1
Οδυσσέας Γκιλής
Επιμέλεια
Αποσπάσματα από αρχαία, Βυζαντινά και
θεολογικά κείμενα
ΘΑΣΟΣ-ΘΑΣΙΟΙ
Στατήρας της Θάσου
Θεσσαλονίκη 2018
2
3
Περιεχόμενα
Θάσος ........................................................................................................................................ 4
Από τη Βικιπαίδεια. Ο Λεωδάμας ήταν αρχαίος Έλληνας μαθηματικός και φιλόσοφος από
τη Θάσο. ................................................................................................................................ 128
Τα Μαθηματικά στην Αρχαία Ελλάδα πριν τον Πλάτωνα ................................................ 129
Πηγές ................................................................................................................................. 132
Αποσπάσματα από βιβλία για Θάσο .................................................................................... 332
Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν.......................................................................................... 346
Δήμος Θάσου Θάσος – Σύντομη Ιστορική Ανασκόπηση....................................................... 349
Ευρετήριο .............................................................................................................................. 352
Φλάβιος Αρριανός. Αποσπάσματα. Τόμος. -Jacobyʹ-F
2b,156,F, fragment 67, γρ.. 6. 517: Ἀρριανὸς δέ φησι καὶ ὅτι
Θάσος ἀπὸ Θάσου καλεῖται, Ποσειδῶνος υἱοῦ. καὶ ὅτι ἐκαλεῖτό
ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος
(VI 46 – 47) μέμνηται λέγων .....
Οι Πάριοι ξαπλώθηκαν στη συνέχεια και στην ευρύτερη περιοχή
του όρους Παγγαίου που για το λόγο αυτόν χαρακτηρίστηκε
αργότερα Θασιακή Περαία. Η υπόθεση ότι προηγήθηκαν των
Πάριων οι Φοίνικες, όπως αναφέρεται στον Ηρόδοτο (VI 46, 47),
δε φαίνεται να τεκμηριώνεται μέχρι σήμερα από αρχαιολογικά
4
ευρήματα. Την πρώτη ακμή της Θάσου έχουμε κατά τον 6ο π. Χ.
αιώνα κυρίως απ' την εκμετάλλευση των ευγενών μετάλλων. Ο
πλούτος που προέκυψε εκφράσθηκε με την κατασκευή πολλών
δημόσιων οικοδομημάτων από το θαυμάσιο ντόπιο μάρμαρο. Τον
5ο π. Χ. αιώνα ο Ηρόδοτος επισκέφθηκε το νησί και απαθανάτισε
με τις παρακάτω φράσεις τη μεταλλευτική δραστηριότητα της
εποχής: "...Είδα ο ίδιος τα μεταλλεία αυτά. Τα καλύτερα ήταν αυτά που είχαν
ανακαλύψει οι Φοίνικες, όταν ήρθαν με το Θάσο να εγκατασταθούν στο νησί, που πήρε
το όνομα του Φοίνικα Θάσου. Τα μεταλλεία της Θάσου βρίσκονται ανάμεσα στις
περιοχές Αίνυρα και Κοίνυρα, απέναντι από τη Σαμοθράκη. Είναι ένα μεγάλο βουνό, που
το έχουν σκάψει αναζητώντας μέταλλο..."
(Ηρόδοτος, 6, 47, μετάφραση Αγγ. Βλάχου, 1971)
Ν. Επιτρόπου. γεωλόγος Ι. Γ. Μ. Ε.
Θάσος
Θουκυδίδης ιστορίαι Book 1, chapter 100, section 2, γρ. 3
Ἐγένετο δὲ μετὰ ταῦτα καὶ ἡ ἐπ' Εὐρυμέδοντι ποταμῷ
ἐν Παμφυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν
ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφό-
τερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ
εἷλον τριήρεις Φοινίκων καὶ διέφθειραν τὰς πάσας ἐς δια-
κοσίας. χρόνῳ δὲ ὕστερον ξυνέβη Θασίους αὐτῶν ἀποστῆναι,
διενεχθέντας περὶ τῶν ἐν τῇ ἀντιπέρας Θρᾴκῃ ἐμπορίων καὶ
τοῦ μετάλλου ἃ ἐνέμοντο. καὶ ναυσὶ μὲν ἐπὶ Θάσον πλεύ-
σαντες οἱ Ἀθηναῖοι ναυμαχίᾳ ἐκράτησαν καὶ ἐς τὴν γῆν
ἀπέβησαν, ἐπὶ δὲ Στρυμόνα πέμψαντες μυρίους οἰκήτορας
αὑτῶν καὶ τῶν ξυμμάχων ὑπὸ τοὺς αὐτοὺς χρόνους ὡς
οἰκιοῦντες τὰς τότε καλουμένας Ἐννέα ὁδούς, νῦν δὲ Ἀμφί-
πολιν, τῶν μὲν Ἐννέα ὁδῶν αὐτοὶ ἐκράτησαν, ἃς εἶχον
Ἠδωνοί, προελθόντες δὲ τῆς Θρᾴκης ἐς μεσόγειαν διε-
φθάρησαν ἐν Δραβησκῷ τῇ Ἠδωνικῇ ὑπὸ τῶν Θρᾳκῶν
ξυμπάντων, οἷς πολέμιον ἦν τὸ χωρίον [αἱ Ἐννέα ὁδοὶ]
κτιζόμενον. Θάσιοι δὲ νικηθέντες μάχῃ καὶ πολιορκού-
μενοι Λακεδαιμονίους ἐπεκαλοῦντο καὶ ἐπαμύνειν ἐκέλευον
5
Θουκυδίδης ιστορίαι Book 4, chapter 104, section 4, γρ. 6
...θόρυβον μέγαν κατέστησαν, ἄλλως τε καὶ ἀλλήλοις ὕποπτοι
ὄντες. καὶ λέγεται Βρασίδαν, εἰ ἠθέλησε μὴ ἐφ' ἁρπαγὴν
τῷ στρατῷ τραπέσθαι, ἀλλ' εὐθὺς χωρῆσαι πρὸς τὴν πόλιν,
δοκεῖν ἂν ἑλεῖν. νῦν δὲ ὁ μὲν ἱδρύσας τὸν στρατόν, ἐπεὶ
τὰ ἔξω ἐπέδραμε καὶ οὐδὲν αὐτῷ ἀπὸ τῶν ἔνδον ὡς προς-
εδέχετο ἀπέβαινεν, ἡσύχαζεν· οἱ δὲ ἐναντίοι τοῖς προδιδοῦσι,
κρατοῦντες τῷ πλήθει ὥστε μὴ αὐτίκα τὰς πύλας ἀνοίγεσθαι,
πέμπουσι μετὰ Εὐκλέους τοῦ στρατηγοῦ, ὃς ἐκ τῶν Ἀθηνῶν
παρῆν αὐτοῖς φύλαξ τοῦ χωρίου, ἐπὶ τὸν ἕτερον στρατηγὸν
τῶν ἐπὶ Θρᾴκης, Θουκυδίδην τὸν Ὀλόρου, ὃς τάδε ξυνέγραψεν,
ὄντα περὶ Θάσον (ἔστι δὲ ἡ νῆσος Παρίων ἀποικία, ἀπέχουσα
τῆς Ἀμφιπόλεως ἡμίσεος ἡμέρας μάλιστα πλοῦν), κελεύοντες
σφίσι βοηθεῖν. καὶ ὁ μὲν ἀκούσας κατὰ τάχος ἑπτὰ ναυσὶν
αἳ ἔτυχον παροῦσαι ἔπλει, καὶ ἐβούλετο φθάσαι μάλιστα μὲν
οὖν τὴν Ἀμφίπολιν, πρίν τι ἐνδοῦναι, εἰ δὲ μή, τὴν Ἠιόνα
προκαταλαβών. Ἐν τούτῳ δὲ ὁ Βρασίδας δεδιὼς καὶ τὴν ἀπὸ τῆς Θάσου
τῶν νεῶν βοήθειαν καὶ πυνθανόμενος τὸν Θουκυδίδην κτῆσίν
τε ἔχειν τῶν χρυσείων μετάλλων ἐργασίας ἐν τῇ περὶ ταῦτα
Θρᾴκῃ καὶ ἀπ' αὐτοῦ δύνασθαι ἐν τοῖς πρώτοις τῶν ἠπειρωτῶν,
ἠπείγετο προκατασχεῖν, εἰ δύναιτο, τὴν πόλιν,
Θουκυδίδης ιστορίαι Book 4, chapter 105, section 1, γρ. 1
...κρατοῦντες τῷ πλήθει ὥστε μὴ αὐτίκα τὰς πύλας ἀνοίγεσθαι,
πέμπουσι μετὰ Εὐκλέους τοῦ στρατηγοῦ, ὃς ἐκ τῶν Ἀθηνῶν
παρῆν αὐτοῖς φύλαξ τοῦ χωρίου, ἐπὶ τὸν ἕτερον στρατηγὸν
τῶν ἐπὶ Θρᾴκης, Θουκυδίδην τὸν Ὀλόρου, ὃς τάδε ξυνέγραψεν,
ὄντα περὶ Θάσον (ἔστι δὲ ἡ νῆσος Παρίων ἀποικία, ἀπέχουσα
τῆς Ἀμφιπόλεως ἡμίσεος ἡμέρας μάλιστα πλοῦν), κελεύοντες
σφίσι βοηθεῖν. καὶ ὁ μὲν ἀκούσας κατὰ τάχος ἑπτὰ ναυσὶν
αἳ ἔτυχον παροῦσαι ἔπλει, καὶ ἐβούλετο φθάσαι μάλιστα μὲν
οὖν τὴν Ἀμφίπολιν, πρίν τι ἐνδοῦναι, εἰ δὲ μή, τὴν Ἠιόνα
προκαταλαβών.
Ἐν τούτῳ δὲ ὁ Βρασίδας δεδιὼς καὶ τὴν ἀπὸ τῆς Θάσου
τῶν νεῶν βοήθειαν καὶ πυνθανόμενος τὸν Θουκυδίδην κτῆσίν
τε ἔχειν τῶν χρυσείων μετάλλων ἐργασίας ἐν τῇ περὶ ταῦτα
Θρᾴκῃ καὶ ἀπ' αὐτοῦ δύνασθαι ἐν τοῖς πρώτοις τῶν ἠπειρωτῶν,
ἠπείγετο προκατασχεῖν, εἰ δύναιτο, τὴν πόλιν, μὴ ἀφικνου-
μένου αὐτοῦ τὸ πλῆθος τῶν Ἀμφιπολιτῶν, ἐλπίσαν ἐκ θα-
λάσσης ξυμμαχικὸν καὶ ἀπὸ τῆς Θρᾴκης ἀγείραντα αὐτὸν
6
περιποιήσειν σφᾶς, οὐκέτι προσχωροίη. καὶ τὴν ξύμβασιν
μετρίαν ἐποιεῖτο, κήρυγμα τόδε ἀνειπών, Ἀμφιπολιτῶν καὶ
Ἀθηναίων τῶν ἐνόντων τὸν μὲν βουλόμενον ἐπὶ τοῖς ἑαυτοῦ
τῆς ἴσης καὶ ὁμοίας μετέχοντα μένειν, τὸν δὲ μὴ ἐθέλοντα
Θουκυδίδης ιστορίαι Book 8, chapter 64, section 2, γρ. 3
,,,κινδυνεύοντας, ὁρᾶν ὅτῳ τρόπῳ μὴ ἀνεθήσεται τὰ πράγματα,
καὶ τὰ τοῦ πολέμου ἅμα ἀντέχειν καὶ ἐσφέρειν αὐτοὺς ἐκ
τῶν ἰδίων οἴκων προθύμως χρήματα καὶ ἤν τι ἄλλο δέῃ, ὡς
οὐκέτι ἄλλοις ἢ σφίσιν αὐτοῖς ταλαιπωροῦντας. παρακε-
λευσάμενοι οὖν τοιαῦτα τὸν μὲν Πείσανδρον εὐθὺς τότε καὶ
τῶν πρέσβεων τοὺς ἡμίσεις ἀπέστελλον ἐπ' οἴκου πράξοντας
τἀκεῖ, καὶ εἴρητο αὐτοῖς τῶν ὑπηκόων πόλεων αἷς ἂν προς-
σχῶσιν ὀλιγαρχίαν καθιστάναι· τοὺς δ' ἡμίσεις ἐς τἆλλα
τὰ ὑπήκοα χωρία ἄλλους ἄλλῃ διέπεμπον, καὶ Διειτρέφη
ὄντα περὶ Χίον, ᾑρημένον δὲ ἐς τὰ ἐπὶ Θρᾴκης ἄρχειν,
ἀπέστελλον ἐπὶ τὴν ἀρχήν. καὶ ἀφικόμενος ἐς τὴν Θάσον
τὸν δῆμον κατέλυσεν. καὶ ἀπελθόντος αὐτοῦ οἱ Θάσιοι
δευτέρῳ μηνὶ μάλιστα τὴν πόλιν ἐτείχιζον, ὡς τῆς μὲν μετ'
Ἀθηναίων ἀριστοκρατίας οὐδὲν ἔτι προσδεόμενοι, τὴν δ'
ἀπὸ Λακεδαιμονίων ἐλευθερίαν ὁσημέραι προσδεχόμενοι·
καὶ γὰρ καὶ φυγὴ αὐτῶν ἔξω ἦν ὑπὸ τῶν Ἀθηναίων παρὰ
τοῖς Πελοποννησίοις, καὶ αὕτη μετὰ τῶν ἐν τῇ πόλει
ἐπιτηδείων κατὰ κράτος ἔπρασσε ναῦς τε κομίσαι καὶ τὴν
Θάσον ἀποστῆσαι. ξυνέβη οὖν αὐτοῖς μάλιστα ἃ ἐβού-
λοντο, τὴν πόλιν τε ἀκινδύνως ὀρθοῦσθαι καὶ τὸν ἐναν-
τιωσόμενον δῆμον καταλελύσθαι. περὶ μὲν οὖν τὴν
Θουκυδίδης ιστορίαι Book 8, chapter 64, section 4, γρ. 4
τὰ ὑπήκοα χωρία ἄλλους ἄλλῃ διέπεμπον, καὶ Διειτρέφη
ὄντα περὶ Χίον, ᾑρημένον δὲ ἐς τὰ ἐπὶ Θρᾴκης ἄρχειν,
ἀπέστελλον ἐπὶ τὴν ἀρχήν. καὶ ἀφικόμενος ἐς τὴν Θάσον
τὸν δῆμον κατέλυσεν. καὶ ἀπελθόντος αὐτοῦ οἱ Θάσιοι
δευτέρῳ μηνὶ μάλιστα τὴν πόλιν ἐτείχιζον, ὡς τῆς μὲν μετ'
Ἀθηναίων ἀριστοκρατίας οὐδὲν ἔτι προσδεόμενοι, τὴν δ'
ἀπὸ Λακεδαιμονίων ἐλευθερίαν ὁσημέραι προσδεχόμενοι·
καὶ γὰρ καὶ φυγὴ αὐτῶν ἔξω ἦν ὑπὸ τῶν Ἀθηναίων παρὰ
τοῖς Πελοποννησίοις, καὶ αὕτη μετὰ τῶν ἐν τῇ πόλει
ἐπιτηδείων κατὰ κράτος ἔπρασσε ναῦς τε κομίσαι καὶ τὴν
Θάσον ἀποστῆσαι. ξυνέβη οὖν αὐτοῖς μάλιστα ἃ ἐβού-
7
λοντο, τὴν πόλιν τε ἀκινδύνως ὀρθοῦσθαι καὶ τὸν ἐναν-
τιωσόμενον δῆμον καταλελύσθαι. περὶ μὲν οὖν τὴν
Θάσον τἀναντία τοῖς τὴν ὀλιγαρχίαν καθιστᾶσι τῶν
Ἀθηναίων ἐγένετο, δοκεῖν δέ μοι καὶ ἐν ἄλλοις πολλοῖς
τῶν ὑπηκόων· σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ
ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς
ἐλευθερίαν τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ
προτιμήσαντες.
Θουκυδίδης ιστορίαι Book 8, chapter 64, section 5, γρ. 2
τὸν δῆμον κατέλυσεν. καὶ ἀπελθόντος αὐτοῦ οἱ Θάσιοι
δευτέρῳ μηνὶ μάλιστα τὴν πόλιν ἐτείχιζον, ὡς τῆς μὲν μετ'
Ἀθηναίων ἀριστοκρατίας οὐδὲν ἔτι προσδεόμενοι, τὴν δ'
ἀπὸ Λακεδαιμονίων ἐλευθερίαν ὁσημέραι προσδεχόμενοι·
καὶ γὰρ καὶ φυγὴ αὐτῶν ἔξω ἦν ὑπὸ τῶν Ἀθηναίων παρὰ
τοῖς Πελοποννησίοις, καὶ αὕτη μετὰ τῶν ἐν τῇ πόλει
ἐπιτηδείων κατὰ κράτος ἔπρασσε ναῦς τε κομίσαι καὶ τὴν
Θάσον ἀποστῆσαι. ξυνέβη οὖν αὐτοῖς μάλιστα ἃ ἐβού-
λοντο, τὴν πόλιν τε ἀκινδύνως ὀρθοῦσθαι καὶ τὸν ἐναν-
τιωσόμενον δῆμον καταλελύσθαι. περὶ μὲν οὖν τὴν
Θάσον τἀναντία τοῖς τὴν ὀλιγαρχίαν καθιστᾶσι τῶν
Ἀθηναίων ἐγένετο, δοκεῖν δέ μοι καὶ ἐν ἄλλοις πολλοῖς
τῶν ὑπηκόων· σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ
ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς
ἐλευθερίαν τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ
προτιμήσαντες.
Theocritus Bucol., Epigrammata Epigram 25*, γρ. 3
Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.
Ἀρχαῖα τὠπόλλωνι τἀναθήματα
ὑπῆρχεν· ἡ βάσις δὲ τοῖς μὲν εἴκοσι,
τοῖς δ' ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα,
τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδ' ἐνιαυτοῖς·
τοσσόσδ' ἀριθμὸς ἐξέβη μετρούμενος.
8
Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ' ὥρην
ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.
δείλαιε Κλεόνικε, σὺ δ' εἰς λιπαρὴν Θάσον ἐλθεῖν
ἠπείγευ Κοίλης ἔμπορος ἐκ Συρίης,
ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ' ὑπὸ Πλειάδος αὐτήν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.
Βουκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δ' ἅμα πᾶσαι
ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.
Euripides Trag., Απόσπασμα 819, γρ. 9
ΦΡΙΞΟΣ
Σιδώνιόν ποτ' ἄστυ Κάδμος ἐκλιπών,
Ἀγήνορος παῖς, ἦλθε Θηβαίαν χθόνα
Φοῖνιξ πεφυκώς, ἐκ δ' ἀμείβεται γένος
Ἑλληνικόν, Διρκαῖον οἰκήσας πέδον.
ᾗ δ' ἦλθ' ἀνάγκῃ πεδία Φοινίκης λιπών,
λέγοιμ' ἄν. ἦσαν τρεῖς Ἀγήνορος κόροι·
Κίλιξ, ἀφ' οὗ καὶ Κιλικία κικλήσκεται,
Φοῖνίξ θ', ὅθεν περ τοὔνομ' ἡ χώρα φέρει,
καὶ Θάσος
εἰ μὲν τόδ' ἦμαρ πρῶτον ἦν κακουμένῳ
καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν,
εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα
πῶλον χαλινὸν ἀρτίως δεδεγμένον·
νῦν δ' ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν.
γυνὴ γὰρ ἐν κακοῖσι καὶ νόσοις πόσει
ἥδιστόν ἐστι, δώματ' ἢν οἰκῇ καλῶς,
ὀργήν τε πραΰνουσα καὶ δυσθυμίας
ψυχὴν μεθιστᾶσ'· ἡδὺ κἀπάται φίλων.
δίκαι' ἔλεξε·
Πλούταρχος Brutus Chapter 38, section 2, γρ. 1
μονας δ' οὔτ' εἶναι πιθανόν, οὔτ' ὄντας ἀνθρώπων ἔχειν εἶδος ἢ φωνὴν
ἢ δύναμιν εἰς ἡμᾶς διήκουσαν· ὡς ἔγωγ' ἂν ἐβουλόμην, ἵνα μὴ μόνον
ὅπλοις καὶ ἵπποις καὶ ναυσὶ τοσαύταις, ἀλλὰ καὶ θεῶν ἀρωγαῖς ἐπεθαρ-
ροῦμεν, ὁσιωτάτων ἔργων καὶ καλλίστων ἡγεμόνες ὄντες.” τοιούτοις μὲν
ὁ Κάσσιος ἐπράϋνε λόγοις τὸν Βροῦτον· ἐμβαινόντων δὲ τῶν
9
στρατιωτῶν,
ἐπὶ τὰς πρώτας σημαίας ἀετοὶ δύο [συγ]κατασκήψαντες ὁμοῦ συνδιεκο-
μίζοντο, καὶ παρηκολούθουν ὑπὸ τῶν στρατιωτῶν τρεφόμενοι μέχρι Φι-
λίππων. ἐκεῖ δ' ἡμέρᾳ μιᾷ πρὸ τῆς μάχης ᾤχοντ' ἀποπτάμενοι.
Τὰ μὲν οὖν πλεῖστα τῶν ἐν ποσὶν ἐθνῶν ἐτύγχανεν ὁ Βροῦτος
ὑπήκοα πεποιημένος. εἰ δέ τις ἢ πόλις ἢ δυνάστης παρεῖτο, τότε πάντας
προσαγόμενοι μέχρι τῆς κατὰ Θάσον θαλάσσης προῆλθον. ἐκεῖ δὲ τῶν
περὶ Νωρβανὸν ἐν τοῖς Στενοῖς λεγομένοις καὶ περὶ τὸ Σύμβολον στρατο-
πεδευόντων, περιελθόντες αὐτοὺς ἠνάγκασαν ἀποστῆναι καὶ προέσθαι τὰ
χωρία. μικροῦ δὲ καὶ τὴν δύναμιν αὐτῶν λαβεῖν ἐδέησαν, ὑπολειπομένου
διὰ νόσον Καίσαρος, εἰ μὴ προσεβοήθησεν Ἀντώνιος ὀξύτητι θαυμαστῇ
χρησάμενος, ὥστ' ἀπιστεῖν τοὺς περὶ Βροῦτον. ἦλθε δὲ Καῖσαρ ὕστερον
ἡμέραις δέκα, καὶ κατεστρατοπέδευσεν ἐναντίον Βρούτου, Κασσίου δ'
Ἀντώνιος· τὰ δ' ἐν μέσῳ τῶν στρατοπέδων πεδία Ῥωμαῖοι κάμπους
Φιλίππους καλοῦσι. καὶ μέγισται τότε Ῥωμαίων δυνάμεις ἀλλήλαις συν-
εφέροντο. πλήθει μὲν οὖν οὐ παρ' ὀλίγον ἐλείποντο τῶν περὶ Καίσαρα,
Πλούταρχος Brutus
Chapter 44, section 2, γρ. 4
Πίνδαρον οὐδεὶς εἶδεν ἀνθρώπων μετὰ τὸν φόνον, ἐξ οὗ καὶ παρέσχεν
ἐνίοις δόξαν ἀνελεῖν τὸν ἄνδρα μὴ κελευσθείς. ὀλίγῳ δ' ὕστερον οἵ θ' ἱπ-
πεῖς ἐγένοντο φανεροί, καὶ Τιτίνιος ἐστεφανωμένος ὑπ' αὐτῶν ἀνῄει
πρὸς Κάσσιον. ὡς δὲ κλαυθμῷ καὶ βοῇ τῶν φίλων ὀδυρομένων καὶ δυς-
φορούντων ἔγνω τὸ πάθος τοῦ στρατηγοῦ καὶ τὴν ἄγνοιαν, ἐσπάσατο τὸ
ξίφος καὶ πολλὰ κακίσας τῆς βραδυτῆτος ἑαυτὸν ἀπέσφαξε.
Βροῦτος δὲ τὴν μὲν ἧτταν ἐγνωκὼς τοῦ Κασσίου προσήλαυνε, τὸν
δὲ θάνατον ἐγγὺς ἤδη τοῦ χάρακος ἤκουσε. καὶ τὸ μὲν σῶμα
περικλαύσας
καὶ προσαγορεύσας ἔσχατον ἄνδρα Ῥωμαίων τὸν Κάσσιον, ὡς οὐκέτι τῇ
πόλει τηλικούτου φρονήματος ἐγγενέσθαι δυναμένου, περιέστειλε καὶ
ἀπέπεμψεν εἰς Θάσον, ὡς μὴ σύγχυσιν αὐτόθι παράσχοι κηδευόμενον.
αὐτὸς δὲ τοὺς στρατιώτας συναγαγὼν παρεμυθήσατο, καὶ πάντων ὁρῶν
ἀπεστερημένους τῶν ἀναγκαίων, ὑπέσχετο κατ' ἄνδρα δισχιλίας δραχμὰς
ἀντὶ τῶν ἀπολωλότων. οἱ δὲ πρός τε τοὺς λόγους ἀνεθάρρησαν αὐτοῦ,
καὶ
τῆς δωρεᾶς ἐθαύμασαν τὸ μέγεθος, καὶ μετὰ βοῆς προὔπεμψαν ἀπιόντα,
μεγαλύνοντες ὡς μόνον ἀήττητον ἐν τῇ μάχῃ τῶν τεσσάρων
αὐτοκρατόρων
γεγενημένον. ἐμαρτύρει δὲ τὸ ἔργον, ὅτι τῇ μάχῃ περιέσεσθαι καλῶς
ἐπίστευεν· ὀλίγοις γὰρ τάγμασιν ἅπαντας ἐτρέψατο τοὺς ἀντιστάντας. εἰ
δὲ πᾶσιν ἐχρήσατο πρὸς τὴν μάχην, καὶ μὴ παρελθόντες οἱ πλεῖστοι τοὺς
πολεμίους ἐπὶ τὰ τῶν πολεμίων ὥρμησαν, οὐδὲν ἂν ἐδόκει μέρος αὐτῶν
ἀπολιπεῖν ἀήττητον.
10
Πλούταρχος De exilio (599a-607f) Stephanus σε. 604, section C, γρ. 2
σοὶ δ' οὐχ ἑνὸς δεδομένου μόνον, ἀλλ' ἀπειρημένου τόπου,
πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις. ἀλλὰ μὴν
τῷ ‘οὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδ' ἀγωνοθετοῦμεν’
ἀντίθες τό ‘οὐ στασιάζομεν οὐδ' ἀναλίσκομεν οὐδὲ προς-
ηρτήμεθα θύραις ἡγεμόνος· οὐδὲν νῦν μέλει, ὅστις ὁ
κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος εἰ
ἐπαχθής.’ ἀλλ' [ὡς] ἡμεῖς, καθάπερ Ἀρχίλοχος τῆς
Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν διὰ τὸ τραχὺ
καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών (fr. 21, 1. 2)
’ἥδε δ' ὥστ' ὄνου ῥάχις ἕστηκεν ὕλης ἀγρίας ἐπιστεφής,’
Πλούταρχος De Herodoti malignitate (854e-874c)
Stephanus σε. 859, section D, γρ. 3
νίους, καὶ λέγειν ὡς οὐ βοηθοῦντες οὐδ' ἐλευθε-
ροῦντες ἀλλὰ τιμωρούμενοι Σαμίους στρατεύσαιντο,
κρατῆρά τινα πεμπόμενον Κροίσῳ παρ' αὐτῶν καὶ
θώρακα πάλιν παρ' Ἀμάσιδος κομιζόμενον αὐτοῖς
ἀφελομένους. καίτοι πόλιν ἐν τοῖς τότε χρόνοις
οὔτε φιλότιμον οὕτως οὔτε μισοτύραννον ἴσμεν ὡς
τὴν Λακεδαιμονίων γενομένην· ποίου γὰρ ἕνεκα
θώρακος ἢ τίνος κρατῆρος ἑτέρου Κυψελίδας μὲν
ἐξέβαλον ἐκ Κορίνθου καὶ Ἀμπρακίας ἐκ δὲ Νάξου
Λύγδαμιν ἐξ Ἀθηνῶν δὲ τοὺς Πεισιστράτου παῖδας
ἐκ δὲ Σικυῶνος Αἰσχίνην ἐκ Θάσου δὲ Σύμμαχον
ἐκ δὲ Φωκέων Αὖλιν ἐκ Μιλήτου δ' Ἀριστογένη,
τὴν δ' ἐν Θετταλοῖς δυναστείαν ἔπαυσαν, Ἀριστο-
μήδη καὶ Ἀγέλαον καταλύσαντες διὰ Λεωτυχίδου
τοῦ βασιλέως; περὶ ὧν ἐν ἄλλοις ἀκριβέστερον
γέγραπται. κατὰ δ' Ἡρόδοτον οὔτε κακίας οὔτ'
ἀβελτερίας ὑπερβολὴν λελοίπασιν, εἰ τὴν καλλίστην
καὶ δικαιοτάτην τῆς στρατείας ἀρνούμενοι πρόφασιν
ὡμολόγουν διὰ μνησικακίαν καὶ μικρολογίαν ἐπι-
τίθεσθαι δυστυχοῦσιν ἀνθρώποις καὶ κακῶς πράτ-
τουσιν.
11
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 3, Kaibel παρ. 65, γρ. 23
Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ, τὴν καρῖδα. Ἀριστο-
τέλης δ' ἐν πέμπτῳ ζῴων μορίων (h. a. V p. 541b 19)
’τῶν μαλακοστράκων ὀχεύονται, φησί, κάραβοι, ἀστα-
κοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὥσπερ καὶ τὰ ὀπισθουρη-
τικὰ τῶν τετραπόδων. ὀχεύονται δὲ τοῦ ἔαρος ἀρχο-
μένου πρὸς τῇ γῇ (ἤδη γὰρ ὦπται ἡ ὀχεία πάντων
τῶν τοιούτων), ἐνιαχοῦ δὲ ὅταν τὰ σῦκα ἄρχηται πε-
παίνεσθαι. γίνονται δ' οἱ μὲν κάραβοι (ib. p. 549b 13)
ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δ' ἀστακοὶ ἐν τοῖς
λείοις, ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι. διὸ καὶ ἐν
Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται,
περὶ δὲ τὸ Σίγειον καὶ τὸν Ἄθω κάραβοι. εἰσὶ δ'
οἱ κάραβοι μακρόβιοι πάντες.’ Θεόφραστος δ' ἐν
τῷ περὶ τῶν φωλευόντων (fr. 177 W) τοὺς ἀστακοὺς
καὶ καράβους καὶ καρῖδας ἐκδύεσθαί φησι τὸ γῆρας.
