοι Βασιλεῦ οὐρὰ νιὲ Παράκλητε... Τὸ τρισάγιο, Πάτερ ἡµῶν... Τὸν Ν Ψαλµό. Ὅπως κάθε ἑσπέρας.
Καὶ τὶς ἀκόλουθες εὐχές.
47
Παντοκράτορ Κύριε, Λόγε τοῦ Πατρός, ὁ αὐτοτελὴς Θεός, Ἰησοῦ Χριστέ, ὁ διὰ τὰ ταχέα σοῦ σπλάχνα µηδέποτε χωριζόµενος τῶν σῶν οἰκετῶν, ἀλλ' ἀεὶ ἐν αὐτοῖς ἀναπαυόµενος. Ἰησοῦ ὁ καλὸς ποιµήν, µὴ παραδόης µὲ τῇ ἐπιβουλῇ τοῦ ὄφεως, µηδὲ ταῖς ἐπιθυµίαις τοῦ σατανᾶ καταλίπῃς µέ, ὅτι σπέρµα φθορὰς ἐν αὐτῷ πέφυκε. Σῦ οὖν, βασιλεϋ πανάγιε, ὁ προσκυνητός, Ἰησοῦ Χριστέ, καθεύδοντα µὲ διαφύλαξον τῇ ἀθανάτῳ σοῦ βουλῇ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύµατι ἡγίασας τοὺς σοῦς µαθητάς, ῥυόµενος µὲ ἐκ τῆς ἐπιβουλῆς τοῦ ὄφεως. ∆ὸς δέ µοι τῷ ἀναξίῳ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου µου ἐπὶ τηςκοίτης µου, καθαρὸν τὴν καρδίαν µου τῇ καθαρότητι τῶν λόγων σου, τὸν νοῦν µου φώτισν τῷ φωτὶ τῆς γνώσεως τοῦ εὐαγγελίου σου, τὴν ψυ48
χήν µου τῇ ἀγάπῃ τοῦ σταυροῦ σου. Τὸ σῶµά µου ἐν τῷ σῷ πάθει καὶ τῇ σῇ ἀπαθείᾳ τοὺς λογισµούς µου ἂν τῇ σὴν εἰρήνη διαφύλαξον καὶ ἀνάστησον µὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς ὑµνεὶν καὶ δοξάζειν τὸ πανάγιο ὄνοµά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Κύριε, Κύριε, σή ἐστιν ἡ ἡµέρα καὶ σή ἐστιν ἡ νῦξ, σῦ κατηρτίσω φαύσιν καὶ ἥλιον, σῦ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς καὶ δεόµεθα τῆς σῆς ἀγαθότητος συνανάτειλον τῷ φωτὶ τῆς ἡµέρας τὰ πλούσια ἐλέη σου ἐπὶ τὴν ταπείνωσιν ἡµῶν. Ἐλευθέρωσον ἡµὰς ἀπὸ τῶν ἔργων τοῦ σκότους καὶ τῶν ἐνθυµήσεων τῆς σκιᾶς τοῦ θανάτου καὶ πάσης ἐπιβουλῆς καὶ τέχνης τοῦ πονηροῦ. Ὅτι ἠ49
γίασται καὶ δεδόξασται τὸ πανάγιον ὄνοµά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Εἰς, χεῖράς σου Κύριε, παρατίθηµι τὴν ψυχὴν καὶ τὸ σῶµα. Αὐτὸς µὲ ἐλέησον καὶ διαφύλαξον καὶ ζωὴν αἰώνιον χάρισαί µοι. Ἀµήν. Καὶ τὸ. ∆ι' εὐχῶν...
Σηµείωση: Ὅσοι θὰ κοινωνήσουν τὴν Κυριακή, θὰ πρέπει να διαβάσουν ἀπόψε τὸ µικρὸ Ἀπόδειπνο καὶ µὲ τὴν Ἀκολουθία τῆς θείας Μεταλήψεως καὶ τὰ λοιπά.
50
ΚΥΡΙΑΚΗ ΠΡΩΙ
Ἀρχίζουµέ τις Ἐωθινὲς προσευχὲς ὅπως στην ἀρχή. καὶ τελειώνουµε µὲ τὴν εὐχὴ πρὸ τῆς ἐνάρξεως τῆς Θ. Λειτουργίας
Κύριε Ἰησοῦ Χριστέ, ὁ οἰκτιρµὸν καὶ ἐλέηµον πᾶσι τοῖς ἀληθῶς ἐπικαλουµένοις σέ, σοῦ δέοµαι καὶ σὲ ἱκετεύω. ἀξίωσον µέ, ἵνα µετὰ σπουδαίας κατανύξεως, ἀγάπης, φόβου θείου καὶ πάσης προσοχῆς καρτερήσω ἕως τέλους τῆς θείας Λειτουργίας καὶ εἰς ἀκρόασιν τῶν ζωοποιῶν Μυστηρίων σου, ἐν συντετριµµένῃ καρδία καὶ πνεύµατι ταπεινωσεως. Ναὶ Κύριε, ἐπάκουσον τῆς ταπεινῆς µου δεήσεως καὶ δώρησαί µοι ἄφεσιν τῶν πολλῶν µου πληµµεληµάτων. Σῦ γὰρ εἶπας, ∆εσπότα, τὸν ἐρχόµενον πρὸς µὲ οὐ µὴ ἐκβάλω ἔξω. ὅτι µόνος
51
εὐλογηµένος αἰῶνας. Ἀµήν.
ὑπάρχεις
εἰς
τοὺς
Καὶ ἡ συνέχεια στην Ἐκκλησία.
15. ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ
∆όξα σοι ὁ Θεὸς ἡµῶν, δόξα σοι Βασιλεῦ οὐράνιε Παράκλητε... Τὸ τρισάγιο, Πάτερ ἡµῶν... Τὸν Ν Ψαλµό. Ὅπως κάθε ἑσπέρας.
Καὶ τὶς ἐπόµενες εὐχές. Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡµῶν, ἥ του Θεοῦ Πατρὸς εἰκὼν καὶ ἰσχὺς καὶ σοφία καὶ δύναµις σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ σοῦ Πνεύµατι. Τριὰς ἀµέριστε καὶ ὁµόθρονε, ἡ ἐκ τοῦ µὴ ὄντος εἰς τὸ
52
εἶναι παραγαγοῦσα τὰ σύµπαντα, ἀξίωσον καὶ ἡµὰς τοὺς ἁµαρτωλοὺς ἀνυµνεὶν καὶ αἰτεῖσθαι τοὺς οἰκτιρµούς σου, τῇ πρεσβείᾳ τῆς ὑπεραγίας ∆εσποίνης ἡµῶν Θεοτόκου, τῶν ἁγίων καὶ νοερῶν σοῦ λειτουργῶν, τοῦ Προδρόµου καὶ βαπτιστοῦ Ἰωάννου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησαντων. Καὶ µὴ παραχωρήσῃς ἡµὰς συναπολέσθαι ταῖς ἀνοµίαις ἡµῶν, µηδὲ τοῖς ἀκαθάρτοις καὶ αἰσχροῖς λογισµοῖς ἡµῶν, ἀλλ' ἀξίωσον ἡµὰς νεκρωθήναι ἀπὸ πάντων τούτων καὶ ζήσαι ἐν τῷ φωτὶ τῶν ἁγίων καὶ ζωηρὼν ἐντολῶν σου, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας ἀµήν. Ἄκοµα µία εὐχὴ ἐσπερινὴ
53
Κύριε, Σῦ που δινεῖς τὸν ὕπνο σὰν λύτρωση καὶ ἀνάπαυση ἀπὸ τοὺς κόπους τῆς ἡµέρας, δῶσε καὶ σὲ µένα Χριστέ µου, Λόγε τοῦ Θεοῦ, ὕπνον ἐλαφρὸν καὶ ἁπαλλαγµένον ἀπὸ κάθε φαντασία αἰσχρὴ καιπονηρή. ἐξεγεῖρε µὲ τὸ πρωὶ σταθερὸ στο θέληµά Σου, για να ψάλλω χαρούµενος τῇ δόξᾳ Σου καὶ να βαδίζω τὸ δρόµο τῶν ἐντολῶν Σου. Ἀµήν. Καὶ για ὅσους ἐκοινώνησαν: ∆εσπότα Χριστὲ ὁ Θεὸς ἡµῶν, βασιλεῦ τῶν αἰώνων, καὶ δηµιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοὶ ἐπὶ πᾶσι οἷς παρέχου ἡµῖν ἀγαθοῖς, καὶ ἐπὶ τῇ µεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σοῦ Μυστηρίων. ∆έοµαι οὖν σοῦ, ἀγαθὲ καὶ φιλάνθρωπε. φύλαξον µὲ ὑπὸ τὴν σκέπην σου, καὶ ἐν τῇ τῶν πτερύγων σου σκιὰ 54