περὶ δὲ τῶν 8ΚΑΡΙΔΩΝ, ὅτι καὶ πόλις ἦν Καρί-
δες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῇ γʹ ἱστορεῖ
(FHG I 242), κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας
ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ
Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρί
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 10, Kaibel παρ. 4, li 4
γαστριμαργίαν (η 219)·
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν· ἣ δὲ μάλ' αἰεὶ
ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
ληθάνει ὅσσ' ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
ταῦτα γὰρ οὐδ' ἂν ἐκεῖνος ὁ Σαρδανάπαλλος εἰπεῖν
ποτε ἂν ἐτόλμησεν. γέρων τε ὢν
ἤσθιεν ἁρπαλέως κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ.
Θεαγένης δ' ὁ Θάσιος ἀθλητὴς ταῦρον μόνος
κατέφαγεν, ὡς Ποσείδιππός φησιν ἐν ἐπιγράμμασι·
καίπερ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν·
πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος
Θευγένει· ἅσσα φαγὼν ἔτ' ἐπῄτεον. οὕνεκεν οὕτω
χάλκεος ἑστήκω χεῖρα προισχόμενος.
Μίλων δ' ὁ Κροτωνιάτης, ὥς φησιν ὁ Ἱεραπολίτης
Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων (FHG IV 513), ἤσθιε
μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς
χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς
12
ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον
μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ
ἡμέρᾳ. Τίτορμός τε ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ
βοῦν, ὡς ἱστορεῖ ὁ Αἰτωλὸς Ἀλέξανδρος (p. 249 M).
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 12, Kaibel παρ. 25, γρ. 18
καὶ οἱ τὴν 8ΣΙΡΙΝ δὲ κατοικοῦντες, ἣν πρῶτοι κατ-
έσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δ' ὑπὸ Κολο-
φωνίων ..., ὥς φησι Τίμαιος (FHG I 206) καὶ Ἀρι-
στοτέλης (fr. 534 R), εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον
Συβαριτῶν. καὶ γὰρ ἰδίως παρ' αὐτοῖς ἐπεχωρίασεν
φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυ-
τελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων
μιτροχίτωνες, ἐπεὶ Ὅμηρος (Π 419) τοὺς ἀζώστους ἀμι-
τροχίτωνας καλεῖ. καὶ Ἀρχίλοχος δ' ὁ ποιητὴς ὑπερ-
τεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμο-
νίαν. περὶ γοῦν τῆς Θάσου λέγων ὡς ἥσσονός φησιν
(fr. 21 B49)·
οὐ γάρ τι καλὸς χῶρος οὐδ' ἐφίμερος
οὐδ' ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.
ὠνομάσθη δ' ἡ Σῖρις, ὡς μὲν Τίμαιός φησιν καὶ
Εὐριπίδης ἐν Δεσμώτιδι [ἢ] Μελανίππῃ (fr. 496 N), ἀπὸ
γυναικός τινος Σίριδος· ὡς δ' Ἀρχίλοχος, ἀπὸ ποτα-
μοῦ. οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν
τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο
τῶν ἀνθρώπων. διὸ καὶ Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα
σχεδὸν ἡ κατὰ τὴν Ἰταλίαν κατοίκησις.
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 15, Kaibel παρ. 55, γρ. 24
ἐν τοῖς ἑξαμέτροις (fr. 85 B49)·
Μοῦσά μοι Εὐρυμεδοντιάδεα, τὴν παντοχάρυβδιν,
τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον (υ 181),
ἔννεφ', ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὀλεῖται (Γ 417)
βουλῇ δημοσίῃ παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο (Α 316).
κέχρηται δὲ καὶ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τισι
τῶν δραμάτων ἐπ' ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας
κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατ' αὐτὸν
Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ
οὕτως (p. 42 Brandt)·
ἐς δὲ Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλον
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
13
’ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ' ἀνέπεισε
καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ' ἀναβῆναι;’
τοῖσι δ' ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ' ἔπος εἶπον·
’μνέα μ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀναβῆναι
καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει
εὐκούρων βδελυρῶν, ὀλλύντων τ' ὀλλυμένων τε
ἀνδρῶν, οἳ [καὶ] νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·
οἷς καὶ ἐγὼ μετὰ τοῖσιν τὰ χρηίζων ἐποίθησα.
αὖθις δ' οὐκ ἐπὶ κέρδος ἀπείσομαι εἰς Θασίους
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,1, σε. 21, γρ. 29
Ἀττικοὶ δὲ ὀστακὸν διὰ τοῦ ο φασι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος
δὲ γαμψωνύχους φησὶ τοὺς ἀστακούς. Διοκλῆς ὁ Καρύστιός φησι·
καρῖδες,
καρκίνοι, κάραβοι, ἀστακοὶ εὔστομα καὶ διουρητικά. κολύβδαινα δὲ κατὰ
μὲν
Νίκανδρόν ἐστι τὸ θαλάσσιον αἰδοῖον, Ἡρακλείδης δὲ τὰς καρίδας.
Ἀριστοτέλης
δὲ ἐν τῷ περὶ ζῴων μορίων φησί· τῶν μαλακοστράκων ὀχεύονται, φασί,
κάραβοι, ἀστακοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὡς καὶ τὰ ὀπισθουρητικὰ τῶν
τετραπόδων. ὀχεύονται δὲ τοῦ ἔαρος ἐρχόμενα πρὸς τῇ γῇ, ἤδη γὰρ ὦπται
ἡ ὀχεῖα πάντων τῶν τοιούτων, ἐνιαχοῦ δ' ὅταν τὰ σῦκα ἄρχηται πεπαί-
νεσθαι. γίνονται δ' οἱ μὲν κάραβοι ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ
δ' ἀστακοὶ ἐν τοῖς λείοις, ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι. διὸ καὶ ἐν
Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον
καὶ τὸν Ἄθω κάραβοι. εἰσὶ δ' οἱ κάραβοι μακρόβιοι πάντες. Θεόφραστος
δὲ ἀστακοὺς, καράβους, καρῖδας ἐκδύεσθαί φησι τὸ γῆρας. Ἔφορος δὲ
ἱστορεῖ Καρίδας πόλιν εἶναι περὶ Χῖον τὴν νῆσον, κτίσαι φάσκων αὐτὴν
τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ
Μάκαρος. Ἀρχέστρατος δέ φησίν· ἢν δέ ποτ' εἰς Ἴασον Καρῶν πόλιν
εἰσαφίκηαι, καρῖδ' εὐμεγέθη λήψῃ· σπανίαν δὲ πρίασθαι· ἐν Μακεδονίᾳ
δὲ καὶ Ἀμβρακίᾳ μάλα πολλαί. ἐκτεταμένως δ' εἴρηκε καρῖδα Ἀραρώς·
αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην εἰς σχοινόπλεκτον
ἄγγος.
Ἀναξανδρίδης· ἐρυθρότερον καρῖδος ὀπτῶν σε ἀποφανῶ. Εὔβουλος·
ὠρχοῦντο
ὥσπερ καρῖδες ἀνθράκων ἔπι πηδῶσαι κυρταί. Εὔπολις δὲ συστέλλει.
ὠνο
Αθηναίος σοφιστής δειπνοσοφιστές επ.
Τομ. 2,2, σε. 24, γρ. 23
14
Μᾶτρις δ' ἐν τῷ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν
Ἡρακλέα
προκληθῆναι ὑπὸ Λεπρέως καὶ ἡττηθῆναι. ὅτι τὸν Ὀδυσσέα ἐν πολλοῖς
Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὡς ἐν τῷ· ἀλλ' ἐμὲ μὲν
δορπῆσαι ἐάσατε· καὶ ἑξῆς. ὑπερβάλλει γὰρ τῇ λαιμαργίᾳ οὐκ ἐν δέοντι
περὶ γαστρὸς γνωμολογῶν, ὃν ἐχρῆν, εἰ καὶ ἐλίμωττε, διακαρτερεῖν ἢ
μετριάζειν τὰ περὶ τὴν τροφήν. καὶ ἐν οἷς φησι· πένθος μὲν ἔχω ἐνὶ
φρεσίν·
ἣ δὲ μάλ' αἰεὶ ἐσθέμεναι κέλεται καὶ τὰ ἑξῆς. ταῦτα γὰρ οὐδ' ἂν
ἐκεῖνος ὁ Σαρδανάπαλος εἰπεῖν ποτ' ἂν ἐτόλμησεν. γέρων τε ὢν ἤσθιεν
ἁρπαλέως κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ. ὅτι Θεαγένης ὁ Θάσιος ἀθλη-
τὴς ταῦρον μόνος κατέφαγεν, ὃς καί φησι παρὰ Ποσειδίππῳ· ἔφαγόν ποτε
Μῃόνιον βοῦν· πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος. Μίλων δ' ὁ
Κροτωνιάτης ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς
χοᾶς ἔπινεν. ἐν δ' Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ
τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέ-
φαγεν ἐν μιᾷ ἡμέρᾳ, περὶ οὗ ὁ Δωριεύς φησιν· ὃν ἐπόμπευσε βοῦν εἰς
κρέα τόνδε κόψας πάντα κατ' οὖν μοῦνος ἐδαίσατό νιν. καὶ Τίτορμος
δὲ ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν. Ἀστυδάμας δ' ὁ Μιλήσιος τρὶς
Ὀλύμπια νικήσας παγκράτιον, κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ
Ἀριοβαρζάνου
καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσιν, ἦσαν δὲ ἐννέα ὥς τινες,
παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δ' αὐτὸν ἀξιώσαντος ἄξιόν
τι
ποιῆσαι κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, σε. 160, γρ. 29
τεθνειῶτι λαλεῖν πόρε Περσεφόνεια. πολλοὶ δὲ παρῳδῶν ποιηταὶ
γεγόνασιν·
ἐνδοξότατος δ' ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ
Φίλιππον.
οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν
παρῳδῶν
βιβλία τέσσαρα. περὶ δὲ παρῳδῶν Πολέμων φησί· καὶ τὸν Βοιωτὸν δὲ καὶ
τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ
παίζειν ἀμφιδεξίως. εὑρετὴς δὲ τοῦ γένους Ἱππῶναξ ὁ ἰαμβοποιὸς λέγων·
Μοῦσά μοι Εὐρυμεδοντία δῖα τὴν παντοχάρυβδιν, τὴν ἐν γαστρὶ μά-
χαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφ', ὅπως ψηφῖδι κακὸν οἶτον
ὄληται βουλῇ δημοσίᾳ παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο. χρῆται δὲ καὶ
Ἐπίχαρμος
ἔν τισι δράμασιν ἐπ' ὀλίγον καὶ Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν.
λέγει γοῦν· εἰς Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι
15
λίθοισι,
καὶ ὧδέ τις εἴπεσκε παραστάς· ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ'
ἀνέπεισε καλὴν κρηπῖδα ποσὶ τοῖσινδ' ἀναβῆναι; τοῖσι δ' ἐγὼ πᾶσι μικρὸν
μετὰ τοῦτ' ἔπος εἶπον· μνῆμ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀνα-
βῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει εὐκούρων
βδελυρῶν,
ὀλλύντων τ' ὀλλυμένων τε. εἶτα μετὰ πολλὰ ἐπάγει· ταῦτά μοι ὁρμαί-
νοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ
τε φωνῇ· δεινὰ παθοῦσα Φακῆ βδελυρά, χώρει 'ς τὸν ἀγῶνα. καὶ τότε
δὴ θάρσησα καὶ ἄειδον πολὺ μᾶλλον. πεποίηκε παρῳδίας καὶ Ἕρμιππος
ὁ κωμικός. τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς θυμελικοὺς ἀγῶνας
Ἡγήμων καὶ παρ' Ἀθηναίοις ἐνίκησεν. Εὔβοιος δὲ πολλὰ εἴρηκεν ἐν
τοῖς ποιήμασι
Δημοσθένης De Halonneso Section 15, γρ. 5
μὴ οὖν ἀγνοεῖτε ὅτι τὰ σύμβολα ταῦτα γίγνεται εἰς ὑποδοχὴν
τοῦ μηδ' ἀμφισβητῆσαι εὐλόγως ὑμᾶς ἔτι Ποτειδαίας.
Περὶ δὲ τῶν λῃστῶν δίκαιόν φησιν εἶναι κοινῇ φυλάττειν
τοὺς ἐν τῇ θαλάττῃ κακουργοῦντας ὑμᾶς τε καὶ αὑτόν, οὐδὲν
ἀλλ' ἢ τοῦτ' ἀξιῶν, ὑφ' ὑμῶν εἰς τὴν θάλατταν κατασταθῆ-
ναι, καὶ ὁμολογῆσαι ὑμᾶς ὡς ἄνευ Φιλίππου οὐδὲ τὴν ἐν τῇ
θαλάττῃ φυλακὴν δυνατοί ἐστε φυλάττειν, ἔτι δὲ καὶ δοθῆναι
αὐτῷ ταύτην τὴν ἄδειαν, περιπλέοντι καὶ ὁρμιζομένῳ εἰς τὰς
νήσους ἐπὶ προφάσει τῇ τῶν λῃστῶν φυλακῇ διαφθείρειν
τοὺς νησιώτας καὶ ἀφιστάναι ὑμῶν, καὶ μὴ μόνον τοὺς
φυγάδας τοὺς παρ' ἑαυτοῦ εἰς Θάσον κεκομικέναι διὰ τῶν
ὑμετέρων στρατηγῶν, ἀλλὰ καὶ τὰς ἄλλας νήσους οἰκειώσα-
σθαι, συμπέμπων τοὺς συμπλευσομένους μετὰ τῶν στρατηγῶν
τῶν ὑμετέρων ὡς κοινωνήσοντας τῆς κατὰ θάλατταν φυλακῆς.
καίτοι οὔ φασί τινες αὐτὸν προσδεῖσθαι τῆς θαλάττης. ὁ
δ' οὐδὲν δεόμενος τριήρεις κατασκευάζεται, καὶ νεωσοίκους
οἰκοδομεῖται, καὶ ἀποστόλους ἀποστέλλειν βούλεται, καὶ
δαπάνας οὐ μικρὰς δαπανᾶν εἰς τοὺς κατὰ θάλατταν κινδύνους,
ὧν οὐδὲν προτιμᾷ.
Δημοσθένης Adversus Leptinem Section 59, γρ. 3
μὲν οὖν εὖ πάσχειν δέῃ, τὸν βουλόμενον εὖ ποιεῖν ἡμᾶς
ἐάσομεν, ἐπειδὰν δὲ πάθωμεν, τότε τὴν ἀξίαν τοῦ ποιήσαντος
σκεψόμεθα; οὐκ ἄρ' ὀρθῶς βουλευσόμεθα.
Ἀλλὰ νὴ Δί' οὗτοι μόνοι τοῦτο πείσονται, καὶ περὶ τούτων
16
μόνων ποιοῦμαι λόγον τοσοῦτον. πολλοῦ γε καὶ δέω. ἀλλὰ
πάντας μὲν οὐδ' ἂν ἐγχειρήσαιμ' ἐξετάζειν ὅσοι πεποιηκότες
ὑμᾶς εὖ διὰ τὸν νόμον, εἰ μὴ λυθήσεται, τὰ δοθέντ' ἀφαιρεθή-
σονται· ἓν δ' ἢ δύο δείξας ἔτι ψηφίσματ' ἀπαλλάττομαι τοῦ
περὶ τούτων λέγειν. τοῦτο μὲν τοίνυν Θασίους τοὺς μετ'
Ἐκφάντου πῶς οὐκ ἀδικήσετε, ἐὰν ἀφαιρῆσθε τὴν ἀτέλειαν, οἳ
παραδόντες ὑμῖν Θάσον καὶ τὴν Λακεδαιμονίων φρουρὰν μεθ'
ὅπλων ἐκβαλόντες καὶ Θρασύβουλον εἰσαγαγόντες καὶ παρα-
σχόντες φίλην ὑμῖν τὴν αὑτῶν πατρίδα αἴτιοι τοῦ γενέσθαι
σύμμαχον τὸν περὶ Θρᾴκην τόπον ὑμῖν ἐγένοντο; τοῦτο δ'
Ἀρχέβιον καὶ Ἡρακλείδην, οἳ Βυζάντιον παραδόντες Θρασυ-
βούλῳ κυρίους ὑμᾶς ἐποίησαν τοῦ Ἑλλησπόντου, ὥστε τὴν
δεκάτην ἀποδόσθαι καὶ χρημάτων εὐπορήσαντας Λακεδαιμο-
νίους ἀναγκάσαι τοιαύτην, οἵαν ὑμῖν ἐδόκει, ποιήσασθαι τὴν
εἰρήνην; ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ ταῦτ' ἐκπεσόντων
ἐψηφίσασθ' ἅπερ, οἶμαι, φεύγουσιν εὐεργέταις δι' ὑμᾶς
προσῆκε, προξενίαν, εὐεργεσίαν, ἀτέλειαν ἁπάντων.
Δημοσθένης Adversus Leptinem Section 61, γρ. 5
νίους ἀναγκάσαι τοιαύτην, οἵαν ὑμῖν ἐδόκει, ποιήσασθαι τὴν
εἰρήνην; ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ ταῦτ' ἐκπεσόντων
ἐψηφίσασθ' ἅπερ, οἶμαι, φεύγουσιν εὐεργέταις δι' ὑμᾶς
προσῆκε, προξενίαν, εὐεργεσίαν, ἀτέλειαν ἁπάντων. εἶτα
τοὺς δι' ὑμᾶς φεύγοντας καὶ δικαίως τι παρ' ὑμῶν εὑρομένους
ἐάσωμεν ἀφαιρεθῆναι ταῦτα, μηδὲν ἔχοντες ἐγκαλέσαι; ἀλλ'
αἰσχρὸν ἂν εἴη. μάθοιτε δὲ τοῦτο μάλιστ' ἄν, ἐκείνως εἰ
λογίσαισθε πρὸς ὑμᾶς αὐτούς· εἴ τινες νυνὶ τῶν ἐχόντων
Πύδναν ἢ Ποτείδαιαν ἤ τι τῶν ἄλλων χωρίων, ἃ Φιλίππῳ
μέν ἐστιν ὑπήκοα, ὑμῖν δ' ἐχθρά, τὸν αὐτὸν τρόπον ὅνπερ ἡ
Θάσος ἦν τότε καὶ τὸ Βυζάντιον Λακεδαιμονίοις μὲν οἰκεῖα,
ὑμῖν δ' ἀλλότρια, παραδώσειν ταῦτ' ἐπαγγείλαιντο, ἂν αὐτοῖς
τὰς αὐτὰς δῶτε δωρειὰς ὥσπερ Ἐκφάντῳ τῷ Θασίῳ καὶ
Ἀρχεβίῳ τῷ Βυζαντίῳ, καί τινες τούτων ἀντιλέγοιεν αὐτοῖς
ταῦτα λέγοντες, ὡς δεινὸν εἴ τινες μόνοι τῶν ἄλλων μετοίκων
μὴ χορηγοῖεν, πῶς ποτ' ἂν ἔχοιτε πρὸς τοὺς ταῦτα λέγοντας;
ἢ δῆλον ὅτι φωνὴν οὐκ ἂν ἀνάσχοισθ' ὡς συκοφαντούντων;
οὔκουν αἰσχρὸν εἰ μέλλοντες μὲν εὖ πάσχειν συκοφάντην ἂν
τὸν ταῦτα λέγονθ' ἡγοῖσθε, ἐπὶ τῷ δ' ἀφελέσθαι τὰς τῶν
προτέρων εὐεργετῶν δωρειὰς ταῦτα λεγόντων ἀκούσεσθε;
φέρε δὴ κἀκεῖν' ἐξετάσωμεν. οἱ προδόντες τὴν Πύδναν καὶ
17
Δημοσθένης Contra Polyclem [Sp.] Section 21, γρ. 8
μένων ὡς αὐτὸν πρέσβεων Μαρωνιτῶν καὶ δεομένων αὑτοῖς
τὰ πλοῖα παραπέμψαι τὰ σιτηγά, προσέταξεν ἡμῖν τοῖς
τριηράρχοις ἀναδησαμένοις τὰ πλοῖα ἕλκειν εἰς Μαρώνειαν,
πλοῦν καὶ πολὺν καὶ πελάγιον. καὶ ταῦθ' ὑμῖν διὰ τοῦτο
ἅπαντα διηγησάμην ἐξ ἀρχῆς, ἵνα εἰδῆτε ὅσα ἀνηλωκὼς
αὐτὸς καὶ ἡλίκης μοι γεγενημένης τῆς λῃτουργίας ὕστερον
ὅσα ἀναλώματα ὑπὲρ τούτου ἀνήλωσα ἐπιτριηραρχῶν, οὐχ
ἥκοντος τούτου ἐπὶ τὴν ναῦν, καὶ κινδύνους ὅσους ἐκινδύ-
νευσα αὐτὸς πρός τε χειμῶνα καὶ πρὸς πολεμίους. μετὰ
γὰρ τὴν παραπομπὴν τῶν πλοίων τὴν εἰς Μαρώνειαν καὶ
τὴν ἄφιξιν τὴν εἰς Θάσον, ἀφικόμενος παρέπεμπε πάλιν ὁ
Τιμόμαχος μετὰ τῶν Θασίων εἰς [τὴν] Στρύμην σῖτον καὶ
πελταστάς, ὡς παραληψόμενος αὐτὸς τὸ χωρίον. παρα-
ταξαμένων δὲ Μαρωνιτῶν ἡμῖν ταῖς ναυσὶν ὑπὲρ τοῦ χωρίου
τούτου καὶ μελλόντων ναυμαχήσειν, καὶ τῶν στρατιωτῶν
ἀπειρηκότων, πλοῦν πολὺν πεπλευκότων καὶ πλοῖα ἑλκόντων
ἐκ Θάσου εἰς Στρύμην, ἔτι δὲ χειμῶνος ὄντος καὶ τοῦ
χωρίου ἀλιμένου, καὶ ἐκβῆναι οὐκ ὂν οὐδὲ δειπνοποιήσα-
σθαι πολεμίας τῆς χώρας οὔσης καὶ περικαθημένων κύκλῳ
τὸ τεῖχος καὶ ξένων μισθοφόρων καὶ βαρβάρων προσοίκων,
ἀναγκαῖον ἦν ἐπ' ἀγκύρας ἀποσαλεύειν τὴν νύκτα μετεώρους,
Δημοσθένης Contra Polyclem [Sp.] Section 22, γρ. 5
ὅσα ἀναλώματα ὑπὲρ τούτου ἀνήλωσα ἐπιτριηραρχῶν, οὐχ
ἥκοντος τούτου ἐπὶ τὴν ναῦν, καὶ κινδύνους ὅσους ἐκινδύ-
νευσα αὐτὸς πρός τε χειμῶνα καὶ πρὸς πολεμίους. μετὰ
γὰρ τὴν παραπομπὴν τῶν πλοίων τὴν εἰς Μαρώνειαν καὶ
τὴν ἄφιξιν τὴν εἰς Θάσον, ἀφικόμενος παρέπεμπε πάλιν ὁ
Τιμόμαχος μετὰ τῶν Θασίων εἰς [τὴν] Στρύμην σῖτον καὶ
πελταστάς, ὡς παραληψόμενος αὐτὸς τὸ χωρίον. παρα-
ταξαμένων δὲ Μαρωνιτῶν ἡμῖν ταῖς ναυσὶν ὑπὲρ τοῦ χωρίου
τούτου καὶ μελλόντων ναυμαχήσειν, καὶ τῶν στρατιωτῶν
ἀπειρηκότων, πλοῦν πολὺν πεπλευκότων καὶ πλοῖα ἑλκόντων
ἐκ Θάσου εἰς Στρύμην, ἔτι δὲ χειμῶνος ὄντος καὶ τοῦ
χωρίου ἀλιμένου, καὶ ἐκβῆναι οὐκ ὂν οὐδὲ δειπνοποιήσα-
σθαι πολεμίας τῆς χώρας οὔσης καὶ περικαθημένων κύκλῳ
τὸ τεῖχος καὶ ξένων μισθοφόρων καὶ βαρβάρων προσοίκων,
ἀναγκαῖον ἦν ἐπ' ἀγκύρας ἀποσαλεύειν τὴν νύκτα μετεώρους,
18
ἀσίτους καὶ ἀγρύπνους, φυλαττομένους μὴ τῆς νυκτὸς ἡμῖν
ἐπιθῶνται αἱ Μαρωνιτῶν τριήρεις. ἔτι δὲ συνέβη τῆς
νυκτὸς ὥρᾳ ἔτους ὕδωρ καὶ βροντὰς καὶ ἄνεμον μέγαν
γενέσθαι (ὑπ' αὐτὰς γὰρ Πλειάδων δύσεις οἱ χρόνοι οὗτοι
ἦσαν), ἐξ ὧν τίνα οὐκ οἴεσθε, ὦ ἄνδρες δικασταί, τοῖς
στρατιώταις ἀθυμίαν ἐμπεσεῖν;
Δημοσθένης Contra Polyclem [Sp.] Section 29, γρ. 6
ΜΑΡΤΥΡΙΑΙ.
Ἐκ πολλῶν μὲν τοίνυν τεκμηρίων οἶμαι ὑμῖν ἐπιδείξειν
Πολυκλέα ὅτι οὔτε αὐτόθεν διενοεῖτο παραλαμβάνειν παρ'
ἐμοῦ τὴν ναῦν, οὔτε, ἐπειδὴ ὑφ' ὑμῶν καὶ τοῦ ψηφίσματος
τοῦ ὑμετέρου ἠναγκάσθη ἐπὶ τὴν ναῦν ἀπιέναι, ἐλθὼν
ἠθέλησέ μοι διαδέξασθαι αὐτήν. οὗτος γὰρ ἐπειδὴ ἀφίκετο
εἰς Θάσον ἤδη μου τέταρτον μῆνα ἐπιτριηραρχοῦντος, παρα-
λαβὼν ἐγὼ μάρτυρας τῶν τε πολιτῶν ὡς ἐδυνάμην πλεί-
στους καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν προσέρχομαι
αὐτῷ ἐν Θάσῳ ἐν τῇ ἀγορᾷ, καὶ ἐκέλευον αὐτὸν τήν τε
ναῦν παραλαμβάνειν παρ' ἐμοῦ ὡς διάδοχον ὄντα, καὶ τοῦ
ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τἀναλώματα.
λογίσασθαι δ' ἤθελον αὐτῷ καθ' ἕκαστον, ἕως μοι μάρτυρες
παρῆσαν τῶν ἀνηλωμένων οἵ τε ναῦται καὶ οἱ ἐπιβάται καὶ
ἡ ὑπηρεσία, ἵν' εἴ τι ἀντιλέγοι εὐθὺς ἐξελέγχοιμι. οὕτω
γάρ μοι ἀκριβῶς ἐγέγραπτο, ὥστ' οὐ μόνον αὐτά μοι
Δημοσθένης Contra Polyclem [Sp.] Section 32, γρ. 2
καὶ ἡ τιμὴ τίς ἦν καὶ νόμισμα ποδαπόν, καὶ ὁπόσου ἡ καταλ-
λαγὴ ἦν τῷ ἀργυρίῳ, ἵν' εἴη ἀκριβῶς ἐξελέγξαι με τῷ δια-
δόχῳ, εἴ τι ἡγοῖτο ψεῦδος αὑτῷ λογίζεσθαι. ἔτι δὲ καὶ
πίστιν αὐτῷ ἐπιθεὶς ἠθέλησα λογίσασθαι τὰ ἀνηλωμένα.
προκαλουμένου δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι οὐδὲν
αὐτῷ μέλοι ὧν λέγοιμι. ἐν δὲ τούτῳ ὑπηρέτης ἥκων παρὰ
τοῦ στρατηγοῦ ἐμοὶ παρήγγελλεν ἀνάγεσθαι, οὐ τούτῳ τῷ
διαδόχῳ, οὗ ἡ λῃτουργία ἤδη ἐγίγνετο· τούτου δὲ τὸ αἴτιον
ἐγὼ ὑμᾶς προϊόντος τοῦ λόγου διδάξω. τότε μὲν οὖν μοι
ἐδόκει ἀνάγεσθαι καὶ πλεῖν οἷ ἐκέλευεν· ἐπειδὴ δὲ κατέ-
19
πλευσα πάλιν εἰς Θάσον, ἑλκύσας τὰ πλοῖα εἰς Στρύμην,
οἷ προσέταξεν ὁ στρατηγός, κελεύσας τοὺς ναύτας ἐν τῇ
νηὶ μένειν καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν, ἐκβὰς
αὐτὸς πορεύομαι ἐπὶ τὴν οἰκίαν οὗ κατήγετο Τιμόμαχος ὁ
στρατηγός, βουλόμενος κἀκείνου ἐναντίον παραδιδόναι τὴν
ναῦν Πολυκλεῖ τουτῳὶ πλήρη. καταλαμβάνω οὖν καὶ τοῦτον
ἐκεῖ καὶ τοὺς τριηράρχους καὶ τοὺς διαδόχους καὶ ἄλλους
τινὰς τῶν πολιτῶν, καὶ εἰσελθὼν εὐθὺς ἐναντίον τοῦ στρατη-
γοῦ λόγους πρὸς αὐτὸν ἐποιούμην, καὶ ἠξίουν αὐτὸν τήν τε
ναῦν μοι παραλαμβάνειν καὶ τοῦ ἐπιτετριηραρχημένου
χρόνου ἀποδιδόναι μοι τὰ ἀναλώματα, καὶ περὶ τῶν σκευῶν
Δημοσθένης Contra Polyclem [Sp.] Section 42, γρ. 1
ΜΑΡΤΥΡΙΑ.
Βούλομαι δ' ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν, ἵν' εἰδῆτε ὅτι
περιφανῶς ἠδίκημαι. Ἁγνίᾳ γὰρ καὶ Πραξικλεῖ ὑπὸ τὸν
αὐτὸν χρόνον κατέστησαν διάδοχοι Μνησίλοχός τε ὁ Περι-
θοίδης καὶ Φρασιηρίδης ὁ Ἀναφλύστιος. οὐκ ἀφικομένου
δὲ τοῦ Φρασιηρίδου ἐπὶ τὴν ναῦν, ὁ Μνησίλοχος ἐλθὼν εἰς
τὴν Θάσον παρέλαβέ τε παρὰ τοῦ Ἁγνίου τὴν τριήρη, καὶ
τὸ ἐπιτριηράρχημα ἀπέδωκεν τῷ Ἁγνίᾳ τοῦ χρόνου οὗ
ἐπανήλωσεν ὑπὲρ αὐτῶν, ὅσον ἔπεισεν, καὶ τὰ σκεύη παρὰ
τοῦ Ἁγνίου ἐμισθώσατο, καὶ αὐτὸς ἐτριηράρχει. ὕστερον
δ' οἱ παρὰ τοῦ Φρασιηρίδου ἐλθόντες τῶν τε ἀνηλωμένων
τὸ μέρος ἀπέδοσαν τῷ Μνησιλόχῳ, καὶ τοῦ λοιποῦ χρόνου
ὅσα ἐδεῖτο εἰς τὴν ναῦν συνανήλισκον. καί μοι τούτων
ἀνάγνωθι τὴν μαρτυρίαν.