καὶ δώρησαί µοι ἐν καθαρῶ συνειδότι, µέχρις ἐσχάτης µου ἀναπνοῆς, µετέχειν τῶν Ἁγιασµάτων σου, εἰς ἄφεσιν ἁµαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Σῦ γὰρ εἰ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασµοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν. καὶ σοὶ τὴν δόξαν ἀναπέµποµεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Παναγία ∆έσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισµένης µου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραµυθία, τὸ ἀγαλλίαµά µου, εὐχαριστῶ σοὶ ὅτι ἠξίωσας µὲ τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ Ἀχράντου Σώµατος καὶ τοῦ τιµίου Αἵµατος τοῦ Υἱοῦ σου. Ἀλλ' ἡ τεκούσα τὸ ἀληθινὸν φῶς φώτισόν µου τοὺς νοεροὺς ὀφθαλµοὺς τῆς καρδίας. Ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα ζωοποί55
ησον µὲ τὸν τεθανατωµένον τῇ ἁµαρτίᾳ. ἥ του ἐλεήµονος Θεοῦ φιλευσπλαχνος Μήτηρ ἐλέησον µέ, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ µου, καὶ ταπείνωσιν ἐν τοῖς διανοήµασί µου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχµαλωσίαις τῶν λογισµῶν µου. Καὶ ἀξίωσον µέ, µέχρι τελευταίας µου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασµόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώµατος. Καὶ παρασχού µοι δάκρυα µετανοίας καὶ ἐξοµολογήσεως εἰς τὸ ὑµνεὶν καὶ δοξάζειν σὲ πάσας τάς ἡµέρας τῆς ζωῆς µου. Ὅτι εὐλογηµένη καὶ δεδοξασµένη ὑπάρχεις εἰς τοὺς αἰῶνας Ἀµήν. Καὶ τὸ ∆ι' εὐχῶν...
56
ΠΡΟΣΕΥΧΕΣ ΤΗΣ ΤΡΑΠΕΖΗΣ
Πρὶν καὶ µετὰ τὰ γεύµατα Τὸ µεσηµέρι πρὶν τὸ φαγητό. Ἀρχίζουµε µὲ τὸ Πάτερ ἡµῶν ... ∆όξα Πατρί... καὶ νῦν... Κύριε, ἐλέησον, 3 φορὲς καὶ τὰ ἑξῆς: Χριστέ, ὁ Θεὸς ἡµῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σοῦ, ὅτι ἅγιος εἰ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Μετὰ τὸ φαγητό. Εὐχαριστοῦµεν σοί, Χριστὲ ὁ Θεὸς ἡµῶν, ὅτι ἐνέπλησας ἡµὰς τῶν ἐπιγείων σοῦ ἀγαθῶν. µὴ στερήσῃς ἡµὰς καὶ τῆς ἐπουρανίου σοῦ βασιλείας. Ἀλλὰ ὡς ἐν µέσῳ τῶν µαθητῶν σου πα57
ρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ µεθ ἡµῶν καισῶσον ἡµᾶς. ∆όξα σοι ὁ Θεός. ∆ι εὐχῶν... Τὸ βραδὺ πρὶν τὸ δεῖπνο. Φαγόντες πένητες καὶ ἐµπλησθήσονται. καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητουντεςαυτον. ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. ∆όξα Πατρί... καὶ νῦν... Κύριε, ἐλέησον (3) Χριστὲ ὁ Θεός, εὐλόγησον τήν τράπεζα των δούλων σου...∆ι’ εὐχών. Ἄν ὑπάρχει κληρικός λέµε Πάτερ άγιε εὐλόγησον. Μετὰ τὸ δεῖπνο
58
Εὔφρανας ἡµάς, Κύριε, ἐν τοῖς ποιήµασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἠγαλλιασάµεθα. Ἐσηµειώθη ἐφ ἡµᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. ἔδωκας εὐφροσύνην εἰς τὰ καρδίας ἡµῶν, ἀπὸ καρποῦ σίτου οἴνου καὶ ἐλαίου ἐνεπλήσθηµεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτῷ κοιµηθησόµεθα καὶ ὑπνώσοµεν. ὅτι σὺ µόνος Κύριε,. κατὰ µόνας ἐπ ἐλπίδι κατώκοισας ἡµᾶς. ∆ι' εὐχῶν... *********************************************
ΕΥΧΗ ΓΙΑ ΤΟΥΣ ΠΟΝΗΡΟΥΣ ΛΟΓΙΣΜΟΥΣ
Κύριε, Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, ἄναρχε καὶ αἰώνιε, ποὺ δεν ντροπιάζεις ὅσους προσβλέπουν στο ἔλεος
59
καὶ στην προστασία Σου, ὁ πατέρας τῆς φιλανθρωπίας καὶ κάθε παρηγορίας, ἡ πηγὴ κάθε ἄγα-θωσύνης' διῶξε ἀπὸ ἐµὲ τὸ δοῦλό Σου τοὺς πονηροὺς λογισµούς που µὲ παρενοχλοὺν νύχτα Καὶ ἡµέρα. Ἐσὺ καρδιογνώστῃ Κύριε, ποὺ βλέπεις τὰ βάθη τῆς καρδίας µου, γνωρίζεις ὅτι αὐτοὶ ἔρχονται καὶ µὲ βασανίζουν χωρὶς τὸ θέληµά µου. Γι αὐτὸ Σὲ παρακαλῶ µὴν ἀφήσεις να γίνει αὐτὸ πηγὴ ἁµαρτίας, ἀλλὰ λυπήσου µὲ καὶ στεῖλε τῇ χαρῇ Σοῦ καὶ διῶξε αὐτοὺς καὶ σκέπασε µὲ τὸν ἀνάξιο δοῦλό Σου. Φώτισε µὲ ∆εσπότα να µάθω καὶ να ἐκτελώ τις ἅγιες ἐντολές Σου καὶ να ζήσω κοντά Σου, ἀναµάρτητε καὶ δοξασµένε Ἰησοῦ. ἂς εἶναι εὐλογηµένο τὸ ὄνοµά Σου στους αἰῶνες. Ἀµήν.
60
Για τὴν πύρωση τῶν νέων.
Κύριε, εἶµαι ἄνθρωπος ἁµαρτωλὸς καὶ νέος τὴν ἡλικία, ἔχω µεγάλο πόλεµο ἀπὸ τὰ πάθη καὶ τὴν πύρωση τῆς σάρκας, καταφεύγω σ' Ἐσένα καὶ δέοµαι Σοῦ, Χριστὲ ὁ Θεός µου. ἂς µή µου καταλογιστεὶ αὐτὸ σὰν ἁµαρτία, γνωρίζεις, Κύριε, τὸ ἄστατο τῆς ἀνθρωπίνης φύσεως καὶ Σὲ παρακαλῶ συγχώρεσε µέ, γιατὶ µόνο Ἐσὺ ἔχεις τὴν ἐξουσία καὶ µόνο µὲ τὸ λόγο Σου να συγχωρεῖς τοῦ κόσµου τις ἁµαρτίες. Ἂς εἶναι εὐλογηµένο καὶ δοξασµένο τὸ ὄνοµά Σου στους αἰῶνες τῶν αἰώνων. Ἀµὴν
***
61
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟ∆ΕΙΠΝΟΥ
Εις τὸ ὄνοµα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος. Ἀµήν. ∆όξα σοι ὁ Θεὸς ἡµῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦµα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡµῖν καὶ καθάρισον ἡµᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τάς ψυχὰς ἡµῶν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡµᾶς (ἐκ τρίτου). ∆όξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. 62
Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. ∆εσπότα, συγχώρησον τάς ἀνοµίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόµατός σου. Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον. ∆όξα, καὶ νῦν. Πάτερ ἡµῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου· ἐλθέτω ἡ βασιλεῖά σου· γενηθήτω τὸ θέληµά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν· καὶ µὴ εἰσενέγκης ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ῥυσαὶ ἡµὰς ἀπὸ τοῦ πονηροῦ.