Δημοσθένης Contra Polyclem [Sp.] Section 46, γρ. 3
ἀλλὰ πράγματα παρέξειν. πρὸς δὲ τούτῳ δανείζεται παρ'
αὐτοῦ τριάκοντα μνᾶς, ὥστε μὴ ἀναγκάσαι παραλαβεῖν τὴν
ναῦν. ἐξ ὧν δὲ μάλιστά μοι ὀργισθεὶς ἐπηρέαζε καὶ οὐδὲ
λόγον ἑκάστοτε ἐδίδου οὐδὲ περὶ ἑνός, βούλομαι ὑμῖν σαφῶς
διηγήσασθαι, ἵν' εἰδῆτε ὅτι οὐ περὶ πλείονος ἐποιούμην οὔτε
τὴν ἐμαυτοῦ ῥᾳστώνην ἐν ἐκείνῳ τῷ χρόνῳ οὔτε τὴν ἐκείνου
ῥώμην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν νόμων, ἀλλ' ἠνει-
χόμην καὶ ἔργῳ ἀδικούμενος καὶ λόγῳ προπηλακιζόμενος, ἃ
πολλῷ μοι βαρύτερα ἦν τῶν ἀναλωμάτων. ὡς γὰρ ἐν
20
Θάσῳ διατριβαὶ τοῦ ναυτικοῦ ἐγίγνοντο, ἀφικνεῖται ἐκ
Μεθώνης τῆς Μακεδονίας ὑπηρετικὸν εἰς Θάσον ἄγον ἄνδρα
καὶ ἐπιστολὰς παρὰ Καλλιστράτου ὡς Τιμόμαχον, ἐν αἷς
ἦν, ὡς ὕστερον ἐγὼ ταῦτ' ἐπυθόμην, ἀποπέμψαι αὐτῷ
τριήρη τὴν ἄριστα πλέουσαν, ἵν' ἀφίκηται ὡς αὐτόν. εὐθὺς
οὖν τῇ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ ὁ ὑπηρέτης ἐλθὼν ἐκέλευέ με
καλεῖν εἰς τὴν ναῦν τοὺς ναύτας. ἐπεὶ δὲ πλήρης ἦν,
ἀναβαίνει Κάλλιππος ὁ Φίλωνος ὁ Αἰξωνεύς, καὶ φράζει
πρὸς τὸν κυβερνήτην τὸν ἐπὶ Μακεδονίας πλοῦν πλεῖν.
ἐπειδὴ δὲ ἀφικόμεθα εἰς χωρίον τι ἐν τῇ ἀπαντικρὺ ἠπείρῳ,
Θασίων ἐμπόριον, καὶ ἐκβάντες ἠριστοποιούμεθα, προς
Δημοσθένης Contra Polyclem [Sp.] Section 48, γρ. 7
Θασίων ἐμπόριον, καὶ ἐκβάντες ἠριστοποιούμεθα, προς-
έρχεταί μοι τῶν ναυτῶν Καλλικλῆς Ἐπιτρέφους Θριάσιος,
λέγων ὅτι βούλοιτό μοι διαλεχθῆναι ἐμόν τι πρᾶγμα.
κελεύσαντος δέ μου, λέγει ὅτι βούλοιτό μοι χάριν ἀπο-
δοῦναι καθ' ὅ τι δύναται ὧν αὐτῷ ἀπορηθέντι ἔδωκα· ‘σὺ
οὖν’, ἔφη, ‘τὸν πλοῦν τοῦτον οἶσθα ἐφ' ὅ τι πλεῖς ἢ ποῖ;’
ἀποκριναμένου δέ μου ὅτι οὐκ εἰδείην, ‘ἀλλ' ἐγώ σοι’,
ἔφη, ‘ἐρῶ· δεῖ γάρ σε ἀκούσαντα ὀρθῶς βουλεύσασθαι.
μέλλεις γάρ’, ἔφη, ‘ἄγειν ἄνδρα φυγάδα, οὗ Ἀθηναῖοι
θάνατον δὶς κατεψηφίσαντο, Καλλίστρατον ἐκ Μεθώνης εἰς
Θάσον ὡς Τιμόμαχον τὸν κηδεστήν, ὡς ἐγώ’, ἔφη, ‘πέπυ-
σμαι τῶν παίδων τῶν Καλλίππου. σὺ οὖν, ἐὰν σωφρονῇς,
οὐδένα τῶν φευγόντων ἐάσεις ἐπὶ τὴν ναῦν ἀναβαίνειν· οὐ
γὰρ ἐῶσιν οἱ νόμοι’. ἀκούσας δ' ἐγὼ ταῦτα τοῦ Καλ-
λικλέους προσέρχομαι τῷ Καλλίππῳ, καὶ ἐρωτῶ αὐτὸν ὅποι
τε τὸν πλοῦν ποιεῖται καὶ ἐπὶ τίνα. διαχλευάσαντος δ'
αὐτοῦ με καὶ ἀπειλήσαντος ἃ οὐδ' ἂν ὑμεῖς ἀγνοήσαιτε
(τοῦ γὰρ τρόπου τοῦ Καλλίππου οὐκ ἀπείρως ἔχετε), λέγω
αὐτῷ ὅτι ‘ἀκούω σε πλεῖν ἐπὶ Καλλίστρατον. ἐγὼ οὖν τῶν
φευγόντων οὐδένα ἄξω, οὐδὲ πλεύσομαι ἐπ' αὐτόν· οἱ γὰρ
νόμοι οὐκ ἐῶσιν ὑποδέχεσθαι τῶν φευγόντων οὐδένα,
Δημοσθένης Contra Polyclem [Sp.] Section 50, γρ. 1
γὰρ ἐῶσιν οἱ νόμοι’. ἀκούσας δ' ἐγὼ ταῦτα τοῦ Καλ-
λικλέους προσέρχομαι τῷ Καλλίππῳ, καὶ ἐρωτῶ αὐτὸν ὅποι
τε τὸν πλοῦν ποιεῖται καὶ ἐπὶ τίνα. διαχλευάσαντος δ'
21
αὐτοῦ με καὶ ἀπειλήσαντος ἃ οὐδ' ἂν ὑμεῖς ἀγνοήσαιτε
(τοῦ γὰρ τρόπου τοῦ Καλλίππου οὐκ ἀπείρως ἔχετε), λέγω
αὐτῷ ὅτι ‘ἀκούω σε πλεῖν ἐπὶ Καλλίστρατον. ἐγὼ οὖν τῶν
φευγόντων οὐδένα ἄξω, οὐδὲ πλεύσομαι ἐπ' αὐτόν· οἱ γὰρ
νόμοι οὐκ ἐῶσιν ὑποδέχεσθαι τῶν φευγόντων οὐδένα, ἢ ἐν
τοῖς αὐτοῖς κελεύουσιν ἐνέχεσθαι τὸν ὑποδεχόμενον τοὺς
φεύγοντας. ἀποπλεύσομαι οὖν πάλιν ὡς τὸν στρατηγὸν
εἰς Θάσον.’ καὶ ἐπειδὴ ἐνέβησαν οἱ ναῦται, λέγω τῷ κυ-
βερνήτῃ ἀποπλεῖν εἰς τὴν Θάσον. ἀντιλέγοντος δὲ τοῦ
Καλλίππου καὶ κελεύοντος πλεῖν εἰς τὴν Μακεδονίαν, οἷ
προσέταξεν ὁ στρατηγός, ἀποκρίνεται αὐτῷ Ποσείδιππος ὁ
κυβερνήτης ὅτι τριήραρχός τε ἐγὼ τῆς νεὼς εἴην καὶ ὑπεύ-
θυνος, καὶ τὸν μισθὸν παρ' ἐμοῦ λαμβάνοι· πλεύσοιτο οὖν
οἷ ἐγὼ κελεύω, εἰς Θάσον ὡς τὸν στρατηγόν. ἀφικομένων
δ' ἡμῶν τῇ ὑστεραίᾳ εἰς τὴν Θάσον, μεταπέμπεταί με ὁ
Τιμόμαχος, οὗ κατήγετο ἔξω τείχους. φοβούμενος δ' ἐγὼ
μὴ δεθείην διαβληθεὶς ὑπὸ τοῦ Καλλίππου, αὐτὸς μὲν οὐχ
ὑπακούω, ἀλλὰ λέγω τῷ ὑπηρέτῃ ὅτι εἴ τι βούλοιτό μοι
Δημοσθένης Contra Polyclem [Sp.] Section 50, γρ. 2
λικλέους προσέρχομαι τῷ Καλλίππῳ, καὶ ἐρωτῶ αὐτὸν ὅποι
τε τὸν πλοῦν ποιεῖται καὶ ἐπὶ τίνα. διαχλευάσαντος δ'
αὐτοῦ με καὶ ἀπειλήσαντος ἃ οὐδ' ἂν ὑμεῖς ἀγνοήσαιτε
(τοῦ γὰρ τρόπου τοῦ Καλλίππου οὐκ ἀπείρως ἔχετε), λέγω
αὐτῷ ὅτι ‘ἀκούω σε πλεῖν ἐπὶ Καλλίστρατον. ἐγὼ οὖν τῶν
φευγόντων οὐδένα ἄξω, οὐδὲ πλεύσομαι ἐπ' αὐτόν· οἱ γὰρ
νόμοι οὐκ ἐῶσιν ὑποδέχεσθαι τῶν φευγόντων οὐδένα, ἢ ἐν
τοῖς αὐτοῖς κελεύουσιν ἐνέχεσθαι τὸν ὑποδεχόμενον τοὺς
φεύγοντας. ἀποπλεύσομαι οὖν πάλιν ὡς τὸν στρατηγὸν
εἰς Θάσον.’ καὶ ἐπειδὴ ἐνέβησαν οἱ ναῦται, λέγω τῷ κυ-
βερνήτῃ ἀποπλεῖν εἰς τὴν Θάσον. ἀντιλέγοντος δὲ τοῦ
Καλλίππου καὶ κελεύοντος πλεῖν εἰς τὴν Μακεδονίαν, οἷ
προσέταξεν ὁ στρατηγός, ἀποκρίνεται αὐτῷ Ποσείδιππος ὁ
κυβερνήτης ὅτι τριήραρχός τε ἐγὼ τῆς νεὼς εἴην καὶ ὑπεύ-
θυνος, καὶ τὸν μισθὸν παρ' ἐμοῦ λαμβάνοι· πλεύσοιτο οὖν
οἷ ἐγὼ κελεύω, εἰς Θάσον ὡς τὸν στρατηγόν. ἀφικομένων
δ' ἡμῶν τῇ ὑστεραίᾳ εἰς τὴν Θάσον, μεταπέμπεταί με ὁ
Τιμόμαχος, οὗ κατήγετο ἔξω τείχους. φοβούμενος δ' ἐγὼ
μὴ δεθείην διαβληθεὶς ὑπὸ τοῦ Καλλίππου, αὐτὸς μὲν οὐχ
ὑπακούω, ἀλλὰ λέγω τῷ ὑπηρέτῃ ὅτι εἴ τι βούλοιτό μοι
διαλέγεσθαι, ἐν τῇ ἀγορᾷ ἔσομαι, τὸν δὲ παῖδα συμπέμπω
22
Ηρόδοτος ιστορίες Book 2, section 44, γρ. 13
αὐτόθι εἶναι ἱρὸν Ἡρακλέος ἅγιον. Καὶ εἶδον πλουσίως
κατεσκευασμένον ἄλλοισί τε πολλοῖσι ἀναθήμασι, καὶ ἐν
αὐτῷ ἦσαν στῆλαι δύο, ἡ μὲν χρυσοῦ ἀπέφθου, ἡ δὲ σμαράγ-
δου λίθου λάμποντος τὰς νύκτας μεγάλως. Ἐς λόγους δὲ
ἐλθὼν τοῖσι ἱρεῦσι τοῦ θεοῦ εἰρόμην ὁκόσος χρόνος εἴη ἐξ οὗ
σφι τὸ ἱρὸν ἵδρυται· εὗρον δὲ οὐδὲ τούτους τοῖσι Ἕλλησι
συμφερομένους· ἔφασαν γὰρ ἅμα Τύρῳ οἰκιζομένῃ καὶ τὸ
ἱρὸν τοῦ θεοῦ ἱδρυθῆναι, εἶναι δὲ ἔτεα ἀπ' οὗ Τύρον οἰκέουσι
τριηκόσια καὶ δισχίλια. Εἶδον δὲ ἐν τῇ Τύρῳ καὶ ἄλλο
ἱρὸν Ἡρακλέος ἐπωνυμίην ἔχοντος Θασίου εἶναι. Ἀπικόμην
δὲ καὶ ἐς Θάσον, ἐν τῇ εὗρον ἱρὸν Ἡρακλέος ὑπὸ Φοινίκων ἱδρυμένον, οἳ
κατ' Εὐρώπης ζήτησιν ἐκπλώσαντες
Θάσον ἔκτισαν· καὶ ταῦτα καὶ πέντε γενεῇσι ἀνδρῶν πρότερά
ἐστι ἢ τὸν Ἀμφιτρύωνος Ἡρακλέα ἐν τῇ Ἑλλάδι γενέσθαι.
Τὰ μέν νυν ἱστορημένα δηλοῖ σαφέως παλαιὸν θεὸν Ἡρακλέα
ἐόντα· καὶ δοκέουσι δέ μοι οὗτοι ὀρθότατα Ἑλλήνων
ποιέειν, οἳ διξὰ Ἡράκλεια ἱδρυσάμενοι ἔκτηνται, καὶ τῷ
μὲν ὡς ἀθανάτῳ, Ὀλυμπίῳ δὲ ἐπωνυμίην θύουσι, τῷ δὲ
ἑτέρῳ ὡς ἥρωι ἐναγίζουσι.
Λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες·
εὐήθης δὲ αὐτῶν καὶ ὅδε ὁ μῦθός ἐστι τὸν περὶ τοῦ Ἡρα
Ηρόδοτος ιστορίεςBook 2, section 44, γρ. 15
αὐτῷ ἦσαν στῆλαι δύο, ἡ μὲν χρυσοῦ ἀπέφθου, ἡ δὲ σμαράγ-
δου λίθου λάμποντος τὰς νύκτας μεγάλως. Ἐς λόγους δὲ
ἐλθὼν τοῖσι ἱρεῦσι τοῦ θεοῦ εἰρόμην ὁκόσος χρόνος εἴη ἐξ οὗ
σφι τὸ ἱρὸν ἵδρυται· εὗρον δὲ οὐδὲ τούτους τοῖσι Ἕλλησι
συμφερομένους· ἔφασαν γὰρ ἅμα Τύρῳ οἰκιζομένῃ καὶ τὸ
ἱρὸν τοῦ θεοῦ ἱδρυθῆναι, εἶναι δὲ ἔτεα ἀπ' οὗ Τύρον οἰκέουσι
τριηκόσια καὶ δισχίλια. Εἶδον δὲ ἐν τῇ Τύρῳ καὶ ἄλλο
ἱρὸν Ἡρακλέος ἐπωνυμίην ἔχοντος Θασίου εἶναι. Ἀπικόμην
δὲ καὶ ἐς Θάσον, ἐν τῇ εὗρον ἱρὸν Ἡρακλέος ὑπὸ Φοι-
νίκων ἱδρυμένον, οἳ κατ' Εὐρώπης ζήτησιν ἐκπλώσαντες
Θάσον ἔκτισαν· καὶ ταῦτα καὶ πέντε γενεῇσι ἀνδρῶν πρότερά
ἐστι ἢ τὸν Ἀμφιτρύωνος Ἡρακλέα ἐν τῇ Ἑλλάδι γενέσθαι.
Τὰ μέν νυν ἱστορημένα δηλοῖ σαφέως παλαιὸν θεὸν Ἡρακλέα
23
ἐόντα· καὶ δοκέουσι δέ μοι οὗτοι ὀρθότατα Ἑλλήνων
ποιέειν, οἳ διξὰ Ἡράκλεια ἱδρυσάμενοι ἔκτηνται, καὶ τῷ
μὲν ὡς ἀθανάτῳ, Ὀλυμπίῳ δὲ ἐπωνυμίην θύουσι, τῷ δὲ
ἑτέρῳ ὡς ἥρωι ἐναγίζουσι.
Λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες·
εὐήθης δὲ αὐτῶν καὶ ὅδε ὁ μῦθός ἐστι τὸν περὶ τοῦ Ἡρα-
κλέος λέγουσι, ὡς αὐτὸν ἀπικόμενον ἐς Αἴγυπτον στέψαντες
οἱ Αἰγύπτιοι ὑπὸ πομπῆς ἐξῆγον ὡς θύσοντες τῷ Διί·
Ηρόδοτος ιστορίεςBook 6, section 28, γρ. 1
νεηνιέων ἑκατὸν δύο μοῦνοι τούτων ἀπενόστησαν, τοὺς δὲ
ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν λοιμὸς ὑπολαβὼν ἀπήνεικε.
Τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν τοῦτον χρόνον, ὀλίγον πρὸ
τῆς ναυμαχίης, παισὶ γράμματα διδασκομένοισι ἐνέπεσε ἡ
στέγη, ὥστε ἀπ' ἑκατὸν καὶ εἴκοσι παίδων εἷς μοῦνος
ἀπέφυγε. Ταῦτα μέν σφι σημήια ὁ θεὸς προέδεξε. Μετὰ
δὲ ταῦτα ἡ ναυμαχίη ὑπολαβοῦσα ἐς γόνυ τὴν πόλιν ἔβαλε,
ἐπὶ δὲ τῇ ναυμαχίῃ ἐπεγένετο Ἱστιαῖος Λεσβίους ἄγων,
κεκακωμένων δὲ τῶν Χίων καταστροφὴν εὐπετέως αὐτῶν
ἐποιήσατο.
Ἐνθεῦτεν δὲ ὁ Ἱστιαῖος ἐστρατεύετο ἐπὶ Θάσον ἄγων
Ἰώνων καὶ Αἰολέων συχνούς. Περικατημένῳ δέ οἱ Θάσον
ἦλθε ἀγγελίη ὡς οἱ Φοίνικες ἀναπλέουσι ἐκ τῆς Μιλήτου
ἐπὶ τὴν ἄλλην Ἰωνίην. Πυθόμενος δὲ ταῦτα Θάσον μὲν
ἀπόρθητον λείπει, αὐτὸς δὲ ἐς τὴν Λέσβον ἠπείγετο
ἄγων πᾶσαν τὴν στρατιήν. Ἐκ Λέσβου δὲ λιμαινούσης
οἱ τῆς στρατιῆς πέρην διαβαίνει, ἐκ τοῦ Ἀταρνέος ὡς
ἀμήσων τὸν σῖτον τόν τε ἐνθεῦτεν καὶ τὸν ἐκ Καΐκου
πεδίου τὸν τῶν Μυσῶν. Ἐν δὲ τούτοισι τοῖσι χωρίοισι
ἐτύγχανε ἐὼν Ἅρπαγος ἀνὴρ Πέρσης, στρατηγὸς στρατιῆς
οὐκ ὀλίγης·
Ηρόδοτος ιστορίες Book 6, section 28, γρ. 2
ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν λοιμὸς ὑπολαβὼν ἀπήνεικε.
Τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν τοῦτον χρόνον, ὀλίγον πρὸ
τῆς ναυμαχίης, παισὶ γράμματα διδασκομένοισι ἐνέπεσε ἡ
στέγη, ὥστε ἀπ' ἑκατὸν καὶ εἴκοσι παίδων εἷς μοῦνος
ἀπέφυγε. Ταῦτα μέν σφι σημήια ὁ θεὸς προέδεξε. Μετὰ
δὲ ταῦτα ἡ ναυμαχίη ὑπολαβοῦσα ἐς γόνυ τὴν πόλιν ἔβαλε,
ἐπὶ δὲ τῇ ναυμαχίῃ ἐπεγένετο Ἱστιαῖος Λεσβίους ἄγων,
24
κεκακωμένων δὲ τῶν Χίων καταστροφὴν εὐπετέως αὐτῶν
ἐποιήσατο.
Ἐνθεῦτεν δὲ ὁ Ἱστιαῖος ἐστρατεύετο ἐπὶ Θάσον ἄγων
Ἰώνων καὶ Αἰολέων συχνούς. Περικατημένῳ δέ οἱ Θάσον
ἦλθε ἀγγελίη ὡς οἱ Φοίνικες ἀναπλέουσι ἐκ τῆς Μιλήτου
ἐπὶ τὴν ἄλλην Ἰωνίην. Πυθόμενος δὲ ταῦτα Θάσον μὲν
ἀπόρθητον λείπει, αὐτὸς δὲ ἐς τὴν Λέσβον ἠπείγετο
ἄγων πᾶσαν τὴν στρατιήν. Ἐκ Λέσβου δὲ λιμαινούσης
οἱ τῆς στρατιῆς πέρην διαβαίνει, ἐκ τοῦ Ἀταρνέος ὡς
ἀμήσων τὸν σῖτον τόν τε ἐνθεῦτεν καὶ τὸν ἐκ Καΐκου
πεδίου τὸν τῶν Μυσῶν. Ἐν δὲ τούτοισι τοῖσι χωρίοισι
ἐτύγχανε ἐὼν Ἅρπαγος ἀνὴρ Πέρσης, στρατηγὸς στρατιῆς
οὐκ ὀλίγης· ὅς οἱ ἀποβάντι συμβαλὼν αὐτόν τε Ἱστιαῖον
ζωγρίῃ ἔλαβε καὶ τὸν στρατὸν αὐτοῦ τὸν πλέω διέφθειρε.
Ηρόδοτος ιστορίες Book 6, section 44, γρ. 7
ποντον. Ὡς δὲ συνελέχθη μὲν χρῆμα πολλὸν νεῶν, συνε-
λέχθη δὲ καὶ πεζὸς στρατὸς πολλός, διαβάντες τῇσι νηυσὶ
τὸν Ἑλλήσποντον ἐπορεύοντο διὰ τῆς Εὐρώπης, ἐπορεύοντο
δὲ ἐπί τε Ἐρέτριαν καὶ Ἀθήνας.
Αὗται μὲν ὦν σφι πρόσχημα ἦσαν τοῦ στόλου, ἀτὰρ ἐν
νόῳ ἔχοντες ὅσας ἂν πλείστας δύνωνται καταστρέφεσθαι
τῶν Ἑλληνίδων πολίων, τοῦτο μὲν δὴ τῇσι νηυσὶ Θασίους
οὐδὲ χεῖρας ἀνταειρομένους κατεστρέψαντο, τοῦτο δὲ τῷ
πεζῷ Μακεδόνας πρὸς τοῖσι ὑπάρχουσι δούλους προσεκτή-
σαντο· τὰ γὰρ ἐντὸς Μακεδόνων ἔθνεα πάντα σφι ἤδη ἦν
ὑποχείρια γεγονότα. Ἐκ μὲν δὴ Θάσου διαβαλόντες πέρην
ὑπὸ τὴν ἤπειρον ἐκομίζοντο μέχρι Ἀκάνθου, ἐκ δὲ
Ἀκάνθου ὁρμώμενοι τὸν Ἄθων περιέβαλλον. Ἐπιπεσὼν
δέ σφι περιπλέουσι βορέης ἄνεμος μέγας τε καὶ ἄπορος
κάρτα τρηχέως περιέσπε πλήθεϊ πολλὰς τῶν νεῶν ἐκβάλ-
λων πρὸς τὸν Ἄθων. Λέγεται γὰρ κατὰ τριηκοσίας μὲν
τῶν νεῶν τὰς διαφθαρείσας εἶναι, ὑπὲρ δὲ δύο μυριάδας
ἀνθρώπων· ὥστε γὰρ θηριωδεστάτης ἐούσης τῆς θαλάσσης
ταύτης τῆς περὶ τὸν Ἄθων οἱ μὲν ὑπὸ τῶν θηρίων
διεφθείροντο ἁρπαζόμενοι, οἱ δὲ πρὸς τὰς πέτρας ἀρας-
σόμενοι·
Ηρόδοτος ιστορίες Book 6, section 47, γρ. 3
25
...ναυπηγεόμενοι μακρὰς καὶ τεῖχος ἰσχυρότερον περι-
βαλλόμενοι. Ἡ δὲ πρόσοδός σφι ἐγίνετο ἔκ τε τῆς ἠπείρου
καὶ ἀπὸ τῶν μετάλλων. Ἐκ μέν γε τῶν ἐκ Σκαπτῆς Ὕλης
τῶν χρυσέων μετάλλων τὸ ἐπίπαν ὀγδώκοντα τάλαντα
προσήιε, ἐκ δὲ τῶν ἐν αὐτῇ Θάσῳ ἐλάσσω μὲν τούτων,
συχνὰ δὲ οὕτω ὥστε τὸ ἐπίπαν Θασίοισι ἐοῦσι καρπῶν
ἀτελέσι προσήιε ἀπό τε τῆς ἠπείρου καὶ τῶν μετάλλων
ἔτεος ἑκάστου διηκόσια τάλαντα, ὅτε δὲ τὸ πλεῖστον
προσῆλθε, τριηκόσια. Εἶδον δὲ καὶ αὐτὸς τὰ μέταλλα
ταῦτα, καὶ μακρῷ ἦν αὐτῶν θωμασιώτατα τὰ οἱ Φοίνικες
ἀνεῦρον οἱ μετὰ Θάσου κτίσαντες τὴν νῆσον ταύτην, ἥτις
νῦν ἐπὶ τοῦ Θάσου τούτου τοῦ Φοίνικος τὸ οὔνομα ἔσχηκε.
Τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτά ἐστι τῆς Θάσου μεταξὺ
Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων, ἀντίον δὲ
Σαμοθρηίκης, ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι.
Τοῦτο μέν νύν ἐστι τοιοῦτο. Οἱ δὲ Θάσιοι τῷ βασιλέϊ
κελεύσαντι καὶ τὸ τεῖχος τὸ σφέτερον κατεῖλον καὶ τὰς
νέας πάσας ἐκόμισαν ἐς Ἄβδηρα.
Μετὰ δὲ τοῦτο ἀπεπειρᾶτο ὁ Δαρεῖος τῶν Ἑλλήνων ὅ τι
ἐν νόῳ ἔχοιεν, κότερα πολεμέειν ἑωυτῷ ἢ παραδιδόναι
σφέας αὐτούς. .
Ηρόδοτος ιστορίεςBook 6, section 47, γρ. 4
Ἡ δὲ πρόσοδός σφι ἐγίνετο ἔκ τε τῆς ἠπείρου
καὶ ἀπὸ τῶν μετάλλων. Ἐκ μέν γε τῶν ἐκ Σκαπτῆς Ὕλης
τῶν χρυσέων μετάλλων τὸ ἐπίπαν ὀγδώκοντα τάλαντα
προσήιε, ἐκ δὲ τῶν ἐν αὐτῇ Θάσῳ ἐλάσσω μὲν τούτων,
συχνὰ δὲ οὕτω ὥστε τὸ ἐπίπαν Θασίοισι ἐοῦσι καρπῶν
ἀτελέσι προσήιε ἀπό τε τῆς ἠπείρου καὶ τῶν μετάλλων
ἔτεος ἑκάστου διηκόσια τάλαντα, ὅτε δὲ τὸ πλεῖστον
προσῆλθε, τριηκόσια. Εἶδον δὲ καὶ αὐτὸς τὰ μέταλλα
ταῦτα, καὶ μακρῷ ἦν αὐτῶν θωμασιώτατα τὰ οἱ Φοίνικες
ἀνεῦρον οἱ μετὰ Θάσου κτίσαντες τὴν νῆσον ταύτην, ἥτις
νῦν ἐπὶ τοῦ Θάσου τούτου τοῦ Φοίνικος τὸ οὔνομα ἔσχηκε.
Τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτά ἐστι τῆς Θάσου μεταξὺ
Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων, ἀντίον δὲ
Σαμοθρηίκης, ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι.
Τοῦτο μέν νύν ἐστι τοιοῦτο. Οἱ δὲ Θάσιοι τῷ βασιλέϊ
κελεύσαντι καὶ τὸ τεῖχος τὸ σφέτερον κατεῖλον καὶ τὰς
νέας πάσας ἐκόμισαν ἐς Ἄβδηρα.
Μετὰ δὲ τοῦτο ἀπεπειρᾶτο ὁ Δαρεῖος τῶν Ἑλλήνων ὅ τι
26
ἐν νόῳ ἔχοιεν, κότερα πολεμέειν ἑωυτῷ ἢ παραδιδόναι
σφέας αὐτούς. Διέπεμπε ὦν κήρυκας ἄλλους ἄλλῃ τάξας
ἀνὰ τὴν Ἑλλάδα, κελεύων αἰτέειν βασιλέϊ γῆν τε καὶ ὕδωρ.
Ξενοφών Hellenica Book 1, chapter 1, section 12, γρ. 4
ἐν Καρίᾳ ἵππων εὐπορήσαντες νυκτὸς ἀπέδρασαν εἰς Κλαζο-
μενάς· οἱ δ' ἐν Σηστῷ Ἀθηναῖοι, αἰσθόμενοι Μίνδαρον πλεῖν
ἐπ' αὐτοὺς μέλλοντα ναυσὶν ἑξήκοντα, νυκτὸς ἀπέδρασαν εἰς
Καρδίαν. ἐνταῦθα δὲ καὶ Ἀλκιβιάδης ἧκεν ἐκ τῶν Κλαζο-
μενῶν σὺν πέντε τριήρεσι καὶ ἐπακτρίδι. πυθόμενος δὲ ὅτι
αἱ τῶν Πελοποννησίων νῆες ἐξ Ἀβύδου ἀνηγμέναι εἶεν εἰς
Κύζικον, αὐτὸς μὲν πεζῇ ἦλθεν εἰς Σηστόν, τὰς δὲ ναῦς
περιπλεῖν ἐκεῖσε ἐκέλευσεν. ἐπεὶ δ' ἦλθον, ἀνάγεσθαι ἤδη
αὐτοῦ μέλλοντος ὡς ἐπὶ ναυμαχίαν ἐπεισπλεῖ Θηραμένης
εἴκοσι ναυσὶν ἀπὸ Μακεδονίας, ἅμα δὲ καὶ Θρασύβουλος
εἴκοσιν ἑτέραις ἐκ Θάσου, ἀμφότεροι ἠργυρολογηκότες.