63
Κύριε ἐλέησον Ἰβ'. ∆όξα, καὶ νῦν. ∆εῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν τῷ βασιλεῖ ἡµῶν Θεῶ. ∆εῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ τῷ βασιλεῖ ἡµῶν Θεῶ. ∆εῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῶ ἡµῶν. Ψαλµὸς ν' (50). Ἐλέησον µέ, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐπὶ πλεῖον πλῦνον µὲ ἀπὸ τῆς ἀνοµίας µου, καὶ ἀπὸ τῆς ἁµαρτίας µου καθάρισον µέ.Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω, καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µού ἐστι διὰ παντός. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως 64
ἂν δικαιωθῆς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην, καὶ ἐν ἁµαρτίαις ἐκίσσησε µὲ ἡ µήτηρ µου.Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι. Ῥαντιεὶς µὲ ὑσσώπω καὶ καθαρισθήσοµαι· πλυνεῖς µὲ καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιείς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τάς ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ ὁ Θεός, καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀπορρίψης µὲ ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦµά σου τὸ ἅγιον µὴ ἀντανέλης ἀπ' ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ, καὶ πνεύµατι ἡγεµονικῷ στήριξον µέ. 65
∆ιδάξω ἀνόµους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥυσαὶ µὲ ἐξ αἱµάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας µου· ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώµατα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους. Ψαλµός ξθ' (69). 66
Ὁ Θεός, εἰς τὴν βοήθειάν µου πρόσχες· Κύριε, εἰς τὸ βοηθήσαι µοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν µου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόµενοί µοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόµενοι οἱ λέγοντές µοι· εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σο πάντες οἱ ζητοῦντες σέ, ὁ Θεός. Καὶ λεγέτωσαν διὰ παντός, µεγαλυνθήτω ὃ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριον σοῦ. Ἐγὼ δὲ πτωχός εἰµι καὶ πένης· ὁ Θεός, βοήθησόν µοι. Βοηθός µου καὶ ῥύστης µου εἰ σύ, Κύριε, µὴ χρονίσης. Ψαλµὸς ρµβ' (142). 67
Κύριε, εἰσάκουσoν τῆς προσευχῆς µου, ἐνώτισαι τὴν δέησίν µου ἐν τῇ ἀληθείᾳ σου, ἐiσάκουσόν µου ἐν τῇ δικαιοσύνῃ σου· Καὶ µὴ εἰσέλθῃς εἰς κρίσιν µετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν µου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν µου. Ἐκάθισε µὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐµὲ τὸ πνεῦµά µου, ἐν ἐµοὶ ἐταράχθη ἡ καρδία µου. Ἐµνήσθην ἡµερῶν ἀρχαίων, ἐµελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήµασι τῶν χειρῶν σου ἐµελέτων. ∆ιεπέτασα πρὸς σὲ τάς χεῖράς µου, ἡ ψυχή µου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσόν µου, Κύριε, ἐξέλιπε τὸ πνεῦµά µου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐµοῦ, καὶ ὁµοιωθήσοµαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν µοι τὸ πρωὶ τὸ ἔλεός 68
σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν µοι, Κύριε, ὁδὸν ἐν ἡ πορεύσοµαι, ὅτι πρὸς σὲ ἥρα τὴν ψυχήν µου. Ἐξελοῦ µὲ ἐκ τῶν ἐχθρῶν µου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξον µὲ τοῦ ποιεῖν τὸ θέληµά σου., ὅτι σὺ εἰ ὁ Θεός µου. Τὸ πνεῦµά σου τὸ ἀγαθὸν ὁδηγήσει µὲ ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόµατός σου, Κύριε, ζήσεις µέ. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν µου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς µου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν µου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰµι. ∆οξολογία µικρά. Σοὶ δόξα πρέπει, Κύριε ὁ Θεὸς ἡµῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέµποµεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι, 69
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. ∆όξα ἐν ὑψίστοις Θεῶ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµεν σέ, εὐλογοῦµεν σέ, προσκυνοῦµεν σέ, δοξολογοῦµεν σέ, εὐχαριστοῦµεν σοὶ διὰ τὴν µεγάλην σοῦ δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἰρῶν τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς ὁ αἰρῶν τάς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς.