Ἀλκιβιάδης δὲ εἰπὼν καὶ τούτοις διώκειν αὐτὸν ἐξελομένοις
τὰ μεγάλα ἱστία αὐτὸς ἔπλευσεν εἰς Πάριον· ἁθρόαι δὲ
γενόμεναι αἱ νῆες ἅπασαι ἐν Παρίῳ ἓξ καὶ ὀγδοήκοντα τῆς
ἐπιούσης νυκτὸς ἀνηγάγοντο, καὶ τῇ ἄλλῃ ἡμέρᾳ περὶ ἀρίστου
ὥραν ἧκον εἰς Προκόννησον. ἐκεῖ δ' ἐπύθοντο ὅτι Μίνδαρος
ἐν Κυζίκῳ εἴη καὶ Φαρνάβαζος μετὰ τοῦ πεζοῦ. ταύτην
μὲν οὖν τὴν ἡμέραν αὐτοῦ ἔμειναν, τῇ δὲ ὑστεραίᾳ Ἀλκι-
βιάδης ἐκκλησίαν ποιήσας παρεκελεύετο αὐτοῖς ὅτι ἀνάγκη
εἴη καὶ ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ τειχομαχεῖν· Οὐ γὰρ
ἔστιν, ἔφη, χρήματα ἡμῖν, τοῖς δὲ πολεμίοις ἄφθονα παρὰ
Ξενοφών Hellenica Book 1, chapter 4, section 9, γρ. 4
φάσκων ὀμωμοκέναι καὶ ἀπάξειν ἐπὶ θάλατταν, ἐπειδὴ οὐ
παρὰ βασιλέα. πέμψαντες δὲ Ἀριοβαρζάνει παρακομίσαι
αὐτοὺς ἐκέλευον· ὁ δὲ ἀπήγαγεν εἰς Κίον τῆς Μυσίας, ὅθεν
πρὸς τὸ ἄλλο στρατόπεδον ἀπέπλευσαν.
Ἀλκιβιάδης δὲ βουλόμενος μετὰ τῶν στρατιωτῶν ἀπο-
πλεῖν οἴκαδε, ἀνήχθη εὐθὺς ἐπὶ Σάμου· ἐκεῖθεν δὲ λαβὼν
τῶν νεῶν εἴκοσιν ἔπλευσε τῆς Καρίας εἰς τὸν Κεραμικὸν
κόλπον. ἐκεῖθεν δὲ συλλέξας ἑκατὸν τάλαντα ἧκεν εἰς τὴν
Σάμον. Θρασύβουλος δὲ σὺν τριάκοντα ναυσὶν ἐπὶ Θρᾴκης
ᾤχετο, ἐκεῖ δὲ τά τε ἄλλα χωρία τὰ πρὸς Λακεδαιμονίους
μεθεστηκότα κατεστρέψατο καὶ Θάσον, ἔχουσαν κακῶς ὑπό
27
τε τῶν πολέμων καὶ στάσεων καὶ λιμοῦ. Θράσυλλος δὲ
σὺν τῇ ἄλλῃ στρατιᾷ εἰς Ἀθήνας κατέπλευσε· πρὶν δὲ
ἥκειν αὐτὸν οἱ Ἀθηναῖοι στρατηγοὺς εἴλοντο Ἀλκιβιάδην
μὲν φεύγοντα καὶ Θρασύβουλον ἀπόντα, Κόνωνα δὲ τρίτον
ἐκ τῶν οἴκοθεν. Ἀλκιβιάδης δὲ ἐκ τῆς Σάμου ἔχων τὰ
χρήματα κατέπλευσεν εἰς Πάρον ναυσὶν εἴκοσιν, ἐκεῖθεν
δ' ἀνήχθη εὐθὺ Γυθείου ἐπὶ κατασκοπὴν τῶν τριήρων, ἃς
ἐπυνθάνετο Λακεδαιμονίους αὐτόθι παρασκευάζειν τριάκοντα,
καὶ τοῦ οἴκαδε κατάπλου ὅπως ἡ πόλις πρὸς αὐτὸν ἔχοι.
ἐπεὶ δὲ ἑώρα ἑαυτῷ εὔνουν οὖσαν καὶ στρατηγὸν αὑτὸν
Ξενοφών Hellenica Book 5, chapter 1, section 7, γρ. 3
Ῥόδῳ οἱ Λακεδαιμόνιοι Ἀνταλκίδαν ναύαρχον ἐκπέμπουσι,
νομίζοντες καὶ Τιριβάζῳ τοῦτο ποιοῦντες μάλιστ' ἂν χαρί-
ζεσθαι. ὁ δὲ Ἀνταλκίδας ἐπεὶ ἀφίκετο εἰς Αἴγιναν, συμπαρα-
λαβὼν τὰς τοῦ Γοργώπα ναῦς ἔπλευσεν εἰς Ἔφεσον, καὶ τὸν
μὲν Γοργώπαν πάλιν ἀποπέμπει εἰς Αἴγιναν σὺν ταῖς δώδεκα
ναυσίν, ἐπὶ δὲ ταῖς ἄλλαις Νικόλοχον ἐπέστησε τὸν ἐπι-
στολέα. καὶ ὁ μὲν Νικόλοχος βοηθῶν Ἀβυδηνοῖς ἔπλει
ἐκεῖσε· παρατρεπόμενος δὲ εἰς Τένεδον ἐδῄου τὴν χώραν,
καὶ χρήματα λαβὼν ἀπέπλευσεν εἰς Ἄβυδον. οἱ δὲ τῶν
Ἀθηναίων στρατηγοὶ ἁθροισθέντες ἀπὸ Σαμοθρᾴκης τε καὶ
Θάσου καὶ τῶν κατ' ἐκεῖνα χωρίων ἐβοήθουν τοῖς Τενεδίοις.
ὡς δ' ᾔσθοντο εἰς Ἄβυδον καταπεπλευκότα τὸν Νικόλοχον,
ὁρμώμενοι ἐκ Χερρονήσου ἐπολιόρκουν αὐτὸν ἔχοντα ναῦς
πέντε καὶ εἴκοσι δύο καὶ τριάκοντα ταῖς μεθ' ἑαυτῶν. ὁ μέντοι
Γοργώπας ἀποπλέων ἐξ Ἐφέσου περιτυγχάνει Εὐνόμῳ· καὶ
τότε μὲν κατέφυγεν εἰς Αἴγιναν μικρὸν πρὸ ἡλίου δυσμῶν·
ἐκβιβάσας δ' εὐθὺς ἐδείπνιζε τοὺς στρατιώτας. ὁ δ' Εὔνομος
ὀλίγον χρόνον ὑπομείνας ἀπέπλει. νυκτὸς δ' ἐπιγενομένης,
φῶς ἔχων, ὥσπερ νομίζεται, ἀφηγεῖτο, ὅπως μὴ πλανῶνται
αἱ ἑπόμεναι. ὁ δὲ Γοργώπας ἐμβιβάσας εὐθὺς ἐπηκολούθει
κατὰ τὸν λαμπτῆρα, ὑπολειπόμενος, ὅπως μὴ φανερὸς εἴη
Γαληνός ιατρός De simplicium medicamentorum temperamentis ac
facultatibus libri xi Τομ. 12, σε. 172, γρ. 16
φον ἐν τῇ χώρᾳ τῆς πόλεως ἐκείνης, ἀλλ' ἐν ἑτέρᾳ τῇ Ἡφαι-
στιάδι καλουμένῃ, καὶ οὐδ' ἐγγὺς εἶναι τὴν πόλιν ἐκείνην
τῆς Μυρίνης, ὅ τε ναύκληρος οὐκ ἠδύνατό με περιμένειν,
28
ἀνεβαλλόμην εἰσαῦθις, ὅταν ἀπὸ Ῥώμης εἰς Ἀσίαν ἀφί-
κωμαι, θεάσασθαι τὴν Ἡφαιστιάδα. καί μοι τοῦτ' ἐπράχθη,
καθάπερ ἤλπισά τε καὶ προὐθέμην. ὡς γὰρ ἀπὸ τῆς Ἰτα-
λίας διαβαλὼν εἰς τὴν Μακεδονίαν καὶ σχεδὸν ὅλην αὐτὴν
ὁδοιπορήσας ἐν Φιλίπποις ἐγενόμην, ἥπερ ἐστὶν ὅμορος τῇ
Θρᾴκῃ πόλις, ἐντεῦθεν ἐπὶ τὴν πλησίον θάλατταν εἴκοσιν
ἐπὶ τοῖς ἑκατὸν ἀπέχουσαν στάδια κατελθὼν, ἔπλευσα πρό-
τερον μὲν εἰς Θάσον ἐγγύς που διακοσίους σταδίους, ἐκεῖ-
θεν δὲ εἰς Λῆμνον ἑπτακοσίους, εἶτ' αὖθις ἀπὸ Λήμνου
τοὺς ἴσους ἑπτακοσίους εἰς Ἀλεξανδρείαν Τρωάδα. καὶ διὰ
τοῦτ' ἐξεπίτηδες ἔγραψα περί τε τοῦ πλοῦ καὶ τῶν στα-
δίων, ὅπως εἴ τις ἐθέλῃ θεάσασθαι καὶ αὐτὸς ὁμοίως ἐμοὶ
τὴν Ἡφαιστιάδα διαγινώσκων τὴν θέσιν αὐτῆς, οὕ-
τως παρασκευάζοιτο πρὸς τὸν πλοῦν. ἐν γάρ τοι τῇ ὅλῃ
νήσῳ τῇ Λήμνῳ, κατὰ μὲν τὸ πρὸς ταῖς ἀνατολαῖς μέρος
αὐτῆς ἐστιν Ἡφαιστιὰς, κατὰ δὲ τὸ πρὸς ταῖς δυσμαῖς ἡ
Μυρίνα. καὶ τό γε ὑπὸ τοῦ ποιητοῦ λεγόμενον ἐπὶ τοῦ Ἡφαί-
στου, κάππεσεν ἐν Λήμνῳ, διὰ τὴν φύσιν τοῦ λόφου δοκεῖ
Γαληνός ιατρός In Hippocratis librum primum epidemiarum
commentarii iii Kühn τομ. 17a, σε. 36, γρ. 16
κἂν πάλιν ἡ ἀμέτρως θερμή ποτε γένοιτο καὶ ὑγρὰ κατάστασις,
οἵαν ἐν τῇ δευτέρᾳ τῶν Ἐπιδημιῶν ἔγραψεν ἐν ἀρχῇ λέγων· “Ἄν-
θρακες ἐν Κρανῶνι θερινοί· ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου.”
συντελέσει δέ τι πρὸς τὴν τῶν εἰρημένων σηπεδονωδῶν νοσημάτων
γένεσιν ἡ χώρα μάλιστα μέν, ἐὰν κατ' ἄμφω δύσκρατος ᾖ, θερμοτέρα
καὶ ὑγροτέρα καθεστῶσα, συντελέσει δὲ κἂν κατὰ τὸ ἕτερον τούτων
[εἰ] ἀμέτρως ᾖ κεκραμένη, καθάπερ ἡ Κρανὼν ἐν κοίλῳ καὶ μεσημ-
βρινῷ χωρίῳ κειμένη καὶ διὰ τοῦτο μάλιστα σηπεδονώδεσι νοσήμασι,
τοῖς ἄνθραξιν, ἁλοῦσα, πρὸς τοῖς ἄλλοις ἀτόποις ἔτι καὶ διὰ τὸ τὰ
βόρεια τῶν πνευμάτων ἀπεστράφθαι καύμασι καὶ ταῖς καλουμέναις
νηνεμίαις κατεχομένη. Κρανὼν μὲν οὖν τοιαύτη, Θάσος δὲ τοὔμ-
παλιν. ἔστραπται γὰρ πρὸς τὰ βόρεια καὶ ψυχρὰ πνεύματα καταντι-
κρὺς τῆς | Θρᾴκης κειμένη. γενομένης οὖν τῆς καταστάσεως ὅλης
ἐπὶ τὰ νότια καὶ μετ' αὐχμῶν, οὐκ ἦν εὐάλωτον τὸ χωρίον, ὅσον ἐφ'
ἑαυτῷ, τῇ καταστάσει. εἰ γὰρ μεσημβρινὸν ἦν ἔτι καὶ κοῖλον, ἐσχάτως
ἂν ἡ εἰρημένη κατάστασις ἐγεγόνει λοιμώδης αὐτῇ.
Διόδωρος Σικελός Ιστορική βιβλιοθήκη (lib. 1-20) Book 13, chapter
72, section 1, γρ. 3
29
μακρὰν τῆς γῆς, Ἀθηναῖοι διὰ τὴν ἀταξίαν ἠλατ-
τώθησαν καὶ ναῦς ἀπέβαλον δύο πρὸς ταῖς εἴκοσι·
τῶν δ' ἐν αὐταῖς ἀνδρῶν ὀλίγοι μὲν ἐζωγρήθησαν,
οἱ δὲ λοιποὶ πρὸς τὴν γῆν διενήξαντο. Ἀλκιβιάδης
δὲ πυθόμενος τὸ γεγενημένον διὰ σπουδῆς ἀνέ-
καμψεν εἰς τὸ Νότιον, καὶ πάσας τὰς τριήρεις πλη-
ρώσας ἐπέπλευσε τοῖς λιμέσι τῶν πολεμίων· οὐ
τολμῶντος δ' 8ἀνταναχθῆναι τοῦ Λυσάνδρου τὸν
πλοῦν εἰς Σάμον ἐποιήσατο. τούτων δὲ πραττο-
μένων Θρασύβουλος ὁ τῶν Ἀθηναίων στρατηγὸς
μετὰ νεῶν πεντεκαίδεκα πλεύσας ἐπὶ Θάσον ἐνίκησε
μάχῃ τοὺς ἐκ τῆς πόλεως καὶ περὶ διακοσίους
αὐτῶν ἀνεῖλεν· ἐγκλείσας δ' αὐτοὺς εἰς πολιορκίαν
ἠνάγκασε τοὺς φυγάδας τοὺς τὰ τῶν Ἀθηναίων
φρονοῦντας καταδέχεσθαι, καὶ φρουρὰν λαβόντας
συμμάχους Ἀθηναίων εἶναι. μετὰ δὲ ταῦτα πλεύσας
εἰς Ἄβδηρα προσηγάγετο πόλιν ἐν ταῖς δυνατω-
τάταις οὖσαν τότε τῶν ἐπὶ Θρᾴκης.
Σκύλαξ περιηγητής Periplus Scylacis Section 67, γρ. 5
πτα Ἑλληνὶς, Ἀρέθουσα Ἑλληνὶς, Βολβὴ λίμνη,
Ἀπολλωνία Ἑλληνίς. Εἰσὶ δὲ καὶ ἄλλαι Μακεδονίας
ἐν μεσογείᾳ πολλαί. Ἔστι δὲ κολπώδης· παράπλους
δὲ περὶ τοὺς κόλπους δύο ἡμερῶν. Μετὰ δὲ Μακεδο-
νίαν Στρυμὼν ποταμός· οὗτος ὁρίζει Μακεδονίαν καὶ
Θρᾴκην.
ΘΡΑιΚΗ. Διήκει δὲ ἡ Θρᾴκη ἀπὸ Στρυμόνος
ποταμοῦ μέχρι Ἴστρου ποταμοῦ τοῦ ἐν τῷ Εὐξείνῳ
Πόντῳ. Εἰσὶ δὲ ἐν Θρᾴκῃ πόλεις Ἑλληνίδες αἵδε·
Ἀμφίπολις, Φάγρης, Γαληψὸς, Οἰσύμη καὶ ἄλλα
ἐμπόρια Θασίων. Κατὰ ταῦτά ἐστι Θάσος νῆσος καὶ πόλις καὶ λιμένες
δύο· τούτων ὁ εἷς κλειστός. Ἐπάνειμι δὲ πάλιν ὅθεν ἐξετραπόμην.
Νεάπολις, κατὰ
ταύτην Δάτον πόλις Ἑλληνὶς, ἣν ᾤκισε Καλλίστρατος
Ἀθηναῖος, καὶ ποταμὸς Νέστος, Ἄβδηρα πόλις, Κού-
δητος ποταμὸς καὶ πόλεις Δίκαια καὶ Μαρώνεια.
Κατὰ ταῦτα Σαμοθρᾴκη νῆσος καὶ λιμήν. Κατὰ
ταύτην ἐν τῇ ἠπείρῳ ἐμπόρια Δρῦς, Ζώνη, ποταμὸς
Ἕβρος καὶ ἐπ' αὐτῷ τεῖχος Δουρίσκος, Αἶνος πόλις
καὶ λιμὴν, τείχη Αἰνίων ἐν τῇ Θρᾴκῃ, Μέλας κόλπος,
Μέλας ποταμὸς, Δερὶς ἐμπόριον, Κῶβρυς ἐμπόριον
30
Σκύλαξ περιηγητής Periplus Scylacis Section 114, γρ. 9
Μεγίστη Σαρδώ. Δευτέρα Σικελία. Τρίτη Κρήτη.
Τετάρτη Κύπρος. Πέμπτη Εὔβοια. Ἕκτη Κύρνος.
Ἑβδόμη Λέσβος. Ὀγδόη Ῥόδος. Ἐνάτη Χίος. Δεκάτη
Σάμος. Ἑνδεκάτη Κόρκυρα. Δωδεκάτη Κάσος. Τρις-
καιδεκάτη Κεφαλληνία. Τεσσαρεσκαιδεκάτη Νάξος.
Πεντεκαιδεκάτη Κῶς. Ἑξκαιδεκάτη Ζάκυνθος. Ἑπτα-
καιδεκάτη Λῆμνος. Ὀκτωκαιδεκάτη Αἴγινα. Ἐννα-
καιδεκάτη Ἴμβρος. Εἰκοστὴ Θάσος.
SUDA s.v. Σκύλαξ· Καρυανδεύς (πόλις δ' ἐστὶ
τῆς Καρίας πλησίον Ἁλικαρνασσοῦ τὰ Καρύανδα)· μαθηματικὸς καὶ
μουσικός.
Περίπλουν τῶν ἐκτὸς τῶν Ἡρακλέους στηλῶν· Τὰ κατὰ Ἡρα-
κλείδην τὸν Μυλασσῶν βασιλέα· Γῆς Περίοδον· Ἀντιγραφὴν πρὸς τὴν
Πολυβίου
ἱστορίαν.
STRABON 14, 2, 20: ἐν δὲ τῶι μεταξὺ
Καρύανδα λιμὴν καὶ νῆσος καὶ πόλις ὁμώνυμος ταύτηι, ἣν ὤικουν
Καρυανδεῖς· ἐντεῦθεν δ' ἦν καὶ Σκύλαξ ὁ παλαιὸς συγγραφεύς.
STEPH. BYZ. s.v. Καρύανδα· πόλις καὶ λιμὴν ὁμώνυμος, πλησίον
Μύνδου
καὶ Κῶ· Ἑκαταῖος (1 F 242) Καρύανδαν αὐτήν φησι ... ἐντεῦθεν ἦν καὶ
Σκύμνος γεωγράφος Ad Nicomedem regem, vv. 1-980 (sub titulo Orbis
descriptio) Γρ. 659
ἑπταστάδιος· Ξέρξην δὲ λέγετ' αὐτὴν τεμεῖν·
εἶτ' Ἀμφίπολις. Στρυμὼν δὲ παρὰ ταύτην μέγας
ποταμὸς παραρρεῖ μέχρι θαλάττης φερόμενος
κατὰ τοὺς λεγομένους κεῖσε Νερῄδων χορούς·
ἐφ' οὗ κατὰ μεσόγειον Ἀντιφάνους πατρίς
κεῖται λεγομένη Βέργα, τοῦ δὴ γεγραφότος
ἄπιστον ἱστορίας τε μυθικῆς γέλων.
Μετ' Ἀμφίπολιν δ' ἡ πρότερον Οἰσύμη πόλις
Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων,
ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη.
31
Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος,
ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος,
ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου
ἐκ τῆς Ἀσίας διαβάντες· ἔλαβε δ' ἡ Θάσος
ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ', ὡς καὶ νῦν ἔχει.
Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ
Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι.
Τῶν δ' ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις
Ἄβδηρ', ἀπ' Ἀβδήρου μὲν ὠνομασμένη
τοῦ καὶ κτίσαντος πρότερον αὐτὴν, ὃς δοκεῖ
ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων
Σκύμνος γεωγράφος Ad Nicomedem regem, vv. 1-980 (sub titulo Orbis
descriptio) Γρ. 661
ποταμὸς παραρρεῖ μέχρι θαλάττης φερόμενος
κατὰ τοὺς λεγομένους κεῖσε Νερῄδων χορούς·
ἐφ' οὗ κατὰ μεσόγειον Ἀντιφάνους πατρίς
κεῖται λεγομένη Βέργα, τοῦ δὴ γεγραφότος
ἄπιστον ἱστορίας τε μυθικῆς γέλων.
Μετ' Ἀμφίπολιν δ' ἡ πρότερον Οἰσύμη πόλις
Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων,
ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη.
Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος,
ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος,
ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου
ἐκ τῆς Ἀσίας διαβάντες· ἔλαβε δ' ἡ Θάσος
ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ', ὡς καὶ νῦν ἔχει.
Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ
Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι.
Τῶν δ' ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις
Ἄβδηρ', ἀπ' Ἀβδήρου μὲν ὠνομασμένη
τοῦ καὶ κτίσαντος πρότερον αὐτὴν, ὃς δοκεῖ
ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων
ἵππων φθαρῆναι· Τήιοι δὲ τὴν πόλιν
συνῴκισαν φυγόντες ὑπὸ τὰ Περσικά.
Σκύμνος γεωγράφος Ad Nicomedem regem, vv. 1-980 (sub titulo Orbis
descriptio) Γρ. 662
κατὰ τοὺς λεγομένους κεῖσε Νερῄδων χορούς·
ἐφ' οὗ κατὰ μεσόγειον Ἀντιφάνους πατρίς
κεῖται λεγομένη Βέργα, τοῦ δὴ γεγραφότος
32
ἄπιστον ἱστορίας τε μυθικῆς γέλων.
Μετ' Ἀμφίπολιν δ' ἡ πρότερον Οἰσύμη πόλις
Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων,
ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη.
Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος,
ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος,
ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου
ἐκ τῆς Ἀσίας διαβάντες· ἔλαβε δ' ἡ Θάσος
ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ', ὡς καὶ νῦν ἔχει.
Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ
Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι.
Τῶν δ' ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις
Ἄβδηρ', ἀπ' Ἀβδήρου μὲν ὠνομασμένη
τοῦ καὶ κτίσαντος πρότερον αὐτὴν, ὃς δοκεῖ
ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων
ἵππων φθαρῆναι· Τήιοι δὲ τὴν πόλιν
συνῴκισαν φυγόντες ὑπὸ τὰ Περσικά.
Ταύτης δ' ἐπίταδε ποταμός ἐστι κείμενος
Σκύμνος γεωγράφος Ad Nicomedem regem, vv. 1-980 (sub titulo Orbis
descriptio) Γρ. 663
ἐφ' οὗ κατὰ μεσόγειον Ἀντιφάνους πατρίς
κεῖται λεγομένη Βέργα, τοῦ δὴ γεγραφότος
ἄπιστον ἱστορίας τε μυθικῆς γέλων.
Μετ' Ἀμφίπολιν δ' ἡ πρότερον Οἰσύμη πόλις
Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων,
ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη.
Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος,
ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος,
ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου
ἐκ τῆς Ἀσίας διαβάντες· ἔλαβε δ' ἡ Θάσος
ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ', ὡς καὶ νῦν ἔχει.
Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ
Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι.
Τῶν δ' ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις
Ἄβδηρ', ἀπ' Ἀβδήρου μὲν ὠνομασμένη
τοῦ καὶ κτίσαντος πρότερον αὐτὴν, ὃς δοκεῖ
ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων
ἵππων φθαρῆναι· Τήιοι δὲ τὴν πόλιν
συνῴκισαν φυγόντες ὑπὸ τὰ Περσικά.
33
Ταύτης δ' ἐπίταδε ποταμός ἐστι κείμενος
Νέστος λεγόμενος, ἐκ δὲ τῶν πρὸς ἀνατολήν
Φλάβιος Αρριανός Bithynicorum Fragment 56, γρ. 2
Eustath. ad Dionys. 549, p. 324, 40. Ἀρριανὸς
δὲ οὕτω φησί· Φαναγόρεια, ἣν ἔκτισε Φαναγόρας ὁ Τήιος,
φεύγων τὴν τῶν Περσῶν ὕβριν· ἔτι δὲ Ἑρμώνασσα ἐπὶ
Ἑρμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μυτιληναίου τινός,
οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ
θανόντος ἐν τῷ τῆς πόλεως οἰκισμῷ, ἡ γυνὴ τῆς τε πό-
λεως ἐγκρατὴς ἐγένετο καὶ τὸ ἑαυτῆς ὄνομα τῇ πόλει
ἐπέθετο.
Eustath. ad Dionys. 517, p. 316, 7. Ἀρριανὸς
δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου καλεῖται Ποσειδῶνος
υἱοῦ, καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ
χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος (VI 46) μέμνηται.
Eustath. ad Dionys. 498, p. 310, 29. Ἀρριανὸς
δέ φησι· Κρής, οὗ Κρήτη ἐπώνυμος, ὁ τὸν Δία κρύψας
ἐν ὄρει Δικταίῳ, ὅτε Κρόνος ἐμάστευεν ἐθέλων ἀφανί-
σαι αὐτόν.
Φλάβιος Αρριανός Fragmenta Τομ. -Jacobyʹ-F 2b,156,F, fragment 67,
γρ. 1
EUSTATH. Dion. Per. 498: Κρήτη δὲ λέγεται, ὡς οἱ παλαιοί
φασιν, ἀπὸ τῶν ἐκεῖ οἰκησάντων Κουρήτων .....· οἱ δὲ ἀπὸ Κρητός τινος
αὐτὴν Κρήτην ὠνόμασαν υἱοῦ τοῦ Διός· Ἀρριανὸς δέ φησι· «Κρής,
οὗ Κρήτη ἐπώνυμος, ὁ τὸν Δία κρύψας ἐν ὄρει Δικταίωι,
ὅτε Κρόνος ἐμάστευεν ἐθέλων ἀφανίσαι αὐτόν.»
– – 506/7: ἐκαλεῖτο δέ ποτε (sc. Σαλαμίς) Κυχρεία
ἀπό τινος Κυχρέως, οὗ καὶ Λυκόφρων (Al. 451) καὶ Ἀρριανὸς μέμνηνται,
ὃς ὄφις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς νήσου ὑπὸ
Εὐρυλόχου. ὠνόμασται δὲ ἡ νῆσος αὕτη καὶ Σκιρὰς ἀπό τινος ἥρωος ......
– – 517: ἰστέον δὲ ὅτι Παρίων κτίσμα ἡ Θάσος· τὸ
Πάριον δὲ πόλις ἐν τῆι Προποντίδι. ὁ δὲ Ἀρριανὸς ἄλλως φησί (s. F 107)·
«Πάριος υἱὸς Ἰασίωνος, ὧι ἐπώνυμον τὸ ἐν Ἑλλησπόντωι
Πάριον ὡς οἰκιστῆι.» καὶ οὐ διαφωνεῖ Ἀρριανὸς πρὸς τὸν πρῶτον λόγον,
ἀλλὰ τάχα ταυτότητα παραδηλοῖ ὡς ἐν πολυωνυμίαι Προποντίδος τε καὶ
Ἑλλη-
σπόντου ..... τινὲς δὲ ἀνάπαλιν τὸ Πάριον ἀπὸ τῆς Θάσου εἶπον
ἀποικισθῆναι.
34
– – 517: Ἀρριανὸς δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου
καλεῖται, Ποσειδῶνος υἱοῦ. καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ
τὰ χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος (VI 46 – 47) μέμνηται λέγων .....
– – 520: ... Ἀβάντων, Θραικίου ἔθνους, ὥς φησιν
Ἀρριανός, κληθέντος οὕτως ἀπό τινος Ἀργείου υἱοῦ Ποσειδῶνος
Ἄβαντος.
Φλάβιος Αρριανός Fragmenta Τομ. -Jacobyʹ-F 2b,156,F, fragment 67,
γρ. 6
– – 506/7: ἐκαλεῖτο δέ ποτε (sc. Σαλαμίς) Κυχρεία
ἀπό τινος Κυχρέως, οὗ καὶ Λυκόφρων (Al. 451) καὶ Ἀρριανὸς μέμνηνται,
ὃς ὄφις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς νήσου ὑπὸ
Εὐρυλόχου. ὠνόμασται δὲ ἡ νῆσος αὕτη καὶ Σκιρὰς ἀπό τινος ἥρωος ......
– – 517: ἰστέον δὲ ὅτι Παρίων κτίσμα ἡ Θάσος· τὸ
Πάριον δὲ πόλις ἐν τῆι Προποντίδι. ὁ δὲ Ἀρριανὸς ἄλλως φησί (s. F 107)·
«Πάριος υἱὸς Ἰασίωνος, ὧι ἐπώνυμον τὸ ἐν Ἑλλησπόντωι
Πάριον ὡς οἰκιστῆι.» καὶ οὐ διαφωνεῖ Ἀρριανὸς πρὸς τὸν πρῶτον λόγον,
ἀλλὰ τάχα ταυτότητα παραδηλοῖ ὡς ἐν πολυωνυμίαι Προποντίδος τε καὶ
Ἑλλησπόντου ..... τινὲς δὲ ἀνάπαλιν τὸ Πάριον ἀπὸ τῆς Θάσου εἶπον
ἀποικισθῆναι.
– – 517: Ἀρριανὸς δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου
καλεῖται, Ποσειδῶνος υἱοῦ. καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ
τὰ χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος (VI 46 – 47) μέμνηται λέγων .....
– – 520: ... Ἀβάντων, Θραικίου ἔθνους, ὥς φησιν Ἀρριανός, κληθέντος
οὕτως ἀπό τινος Ἀργείου υἱοῦ Ποσειδῶνος Ἄβαντος.
– – 525: Ἀρριανὸς δὲ περὶ ταύτης φησὶν ὅτι Δῆλος ἡ πάλαι πλωτὴ οὖσα
ἔστη, ὅτε ἡ Λητὼ ἐπέβη αὐτῆς διδύμους ἔχουσα παῖδας.
– – 530: ἡ Μῆλος περὶ τὸ Κρητικὸν πέλαγος, ἀπό
τινος ἀνδρὸς Μήλου κληθεῖσα κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν.
– – 549: Φαιναγόρα καὶ Ἑρμώνασσα, Ἰώνων ἄποικοι
Φλάβιος Αρριανός Fragmenta Τομ. -Jacobyʹ-F 2b,156,F, fragment 68,
γρ. 1
– – 506/7: ἐκαλεῖτο δέ ποτε (sc. Σαλαμίς) Κυχρεία
ἀπό τινος Κυχρέως, οὗ καὶ Λυκόφρων (Al. 451) καὶ Ἀρριανὸς μέμνηνται,
ὃς ὄφις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς νήσου ὑπὸ
Εὐρυλόχου. ὠνόμασται δὲ ἡ νῆσος αὕτη καὶ Σκιρὰς ἀπό τινος ἥρωος ......
– – 517: ἰστέον δὲ ὅτι Παρίων κτίσμα ἡ Θάσος· τὸ
Πάριον δὲ πόλις ἐν τῆι Προποντίδι. ὁ δὲ Ἀρριανὸς ἄλλως φησί (s. F 107)·
35
«Πάριος υἱὸς Ἰασίωνος, ὧι ἐπώνυμον τὸ ἐν Ἑλλησπόντωι
Πάριον ὡς οἰκιστῆι.» καὶ οὐ διαφωνεῖ Ἀρριανὸς πρὸς τὸν πρῶτον λόγον,
ἀλλὰ τάχα ταυτότητα παραδηλοῖ ὡς ἐν πολυωνυμίαι Προποντίδος τε καὶ
Ἑλλη-
σπόντου ..... τινὲς δὲ ἀνάπαλιν τὸ Πάριον ἀπὸ τῆς Θάσου εἶπον
ἀποικισθῆναι.
– – 517: Ἀρριανὸς δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου
καλεῖται, Ποσειδῶνος υἱοῦ. καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ
τὰ χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος (VI 46 – 47) μέμνηται λέγων .....
– – 520: ... Ἀβάντων, Θραικίου ἔθνους, ὥς φησιν
Ἀρριανός, κληθέντος οὕτως ἀπό τινος Ἀργείου υἱοῦ Ποσειδῶνος
Ἄβαντος.
– – 525: Ἀρριανὸς δὲ περὶ ταύτης φησὶν ὅτι Δῆλος ἡ
πάλαι πλωτὴ οὖσα ἔστη, ὅτε ἡ Λητὼ ἐπέβη αὐτῆς διδύμους ἔχουσα
παῖδας.
– – 530: ἡ Μῆλος περὶ τὸ Κρητικὸν πέλαγος, ἀπό
τινος ἀνδρὸς Μήλου κληθεῖσα κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν.
– – 549: Φαιναγόρα καὶ Ἑρμώνασσα, Ἰώνων ἄποικοι
πόλεις, ὧν ἡγήσατο Φαιναγόρας τις καὶ Ἕρμων, ἀφ' ὧν οἱ τόποι
Dionysius Halicarnassensis Hist., Rhet., Fragmenta Τομ. -Jacobyʹ-F
2b,251,F, fragment 3, γρ. 3
(3) τεττάρων δὲ καὶ τετταράκοντα καὶ διακοσίων ἀναπληρουμένων
ἐτῶν, ἃ κατέσχον οἱ βασιλεῖς, ὀλυμπιάδων δὲ μιᾶς καὶ ἑξήκοντα πᾶσα
ἀνάγκη τὸν πρῶτον ἄρξαντα τῆς πόλεως Ῥωμύλον ἔτει πρώτωι τῆς
ἑβδόμης
ὀλυμπιάδος παρειληφέναι τὴν βασιλείαν, ἄρχοντος Ἀθήνησι τὴν
δεκαετίαν Χάροπος ἔτος πρῶτον· τοῦτο γὰρ ὁ λογισμὸς τῶν ἐτῶν
ἀπαιτεῖ.
ὅτι δὲ τοσαῦτα ἕκαστος τῶν βασιλέων ἦρξεν ἔτη δι'
ἐκείνου δηλοῦταί μοι τοῦ λόγου.
CLEM. AL. STROM. I 131, 7: Ξάνθος δὲ ὁ Λυδὸς
(III) περὶ τὴν ὀκτωκαιδεκάτην ὀλυμπιάδα – ὡς δὲ Διονύσιος,
περὶ τὴν πεντεκαιδεκάτην – Θάσον ἐκτίσθαι, ὡς εἶναι συμφανὲς
τὸν Ἀρχίλοχον μετὰ τὴν εἰκοστὴν ἤδη γνωρίζεσθαι ὀλυμπιάδα.
SUID. s. Εὐριπίδης τραγικός· τοῦ προτέρου ἀδελφιδοῦς,
ὡς Διονύσιος ἐν τοῖς Χρονικοῖς.
SYNKELL. p. 523, 5 Bonn: οἱ βασιλεῖς Ποντίων
† δέκα κατὰ τούτους ἦρξαν τοὺς χρόνους διαρκέσαντες ἔτη † σιη. περὶ
36
ὧν Ἀπολλόδωρος (244 F 82) καὶ Διονύσιος ἱστοροῦσι.
Dionysius Perieg., Orbis descriptio Γρ. 523
Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο,
Ἐντὸς ἔχων ἑκατέρθεν ἀπειρεσίων στίχα νήσων,
Ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης,
Σηστὸς ὅπῃ καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο.
Εὐρώπης δ' αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς
Ῥώονθ' ἑξείης, Ἀσίης δ' ἐπὶ δεξιὰ κεῖνται,
Μῆκος ἐπ' ἀρκτῴοιο τιταινόμεναι βορέαο.
Ἤτοι δ' Εὐρώπης μὲν Ἀβαντιὰς ἔπλετο Μάκρις
Σκῦρός τ' ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάρηθος·
Ἔνθεν καὶ Λῆμνος, κραναὸν πέδον Ἡφαίστοιο,
Πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή,
Ἴμβρος Θρηϊκίη τε Σάμος, Κυρβάντιον ἄστυ.
Αἳ δ' Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφὶς ἐοῦσαι
Δῆλον ἐκυκλώσαντο, καὶ οὔνομα Κυκλάδες εἰσί·
Ῥύσια δ' Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι,
Ἱσταμένου γλυκεροῦ νέον εἴαρος, εὖτ' ἐν ὄρεσσιν
Ἀνθρώπων ἀπάνευθε κύει λιγύφωνος ἀηδών.
Νῆσοι δ' ἑξείης Σποράδες περὶ παμφαίνουσιν,
Οἷον ὅτ' ἀνεφέλοιο δι' ἠέρος εἴδεται ἄστρα,
Ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο.
ταῖς δ' ἐπὶ νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος
Αριστοτέλης Historia animalium Bekker σε. 549b, γρ. 16
πον, συμπέψασα δ' ἐνταῦθα μάλιστα ἐν εἴκοσιν ἡμέραις
ἀποβάλλει συνεστηκὸς καὶ ἀθρόον, ὥσπερ φαίνεται καὶ ἐκ-
τός· εἶτ' ἐκ τούτων γίνονται οἱ κάραβοι ἐν ἡμέραις μάλιστα
πεντεκαίδεκα, καὶ λαμβάνονται πολλάκις ἐλάττους ἢ δα-
κτυλιαῖοι. Προεκτίκτει μὲν οὖν πρὸ ἀρκτούρου, μετὰ δ' ἀρκτοῦ-
ρον ἀποβάλλει τὰ ᾠά. Τῶν δὲ κυφῶν καρίδων ἡ κύησίς ἐστι
περὶ τέτταρας μῆνας.
Γίνονται δ' οἱ μὲν κάραβοι ἐν τοῖς
τραχέσι καὶ πετρώδεσιν, οἱ δ' ἀστακοὶ ἐν τοῖς λείοις· ἐν δὲ
τοῖς πηλώδεσιν οὐδέτεροι· διὸ καὶ ἐν Ἑλλησπόντῳ μὲν καὶ
περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον καὶ τὸν
37
Ἄθων κάραβοι. Διασημαίνονται δὲ τοὺς τόπους οἱ ἁλιεῖς τούς
τε τραχεῖς καὶ τοὺς πηλώδεις ταῖς τ' ἀκταῖς καὶ τοῖς ἄλ-
λοις τοῖς τοιούτοις σημείοις, ὅταν βούλωνται ἐν τῷ πελάγει
ποιεῖσθαι τὴν θήραν. Γίνονται δ' ἐν μὲν τῷ χειμῶνι καὶ τῷ
ἔαρι πρὸς τῇ γῇ μᾶλλον, τοῦ δὲ θέρους ἐν τῷ πελάγει, διώ-
κοντα ὁτὲ μὲν τὴν ἀλέαν ὁτὲ δὲ τὸ ψῦχος.
Αίλιος Ηρωδιανός καθολική προσωδία Part+τομ. 3,1, σε. 205, γρ. 28
θρος, ἀφ' οὗ Κελαίθρα πόλις Βοιωτίας. Γάλαδρος Ἠμαθίου παῖς καὶ
ὄρος. Κάϋστρος ποταμός, ὃς διὰ τὸ ἔχειν τὴν κεκαυμένην χώραν
πλησίον ἐκλήθη. ἔστι δὲ καὶ Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζό-
νος, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δερκετώ. καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμί-
ραμιν, ἥτις καὶ Βαβυλώνια τείχη κατεσκεύασεν. Τέγεστρος, ἀφ' οὗ
Τέγεστρα πόλις Ἰλλυρίας. τὸ δὲ Οἰνωτρός ἔθνος ὁμοφώνως τῷ οἰ-
κιστῇ ὡς Ἰταλός καὶ Ἴων καὶ Κίλιξ. ὡσαύτως καὶ Καλαβρός ὁ οἰκή-
τωρ τῆς Καλαβρίας ὡς τῆς Κανταβρίας Κανταβρός. τὸ δὲ Ἴνσοβρος
ἔθνος Ἰταλικὸν Πολύβιος ιϛʹ βαρύνεται.
Τὰ εἰς σος διβράχεα βαρύνεται, Θάσος νῆσος πρὸς τῇ Θρᾴκῃ ἀπὸ
Θάσου. Κάσος Κλεόχου υἱὸς καὶ ἀπ' αὐτοῦ μία τῶν Κυκλάδων «οἱ δ'
ἄρα Νίσυρόν τ' εἶχον Κράπαθόν τε Κάσον τε» (Β 676). ἔστι καὶ ἑτέρα
Περσίδος πόλις. Ἄσος πολίχνιον Κρήτης. νόσος, δρόσος, πίσος
τὸ ὄσπριον, μέσος, ἴσος, πόσος, ὅσος, τόσος.
Τὰ εἰς σος δισύλλαβα τῷ η παραληγόμενα βαρύνεται, νῆσος καὶ
Νῆσος πόλις Ἰβηρική. πεπλάνηται δὲ νῆσος παρὰ τὸ γένος. τὰ γὰρ
ἄλλα ἀρσενικά ἐστιν. Βῆσος, Μνῆσος, Ῥῆσος, Κτῆσος, Θῆσος,
Δρῆσος, Κῆσος ὄνομα ποταμοῦ.
Αίλιος Ηρωδιανός καθολική προσωδία Part+τομ. 3,1, σε. 205, γρ. 29
ὄρος. Κάϋστρος ποταμός, ὃς διὰ τὸ ἔχειν τὴν κεκαυμένην χώραν
πλησίον ἐκλήθη. ἔστι δὲ καὶ Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζό-
νος, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δερκετώ. καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμί-
ραμιν, ἥτις καὶ Βαβυλώνια τείχη κατεσκεύασεν. Τέγεστρος, ἀφ' οὗ
Τέγεστρα πόλις Ἰλλυρίας. τὸ δὲ Οἰνωτρός ἔθνος ὁμοφώνως τῷ οἰ-
κιστῇ ὡς Ἰταλός καὶ Ἴων καὶ Κίλιξ. ὡσαύτως καὶ Καλαβρός ὁ οἰκή-
τωρ τῆς Καλαβρίας ὡς τῆς Κανταβρίας Κανταβρός. τὸ δὲ Ἴνσοβρος
ἔθνος Ἰταλικὸν Πολύβιος ιϛʹ βαρύνεται.
Τὰ εἰς σος διβράχεα βαρύνεται, Θάσος νῆσος πρὸς τῇ Θρᾴκῃ ἀπὸ
Θάσου. Κάσος Κλεόχου υἱὸς καὶ ἀπ' αὐτοῦ μία τῶν Κυκλάδων «οἱ δ'
38
ἄρα Νίσυρόν τ' εἶχον Κράπαθόν τε Κάσον τε» (Β 676). ἔστι καὶ ἑτέρα
Περσίδος πόλις. Ἄσος πολίχνιον Κρήτης. νόσος, δρόσος, πίσος
τὸ ὄσπριον, μέσος, ἴσος, πόσος, ὅσος, τόσος.
Τὰ εἰς σος δισύλλαβα τῷ η παραληγόμενα βαρύνεται, νῆσος καὶ
Νῆσος πόλις Ἰβηρική. πεπλάνηται δὲ νῆσος παρὰ τὸ γένος. τὰ γὰρ
ἄλλα ἀρσενικά ἐστιν. Βῆσος, Μνῆσος, Ῥῆσος, Κτῆσος, Θῆσος,
Δρῆσος, Κῆσος ὄνομα ποταμοῦ.
Αίλιος Ηρωδιανός καθολική προσωδία Part+τομ. 3,1, σε. 227, γρ. 8
Λιβύης Στράβων ἑπτακαιδεκάτῳ (p. 831). ἔστι καὶ Σικελίας. ἔστι δὲ
χερσόνησος ἐν στενῷ ἰσθμῷ, ὡς Θουκυδίδης (6, 97). Λάμψος παῖς
Κοδρίδου καὶ ἀπ' αὐτοῦ μοῖρα τῆς Κλαζομενίων χώρας, ὡς Ἔφορος
τρίτῳ. τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ ψ ἔχοντα μ ὀξύνεται, κομψός,
γαμψός.
Τὰ εἰς ψος ὑπερδισύλλαβα ὀξύνεται, Λυκαψός κώμη πλησίον Λυ-
δίας. Εὐφορίων Διονύσῳ· κινδαψός καὶ σκινδαψός ὀργάνου ὄνομα
καὶ κύριον. τίθεται καὶ κατ' οὐδενὸς ὡς τὸ τραγέλαφος, χορδαψός,
Κυδαψός, Γαληψός πόλις Θρᾴκης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπῃ.
Θουκυδίδης τετάρτῃ (c. 107) «καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰ-
σύμη». ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Αἰδη-
ψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ (p. 425) «κεῖται δὲ κατ' Αἰδηψὸν
τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρα-
νιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός
κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς
Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ.
Τὰ εἰς ος λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχος,
βέλος, πάθος, πέλαγος, ὕψος, ὕφος, σκύφος, στῖφος, δίψος,
νέφος βρέφος, λαῖφος, αἶσχος, δέλος, δέος, κλέος, μέγε-
θος, στέλεχος. αἱ δὲ μετοχαὶ οὐδέτεραι ὀξύνονται, τετυφός, πε-
ποιηκός, γεγραφός, ὥσπερ καὶ αἱ ἀρσενικαί.
Αίλιος Ηρωδιανός καθολική προσωδία Part+τομ. 3,1, σε. 298, γρ. 26
... τὸ δὲ ἁρμονιῇσιν «γόμφοισιν δ' ἄρα τήν γε καὶ ἁρμονιῇ-
σιν ἄρασσεν» (ε 248) ἐστὶν Ἰώνων καταβιβασμός.
Τὰ εἰς α μακρὸν τῇ ρι παραληγόμενα παροξύνεται, αἰθρία, κο-
πρία, ὑδρία ἐπὶ τοῦ ἀγγείου, ἐπὶ δὲ τῆς ἱδρεύσεως ὑδρεία, φατρία
καὶ φρατρία, ὅ ἐστιν τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγουσιν. θεω-
ρία. Ἀλλαρία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῃ. Ἀρία Περσικὴ
χώρα ὡς Ἑλλάνικος. Ἀερία ἡ Αἴγυπτος παρὰ τὸν ἀέρα. καὶ γὰρ
ἠερόεσσαν αὐτήν φασιν. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλό-
39
δωρος ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο
νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ὅτι δὲ καὶ οὕτως
ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου·
ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω,
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
Ἀσσυρία χώρα περὶ Βαβυλῶνα. Ἀστερία πόλις Συρίας. λέγεται καὶ
Ἀστερίς. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης.
Ὅμηρος Ἀστερίδα ταύτην φησίν (Od. δ 844). οὕτως ἐκαλεῖτο καὶ
Δῆλος. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλις
ἐπὶ τοῖς πέρασι ἀπὸ τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς
Λιβύης ἀγηοχέναι. Γαλαρία χώρα Σικελίας. Διακρία φυλὴ τῆς Ἀττι-
κῆς, ἣν ᾤκει Πάλλας ὁ Πανδίονος υἱός. Εὐπορία πόλις Μακεδονίας,
ἣν Ἀλέξανδρος ταχέως νικήσας ἔκτισε καὶ ὠνόμασε διὰ τὸ εὔπορον.
Αίλιος Ηρωδιανός καθλική προσωδία Part+τομ. 3,1, σε. 323, γρ. 21
γογγύλη, κρωβύλη, ἀρβύλη, ἡδύλη, Κροκύλη, Βραχύλη πόλις
Κερήτων. Βαβύλη πόλις ἐν Ὀδρύσαις. Καβύλη πόλις Θρᾴκης οὐ
πόρρω τῆς τῶν Ἀστῶν χώρας. Πολύβιος τρισκαιδεκάτῃ. Καρδαμύλη
πόλις Μεσσηνίας. Ὅμηρος «Καρδαμύλην Ἐνόπην τε» (Il. Ι 150). Ἡρό-
δοτος (8, 73) δὲ Λακωνικὴν αὐτήν φησιν. ἔοικε δ' ἑτέρα εἶναι πλησίον
Χίου. Μοτύλαι Σικελίας φρούριον. παρὰ τὴν Μοτύην. Φίλιστος Σικε-
λικῶν πέμπτῳ. Τριφύλη ἡ Κλυτίου μήτηρ. Παμφύλη θυγάτηρ Ῥα-
κίου καὶ Μαντοῦς. Στρογγύλη μία τῶν ἑπτὰ Αἰόλου νήσων «ἀπὸ
τοῦ σχήματος καλουμένη, καὶ φλογὸς μὲν λειπομένη, φέγγους δὲ μετέ-
χουσα». ἔστι καὶ ἄλλη πρὸς τῇ Λυκίᾳ. Σκαπτησύλη πόλις Θρᾴκης
μικρὰ ἀντικρὺς Θάσου, σταφύλη τὸ τεκτονικὸν ἐργαλεῖον, σταφυλή
δὲ ὁ καρπός. τὸ μέντοι Ἀγκυλή καὶ Ἀγρυλή ὀνόματα δήμων ὀξύ-
νονται. τὸ δὲ Ἀγρυλή δῆμος Ἀθήνησι τῆς Ἐρεχθηΐδος φυλῆς γράφεται
καὶ μετὰ τοῦ α Ἀγραυλή ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. ἔστι
δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα
Ἀγρυλή.
Τὰ εἰς ωλη ὑπερδισύλλαβα ὀξύνεται, παυσωλή, τερπωλή, εὐ-
χωλή, ἀδμωλή ἡ ἄγνοια, θερμωλή, γαμψωλή, χαριτωλή, μεμ-
φωλή, θεραπωλή. τὸ δὲ ἐριώλη ἡ μεγάλη πνοή ἀπὸ τοῦ ἐρί καὶ
τοῦ ἄω τὸ πνέω βαρύνεται. ὡσαύτως καὶ Ῥακώλη χωρίον, ὅθεν αἱ
γέρανοι ὁρμῶσι, οἱ δὲ Πυγμαῖοι κατῴκουν ἐν Καττούζᾳ, πόλει Θρᾴκης.
Αίλιος Ηρωδιανός καθολική προσωδία Part+τομ. 3,1, σε. 327, γρ. 14
πόλις. ἔστι καὶ Πολίχνα πόλις Τρῳάδος. Εὐδείπνη νῆσος Λιβυφοι-
νίκων. Ἑκαταῖος περιηγήσει Λιβύης. Θεράπναι πόλις Λακωνική, ἥν
τινες Σπάρτην φασίν, ἔστι δὲ τόπος ἔχων ναὸν τῶν Διοσκούρων διὰ
τὸ ἐκεῖ τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς
40
τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. Καλύδναι νῆσοι, Ἀφίδναι
δῆμος Ἀττικῆς, λέγεται δὲ καὶ Κάλυδνα, Ἄφιδνα. Ἀκάνναι ἐμπόριον
περὶ τὴν Ἐρυθρὰν θάλασσαν. τὸ δὲ Ἐρυμναί πόλις Λυκίας – Ἀλέ-
ξανδρος ἐν πρώτῃ Λυκιακῶν – ὀξύνεται ἐπιθετικὸν ὄν.
Τὰ εἰς νη μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ κατα-
λήγουσαν βαρύνεται, πτέρνη, Λέρνη ἡ κρήνη, πέρνη καὶ Πέρνη
πόλις Θρᾴκης ἀντικρὺ Θάσου, Τάρνη πόλις Ἀχαΐας, Ἄρνη πόλις
Βοιωτίας. Ὅμηρος «οἵ τε πολυστάφυλον τ' Ἄρνην ἔχον» (Il. Β 507)
καὶ Λυκόφρων (v. 644) «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι». δευ-
τέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιωτίας, περὶ ἧς χρησμός «Ἄρνη
χηρεύουσα μένει Βοιώτιον ἄνδρα». θυγατέρα δέ φασιν Αἰόλου τὴν
Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Γρασινίων πρὸς τῇ Θρᾴκῃ.
Θέρνη πόλις Θρᾴκης, Κάρνη πόλις Φοινίκης ἀπὸ Κάρνου τοῦ Φοίνι-
κος, ὡς Ἴστρος φησίν. Ἀρτεμίδωρος δ' ἐν τῷ δεκάτῳ βιβλίῳ φησίν
»ἔστι Κάρνος καὶ συνεχῶς Πάλτος, εἶτα Γάβαλα πόλις». ἔστι δὲ ἄλλη
Αἰολίδος. Κέρνη πόλις καὶ λιμήν. τὸ δὲ φερνή ἡ προίξ παρὰ τὸ φέρω
ὀξύνεται. Αἰολεῖς δὲ φέρεναν αὐτὴν λέγουσιν ὁμοίως τῇ Ἔλεναν.
Diogenianus Gramm., Paroemiae (epitome operis sub nomine iogeniani)
(e cod. Vindob. 133) Centuria 2, section 90, γρ. 1
Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν
ἀποδεῖξαί τινα ἐπαγγελλομένων.
Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν δι' ἀναισχυντίαν τινὰ
ὠφελουμένων.
Zenobius Sophista Paroemiogr., Epitome collectionum Lucilli Tarrhaei
et Didymi Centuria 4, section 34, γρ. 1
Θύραζε Κᾶρες, οὐκ ἔτ' Ἀνθεστήρια.
Τινὲς δὲ οὕτω τὴν παροιμίαν φασίν, ὅτι οἱ Κᾶρες ποτὲ
μέρος τῆς Ἀττικῆς κατέσχον· καὶ εἴ ποτε τὴν ἑορτὴν
τῶν Ἀνθεστηρίων ἦγον οἱ Ἀθηναῖοι, σπονδῶν αὐτοῖς
μετεδίδοσαν καὶ ἐδέχοντο τῷ ἄστει καὶ ταῖς οἰκίαις.
Μετὰ δὲ τὴν ἑορτὴν τινῶν ὑπολελειμμένων ἐν ταῖς Ἀθή-
ναις, οἱ ἀπαντῶντες πρὸς τοὺς Κᾶρας παίζοντες ἔλεγον,
Θύραζε Κᾶρες, οὐκ ἔτ' Ἀνθεστήρια.
Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν τὰ αὐτὰ ἐπιζητούντων
πάντοτε λαμβάνειν.
Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν
ἀποδεῖξαί τινα ἐπαγγελλομένων ἡ παροιμία ἐστί. Καλλί-
41
στρατος γὰρ ὁ ῥήτωρ ἐκπεσὼν Ἀθήνηθεν ἔπεισε τοὺς
Ἀθηναίους τὴν ἀντίπεραν γῆν οἰκῆσαι, λέγων ὅτι καὶ
χρυσᾶ μέταλλα ἔχει, καὶ γῆν ἄφθονον, καὶ ὅλην ἀρί-
στην, καὶ ὅλως Θάσον ἀγαθῶν τὸν τόπον ἐκάλει·
ὅθεν ἡ παροιμία ἐκράτησεν.
Θᾶττον ὁ τόκος Ἡρακλείτω Περιναίω τρέ-
χει: Ἡράκλειτος δρομεὺς ἐγένετο θαυμασθεὶς ἐπὶ τάχει.
Εἴρηται ἡ παροιμία ἐπὶ τῶν δανειζομένων, ὡς τοῦ τόκου
θᾶττον τρέχοντος ἢ Ἡράκλειτος ὁ δρομεύς. Ἐξήλλακται
μέντοι Δωρικῶς, Ἡρακλείτω Περιναίω, ἀντὶ τοῦ, Πε-
ριναίου.
Θεὸς ἡ Ἀναίδεια: αὕτη τέτακται ἐπὶ τῶν δι'
ἀναισχυντίαν τινὰ ὠφελουμένων. Φησὶ Θεόφραστος ἐν
τῷ περὶ Νόμων, Ὕβρεως καὶ Ἀναιδείας παρὰ τοῖς Ἀθη
Στράβων Book 2, chapter 5, section 21, γρ. 17
καὶ Σαλαμῖνα καὶ τῶν Κυκλάδων τινές. τὸ δὲ συνεχὲς
τὸ Αἰγαῖόν ἐστιν ἤδη σὺν τῷ Μέλανι κόλπῳ καὶ τῷ
Ἑλλησπόντῳ, καὶ τὸ Ἰκάριον καὶ Καρπάθιον μέχρι τῆς
Ῥόδου καὶ Κρήτης καὶ τῶν πρώτων μερῶν τῆς Ἀσίας
... αἵ τε Κυκλάδες νῆσοι εἰσὶ καὶ αἱ Σποράδες καὶ
αἱ προκείμεναι τῆς Καρίας καὶ Ἰωνίας καὶ Αἰολίδος
μέχρι τῆς Τρῳάδος, λέγω δὲ Κῶ καὶ Σάμον καὶ Χίον
καὶ Λέσβον καὶ Τένεδον· ὡς δ' αὕτως αἱ προκείμεναι
τῆς Ἑλλάδος μέχρι τῆς Μακεδονίας καὶ τῆς ὁμόρου
Θρᾴκης Εὔβοιά τε καὶ Σκῦρος καὶ Πεπάρηθος καὶ Λῆ-
μνος καὶ Θάσος καὶ Ἴμβρος καὶ Σαμοθρᾴκη καὶ ἄλλαι
πλείους, περὶ ὧν ἐν τοῖς καθ' ἕκαστα δηλώσομεν. ἔστι
δὲ τὸ μῆκος τῆς θαλάττης ταύτης περὶ τετρακισχιλίους
ἢ μικρῷ πλείους, τὸ δὲ πλάτος περὶ δισχιλίους. περιέ-
χεται δὲ ὑπὸ τῶν λεχθέντων μερῶν τῆς Ἀσίας καὶ τῆς
ἀπὸ Σουνίου μέχρι Θερμαίου κόλπου πρὸς ἄρκτον
ἐχούσης τὸν πλοῦν παραλίας καὶ τῶν Μακεδονικῶν
κόλπων μέχρι τῆς Θρᾳκίας χερρονήσου.
Κατὰ δὲ ταύτην ἐστὶ τὸ ἑπταστάδιον τὸ κατὰ Ση-
στὸν καὶ Ἄβυδον, δι' οὗ τὸ Αἰγαῖον καὶ ὁ Ἑλλήσπον-
τος ἐκδίδωσι πρὸς ἄρκτον εἰς ἄλλο πέλαγος, ὃ καλοῦσι
Στράβων Book 7a, chapter 1, section 44, γρ. 2
θον πολιορκῆσαι, καὶ Κρηστωνίαν καὶ Μυγδονίδα πᾶ-
σαν καὶ τὴν Ἀγριάνων μέχρι Παγγαίου ὑπ' αὐτοῖς γε-
42
νέσθαι. τῆς δ' ἐν τῷ Στρυμονικῷ κόλπῳ παραλίας τῆς
ἀπὸ Γαληψοῦ μέχρι Νέστου ὑπέρκεινται οἱ Φίλιπποι
καὶ τὰ περὶ Φιλίππους. οἱ δὲ Φίλιπποι Κρηνίδες ἐκα-
λοῦντο πρότερον, κατοικία μικρά· ηὐξήθη δὲ μετὰ τὴν
περὶ Βροῦτον καὶ Κάσσιον ἧτταν. E.
Ὅτι οἱ νῦν Φίλιπποι πόλις Κρηνίδες ἐκαλοῦντο
τὸ παλαιόν. Epit.
Πρόκεινται δὲ τῆς παραλίας ταύτης δύο νῆσοι,
Λῆμνος καὶ Θάσος. μετὰ δὲ τὸν εἰς Θάσον πορθμὸν
Ἄβδηρα καὶ τὰ περὶ Ἀβδήρου μυθευόμενα. ᾤκησαν δ'
αὐτὴν Βίστονες Θρᾷκες, ὧν Διομήδης ἦρχεν· οὐ μέ-
νει δ' ὁ Νέστος ἐπὶ ταὐτοῦ ῥείθρου διὰ παντός, ἀλλὰ
κατακλύζει τὴν χώραν πολλάκις. εἶτα Δίκαια πόλις ἐν
κόλπῳ κειμένη καὶ λιμήν· ὑπέρκειται δὲ τούτων ἡ Βι-
στονὶς λίμνη κύκλον ἔχουσα ὅσον διακοσίων σταδίων.
φασὶ δὲ τοῦ πεδίου κοίλου παντάπασιν ὄντος καὶ τα-
πεινοτέρου τῆς θαλάττης ἱπποκρατούμενον τὸν Ἡρα-
κλέα, ἡνίκα ἦλθεν ἐπὶ τὰς τοῦ Διομήδους ἵππους, διο-
ρύξαι τὴν ᾐόνα καὶ τὴν θάλατταν ἐπαφέντα τῷ πεδίῳ
Στράβων Book 7a, chapter 1, section 48, γρ. 9
ὑπέρκειται λίμνη μεγάλη ἡ Βιστονίς· εἶτα πόλις Μα-
ρώνεια. Epit.