70
Ὅτι σὺ εἰ µόνος ἅγιος, σῦ εἰ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σέ, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα· Κύριε, ἐλέησον µέ· ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτον σοί. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον µὲ τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἰ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσι σέ. Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ ἀναµαρτήτους φυλαχθῆναι ἡµάς.
71
Εὐλογητὸς εἰ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµάς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἰ, Κύριε, δίδαξον µὲ τὰ δικαιώµατά σου. Εὐλογητὸς εἰ, ∆εσπότα, συνέτισον µὲ τὰ δικαιώµατά σου. Εὐλογητὸς εἰ, Ἅγιε, φώτισον µὲ τοῖς δικαιώµασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου µὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕµνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
72
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν µονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων? φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁµοούσιον τῷ Πατρί, δι' οὐ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡµᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡµετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύµατος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡµῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἥµερα κατὰ τάς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόµενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόµενον 73
µετὰ δόξῃς κρίναι ζῶντας καὶ νεκρούς· οὐ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦµα τὸ ἅγιον, τὸ κύριον τὸ ζωοποιὸν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόµενον, τὸ σῦν Πατρὶ καὶ Υἱῷ συµπροσκυνούµενον καὶ συνδοξαζόµενον, τὸ λάλησαν διὰ τῶν προφητῶν. Εἰς µίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁµολογῶ ἐν βάπτισµα εἰς ἄφεσιν ἁµαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρών. Καὶ ζωὴν τοῦ µέλλοντος αἰῶνος. Ἀµήν. 'Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον, καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβίµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκού-
74
σαν, τὴν ὄντως Θεοτόκον σὲ µεγαλύνοµεν.
Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡµῶν. Εἴτα τὸ κοντάκιον τῆς ἑορτῆς ἣ τῆς ἡµέρας, ἣ τὰ παρόντα τροπάρια.
Ἦχος δ'. Ὁ Θεὸς τῶν πατέρων ἡµῶν, ὁ ποίων ἀεὶ µεθ' ἡµῶν κατὰ τὴν σὴν ἐπιείκειαν, µὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡµῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησαν τὴν ζωὴν ἡµῶν. Τῶν ἐν ὅλῳ τῷ κόσµῳ µαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵµατα, ἡ Ἐκκλησία σου στολισαµένη, δι' αὐτῶν βόα σοι, Χριστὲ ὁ Θεός· τῷ λαῷ σου τοὺς οἰκτιρµούς σου κατάπεµψον, εἰρή-
75
νην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡµῶν τὸ µέγα ἔλεος. ∆όξα. Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τάς ψυχὰς τῶν δούλων σοῦ, ἔνθα οὔκ ἐστι πόνος, οὐ λύπη, οὐ στεναγµός, ἀλλὰ ζωὴ ἀτελεύτητος. Καὶ νῦν. Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡµῖν, καὶ ἐλέησον ἡµᾶς, ὡς µόνος οἰκτιρµῶν. Εἴτα τὸ Κύριε ἐλεησον µ', καὶ τὴν εὐχὴν ταύτην. Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούµενος καὶ δοξαζόµενος Χριστὸς ὁ Θεός, ὁ µακρόθυµος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁµαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν 76
πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν µελλόντων ἀγαθῶν· αὐτός. Κύριε, πρόσδεξαι καὶ ἡµῶν ἐν τῇ ὥρᾳ ταύτῃ τάς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡµῶν πρὸς τάς ἐντολάς σου. Τάς ψυχὰς ἡµῶν ἁγίασον, τὰ σώµατα ἄγνισον, τοὺς λογισµοὺς διόρθωσον, τάς ἐννοίας καθαρὸν καὶ ῥυσαὶ ἡµὰς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡµὰς ἁγίοις σοῦ Ἀγγέλοις, ἵνα τῇ παρεµβολῇ αὐτῶν φρουρούµενοι καὶ ὁδηγούµενοι καταντήσωµεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξῃς· ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Κύριε ἐλέησον γ'. ∆όξα, καὶ νῦν. Τὴν τιµιωτέραν.