Ἔστι δ' ἡ Θρᾴκη σύμπασα ἐκ δυεῖν καὶ εἴκοσιν
ἐθνῶν συνεστῶσα· δύναται δὲ στέλλειν καίπερ οὖσα
περισσῶς ἐκπεπονημένη μυρίους καὶ πεντακισχιλίους
ἱππέας, πεζῶν δὲ καὶ εἴκοσι μυριάδας. μετὰ δὲ τὴν
Μαρώνειαν Ὀρθαγόρεια πόλις καὶ τὰ περὶ Σέρριον,
παράπλους τραχύς, καὶ τὸ τῶν Σαμοθρᾴκων πολίχνιον
Τέμπυρα καὶ ἄλλο Χαράκωμα, οὗ πρόκειται ἡ Σαμο-
θρᾴκη νῆσος, καὶ Ἴμβρος οὐ πολὺ ἄπωθεν ταύτης·
πλέον δ' ἢ διπλάσιον ἡ Θάσος. ἀπὸ δὲ Χαρακώματος
Δορίσκος, ὅπου ἐμέτρησε Ξέρξης τῆς στρατιᾶς τὸ πλῆ-
θος. εἶθ' Ἕβρος ἀνάπλουν ἔχων εἰς Κύψελα ἑκατὸν
εἴκοσι· τῆς Μακεδονίας φησὶ τοῦτο ὅριον, ἣν ἀφεί-
λοντο Περσέα Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὸν Ψευδοφί-
λιππον. Παῦλος μὲν οὖν ὁ τὸν Περσέα ἑλὼν συνάψας
τῇ Μακεδονίᾳ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη εἰς τέτταρα
μέρη διέταξε τὴν χώραν, καὶ τὸ μὲν προσένειμεν Ἀμ-
φιπόλει, τὸ δὲ Θεσσαλονικείᾳ, τὸ δὲ Πέλλῃ, τὸ δὲ Πε-
43
λαγόσι. παροικοῦσι δὲ τὸν Ἕβρον Κορπῖλοι καὶ Βρέ-
ναι ἔτι ἀνωτέρω, εἶτ' ἔσχατοι Βέσσοι· μέχρι γὰρ δεῦρο
Στράβων Book 8, chapter 6, section 6, γρ. 11
Περὶ δὲ τῆς Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλή-
νων ἀντιλέγεται. Θουκυδίδης μὲν γὰρ τὸν ποιητὴν
μηδαμοῦ βαρβάρους εἰπεῖν φησι διὰ τὸ μηδὲ Ἕλληνάς
πω τὸ ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι. καὶ Ἀπολ-
λόδωρος δὲ μόνους τοὺς ἐν Θετταλίᾳ καλεῖσθαί φησιν
Ἕλληνας “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες.”
Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλλη-
νας λεγομένους τοὺς σύμπαντας καὶ Πανέλληνας, τὸν
μὲν περὶ τῶν Προιτίδων λέγοντα ὡς Πανέλληνες ἐμνή-
στευον αὐτάς, τὸν δὲ “ὡς Πανελλήνων ὀιζὺς ἐς Θάσον συνέδραμεν.”
ἄλλοι δ' ἀντιτιθέασιν ὅτι καὶ βαρβάρους εἴρηκεν, εἰπών γε
βαρβαροφώνους τοὺς Κᾶρας, καὶ Ἕλληνας τοὺς πάντας “ἀνδρός, τοῦ
κλέος
“εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος·” καὶ πάλιν “εἰ
“δ' ἐθέλῃς [τραφθῆναι] ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος.”
Ἡ μὲν οὖν πόλις ἡ τῶν Ἀργείων ἐν χωρίοις ἐπι-
πέδοις ἵδρυται τὸ πλέον, ἄκραν δ' ἔχει τὴν καλουμένην
Λάρισαν, λόφον εὐερκῆ μετρίως ἔχοντα ἱερὸν Διός·
ῥεῖ δ' αὐτῆς πλησίον ὁ Ἴναχος χαραδρώδης ποταμὸς
τὰς πηγὰς ἔχων ἐκ Λυρκείου. περὶ δὲ τῶν μυθευομέ-
νων πηγῶν εἴρηται διότι πλάσματα ποιητῶν ἐστί· πλά
Στράβων Book 10, chapter 5, section 7, γρ. 3
καὶ εἴκοσι σταδίους, ἐπίνειον δ' ἐστὶν αὐτῆς τὸ χωρίον
ἐν ᾧ ἵδρυτο ἡ Κορησία κατοικίαν οὐδὲ κώμης ἔχουσα.
ἔστι δὲ καὶ πρὸς τῇ Κορησίᾳ Σμινθαίου Ἀπόλλωνος
ἱερὸν καὶ πρὸς Ποιηέσσῃ, μεταξὺ δὲ τοῦ ἱεροῦ καὶ τῶν
τῆς Ποιηέσσης ἐρειπίων τὸ τῆς Νεδουσίας Ἀθηνᾶς
ἱερόν, ἱδρυσαμένου Νέστορος κατὰ τὴν ἐκ Τροίας
ἐπάνοδον. ἔστι δὲ καὶ Ἔλιξος ποταμὸς περὶ τὴν Κο-
ρησίαν.
Μετὰ δὲ ταύτην Νάξος καὶ Ἄνδρος ἀξιόλογοι καὶ
Πάρος· ἐντεῦθεν ἦν Ἀρχίλοχος ὁ ποιητής. ὑπὸ δὲ Πα-
ρίων ἐκτίσθη Θάσος καὶ Πάριον ἐν τῇ Προποντίδι πό-
λις. ἐν ταύτῃ μὲν οὖν ὁ βωμὸς λέγεται θέας ἄξιος, στα-
διαίας ἔχων τὰς πλευράς· ἐν δὲ τῇ Πάρῳ ἡ Παρία λί-
θος λεγομένη ἀρίστη πρὸς τὴν μαρμαρογλυφίαν.
44
Σῦρος δ' ἐστὶ μηκύνουσι τὴν πρώτην συλλαβήν,
ἐξ ἧς Φερεκύδης ὁ Βάβυος ἦν· νεώτερος δ' ἐστὶν ὁ
Ἀθηναῖος ἐκείνου. ταύτης δοκεῖ μνημονεύειν ὁ ποιη-
τὴς Συρίην καλῶν “νῆσός τις Συρίη κικλήσκεται Ὀρ-
“τυγίης καθύπερθε.”
Alexander Lyr., Trag., Απόσπασμα 18, γρ. 3
Dubia
Ἄνθρωπε ζωῆς περιφείδεο, μηδὲ παρ' ὥρην
ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος·
δείλαιε Κλεόνικε, σὺ δ' εἰς λιπαρὴν Θάσον ἐλθεῖν
ἠπείγευ, κοίλης ἔμπορος ἐκ Συρίης,
ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ' ὑπὸ Πλειάδος αὐτὴν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.
ΑΛΕΞΑΝΔΡΟΥ ΑΙΤΩΛΟΥ, οἱ δὲ ΑΥΤΟΜΕΔΟΝΤΟΣ
Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ' ὥρην
ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.
δείλαιε Κλεόνικε, σὺ δ' εἰς λιπαρὴν Θάσον ἐλθεῖν
ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης,
ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ' ὑπὸ Πλειάδος αὐτὴν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.
Alexander Lyr., Trag., Epigrammata Book 7, epigram 534, γρ. 3
Dubia
Ἄνθρωπε ζωῆς περιφείδεο, μηδὲ παρ' ὥρην
ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος·
δείλαιε Κλεόνικε, σὺ δ' εἰς λιπαρὴν Θάσον ἐλθεῖν
ἠπείγευ, κοίλης ἔμπορος ἐκ Συρίης,
ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ' ὑπὸ Πλειάδος αὐτὴν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.
ΑΛΕΞΑΝΔΡΟΥ ΑΙΤΩΛΟΥ, οἱ δὲ ΑΥΤΟΜΕΔΟΝΤΟΣ
45
Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ' ὥρην
ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.
δείλαιε Κλεόνικε, σὺ δ' εἰς λιπαρὴν Θάσον ἐλθεῖν
ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης,
ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ' ὑπὸ Πλειάδος αὐτὴν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.
Archilochus Eleg., Iamb., Απόσπασμα 93a, γρ. 6
ωντολα.[ × ]ει̣πε̣ α̣σ̣[...×]ι̣ων̣ ̣ πάϊς Πεισιστράτου
ἄνδρας ..(.)ωλ̣ε̣ῦ̣ν̣τ̣ας αὐλὸν καὶ λύρην ἀνήγαγεν
ἐς Θάσον κ̣υσ ̣ ὶ̣ Θρέϊξιν δῶρ' ἔχων ἀκήρατον
χρυσόν, οἰκείωι δὲ κέρδει ξύν' ἐποίησαν κακά –
τῶν δ' Ἀθηναίη μ̣ά̣χηι
ἵλαος παρασταθεῖσα παῖς ἐρικτύπου Διὸς
καρδίην ὤρ̣ι̣νεν † αὐτῆς τῆς πολυκλαύτου̣ λ̣εώ̣
.[..]υτων[..]α̣λλα̣ κε̣ίνης ἡμέρης ἐπὶ̣ χθ̣[όν]α̣
ἄλλον †ἤε̣ι̣σεν· τ̣ό̣σους γὰρ ἐξεχώρησεν γύας
νηλ̣ε̣[....]π̣α̣ντο̣ς· ἀλλὰ θεῶν Ὀλυμπίων νόωι
Archilochus Eleg., Iamb., Απόσπασμα 102, γρ. 1
ἑπτὰ γὰρ νεκρῶν πεσόντων, οὓς ἐμάρψαμεν ποσίν,
χείλιοι φονῆές εἰμεν, Πανελλήνων ὀϊζὺς ἐς Θάσον συνέδραμεν.
[ ]νερ.[ []ες Θάσ̣[ [ ]λ̣οῦτ̣[ ]ρι̣σ.̣ .[ ]ς Θάσον κ[ ]ν ἄνα στ̣[ Γλαῦχ', ὅρα·
βαθὺς γὰρ ἤδη κύμασιν ταράσσεται πόντος, ἀμφὶ δ' ἄκρα Γυρέων ὀρθὸν
ἵσταται νέφος, σῆμα χειμῶνος, κιχάνει δ' ἐξ ἀελπτίης φόβος. [ ]νται
νῆες ἐν πόντωι θοαί
Archilochus Eleg., Iamb., Απόσπασμα 228, γρ. 1
μετέρχομαί σε σύμβολον ποιεόμενος.
χραίσμησε δ' οὔτεπ[
[......(.)]. ἐμοὶ τόθ' ἥδε γῆ χ̣[
ἐ̣ξο̣ υδ̣έ̣ν̣ι̣ζ' ἔπειτα σὺν θεοῖ̣[ς
ἶνας δὲ μελέων τῶν μέσων ἀπέθρισε.
τέττιγος ἐδράξω πτεροῦ
πτώσσουσαν ὥστε πέρδικα.
46
πάρελθε, γενναῖος γάρ εἰς.
λέως γὰρ οὐδὲν ἐφρόνεον.
ὁ δ' Ἀσίης καρτερὸς μηλοτρόφου.
Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν ὀξύη 'ποτᾶτο,
κακήν σφιν Ζεὺς ἔδωκεν αὐονήν.
ἀμυδρὴν χοιράδ' ἐξαλεόμενος,
νόμος δὲ Κρητικὸς διδάσκεται.
πόδες δὴ κεῖθι τιμιώτατοι,
χολὴν γὰρ οὐκ ἔχεις ἐφ' ἥπατι.
κέαται δ' ἐν ἴπωι.
φθειρσὶ μοχθίζοντα.
πῶς ἀπέπρησε σκύτα;
Αίλιος Αριστείδης Παναθηναϊκός Jebb σε. 112, γρ. 3
μεῖον, ὥσπερ εἰκὸς ἦν τὴν κοινῇ τότε πάντων προστᾶ-
σαν· τοὺς δὲ πταίσαντας τῶν ἐκεῖ φανερῶν ἀνώρθωσε.
πάλιν τοίνυν Θηβαίων κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λα-
κωνικῆς διακειμένων ἐδέξατο τὸν δῆμον καὶ διέτριβον οἱ
φεύγοντες ὡς Ἀθηναῖοι τὸν χρόνον τοῦτον, ἕως ἔμελλον
διὰ τῆς πόλεως αὖθις κομιεῖσθαι τὴν ἑαυτῶν. αὖθις αὖ
Πλαταιέας δεύτερον ἐξοικισθέντας καὶ Θεσπιέας ἅμα ἐκεί-
νοις δέχεται πανοικησίᾳ. καὶ πάλιν Θηβαίους ἐπὶ τοῖς
ἐσχάτοις ἀτυχήμασι καὶ πρὸ τούτων τοὺς ἐπὶ Θρᾴκης
κακῶς πράξαντας δύο καὶ τριάκοντα πόλεων ὅσον λοιπὸν,
τοὺς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου καὶ παντα-
χόθεν τίς ἂν ἐξαριθμήσειεν; οἶμαι μὲν οὐδὲ τοὺς ἐκ τῶν
νήσων μόνον εἶναι ῥᾴδιον. μόνη γὰρ ὡς εἰπεῖν διαγέγονε
πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη πᾶσι
περιτρέπειν τὰς συμφορὰς ἐπὶ θάτερα, καὶ τὴν παροιμίαν
ἐνήλλαξεν· οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς
πράξαντος, ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ
τοῖς ἀτυχήμασι φίλους πεποίηται. οὐδ' εὖ μὲν πράττουσι
κέχρηται, κακῶς δ' ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ με-
τροῦσα τὴν φιλανθρωπίαν, ἀλλὰ τοὺς τοῦ δυστυχεῖν
καιροὺς τοῦ πράττειν εὖ πεποίηκε, τοῖς πολλοῖς τὰ παρ'
Critias Eleg., Phil., Trag., Απόσπασμα 44, γρ. 6
ΔΗΜΗΓΟΡΙΚΑ ΠΡΟΟΙΜΙΑ
47
AEL. V. H. X 13 αἰτιᾶται Κ. Ἀρχίλοχον,
ὅτι κάκιστα ἑαυτὸν εἶπεν. ‘εἰ γὰρ μή, φησίν, ἐκεῖνος τοιαύτην
δόξαν ὑπὲρ ἑαυτοῦ εἰς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν
ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης
οὔθ' ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν
εἰς Θάσον οὔθ' ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο
οὐδὲ μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς
ἔλεγε. πρὸς δὲ τούτοις, ἦ δ' ὅς, οὔτε ὅτι μοιχὸς ἦν, ἤιδει-
μεν ἄν, εἰ μὴ παρ' αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ
ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιστον, ὅτι τὴν ἀσπίδα
ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς
ἑαυτῶι τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῶι
φήμην’. ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κ.
– – X 17 λέγει Κ. Θεμιστοκλέα τὸν Νεοκλέους
πρὶν ἢ ἄρξασθαι πολιτεύεσθαι τρία τάλαντα ἔχειν τὴν οὐσίαν
τὴν πατρώιαν· ἐπεὶ δὲ τῶν κοινῶν προέστη, εἶτα ἔφυγε καὶ
Κλαύδιος Πτολεμαίος Geographia (lib. 1-3) Book 3, chapter 11, section
8, γρ. 7
Προκόννησος νεʹ ʹʹ μβʹ
ἐν δὲ τῷ Αἰγαίῳ πελάγει νῆσοι
Θάσος νῆσος καὶ πόλις ναʹ ʹʹδʹʹ μαʹ ʹʹ
Σαμοθρᾴκη νῆσος καὶ
πόλις νβʹ ʹʹ μαʹ δʹʹ
Ἴμβρος νγʹ γʹʹ μαʹ δʹʹ
Cassius Dio Hist., Historiae Romanae Book 47, chapter 35, section 3, γρ.
5
καὶ πάνθ' ὅσα ἐκ διαβολῶν, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν,
ὕποπτα πρὸς ἀλλήλους εἶχον, ἔς τε τὸ μέσον καὶ κατὰ μόνας προ-
ενεγκόντες καὶ διαλυσάμενοι ἐς τὴν Μακεδονίαν ἠπείγοντο. καὶ
αὐτοὺς Γάιός τε Νωρβανὸς καὶ Δεκίδιος Σάξας ἔφθησαν τόν τε
Ἰόνιον, πρὶν τὸν Στάιον ἐλθεῖν, περαιωθέντες, καὶ πᾶσαν τὴν
μέχρι τοῦ Παγγαίου χῆν προκατασχόντες, καὶ πρὸς τοῖς Φιλίπποις
στρατοπεδευσάμενοι. τὸ δὲ δὴ ἄστυ τοῦτο παρά τε τῷ Παγγαίῳ
καὶ παρὰ τῷ Συμβόλῳ κεῖται· Σύμβολον γὰρ τὸ χωρίον ὀνομά-
ζουσι καθ' ὃ τὸ ὄρος ἐκεῖνο ἑτέρῳ τινὶ ἐς μεσόγειαν ἀνατείνοντι
συμβάλλει, καὶ ἔστι μεταξὺ Νέας πόλεως καὶ τῶν Φιλίππων· ἡ
48
μὲν γὰρ πρὸς τῇ θαλάσσῃ κατ' ἀντιπέρας Θάσου ἦν, ἡ δὲ ἐντὸς
τῶν ὀρῶν ἐπὶ τῷ πεδίῳ πεπόλισται. καὶ ἔτυχον γὰρ τὴν συντομω-
τάτην αὐτοῦ ὑπερβολὴν ὅ τε Σάξας καὶ ὁ Νωρβανὸς προκαταλα-
βόντες, ταύτῃ μὲν ὁ Βροῦτος ὅ τε Κάσσιος οὐδὲ ἐπείρασαν διαβῆ-
ναι, ἑτέραν δέ τινα μακροτέραν κατὰ τὰς Κρηνίδας ὠνομασμένας
περιελθόντες φυλακῇ μὲν καὶ ἐκεῖ ἐνέτυχον, βιασάμενοι δὲ αὐτὴν
εἴσω τε τῶν ὀρῶν ἐγένοντο, καὶ πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα
ἐπιπαρελθόντες ἐνταῦθα χωρὶς ἑκάτερος, ὥς γε τῷ λόγῳ εἰπεῖν,
ἐστρατοπεδεύσαντο· τῷ γὰρ ἔργῳ καθ' ἓν ηὐλίσαντο. τὰ μὲν γὰρ
στρατόπεδα, ὡς καὶ εὐτακτότεροι οἱ στρατιῶται καὶ ῥᾴους ἄρχειν
ὦσι, διχῇ κατέστη, παντὸς δὲ δὴ καὶ τοῦ διὰ μέσου αὐτῶν καὶ
Cassius Dio Hist., Historiae Romanae Book 47, chapter 47, section 1, γρ.
1
δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι καί τινας τῶν κεκρατηκότων ἐφ'
ἑαυτὸν ἐπιέναι, ἐπειχθῆναι πρὸς τὸν θάνατον. ἔπεμψε μὲν γὰρ
ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀναγγελοῦντα αὐτῷ ὅπου τε ὁ
Βροῦτος εἴη καὶ ὅ τι ποιοίη· ἐπεὶ δὲ ἐκεῖνος συμβαλὼν ἱππεῦσιν
οὓς ὁ Βροῦτος ζητήσοντας αὐτὸν ἀπεστάλκει ἀνέστρεψε, καὶ σχολῇ
μετ' αὐτῶν ὡς οὐδενὸς ἐπείγοντος, ἅτε μηδενὸς δεινοῦ ὄντος, ᾔει,
ὑπώπτευσέ τε αὐτοὺς πόρρωθεν ὁρῶν πολεμίους εἶναι, καὶ Πιν-
δάρῳ τινὶ ἐξελευθέρῳ ἀποκτεῖναι ἑαυτὸν προσέταξε. καὶ αὐτῷ
καὶ ὁ ἑκατόνταρχος, μαθὼν ὅτι διὰ τὴν βραδυτῆτα αὐτοῦ διώλετο,
ἐπαπέθανεν.
ὁ οὖν Βροῦτος τὸ μὲν τοῦ Κασσίου σῶμα ἐς Θάσον εὐθὺς
κρύφα ἔπεμψεν, ὀκνήσας κατὰ χώραν αὐτὸ θάψαι, μὴ τῷ στρατῷ
πένθος τε ἅμα καὶ ἀθυμίαν ἐκ τῆς τῶν ποιουμένων ὄψεως ἐμβάλῃ·
τοὺς δὲ λοιποὺς τῶν στρατιωτῶν αὐτοῦ παραλαβών, καὶ λόγοις τέ
σφας παραμυθούμενος καὶ δόσει χρημάτων ἀνθ' ὧν ἀπωλωλέκεσαν
ἀνακτησάμενος, ἔς τε τὴν ταφρείαν αὐτῶν ἐπιτηδειοτέραν οὖσαν
μετεστρατοπεδεύσατο, καὶ ἐκεῖθεν ὁρμώμενος τά τε ἄλλα τοὺς ἐναν-
τίους ἐλύπει καὶ τῷ στρατοπέδῳ σφῶν νυκτὸς προσέμισγε. μάχῃ
μὲν γὰρ αὐτοῖς ἐκ παρατάξεως οὐ διενοεῖτο αὖθις συνενεχθῆναι,
πολλὴν δὲ δὴ ἐλπίδα ἀκινδύνως ἐν τῷ χρόνῳ κατεργάσεσθαί σφας
ἔχων θορυβεῖν τε αὐτοὺς ἄλλως καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο,
Hegemon Parodius, Fragmentum Γρ. 1
ΦΙΛΙΝΗ
49
Μάλα ταχέως αὐτῶν πρίω μοι πουλύπουν,
καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.
Ἐς δὲ Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλον
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
’ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ' ἀνέπεισεν
καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ' ἀναβῆναι;’
τοῖσι δ' ἐγὼ πᾶσιν πυκινὸν μετὰ τοῦτ' ἔπος εἶπον·
’λῆμμ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀναβῆναι
καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει
εὐκούρων βδελυρῶν, ὀλλύντων τ' ὀλλυμένων τε
ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·
οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα.’
αὖθις δ' οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους δὲ
Παυσανίας Book 10, chapter 28, section 3, γρ. 7
γὰρ δὴ ἐν τῇ Μινυάδι ἐς Θησέα ἔχοντα καὶ Πειρίθουν
ἔνθ' ἤτοι νέα μὲν νεκυάμβατον, ἣν ὁ γεραιός
πορθμεὺς ἦγε Χάρων, οὐκ ἔλαβον ἔνδοθεν ὅρμου.
ἐπὶ τούτῳ οὖν καὶ Πολύγνωτος γέροντα ἔγραψεν ἤδη
τῇ ἡλικίᾳ τὸν Χάρωνα. οἱ δὲ ἐπιβεβηκότες τῆς νεὼς
οὐκ ἐπιφανεῖς ἐς ἅπαν εἰσὶν οἷς προσήκουσι. Τέλλις
μὲν ἡλικίαν ἐφήβου γεγονὼς φαίνεται, Κλεόβοια δὲ
ἔτι παρθένος, ἔχει δὲ ἐν τοῖς γόνασι κιβωτὸν ὁποίας
ποιεῖσθαι νομίζουσι Δήμητρι. ἐς μὲν δὴ τὸν Τέλλιν
τοσοῦτον ἤκουσα ὡς ὁ ποιητὴς Ἀρχίλοχος ἀπόγονος
εἴη τρίτος Τέλλιδος, Κλεόβοιαν δὲ ἐς Θάσον τὰ ὄργια
τῆς Δήμητρος ἐνεγκεῖν πρώτην ἐκ Πάρου φασίν.
ἐπὶ δὲ τοῦ Ἀχέροντος τῇ ὄχθῃ μάλιστα θέας
ἄξιον, ὅτι ὑπὸ τοῦ Χάρωνος τὴν ναῦν ἀνὴρ οὐ δίκαιος
ἐς πατέρα ἀγχόμενός ἐστιν ὑπὸ τοῦ πατρός. περὶ πλεί-
στου γὰρ δὴ ἐποιοῦντο οἱ πάλαι γονέας, ὥσπερ ἔστιν
ἄλλοις τε τεκμήρασθαι καὶ ἐν Κατάνῃ τοῖς καλουμένοις
Εὐσεβέσιν, οἵ, ἡνίκα ἐπέρρει τῇ Κατάνῃ πῦρ τὸ ἐκ
τῆς Αἴτνης, χρυσὸν μὲν καὶ ἄργυρον ἐν οὐδενὸς με-
ρίδι ἐποιήσαντο, οἱ δὲ ἔφευγον ὁ μὲν ἀράμενος μητέρα,
ὁ δὲ αὐτῶν τὸν πατέρα· προϊόντας δὲ οὐ σὺν ῥᾳστώνῃ
Callimachus Philol., Aetia Fragment 104, γρ. 1
50
(Oesydres Thrax)
Οἰσύδρεω Θρήϊκος ἐφ' αἵματι πολλὰ Θάσοιο
Hecataeus Hist., Fragmenta Τομ. -Jacobyʹ-F 1a,1,F, fragment 152a, γρ.
3
ἔστι καὶ λίμνη τῆι πόλει ὁμώνυμος.
– s. Σινδοναῖοι· Θράικιον ἔθνος, ὡς Ἑκαταῖος ἐν Εὐρώπηι.
– s. Σμίλα· πόλις Θράικης. Ἑκαταῖος Εὐρώπηι· «μετὰ δὲ
Σμίλα πόλις».
– s. Λίπαξος· πόλις Θράικης. Ἑκαταῖος.
STEPH. BYZ. s. Μηκύβερνα· πόλις Παλλήνης τῆς ἐν Θράικηι
χερρονήσου. Ἑκαταῖος Εὐρώπηι.
– s. Σερμυλία· πόλις περὶ τὸν Ἄθω, ὡς Ἑκαταῖος.
– s. Γαληψός· πόλις Θράικης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπηι.
Θουκυδίδης δ (107, 3) ἑτέραν λέγει· ‘καὶ Γαληψὸς οὐ πολλῶι ὕστερον
καὶ
Οἰσύμη’. ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης.
HARPOKR. s.v. Γαληψός· .... πόλις Θράικης, ὡς
οἱ τὰς Περιόδους γεγραφότες φασίν. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ
τοῦ ἐκ Θάσου καὶ Τηλέφης, ὡς Μαρσύας ὁ νεώτερος ἐν πέμπτωι
Μακεδο-
νικῶν (135/6 F 5).
– s. Κρήστων· πόλις Θράικης. ἔοικε δὲ εἶναι ἡ Κρήστων παρ'
Ἡροδότωι (I 57). Λυκόφρων (937)· ‘ὁρκωμοτῆσαι τόν τε Κρηστώνης
θεόν’. ὁ πολίτης Κρηστωναῖος παρὰ Πινδάρωι (F 309). Ῥιανὸς δὲ
Κρηστωνίους αὐτούς φησιν. Ἑκαταῖος δὲ Κρηστῶνας αὐτοὺς ἐν
Εὐρώπηι. καὶ Κρηστωνικόν κτητικόν (Thuk. IV 109, 4).
Hecataeus Hist., Fragmenta Τομ. -Jacobyʹ-F 1a,1,F, fragment 152b, γρ.
3
Σμίλα πόλις». – s. Λίπαξος· πόλις Θράικης. Ἑκαταῖος.
STEPH. BYZ. s. Μηκύβερνα· πόλις Παλλήνης τῆς ἐν Θράικηι
χερρονήσου. Ἑκαταῖος Εὐρώπηι.
– s. Σερμυλία· πόλις περὶ τὸν Ἄθω, ὡς Ἑκαταῖος.
51
– s. Γαληψός· πόλις Θράικης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπηι.
Θουκυδίδης δ (107, 3) ἑτέραν λέγει· ‘καὶ Γαληψὸς οὐ πολλῶι ὕστερον
καὶ
Οἰσύμη’. ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης.
HARPOKR. s.v. Γαληψός· .... πόλις Θράικης, ὡς
οἱ τὰς Περιόδους γεγραφότες φασίν. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ
τοῦ ἐκ Θάσου καὶ Τηλέφης, ὡς Μαρσύας ὁ νεώτερος ἐν πέμπτωι
Μακεδονικῶν (135/6 F 5).
– s. Κρήστων· πόλις Θράικης. ἔοικε δὲ εἶναι ἡ Κρήστων παρ'
Ἡροδότωι (I 57). Λυκόφρων (937)· ‘ὁρκωμοτῆσαι τόν τε Κρηστώνης
θεόν’. ὁ πολίτης Κρηστωναῖος παρὰ Πινδάρωι (F 309). Ῥιανὸς δὲ
Κρηστωνίους αὐτούς φησιν. Ἑκαταῖος δὲ Κρηστῶνας αὐτοὺς ἐν
Εὐρώπηι.
καὶ Κρηστωνικόν κτητικόν (Thuk. IV 109, 4).
ATHENAI. X 447 D: Ἑκαταῖος (F 323a) ... ἐν δὲ τῆι τῆς
Εὐρώπης Περιόδωι Παίονάς φησι πίνειν «βρῦτον ἀπὸ τῶν κριθῶν
καὶ παραβίην ἀπὸ κέγχρου καὶ κονύζης. ἀλείφονται δέ».
φησίν «ἐλαίωι ἀπὸ γάλακτος».
Πολύβιος ιστορικός Book 18, chapter 44, section 4, γρ. 3
οἱ δέκα, δι' ὧν ἔμελλε χειρίζεσθαι τὰ κατὰ τοὺς
Ἕλληνας, κομίζοντες τὸ τῆς συγκλήτου (δόγμα) τὸ
περὶ τῆς πρὸς Φίλιππον εἰρήνης. ἦν δὲ τὰ συνέ-
χοντα τοῦ δόγματος ταῦτα, τοὺς μὲν ἄλλους Ἕλλη-
νας πάντας, τούς τε κατὰ τὴν Ἀσίαν καὶ κατὰ τὴν
Εὐρώπην, ἐλευθέρους ὑπάρχειν καὶ νόμοις χρῆσθαι
τοῖς ἰδίοις· τοὺς δὲ ταττομένους ὑπὸ Φίλιππον καὶ
τὰς πόλεις τὰς ἐμφρούρους παραδοῦναι Φίλιππον
Ῥωμαίοις πρὸ τῆς τῶν Ἰσθμίων πανηγύρεως, Εὔρω-
μον δὲ καὶ Πήδασα καὶ Βαργύλια καὶ τὴν Ἰασέων
πόλιν, ὁμοίως Ἄβυδον, Θάσον, Μύριναν, Πέρινθον,
ἐλευθέρας ἀφεῖναι τὰς φρουρὰς ἐξ αὐτῶν μεταστη-
σάμενον· περὶ δὲ τῆς τῶν Κιανῶν ἐλευθερώσεως
Τίτον γράψαι πρὸς Προυσίαν κατὰ τὸ δόγμα τῆς
συγκλήτου· τὰ δ' αἰχμάλωτα καὶ τοὺς αὐτομόλους
ἅπαντας ἀποκαταστῆσαι Φίλιππον Ῥωμαίοις ἐν τοῖς
αὐτοῖς χρόνοις, ὁμοίως δὲ καὶ τὰς καταφράκτους
ναῦς πλὴν πέντε σκαφῶν καὶ τῆς ἑκκαιδεκήρους·
δοῦναι δὲ καὶ χίλια τάλαντα, τούτων τὰ μὲν ἡμίση
παραυτίκα, τὰ δ' ἡμίση κατὰ φόρους ἐν ἔτεσι δέκα.
52
Πολύβιος ιστορικός Book 18, chapter 48, section 2, γρ. 3
βούλιον· διὸ καὶ μετά τινα χρόνον ἠλευθερώθησαν
αἱ πόλεις αὗται διὰ τῆς συγκλήτου καὶ σὺν ταύταις
Κάρυστος. ἔδωκαν δὲ καὶ Πλευράτῳ Λυχνίδα καὶ
Πάρθον, οὔσας μὲν Ἰλλυρίδας, ὑπὸ Φίλιππον δὲ
ταττομένας. Ἀμυνάνδρῳ δὲ συνεχώρησαν, ὅσα παρε-
σπάσατο κατὰ πόλεμον ἐρύματα τοῦ Φιλίππου,
κρατεῖν τούτων.
Ταῦτα δὲ διοικήσαντες ἐμέρισαν σφᾶς αὐτούς,
καὶ Πόπλιος μὲν Λέντλος εἰς Βαργύλια πλεύσας
ἠλευθέρωσε τούτους, Λεύκιος δὲ Στερτίνιος εἰς
Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ Θρᾴ-
κης πόλεις ἐποίησε τὸ παραπλήσιον. πρὸς δὲ τὸν
Ἀντίοχον ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος
Τερέντιος, οἱ δὲ περὶ Γνάιον τὸν Κορνήλιον πρὸς
τὸν βασιλέα Φίλιππον. ᾧ καὶ συμμίξαντες πρὸς
τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν ὑπὲρ
ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ
πρεσβευτὰς πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας,
ἵνα μὴ δοκῇ τοῖς καιροῖς ἐφεδρεύων ἀποκαραδοκεῖν
τὴν Ἀντιόχου παρουσίαν. τοῦ δὲ βασιλέως συγ-
καταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπ' ἐκεί
Πολύβιος ιστορικός Book 18, chapter 50, section 1, γρ. 3
Ἐάν, τὸ δὴ λεγόμενον, τρέχωσι τὴν ἐσχάτην,
ἐπὶ τοὺς Ῥωμαίους καταφεύξονται καὶ τούτοις ἐγ-
χειριοῦσι σφᾶς αὐτοὺς καὶ τὴν πόλιν. –
Ὅτι προχωρούσης 8τῷ Ἀντιόχῳ κατὰ νοῦν τῆς
ἐπιβολῆς 8παρόντι ἐν Θρᾴκῃ τῷ Ἀντιόχῳ κατέπλευ-
σαν εἰς Σηλυβρίαν οἱ περὶ Λεύκιον Κορνήλιον.
οὗτοι δ' ἦσαν παρὰ τῆς συγκλήτου πρέσβεις ἐπὶ
τὰς διαλύσεις ἐξαπεσταλμένοι τὰς Ἀντιόχου καὶ
Πτολεμαίου. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἧκον καὶ
τῶν δέκα Πόπλιος μὲν Λέντλος ἐκ Βαργυλίων, Λεύ-
κιος δὲ Τερέντιος καὶ Πόπλιος Οὐίλλιος ἐκ Θάσου.
ταχὺ δὲ τῷ βασιλεῖ διασαφηθείσης τῆς τούτων παρ-
ουσίας, πάντες ἐν ὀλίγαις ἡμέραις ἡθροίσθησαν εἰς
τὴν Λυσιμάχειαν. συνεκύρησαν δὲ 8καὶ οἱ περὶ τὸν
53
Ἡγησιάνακτα καὶ Λυσίαν οἱ πρὸς τὸν Τίτον ἀπο-
σταλέντες εἰς τὸν καιρὸν τοῦτον. αἱ μὲν οὖν κατ'
ἰδίαν ἐντεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων
τελέως ἦσαν ἀφελεῖς καὶ φιλάνθρωποι· μετὰ δὲ ταῦτα
γενομένης συνεδρείας κοινῆς ὑπὲρ τῶν ὅλων ἀλλοι-
οτέραν ἔλαβε τὰ πράγματα διάθεσιν. ὁ γὰρ Λεύκιος
ὁ Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον
Κλαύδιος Αιλιανός Varia historia Book 10, section 13, γρ. 6
εἰδότι τά τε λεκτέα καὶ τὰ πρακτέα ἀποθανεῖν ἐν καλῷ
ἐστιν· ἐμὲ δὲ τὸν ἐπιστήμονα ἐκείνων πρέπει ζῆν.
Ἀρχύτας ἔλεγεν ‘ὥσπερ ἔργον ἐστὶν εὑρεῖν ἰχθὺν
ἄκανθαν μὴ ἔχοντα, οὕτω καὶ ἄνθρωπον μὴ κεκτη-
μένον τι δολερὸν καὶ ἀκανθῶδες.
Αἰτιᾶται Κριτίας Ἀρχίλοχον ὅτι κάκιστα ἑαυτὸν
εἶπεν. ‘εἰ γὰρ μὴ’ φησὶν ‘ἐκεῖνος τοιαύτην δόξαν
ὑπὲρ ἑαυτοῦ ἐς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυ-
θόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης,
οὔθ' ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν
ἦλθεν ἐς Θάσον, οὔθ' ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς
ἐγένετο, οὔτε μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς
ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοις’ ἦ δ' ὃς ‘οὔτε
ὅτι μοιχὸς ἦν ᾔδειμεν ἂν εἰ μὴ παρ' αὐτοῦ μαθόντες,
οὔτε ὅτι λάγνος καὶ ὑβριστής, καὶ τὸ ἔτι τούτων
αἴσχιον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα
ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῷ, τοιοῦτον κλέος ἀπο-
λιπὼν καὶ τοιαύτην ἑαυτῷ φήμην.’ ταῦτα οὐκ ἐγὼ
Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κριτίας.
Απολλόδωρος βιβλιοθήκη (sub nomine Apollodori)
Chapter 2, section 105, γρ. 4
βοράν, οὗτος προύθηκε ταῖς πλησίον τῆς θαλάσσης
πέτραις προσαρτήσας. ταύτην ἰδὼν ἐκκειμένην Ἡρα-
κλῆς ὑπέσχετο σώσειν, εἰ τὰς ἵππους παρὰ Λαομέδον-
τος λήψεται ἃς Ζεὺς ποινὴν τῆς Γανυμήδους ἁρπαγῆς
ἔδωκε. δώσειν δὲ Λαομέδοντος εἰπόντος, κτείνας τὸ
κῆτος Ἡσιόνην ἔσωσε. μὴ βουλομένου δὲ τὸν μισθὸν
ἀποδοῦναι, πολεμήσειν Τροίᾳ ἀπειλήσας ἀνήχθη.
καὶ προσίσχει Αἴνῳ, ἔνθα ξενίζεται ὑπὸ Πόλτυος.
ἀποπλέων δὲ ἐπὶ τῆς ἠιόνος τῆς Αἰνίας Σαρπηδόνα,
54
Ποσειδῶνος μὲν υἱὸν ἀδελφὸν δὲ Πόλτυος, ὑβριστὴν
ὄντα τοξεύσας ἀπέκτεινε. καὶ παραγενόμενος εἰς Θάσον
καὶ χειρωσάμενος τοὺς ἐνοικοῦντας Θρᾷκας ἔδωκε τοῖς
Ἀνδρόγεω παισὶ κατοικεῖν. ἐκ Θάσου δὲ ὁρμηθεὶς ἐπὶ
Τορώνην Πολύγονον καὶ Τηλέγονον, τοὺς Πρωτέως
τοῦ Ποσειδῶνος υἱούς, παλαίειν προκαλουμένους κατὰ
τὴν πάλην ἀπέκτεινε. κομίσας δὲ τὸν ζωστῆρα εἰς
Μυκήνας ἔδωκεν Εὐρυσθεῖ.
Απολλόδωρος βιβλιοθήκη (sub nomine Apollodori)
Chapter 2, section 105, γρ. 6
κλῆς ὑπέσχετο σώσειν, εἰ τὰς ἵππους παρὰ Λαομέδον-
τος λήψεται ἃς Ζεὺς ποινὴν τῆς Γανυμήδους ἁρπαγῆς
ἔδωκε. δώσειν δὲ Λαομέδοντος εἰπόντος, κτείνας τὸ
κῆτος Ἡσιόνην ἔσωσε. μὴ βουλομένου δὲ τὸν μισθὸν
ἀποδοῦναι, πολεμήσειν Τροίᾳ ἀπειλήσας ἀνήχθη.
καὶ προσίσχει Αἴνῳ, ἔνθα ξενίζεται ὑπὸ Πόλτυος.
ἀποπλέων δὲ ἐπὶ τῆς ἠιόνος τῆς Αἰνίας Σαρπηδόνα,
Ποσειδῶνος μὲν υἱὸν ἀδελφὸν δὲ Πόλτυος, ὑβριστὴν
ὄντα τοξεύσας ἀπέκτεινε. καὶ παραγενόμενος εἰς Θάσον
καὶ χειρωσάμενος τοὺς ἐνοικοῦντας Θρᾷκας ἔδωκε τοῖς
Ἀνδρόγεω παισὶ κατοικεῖν. ἐκ Θάσου δὲ ὁρμηθεὶς ἐπὶ
Τορώνην Πολύγονον καὶ Τηλέγονον, τοὺς Πρωτέως
τοῦ Ποσειδῶνος υἱούς, παλαίειν προκαλουμένους κατὰ
τὴν πάλην ἀπέκτεινε. κομίσας δὲ τὸν ζωστῆρα εἰς
Μυκήνας ἔδωκεν Εὐρυσθεῖ.
δέκατον ἐπετάγη ἆθλον τὰς Γηρυόνου βόας ἐξ
Ἐρυθείας κομίζειν. Ἐρύθεια δὲ ἦν Ὠκεανοῦ πλησίον
κειμένη νῆσος, ἣ νῦν Γάδειρα καλεῖται. ταύτην κατῴ-
κει Γηρυόνης Χρυσάορος καὶ Καλλιρρόης τῆς Ὠκεανοῦ,
τριῶν ἔχων ἀνδρῶν συμφυὲς σῶμα, συνηγμένον εἰς ἓν
κατὰ τὴν γαστέρα,
Απολλόδωρος βιβλιοθήκη (sub nomine Apollodori)
Chapter 3, section 3, γρ. 8
καὶ Κίλικα. τινὲς δὲ Εὐρώπην οὐκ Ἀγήνορος ἀλλὰ
Φοίνικος λέγουσι. ταύτης Ζεὺς ἐρασθείς, † ῥόδου
ἀποπλέων, ταῦρος χειροήθης γενόμενος, ἐπιβιβασθεῖσαν
διὰ τῆς θαλάσσης ἐκόμισεν εἰς Κρήτην. ἡ δέ, ἐκεῖ
συνευνασθέντος αὐτῇ Διός, ἐγέννησε Μίνωα Σαρπη-
55
δόνα Ῥαδάμανθυν· καθ' Ὅμηρον δὲ Σαρπηδὼν ἐκ Διὸς
καὶ Λαοδαμείας τῆς Βελλεροφόντου. ἀφανοῦς δὲ Εὐ-
ρώπης γενομένης ὁ πατὴρ αὐτῆς Ἀγήνωρ ἐπὶ ζήτησιν
ἐξέπεμψε τοὺς παῖδας, εἰπὼν μὴ πρότερον ἀναστρέφειν
πρὶν ἂν ἐξεύρωσιν Εὐρώπην. συνεξῆλθε δὲ ἐπὶ τὴν
ζήτησιν αὐτῆς Τηλέφασσα ἡ μήτηρ καὶ Θάσος ὁ Ποσει-
δῶνος, ὡς δὲ Φερεκύδης φησὶ Κίλικος. ὡς δὲ πᾶσαν
ποιούμενοι ζήτησιν εὑρεῖν ἦσαν Εὐρώπην ἀδύνατοι,
τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπογνόντες ἄλλος ἀλλαχοῦ
κατῴκησαν, Φοῖνιξ μὲν ἐν Φοινίκῃ, Κίλιξ δὲ Φοινίκης
πλησίον, καὶ πᾶσαν τὴν κειμένην χώραν ποταμῷ σύνεγ-
γυς Πυράμῳ Κιλικίαν ἀφ' ἑαυτοῦ ἐκάλεσε· Κάδμος δὲ
καὶ Τηλέφασσα ἐν Θρᾴκῃ κατῴκησαν. ὁμοίως δὲ καὶ
Θάσος ἐν Θρᾴκῃ κτίσας πόλιν Θάσον κατῴκησεν.
Εὐρώπην δὲ γήμας Ἀστέριος ὁ Κρητῶν δυνάστης
τοὺς ἐκ ταύτης παῖδας ἔτρεφεν.
Απολλόδωρος βιβλιοθήκη (sub nomine Apollodori) Chapter 3, section 4,
γρ. 8
ἐξέπεμψε τοὺς παῖδας, εἰπὼν μὴ πρότερον ἀναστρέφειν
πρὶν ἂν ἐξεύρωσιν Εὐρώπην. συνεξῆλθε δὲ ἐπὶ τὴν
ζήτησιν αὐτῆς Τηλέφασσα ἡ μήτηρ καὶ Θάσος ὁ Ποσει-
δῶνος, ὡς δὲ Φερεκύδης φησὶ Κίλικος. ὡς δὲ πᾶσαν
ποιούμενοι ζήτησιν εὑρεῖν ἦσαν Εὐρώπην ἀδύνατοι,
τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπογνόντες ἄλλος ἀλλαχοῦ
κατῴκησαν, Φοῖνιξ μὲν ἐν Φοινίκῃ, Κίλιξ δὲ Φοινίκης
πλησίον, καὶ πᾶσαν τὴν κειμένην χώραν ποταμῷ σύνεγ-
γυς Πυράμῳ Κιλικίαν ἀφ' ἑαυτοῦ ἐκάλεσε· Κάδμος δὲ
καὶ Τηλέφασσα ἐν Θρᾴκῃ κατῴκησαν. ὁμοίως δὲ καὶ
Θάσος ἐν Θρᾴκῃ κτίσας πόλιν Θάσον κατῴκησεν.
Εὐρώπην δὲ γήμας Ἀστέριος ὁ Κρητῶν δυνάστης
τοὺς ἐκ ταύτης παῖδας ἔτρεφεν. οἱ δὲ ὡς ἐτελειώθησαν,
πρὸς ἀλλήλους ἐστασίασαν· ἴσχουσι γὰρ ἔρωτα παιδὸς
ὃς ἐκαλεῖτο Μίλητος, Ἀπόλλωνος δὲ ἦν καὶ Ἀρείας
τῆς Κλεόχου. τοῦ δὲ παιδὸς πρὸς Σαρπηδόνα μᾶλλον
οἰκείως ἔχοντος πολεμήσας Μίνως ἐπροτέρησεν. οἱ δὲ
φεύγουσι, καὶ Μίλητος μὲν Καρίᾳ προσσχὼν ἐκεῖ πόλιν
ἀφ' ἑαυτοῦ ἔκτισε Μίλητον, Σαρπηδὼν δὲ συμμαχήσας
Κίλικι πρὸς Λυκίους ἔχοντι πόλεμον, ἐπὶ μέρει τῆς
χώρας, Λυκίας ἐβασίλευσε. καὶ αὐτῷ δίδωσι Ζεὺς ἐπὶ
Apollodorus Gramm., Απόσπασμα 172, γρ. 10
56
Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδνας ὡς Καλύβας.
Strabo VIII: Περὶ δὲ τῆ
Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλήνων ἀντιλέγε-
ται. ... Ἀπολλόδωρος δὲ μόνους τοὺς ἐν τῇ Θετταλίᾳ
καλεῖσθαι φησὶν Ἕλληνας (Il. Β, 684)·
Μυρμιδόνες δ' ἐκαλοῦντο καὶ Ἕλληνες.
Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλ-
ληνας λέγεσθαι τοὺς σύμπαντας καὶ Πανέλληνας· τὸν
μὲν περὶ Προιτίδων λέγοντα, ὡς «Πανέλληνες ἐμνή-
στευον αὐτὰς,» τὸν δὲ, ὡς «Πανελλήνων ὀϊζὺς ἐν
Θάσον συνέδραμεν.» Strabo VI: Φιλοκτήτου δ'
ἐστὶ καὶ ἡ παλαιὰ Κρίμισα περὶ τοὺς αὐτοὺς τόπους.
Ἀπολλόδωρος δὲ ἐν τοῖς Περὶ νεῶν, τοῦ Φιλοκτήτου
μνησθεὶς, λέγειν τινὰς φησὶν, ὡς εἰς τὴν Κροτωνιᾶτιν
ἀφικόμενος Κρίμισαν ἄκραν οἰκίσαι, καὶ Χώνην
πόλιν ὑπὲρ αὐτῆς, ἀφ' ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν·
παρ' αὐτοῦ δέ τινες σταλέντες εἰς Σικελίαν, περὶ
Ἔρυκα μετὰ Αἰγέστου τοῦ Τρωὸς Αἴγεσταν τειχίσαι
Schol. Apollonii III, 1090: Αἱμονία τοπρότερον
Αππιανός ιστορικός Bellum civile Book 4, chapter 13, section 106, γρ.
24
ἑκατέρωθεν αὐτῶν, τῇ μὲν ἦν ἕλη καὶ λίμναι
μέχρι τοῦ Στρυμόνος, τῇ δὲ τὰ στενὰ καὶ
ἀτριβῆ καὶ ἀνόδευτα· τὸ δὲ μέσον τῶν λόφων,
τὰ ὀκτὼ στάδια, δίοδος ἦν ἐς τὴν Ἀσίαν τε καὶ
Εὐρώπην καθάπερ πύλαι, καὶ αὐτὰ διετείχισαν
ἀπὸ χάρακος ἐς χάρακα καὶ πύλας ἐν μέσῳ
κατέλιπον, ὡς ἓν εἶναι τὰ δύο στρατόπεδα. ἦν δὲ
καὶ παρ' αὐτὸ ποταμός, ὃν Γάγγαν τινές, οἳ δὲ
Γαγγίτην λέγουσι, καὶ θάλασσα ὄπισθεν, ἐν ᾗ
καὶ τὰ ταμιεῖα καὶ ἐνορμίσματα ἔμελλον ἕξειν.
Θάσον μὲν δὴ ταμιεῖον, ἀπὸ ἑκατὸν σταδίων
οὖσαν, ἐτίθεντο, ἐνόρμισμα δὲ ταῖς τριήρεσι Νέαν
πόλιν, ἀπὸ ἑβδομήκοντα σταδίων.
Οἱ μὲν δὴ χαίροντες τῷ χωρίῳ τὰ στρατό-
πεδα ὠχύρουν, Ἀντώνιος δὲ ὥδευε μὲν σὺν τῷ
στρατῷ μετ' ἐπείξεως, τὴν Ἀμφίπολιν ἐθέλων ἐς
τὴν ὑπηρεσίαν τῆς μάχης προλαβεῖν, ὡς δὲ αὐτὴν
εὗρεν ὠχυρωμένην οἱ πρὸς τῶν ἀμφὶ τὸν Νωρ-
βανόν, ἥσθη καὶ τὴν παρασκευὴν ἐν αὐτῇ κατέλιπε
57
μεθ' ἑνὸς τέλους, οὗ Πινάριος ἡγεῖτο, αὐτὸς δὲ
μάλα θρασέως πολὺ προελθὼν ἐστρατοπέδευεν ἐν
Αππιανός ιστορικός Bellum civile Book 4, chapter 14, section 107, γρ.
16
βανόν, ἥσθη καὶ τὴν παρασκευὴν ἐν αὐτῇ κατέλιπε
μεθ' ἑνὸς τέλους, οὗ Πινάριος ἡγεῖτο, αὐτὸς δὲ
μάλα θρασέως πολὺ προελθὼν ἐστρατοπέδευεν ἐν
τῷ πεδίῳ, σταδίους ὀκτὼ μόνους ἀποσχὼν ἀπὸ
τῶν πολεμίων. καὶ εὐθὺς ἦν κατάδηλος ἡ τῶν
στρατοπέδων ἐλάττωσις τε καὶ πλεονεξία. οἱ μὲν
γὰρ ἦσαν ἐπὶ κολωνῷ, οἱ δὲ ἐν πεδίῳ, καὶ οἱ μὲν
ἐξυλεύοντο ἀπὸ τῶν ὀρῶν, οἱ δ' ἀπὸ τοῦ ἕλους·
καὶ ὑδρεύοντο οἱ μὲν ἐκ ποταμοῦ, οἱ δὲ ἐκ φρεάτων
ὧν αὐτίκα ὠρωρύχεισαν· τήν τε ἀγορὰν οἱ μὲν
ἀπ' ὀλίγων σταδίων ἐπήγοντο ἐκ Θάσου, οἱ δὲ
ἀπὸ πεντήκοντα καὶ τριακοσίων ἐξ Ἀμφιπόλεως.
ἐδόκει γε μὴν ἐξ ἀνάγκης ὁ Ἀντώνιος ὧδε πρᾶξαι,
κολωνοῦ μὲν οὐδενὸς ὄντος ἑτέρου, τὸ δ' ἄλλο
πεδίον οἷα κοιλότερον ἐκλιμνάζοντος ἐνίοτε τοῦ
ποταμοῦ· παρ' ὃ καὶ τὰς πηγὰς τῶν ὀρυσσομένων
φρεάτων γλυκείας τε καὶ δαψιλοῦς ὕδατος εὕρισκε.
τό γε μὴν τόλμημα, εἰ καὶ ἐξ ἀπορίας ἐγένετο,
κατέπλησσε τοὺς πολεμίους, ἐγγὺς οὕτω καὶ
εὐθὺς ἐξ ἐφόδου σὺν καταφρονήσει παραστρατο
Αππιανός ιστορικός Bellum civile Book 4, chapter 14, section 109, γρ.
7
Λιβύης διὰ Πομπήιον οὔτε ἐκ τῆς Ἰταλίας διὰ
Μοῦρκον καὶ Δομίτιον. οὐκ ἐς πολὺ δ' αὐτοῖς
ἔμελλον ἀρκέσειν Μακεδονία τε καὶ Θεσσαλία,
μόναι σφίσιν ἐν τῷ τότε χορηγοῦσαι.
Ὧν οἱ μὲν ἀμφὶ τὸν Βροῦτον ἐνθυμούμενοι
μάλιστα διέτριβον· ὁ δὲ Ἀντώνιος αὐτὰ δεδιὼς
ἔγνω βιάσασθαι τοὺς ἄνδρας ἐς μάχην καὶ
ἐπενόησεν, εἰ δύναιτο βάσιμον τὸ ἕλος ἐργάσας-
θαι λαθών, ἵνα κατόπιν τῶν ἐχθρῶν ἔτι ἀγνοούν-
των γενόμενος τὴν ἀγορὰν σφᾶς ἀφέλοιτο τὴν
ἀπὸ τῆς Θάσου κομιζομένην. ἐκτάσσων οὖν
αὖθις ἑκάστοτε ἐς μάχην τὰ σημεῖα τοῦ στρατοῦ
58
πάντα, ἵνα ὅλος ἐκτετάχθαι νομίζοιτο, μέρει
τινὶ νυκτός τε καὶ ἡμέρας ἔκοπτεν ἐν τῷ ἕλει
δίοδον στενήν, κείρων τε τὸν δόνακα καὶ χῶμα
ἐπιβάλλων καὶ λίθους ἑκατέρωθεν, ἵνα μὴ τὸ
χῶμα διαπίπτοι, τὰ δὲ βαθέα διεσταύρου καὶ
ἐγεφύρου μετὰ σιωπῆς βαθυτάτης. ἀφῄρητο δὲ
τὴν ὄψιν τοῦ ἔργου τοὺς πολεμίους ὁ πεφυκὼς ἔτι
δόναξ ἀμφὶ τῇ διόδῳ. δέκα δ' ἡμέρας ἐργασά-
μενος ὧδε ἐσέπεμψε λόχους ὀρθίους νυκτὸς ἄφνω
Αππιανός ιστορικός Bellum civile Book 4, chapter 17, section 136, γρ.
15
ὅτι οὐδ' ἀπ' ἀρχῆς ἀλλήλοις οἵδε οἱ Θρᾷκες
διεφέροντο, ἀλλὰ δύο στρατοπέδων μεγάλων τε
καὶ ἀμφηρίστων περὶ τὴν ἐκείνων γῆν συμφερο-
μένων τὸ ἄδηλον τῆς τύχης ἐμερίσαντο, ἵνα ὁ
νικῶν περισῴζοι τὸν ἡσσώμενον. Πορκία δ', ἡ
Βρούτου μὲν γυνή, Κάτωνος δὲ ἀδελφὴ τοῦ νεω-
τέρου, ἐπείτε ἀμφοῖν ὧδε ἀποθανόντοιν ἐπύθετο,
φυλασσομένη πρὸς τῶν οἰκείων πάνυ ἐγκρατῶς,
ἐσχάρας πυρὸς ἐνεχθείσης ἁρπάσασα τῶν ἀνθρά-
κων κατέπιεν. ὅσοι δ' ἄλλοι τῶν ἐπιφανῶν ἐς
Θάσον διέφυγον, οἱ μὲν αὐτῶν ἐξέπλευσαν, οἱ
δὲ ἐπέτρεψαν ἑαυτοὺς ἅμα τῷ λοιπῷ στρατῷ
τῶν ὁμοτίμων Μεσσάλᾳ τε Κορουίνῳ καὶ
Λευκίῳ Βύβλῳ, ὅ τι βουλεύσοιντο περὶ σφῶν,
ποιεῖν περὶ ἁπάντων. οἱ δὲ συνθέμενοι τοῖς περὶ
τὸν Ἀντώνιον, Ἀντωνίῳ διαπλεύσαντι ἐς τὴν
Θάσον παρέδοσαν, ὅσα ἦν ἐν Θάσῳ χρήματά τε
καὶ ὅπλα καὶ τροφαὶ δαψιλεῖς καὶ ἄλλη παρασκευὴ πολλή.
Αππιανός ιστορικός Bellum civile Book 4, chapter 17, section 136, γρ.
21
τέρου, ἐπείτε ἀμφοῖν ὧδε ἀποθανόντοιν ἐπύθετο,
φυλασσομένη πρὸς τῶν οἰκείων πάνυ ἐγκρατῶς,
ἐσχάρας πυρὸς ἐνεχθείσης ἁρπάσασα τῶν ἀνθρά-
59
κων κατέπιεν. ὅσοι δ' ἄλλοι τῶν ἐπιφανῶν ἐς
Θάσον διέφυγον, οἱ μὲν αὐτῶν ἐξέπλευσαν, οἱ
δὲ ἐπέτρεψαν ἑαυτοὺς ἅμα τῷ λοιπῷ στρατῷ
τῶν ὁμοτίμων Μεσσάλᾳ τε Κορουίνῳ καὶ
Λευκίῳ Βύβλῳ, ὅ τι βουλεύσοιντο περὶ σφῶν,
ποιεῖν περὶ ἁπάντων. οἱ δὲ συνθέμενοι τοῖς περὶ
τὸν Ἀντώνιον, Ἀντωνίῳ διαπλεύσαντι ἐς τὴν
Θάσον παρέδοσαν, ὅσα ἦν ἐν Θάσῳ χρήματά τε
καὶ ὅπλα καὶ τροφαὶ δαψιλεῖς καὶ ἄλλη παρα-
σκευὴ πολλή.
Οὕτω μὲν δὴ Καίσαρί τε καὶ Ἀντωνίῳ διὰ
τόλμης ἐπισφαλοῦς καὶ δυοῖν πεζομαχίαιν τηλι-
κοῦτον ἔργον ἤνυστο, οἷον οὐχ ἕτερον ἐγένετο πρὸ
ἐκείνου. οὔτε γὰρ στρατὸς τοσοῦτος ἢ τοιοῦτος
ἐς χεῖρας πρότερον ἦλθε Ῥωμαίων ἑκατέρωθεν,
οὐχ ὑπὸ συντάξει πολιτικῇ στρατευσαμένων,
ἀλλὰ ἀριστίνδην ἐπειλεγμένων οὐδ' ἀπειροπολέ-
μων ἔτι,
Αππιανός ιστορικός Bellum civile Book 5, chapter 1, section 2, γρ. 23
τρισχιλίων, καὶ ἐς τὸν Παρμήσιον ἐχώρει. ἀφί-
κετο δὲ αὐτοῖς καὶ Τουρούλιος, ἑτέρας ναῦς ἔχων
πολλὰς καὶ χρήματα, ὅσα προεξείλεκτο ἀπὸ τῆς
Ῥόδου. ἐς δὴ τὸ ναυτικὸν τοῦτο ὡς ἐς ἤδη τινὰ
ἰσχὺν συνέθεον, ὅσοι ἦσαν κατὰ μέρη τῆς Ἀσίας
ἐπὶ τῶν ὑπηρεσιῶν, καὶ αὐτὸ ὁπλίταις τε ἐξ ὧν
ἐδύναντο ἀνεπλήρουν καὶ ἐρέταις ἐκ θεραπόντων ἢ
δεσμωτῶν, ἐπιπλέοντες δὲ ταῖς νήσοις καὶ ἀπὸ
τῶν νησιωτῶν. ἦλθον δ' εἰς αὐτοὺς καὶ Κικέρων
ὁ Κικέρωνος καὶ ὅσοι ἄλλοι τῶν ἐπιφανῶν ἐκ τῆς
Θάσου διεπεφεύγεσαν. καὶ ταχὺ πλῆθος ἦν καὶ
σύνταξις ἀξιόχρεως ἡγεμόνων τε καὶ στρατοῦ καὶ
νεῶν. προσλαβόντες δὲ καὶ Λέπιδον μεθ' ἑτέρας
δυνάμεως, ἣ Βρούτῳ καθίστατο Κρήτην, πρὸς
Μοῦρκον καὶ Δομίτιον Ἀηνόβαρβον ἐπὶ μεγάλης
δυνάμεως ὄντας ἐς τὸν Ἰόνιον διέπλεον. καὶ αὐτῶν
οἱ μὲν ἅμα τῷ Μούρκῳ διέπλευσαν ἐς Σικελίαν
καὶ τὴν ἰσχὺν Πομπηίῳ Σέξστῳ συνῆψαν, οἱ
δὲ κατέμειναν παρὰ Ἀηνοβάρβῳ καί τιν' αἵρεσιν
ἐφ' ἑαυτῶν καθίσταντο.