Εὐχὴ εἰς τὴν ὑπεραγίαν Θεοτόκον.
77
Ἄσπιλε, ἀµόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, θεόνυµφε ∆έσποινα· ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σοῦ κυήσει ἐνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡµῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισµένων µόνη ἔλπις καὶ τῶν πολεµουµένων βοήθεια· ἡ ἑτοίµη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· µὴ βδελύξη µὲ τὸν ἁµαρτωλόν, τὸν ἐνάγῃ, τὸν αἰσχροῖς λογισµοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐµαυτὸν ἀχρειώσαντα, καὶ τῶν ἡδονῶν τοῦ βίου, ῥᾳθυµία γνώµης, δοῦλον γενόµενον· ἀλλ' ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐµοὶ τῷ ἁµαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι µου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφεροµένην σοὶ δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡµῶν ∆εσπότην καὶ 78
Κύριον, τῇ µητρικῇ σοῦ παρρησίᾳ χρωµένῃ δυσώπησον, ἵνα ἀνοίξῃ κάµοι τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδών µου τὰ ἀναρίθµητα πταίσµατα, ἐπιστρέψῃ µὲ πρὸς µετάνοιαν καὶ τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιµον ἀναδείξῃ µέ. Καὶ πάρεσό µοι ἀεὶ ὡς ἐλεήµων καὶ συµπαθὴς καὶ φιλάγαθος· ἐν µὲν τῷ παρόντι βίῳ θερµὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἑφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγούσα µέ, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου µου τὴν ἀθλίαν µου ψυχὴν περιέπουσα καὶ τάς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιµόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἥµερα τῆς κρίσεως, τῆς αἰωνίου µὲ ῥυοµένη κολάσεως, καὶ τῆς ἀπορρήτου δόξῃς τοῦ σου Υἱοῦ καὶ Θεοῦ ἡµῶν κληρονόµον µὲ ἀποδεικνύουσα. Ἧς καὶ 79
τύχοιµι, ∆έσποινά µου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς µεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπία τοῦ µονογενοῦς Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ· ὢ πρέπει πᾶσα δόξα, τιµὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ευχή ἑτέρα εἰς τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστόν. Καὶ δὸς ἡµῖν, ∆εσπότα, πρὸς ὕπνον ἀπιούσιν, ἀνάπαυσιν σώµατος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡµᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁµαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τάς ὁρµὰς τῶν παθῶν, σβέσον 80
τὰ πεπυρωµένα βέλη τοῦ πονηροῦ τὰ καθ' ἡµῶν δολίως κινούµενα. Τάς τῆς σαρκὸς ἡµῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡµῶν φρόνηµα κοίµισον. Καὶ δώρησαι ἡµῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισµόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρὸν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγµένον. ∆ιανάστησον δὲ ἡµὰς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγµένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν µνήµην τῶν σῶν κριµάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡµῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑµνεὶν καὶ εὐλογεὶν καὶ δοξάζειν τὸ πάντιµον καὶ µεγαλοπρεπὲς ὄνοµά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
81
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογηµένη Θεοτόκε, προσάγαγε τὴν ἡµετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῶ ἡµῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τάς ψυχὰς ἡµῶν. Ἡ ἐλπίς µου ὁ Πατήρ, καταφυγή µου ὁ Υἱός, σκέπη µου τὸ Πνεῦµα τὸ ἅγιον· Τριὰς ἁγία, δόξα σοι. Τὴν πᾶσαν ἐλπίδα µου εἰς σὲ ἀνατίθηµι, Μήτηρ τοῦ Θεοῦ, φύλαξον µὲ ὑπὸ τὴν σκέπην σου. Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας µου ψυχῆς καὶ ταλαιπωροῦ µου ζωῆς, µὴ ἐγκαταλίπῃς µὲ τὸν ἁµαρτωλόν, µηδὲ ἀποστῇς ἀπ ἐµοῦ διὰ τὴν ἀκρασίαν µου· µὴ δώης χώραν τῷ πονηρῷ δαίµονι
Εὐχὴ εἰς τὸν Ἄγγελον φύλακα τῆς του ἀνθρώπου ζωῆς.
82
κατακυριεύσαί µου τῇ καταδυναστεία τοῦ θνητοῦ τοῦ τούτου σώµατος· κράτησον τῆς ἀθλίας καὶ παρειµένης χειρός µου, καὶ ὁδήγησαν µὲ εἰς ὁδὸν σωτηρίας. Ναί, Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας µου ψυχῆς καὶ τοῦ σώµατος, πάντα µοι συγχώρησον, ὅσα σοὶ ἔθλιψα πάσας τάς ἡµέρας τῆς ζωῆς µου, καὶ εἲ τὶ ἥµαρτον τὴν σήµερον ἡµέραν· σκέπασον µὲ ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξον µὲ ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειµένου, ἵνα µὴ ἐν τίνι ἁµαρτήµατι παροργίσω τὸν Θεόν· καὶ πρεσβεῦε ὑπὲρ ἐµοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαι µὲ ἐν τῷ φόβῳ αὐτοῦ, καὶ ἄξιον ἀναδείξαι µὲ δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀµήν. ∆όξα, καὶ νῦν. Κύριε ἐλέησον γ', καὶ ἀπόλυσις. 83
Τὰ Ἀπολυτίκια τῶν ὀκτὼ Ἤχων που ψάλλονται κάθε Κυριακὴ στην Ἐκκλησία Ἦχος ἀ'. Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων καὶ στρατιωτῶν φύ-λασσόντων τὸ ἄχραντον σοῦ Σῶµα, ἀνέστης τριήµερος, Σωτήρ, δώρου-µένος τῷ κόσµῳ τὴν ζωήν· διὰ τοῦτο αἱ δυνάµεις τῶν οὐρανῶν ἐβόων σοι, Ζωοδότα· ∆όξα τῇ Ἀναστάσει σου, Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονοµίᾳ σου, µόνε φιλάνθρωπε. Ἦχος β'. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδη ἐνέκρωσας,τῇ ἀστραπῇ τῆς θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν ἀχθονίων 84
ἀνέστησας, πᾶσαι αἱ ∆υνάµεις τῶν πουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡµῶν, δόξα σοι. Ἦχος γ'. Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλ-λιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίητε κράτος ἐν βραχίονι αὐτοῦ ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον. πρωτό-τόκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας Ἄδου ἐρρύσατο ἡµᾶς, καὶ παρέσχε τῷ κόσµῳ τὸ µέγα ἔλεος. Ἦχος δ'. Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κηῥυγµα, ἐκ τοῦ Ἀγγέλου µαθοῦσαι αἵ του Κυρίου Μαθήτριαι, καὶ τὴν πρό-γονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώµεναι ἔλεγον· Ἐσκύλευται ὁ θά-
85
νατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούµενος τῷ κόσµῳ τὸ µέγα ἔλεος. Ἦχος πλ. ἀ'. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύµατι, τὸν ἐκ Παρθένου τε-χθέντα εἰς σωτηρίαν ἡµῶν, ἀνυµνή-σωµεν, πιστοὶ καὶ προσκυνήσωµεν· ὅτι ηὐδόκησε, σαρκὶ ἀνελθεὶν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑποµείναι, καὶ ἐγείραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ. Ἦχος πλ. β'. Ἀγγελικαὶ δυνάµεις ἐπὶ τὸ µνῆµά σου, καὶ οἱ φυλάσσοντες, ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζῇ-τούσα τὸ ἄχραντον σοῦ σῶµα. Ἐσκύλευσας τὸν Ἅδην, µὴ πειρασθεὶς ὑπ' αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούµενος
86
τὴν ζωήν. Ὁ ἀναστᾶς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Ήχος βαρύς. Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν παράδεισον· τῶν µυροφόρων τὸν θρῆνον µετέβαλες, καὶ τοῖς σοῖς ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης, Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσµῳ τὸ µέγα ἔλεος Ἦχος πλ. δ'. Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήµερον, ἵνα ἡµὰς ἐλευθερώσῃς τῶν παθῶν.Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡµῶν, Κύριε, δόξα σοι.
87
88
Add a Comment