60
Κλήμης Αλεξανδρινός Stromata Book 1, chapter 21, section 131,
subsection 7, γρ. 2
Ζωπύρου τοῦ Ἡρακλεώτου τήν τε Εἰς Ἅιδου κατάβασιν Προδίκου
τοῦ Σαμίου. Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς
Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ. Ἐπιγένης δὲ ἐν τοῖς Περὶ τῆς εἰς
Ὀρφέα ποιήσεως Κέρκωπος εἶναι λέγει τοῦ Πυθαγορείου τὴν Εἰς
Ἅιδου κατάβασιν καὶ τὸν Ἱερὸν λόγον, τὸν δὲ Πέπλον καὶ τὰ Φυσικὰ
Βροντίνου. ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαΐζουσί τινες· Ἑλλάνικος
γοῦν τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι, Φανίας δὲ πρὸ Τερ-
πάνδρου τιθεὶς Λέσχην τὸν Λέσβιον Ἀρχιλόχου νεώτερον φέρει τὸν
Τέρπανδρον, διημιλλῆσθαι δὲ τὸν Λέσχην Ἀρκτίνῳ καὶ νενικηκέναι·
Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην ὀλυμπιάδα (ὡς δὲ
Διονύσιος, περὶ τὴν πεντεκαιδεκάτην) Θάσον ἐκτίσθαι, ὡς εἶναι συμ-
φανὲς τὸν Ἀρχίλοχον μετὰ τὴν εἰκοστὴν ἤδη γνωρίζεσθαι ὀλυμπιάδα.
μέμνηται γοῦν καὶ τῆς Μαγνήτων ἀπωλείας προσφάτως γεγενημένης.
Σιμωνίδης μὲν οὖν κατὰ Ἀρχίλοχον φέρεται, Καλλῖνος δὲ πρεσβύ-
τερος οὐ μακρῷ· τῶν γὰρ Μαγνήτων ὁ μὲν Ἀρχίλοχος ἀπολωλότων,
ὃ δὲ εὐημερούντων μέμνηται· Εὔμηλος δὲ ὁ Κορίνθιος πρεσβύτερος
ὢν ἐπιβεβληκέναι Ἀρχίᾳ τῷ Συρακούσας κτίσαντι.
Καὶ ταῦτα μὲν προήχθημεν εἰπεῖν, ὅτι μάλιστα ἐν τοῖς πάνυ
παλαιοῖς τοὺς τοῦ Κύκλου ποιητὰς τιθέασιν. ἤδη δὲ καὶ παρ'
Ἕλλησι χρησμολόγοι συχνοὶ γεγονέναι φέρονται, ὡς οἱ Βάκιδες (ὃ μὲν
Βοιώτιος, ὃ δὲ Ἀρκάς), πολλὰ πολλοῖς προαγορεύσαντες. τῇ δὲ τοῦ
Hellenica, Fragmenta Londinensia (P. Oxy. 5.842) Fragment A, column
7, section 4, γρ. 9
μαθεῖν ἐκ τῶν κατὰ τὸν πόλεμον συ[μ]βάντων τὸν Δεκ[ε-]
λεικόν. ἐκεῖνος γὰρ ὁτὲ μὲν πενταναΐαν ἔχων ἐπόρθησε
τῶν νήσων τινὰς τῶν ἐπ' Ἀθηναίο[ι]ς οὐσῶν, ὁτὲ δὲ μετὰ
δύο τ[ρ]ιήρων εἰς Ἀμφίπολιν | καταπλεύσας καὶ παρ'
ἐ[κεί]νων ἑτέρας τέτ[τα]ρας συμπληρωσάμ[ενος ἐνίκη]σ̣ε
Σίμιχον ναυμ[αχ]ῶν τὸν στρατηγὸν [τῶν Ἀθηνα]ίων,
ὥσπερ εἴρηκ[ά π]ου καὶ πρότερον, κ[αὶ τριήρε]ις τὰς
πολεμ[ί]ας [ἔλα]βεν οὔσας πέντε κ̣[αὶ ναῦς ἃς ἔπ]εμψαν
τριά[κοντ]α· | μετὰ δὲ ταῦτα [........] ἔχων τρι-
ήρ[εις] καταπλεύσας εἰς Θάς[ο]ν ἀπέστησε ταύτην τ[ῶ]ν
Ἀθηναίων.
οἱ μὲν οὖν ἐν ταῖς πόλεσι ταῖς προειρημέναις
διὰ ταῦτα πολὺ μᾶλλον ἢ διὰ Φαρνάβαζον καὶ τὸ χρυσίον
ἐπηρμένοι μισεῖν η̣)=[ς]α̣ν̣ | τοὺς Λακεδαιμονίους.
61
Ὁ δὲ Μίλων ὁ τῆς Αἰγ[ί]νης ἁρμοστή[ς,] ὡς
ἤκουσε τὰ παρὰ τῶν Ἀθην[αί]ων, συμπληρωσάμενος τρι-
ήρη διὰ ταχέω[ν] ἐδίωκε τὸν Δημαίνετον. ὁ δὲ κατὰ τοῦ-
τον τ[ὸν] χρόνον ἔτυχε μὲν ὢν περὶ Θορικὸν τῆς Ἀτ|τικῆς·
ἐ[πει]δὴ δὲ προσπλεύσας ἐκεῖν[ο]ς πρὸ[ς ‖ ......]
ἐπεχείρη[σεν .....]ειν, ὥρμησεν ἐπὶ πο̣λυ̣ ̣|[.....]ειν·
Hellenica, Fragmenta (P. Oxy. 5.842) Τομ. -Jacobyʹ-F 2a,66,F, fragment
1, γρ. 46
στῆσαι τὰ πράγματα ζητοῦντες οἱ μὲν ἄλλοι παραπλησίως τοῖς Ἀργείοις
καὶ τοῖς Βοιωτοῖς ἔτυχον δυσμενῶς διακείμενοι πρὸς τοὺς
Λακεδαιμονίους,
Τιμόλαος δὲ μόνος αὐτοῖς διάφορος γεγονὼς ἰδίων ἐγκλημάτων ἕνεκα,
πρό-
τερον ἄριστα διακείμενος καὶ μάλιστα λακωνίζων, ὡς ἔξεστι καταμαθεῖν
ἐκ
τῶν κατὰ τὸν πόλεμον συμβάντων τὸν Δεκελεικόν. (4) ἐκεῖνος γὰρ ὁτὲ
μὲν
πενταναίαν ἔχων ἐπόρθησε τῶν νήσων τινὰς τῶν ἐπ' Ἀθηναίοις οὐσῶν,
ὁτὲ δὲ μετὰ δύο (?) τριήρων εἰς Ἀμφίπολιν καταπλεύσας καὶ παρ' ἐκείνων
ἑτέρας τέτταρας συμπληρωσάμ[ενος ἐνίκη]σε Σίμιχον ναυμαχῶν τὸν
στρα-
τηγὸν [τῶν Ἀθηνα]ίων, ὥσπερ εἴρηκά που καὶ πρότερον, κ[αὶ τριήρε]ις
τὰς
πολεμίας ἔλαβεν οὔσας πέντε κ[αὶ ναῦς ἃς ἔ]πεμψαν τριά[κοντ]α· μετὰ
δὲ ταῦτα [τὰς ἕνδεκα] ἔχων τριήρ[εις] καταπλεύσας εἰς Θάσον ἀπέστησε
ταύτην τῶν Ἀθηναίων. (5) οἱ μὲν οὖν ἐν ταῖς πόλεσι ταῖς προειρημέναις
διὰ ταῦτα πολὺ μᾶλλον ἢ διὰ Φαρνάβαζον καὶ τὸ χρυσίον ἐπηρμένοι
μισεῖν ἦσαν τοὺς Λακεδαιμονίους.
(III) ὁ δὲ Μίλων ὁ τῆς Αἰγίνης ἁρμοστὴς ὡς ἤκουσε τὰ παρὰ τῶν
Ἀθηναίων συμπληρωσάμενος τριήρη διὰ ταχέων ἐδίωκε τὸν
Δημαίνετον.
ὁ δὲ κατὰ τοῦτον τὸν χρόνον ἔτυχε μὲν ὢν περὶ Θορικὸν τῆς Ἀττικῆς.
(2) ἐπειδὴ δὲ προσπλεύσας ἐκεῖνος πρὸ[ς ‖ ......] ἐπεχείρη[σεν ......]εῖν,
ὥρμησεν ἐπὶ πο̣λυ̣ [̣ ...πλ]εῖν· κρατήσ̣[ας δὲ ...ν]εὼς αὐτῶν τὴν μὲν ὑ[φ'
αὑτῶι] ναῦν, ὅτι χε[ῖρον ἦν τὸ σκ]άφος, αὐτοῦ κατέλιπεν, [εἰς δὲ] τὴν
ἐκείν[ων μεταβιβ]άσας τοὺς αὑτοῦ ναύ[τας πρ]ο̣έπλευσεν [ἐπὶ τὸ
στρά]τευμα
Polemon Perieg., Απόσπασμα 45, γρ. 23
62
ἰαμβοποιόν. Λέγει γὰρ οὗτος ἐν ταῖς ἑξαμέτροις·
Μοῦσά μοι Εὐρυμεδοντιάδεα τὴν ποντοχάρυβδιν
τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον,
ἔννεφ' ὅπως ψηφῖδι κακῇ κακὸν οἶτον ὄληται,
βουλῇ δημοσίῃ παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο.
Κέχρηται δὲ καὶ ὁ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τινι
τῶν δραμάτων ἐπ' ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας
κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις, καὶ τῶν κατ' αὐτὸν
Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. Λέγει γὰρ
οὕτως· Ἐς δὲ Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλον
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
Ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ' ἀνέπεισεν
ἐς καλὴν κρηπῖδα ποσὶν τοιοῖσδ' ἀναβῆναι;
Τοῖσι δ' ἐγὼ πᾶσι σμικρὸν μετὰ τοῦτ' ἔπος εἶπον·
Λῆμμ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀναβῆναι
καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλει
εὐκούρων βδελυρῶν, ὀλλύντων τ' ὀλλυμένων τε
ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·
οἷς καὶ ἐγὼ μετὰ τοῖς σίτου χρῄζων ἐπίθησα.
Αὖθις δ' οὐκ ἐπὶ κέρδος ἀποίσομαι, εἰς Θασίους δὲ
Πολύαινος Στρατηγήματα Book 2, chapter 33, section 1, γρ. 1
Θάσον ἐπολιόρκουν Ἀθηναῖοι. νόμον ἐκύρωσαν
Θάσιοι· ‘τῷ γράψαντι σπείσασθαι πρὸς Ἀθηναίους
θάνατος ἔστω.’ Ἡγητορίδης Θάσιος ὁρῶν πολλοὺς
πολίτας ἀπολλυμένους μακρῷ πολέμῳ καὶ λιμῷ βρόχον
τῷ τραχήλῳ περιβαλὼν ἐς ἐκκλησίαν εἰσελθὼν ‘ἄνδρες’,
ἔφη, ‘πολῖται, ἐμοὶ μὲν ὡς βούλεσθε καὶ ὡς ὑμῖν
συμφέρει χρήσασθε, τοὺς δὲ ὑπολειπομένους πολίτας
διασώσατε τῷ ἐμῷ θανάτῳ λύσαντες τὸν νόμον.’ Θάσιοι
ταῦτα ἀκούσαντες καὶ τὸν νόμον ἔλυσαν καὶ τὸν Ἡγη-
τορίδην σῶον ἐφύλαξαν.
Πολύαινος Στρατηγήματα Book 6, chapter 2, section 1, γρ. 8
ΑΛΕΞΑΝΔΡΟΣ ΦΕΡΑΙΟΣ.
Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους
πρὸς ἁπάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐ
θαρρῶν διέπεμψεν ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον
63
στρατιώτας, ὅπως, εἴ τινες τῶν νεῶν ἐκλίποιεν τὴν
φυλακὴν, πρὸς τῷ πρότερον αἰρομένῳ πυρσῷ δεύτερον
ἀνάσχοιεν τοῖς ἐν Μαγνησίᾳ, κἀκεῖνοι τοῖς ἐν Πα-
γασαῖς. Λεωσθένης μὲν τρεῖς τριήρεις διέπεμψε, τὴν
μὲν ἐπὶ Σάμου, τὴν δὲ ἐπὶ Θάσου, τὴν δὲ ἐπὶ Ἑλλης-
πόντου· οἱ δὲ πολιορκούμενοι τοὺς πυρσοὺς ἀνέσχον.
Ἀλέξανδρος ἐπιπλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε
τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.
Ἀλέξανδρος μετὰ τὴν ἐν Πεπαρήθῳ ναυμαχίαν
ἐλπίσας λήψεσθαι τοὺς Ἀθηναίους ἀφυλάκτους ὡς μετὰ
Νίκην ἀμελῶς ἔχοντας συνέταξε τοῖς ἐπὶ τῶν νεῶν
διὰ τάχους προσπλεῦσαι τῷ Δείγματι τοῦ Πειραιέως
καὶ ἀπὸ τῶν τραπεζῶν ἁρπάσαι τὰ χρήματα. τῶν δὲ
προσπλεόντων οἱ Ἀθηναῖοι φιλίας τὰς ναῦς εἶναι
νομίσαντες ἀπεσκόπουν. οἱ δὲ ἀποβάντες τὸ πολε
Aristophanes Gramm., Fragmenta ragment 23, γρ. 10
οἷον ἄσιλλαν κτλ. (vide fr. XLIII. sqq.)
Eust. Il. p. 725, 29: Τοιαῦτα δὲ καὶ ἅπερ
τῶν τις παλαιῶν ἔθετο παραδείγματα βλασφημιῶν τῶν ἀπὸ
ἀριθμοῦ· οἷον τριςεξώλης ὁ πάνυ ἐξώλης, καὶ τριπέδων
ὁ πολλάκις πεδηθεὶς κακοῦργος δοῦλος, ὃς καὶ πέδων πέδω-
νος ἐν ἁπλότητι λέγεται, καὶ στίγων εἴτουν στιγματίας. φέ-
ρει δὲ καὶ ἀπὸ χρήσεως τοῦ κωμικοῦ τὸ “παλίμβολος τρί-
πρατος“ καὶ πολλάκις ἀπημπολημένος. Σοφοκλῆς δὲ τρίδου-
λον τὸν ἐκ προγόνων δοῦλον ἔφη, Ἀνακρέων δὲ τριςκεκο-
ρημένον τὸν πολλάκις ἐκσεσαρωμένον, Ἀρχίλοχος δὲ τρισ-
οιζυρὴν πόλιν ἔφη τὴν Θάσον, Ἱππῶναξ δὲ τὸν τρία ὑπερ-
αναβὰς ἀριθμὸν ἑπτάδουλον ἔφη τινά.
Eust. Il. p. 741, 21: γράφουσιν οἱ παλαιοὶ
καὶ ταῦτα· Εἰσὶ βλασφημίαι καὶ ἀπὸ ἐθνῶν καὶ πόλεων καὶ
δήμων πολλαὶ ῥηματικῶς πεποιημέναι· ἐθνῶν μὲν οἷον κιλι-
κίζειν καὶ αἰγυπτιάζειν τὸ πονηρεύεσθαι, καὶ κρητί-
ζειν τὸ ψεύδεσθαι· ἐκ πόλεων δὲ οἷον λεσβιάζειν τὸ
αἰσχροποιεῖν. εἶτα παραγαγόντες Φερεκράτους χρῆσιν ἐν ἰάμ-
βῳ τὸ “Δώσει δὲ σοὶ γυναῖκας ἑπτὰ Λεσβίας”, ἐπάγουσιν
ἀμοιβαῖον τὸ “Καλόν γε δῶρον, ἕπτ' ἔχειν λαικαστρίας” [ὡς
τοιούτων οὐσῶν τῶν Λεσβιῶν γυναικῶν]. ἐκ δήμων δὲ βλα
Anonymi Historici (FGrH), Heraclis historia (Tabula Albana) (IG
14.1293)
Τομ. -Jacobyʹ-F 1a,40,F, fragment 1a, γρ. 25
64
ε̣σε̣ ̣ν̣ τ̣ο̣ὺ̣σ̣ π̣[α]ῖ̣δ[̣ ας]**τ̣ι̣ω̣ν̣ μ̣ά̣[χ]α̣ι̣**κ̣α̣ιρ̣ οις οἵτινες**τ̣ο̣ κ̣α̣τ̣ὰ̣ κ̣ρ̣ά̣/τ̣[ος
* Αὐγέ]α̣ν̣ ἀ[πέ]κ̣τ̣[ει]/[νε καὶ τοὺς] υ̣ἱο̣ὺ̣σ̣ π̣λ̣ὰμ Φυ̣λέ̣/ω̣σ̣. [ἑλὼν δὲ] κ̣α̣ὶ̣
Π̣ύ̣λ̣ο̣ν̣ Ἡ̣ρ̣α̣-
κ̣[λῆς][κατὰ κράτος] κ̣α̣ὶ̣ Μ̣ε̣σσά̣ν̣α̣ν̣[Νηλέα] κ̣α̣ὶ̣ τ̣ο̣ὺς υἱοὺς ἀπές/φαξε
πλὰν Νέ-
στορος· Σπά/ρταν τε λαβὼν δορυάλωτ/ον, Ἱπποκόωντα καὶ τοὺςπαῖδας
φονεύσας,
Τυν[δάρεων σὺν]Κάστορι καὶ Πολυδεύκαιφεύγοντα κατάγαγε καὶἔδωκε
Λακεδαί-
μονα.τουτῶ δὲ πάλιν εἰς Πί/σαν ἐλθὼν Διὸς Ὀλυμ/πίου ἀγωνίσσατο ⟦καὶ⟧
ἀγῶνα
τὰ Ὀλύμπια πρῶτος ἀγωνιστάς· Δρύοπάς τε ἀπος/τάντας ἔλαβε
καὶΦύλαντα τὸν
βασιλέα ἀπ/οσφάξας ἐκτᾶς θυγατέροςαὐτοῦΜήδας υἱὸν ἔθετο
Κτήσιπ/πον.
Ἡρακλῆς μὲν οὖν Τραχ/εῖνα ὠικοδόμησε πόλιν καὶ Τι/ρυνθίους ἐν αὐτᾶι
κατώικισε.
το/υτῶ δ' ἐπὶ Θράικαν στρατευσάμ/ενος Διομήδη ἐφόνευσε καὶΘράικας
ἐκυρίευσε Αἶνόν τε λα/βὼν Σαρ̣πα̣δόνα τὸν ἄρχοντα ἀ/πέσφαξε· καὶ
Θάσον ἑλὼν καὶ Ἀλκαίωι παρέδωκε· Τορών/αν τε εἷλε, Πολύγονον καὶ
Τηλέ/γονον ἀπέκτεινε· πόλιν τεἌβδηρα ἐ̣π̣ὶ̣ Θ̣ρ̣ά̣ι̣κας Ἡρακλῆς ὤι/κισε
τοῦ Θρονικοῦ υἱοῦ ἐπώνυ/μον Ἀβδήρου. καὶ Ζάταν καὶΚάλαιν υ̣ἱ̣ὼ̣
Β̣ορ̣ έα τοῦ Θ̣ραικὸςΔικαιο[πολίτ]ας ἐπιβ̣ουλεύσαν[τας]
αὐτῶι παραδιώκων (?) κατάντεις (?)αὐτοὺς εἰς θάλασσαν ἔρρειψεν.
του/τῶ δὲ
ἐπὶ Σκυθίαν διαβὰς Ἀρά[ξ]ηνμάχαι ἐνίκασε, τᾶι δὲ θυγατρὶ
αὐτοῦσυνγενόμενος
Ἐχίδναι υἱοὺς Ἀ/γάθυρσον ἔθετο καὶ Σκύθαν. του/τῶ δ' ἐπ' Ἀμαζόνας
ἦλθε καὶ
ἐ/πὶ τὸν Θερμώδοντα ποταμόν,ἐνίκασε μάχαι φονεύσας ⟦α μά/χαι
φονεύσας α⟧
Ἱππολύταν· [Σιν]/ώπαν τε πόλιν Ἡρακλῆς ἑλὼν Ἀμ/αζόνας ἐξέβαλε καὶ
Ἕλλανας
ἐν αὐτᾶι κατώικισε. ⟦τουτῶ δ' ἐπὶΘράικαν στρατευσάμενος Δι/ομήδην
ἐφόνευσε⟧.
Κάστωρ δὲκαὶ Πολυδεύκα/[ς] Ἡ̣ρ̣α̣κ̣λ̣** Ἄ̣μυ̣ ̣κο̣ ̣ν̣ ἐ̣ν̣ί̣κ̣α̣σ̣α̣/ν μά̣χαι τ̣ὸ̣ν
Βε̣β̣ρ̣ύκω̣ν
Dionysius Epic., Απόσπασμα 28, γρ. 9
65
Fragmenta dubia
πλαζομέναις ἵνα λύσσαν ἀχύνετον ἧκα βαλοῦσα.
[μεσς]ηγὺς α̣[]
[ἐρ]ρίγασιν []
[πλήξας γ]λωχῖνι τριαί̣[νης]
[σκιρ]τήσουσιν ἀέλλ[αι]
[] βουπελάτῃς[ιν]
[]ο̣να κυκλάδες []
[ἐ]μῶν χαριέσταθ' [ἑταίρων]
[]πων Θάσον οἰν[]
Dionysius Hist., Απόσπασμα 14, γρ. 3
Κορ-
κυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ λόγον οὐ πολὺν ἔχουσι,
Κνιδίων δὲ μέμνηνται καὶ Κνιδίοις εἰσὶ τιμαὶ καὶ ἀτέ-
λειαι καὶ ψηφίσματα παρ' αὐτοῖς· οὗτοι γὰρ ἐπιπλεύ-
σαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περιάνδρου φύλα-
κας, αὐτοὶ δ' ἀναλαβόντες τοὺς παῖδας εἰς Κέρκυραν
διεκόμισαν, ὡς Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε,
καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν.
Clemens Alex. Strom. I: Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην
Ὀλυμπιάδα, ὡς δὲ Διονύσιος περὶ τὴν πεντεκαιδεκάτην Θάσον ἐκτί-
σθαι (sc. φησί).
Αρποκρατίων Lexicon in decem oratores Atticos
Σε. 77, γρ. 4
κἄπειθ' ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ
ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα,
ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ.
ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι εὔκολοί τινες ἄνθρωποι
καὶ ταπεινοὶ καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε
καὶ σκώπτειν. Ἀριστοφάνης Γηρυτάδῃ
χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.
Γ
66
Γαληψός: Ἀντιφῶν κατὰ Λαισποδίου. πόλις Θρᾴκης, ὡς οἱ τὰς
περιόδους γεγραφότες φασίν. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θά-
σου καὶ Τηλέφης, ὡς Μαρσύας ὁ νεώτερος ἐν πέμπτῳ Μακεδονικῶν.
Γαμηλία: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει καὶ Ἰσαῖος.
καὶ Δίδυμος ὁ γραμματικὸς ἐν μὲν τοῖς Ἰσαίου ὑπομνήμασί φησιν
εἶναι γαμηλίαν τὴν τοῖς φράτορσιν ἐπὶ γάμοις διδομένην, παρατιθέ-
μενος λέξιν Φανοδήμου, ἐν ᾗ οὐδὲν τοιοῦτον γέγραπται. ἐν δὲ τοῖς εἰς
Δημοσθένην ὁ αὐτὸς πάλιν γαμηλίαν φησὶν εἶναι τὴν εἰς τοὺς φρά-
τορας εἰσαγωγὴν τῶν γυναικῶν, οὐδεμίαν ἀπόδειξιν τῆς ἐξηγήσεως
παραθέμενος.
Οινόμαος Απόσπασμα 10, γρ. 129
ἱστοβοῆϊ γέροντι νέαν ποτίβαλλε κορώνην.
Γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως
οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. Ἀλλ' ἡ ἐπι-
θυμία τοὺς βλάκας ἐξίστησι. Διόπερ σοι καὶ νάρθηκα
παραινῶ ἐπ' αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν
ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου
φοιτητηρίου· ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν
οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ, καὶ ὑπὸ λύπης ἥκοντι
πρὸς σὲ λέγειν,
Ἀντίοχ', εἰς Θάσον ἐλθέ, καὶ οἴκει εὐκλέα νῆσον·
ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο, ἀκούσας,
Ἀντίοχ', εἰς νοῦν ἐλθέ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου.
ἢ τοῖς ἥκουσι Κρητῶν·
Φαιστοῦ καὶ Τάῤῥας ναέται, Δίου τε πολύῤῥου,
Πυθῷον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν
εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε,
ὄλβον μὴ πατρίοισι νόμοις, καὶ Ζῆνα σέβοντες·
οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν,
Λήρου καὶ μανίας ναέται, πολλοῦ θ' ἅμα τάφου,
οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν
Οινόμαος Απόσπασμα 14, γρ. 46
...πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν
κτίζειν, καὶ ἵξομαι καὶ κτίσω, εἴτε λέγοις, εἴτε μή,
καὶ εἴτε βουλοίμην, εἴτε μή. Εἰ δέ με δεῖ καὶ βου-
ληθῆναι ὅ, τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην
βουληθῆναι· ἀλλὰ σύ, ὦ Ἄπολλον, πιστεύεσθαι δι-
67
καιότερος. Ἔοικα δή σοι μᾶλλον προσέξειν.
Ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
Ἀγγελῶ νὴ Δία, (φήσει τάχα πού τις τετυφωμένος,
ἤ σε ἐλέγχων,) κἂν μὴ κελεύσῃς· πέπρωται γάρ.
Καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ' ἐπ'
αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος,
ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. Σὺ οὖν,
δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ οἶμαι αὐτοῦ, οὕτως
ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μη-
νῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ' ἂν
Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ' ἂν
οἱ Πάριοι Θάσον ᾤκησαν. Οὐκ οἶδ' οὖν εἰ σὺ λέγεις
μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. Ἀλλ' ἐπεὶ σχολὴν
ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ
πάρεργος, ἐκεῖνό μοι λέγε·
Οινόμαος Απόσπασμα 14, γρ. 53
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
Ἀγγελῶ νὴ Δία, (φήσει τάχα πού τις τετυφωμένος,
ἤ σε ἐλέγχων,) κἂν μὴ κελεύσῃς· πέπρωται γάρ.
Καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ' ἐπ'
αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος,
ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. Σὺ οὖν,
δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ οἶμαι αὐτοῦ, οὕτως
ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μη-
νῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ' ἂν
Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ' ἂν
οἱ Πάριοι Θάσον ᾤκησαν. Οὐκ οἶδ' οὖν εἰ σὺ λέγεις
μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. Ἀλλ' ἐπεὶ σχολὴν
ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ
πάρεργος, ἐκεῖνό μοι λέγε· (ἴσως γὰρ καὶ ὀλίγα ἐκ
πολλῶν ἀρκεῖ·) ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; Φαίης
ἄν· Τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ' ἄρα τοῦτο εἰδέναι
ἐκρίναμεν; Ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως, ὡς ἡ συναί-
σθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν; Τί δ'; ὅτι
ζῷά ἐσμεν πῶς ποτ' ἄρα ἐξεύρομεν; πῶς δ' ὅτι καὶ
ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι· καὶ ἀνθρώ-
πων ὁ μὲν γόης, ὁ δὲ γόητος ἀπελεγκτής·
68
Eusebius Scr. Eccl., Theol., Προπαρασκευή Ευαγγελίων (2018: 001)
“Eusebius Werke, Band 8: Die Praeparatio evangelica”, Ed. Mras, K.
Berlin: Akademie–Verlag, 43.1:1954; 43.2:1956; Die griechischen
christlichen Schriftsteller 43.1 & [Link] 6, chapter 7, section 8, γρ. 5
ἦ γὰρ ὡς ἀληθῶς ἐπ' ἀνθρώπῳ τί ἐστιν, ὦ Ἄπολλον, καὶ βουληθῆναι
Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ
σοφῶν ὅτι
εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ
ἵξομαι
καὶ κτιῶ, εἴτε λέγοις εἴτε μή, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ
βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι, ἀλλὰ
σύ,
ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. ἔοικα δή σοι μᾶλλον προσέξειν·
ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
8Ἀγγελῶ νὴ Δία (φήσει τάχα που τις τετυφωμένος ἢ σὲ ἐλέγχων), κἂν μὴ
κελεύσῃς· πέπρωται γάρ. καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ'
ἐπ' αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη
πρὶν Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι,
αὐτοῦ οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνῦσαι αὐτῷ
ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν οὐδ' ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ
Παρίους ἐξενάγησεν οὐδ' ἂν οἱ Πάριοι Θάσον ᾤκησαν. οὐκ οἶδ' οὖν εἰ σὺ
λέγεις μὲν ταῦτα, οὐκ οἶσθα
δὲ ἃ λέγεις. ἀλλ' ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ
λόγος
οὐ πάρεργος, ἐκεῖνό μοι λέγε (ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ)· ἆρά
γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ' ἄρα
τοῦτο
εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ
ἀντίληψις
Eusebius Scr. Eccl., Theol., Προπαρασκευή Ευαγγελίων Book 6, chapter
7, section 8, γρ. 7
Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ
σοφῶν ὅτι
εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ
ἵξομαι
καὶ κτιῶ, εἴτε λέγοις εἴτε μή, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ
βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι, ἀλλὰ
σύ,
69
ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. ἔοικα δή σοι μᾶλλον προσέξειν·
ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
8Ἀγγελῶ νὴ Δία (φήσει τάχα που τις τετυφωμένος ἢ σὲ ἐλέγχων), κἂν μὴ
κελεύσῃς· πέπρωται γάρ. καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ'
ἐπ'
αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη
πρὶν
Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ
οὕτως
ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ
ἄν ποτε ἤγγειλεν οὐδ' ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν
οὐδ' ἂν
οἱ Πάριοι Θάσον ᾤκησαν. οὐκ οἶδ' οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα
δὲ ἃ λέγεις. ἀλλ' ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ
λόγος
οὐ πάρεργος, ἐκεῖνό μοι λέγε (ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ)· ἆρά
γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ' ἄρα
τοῦτο
εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ
ἀντίληψις
ἡμῶν αὐτῶν; τί δ', ὅτι ζῷά ἐσμεν πῶς ποτ' ἄρα ἐξεύρομεν; πῶς δ' ὅτι
καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι καὶ ἀνθρώπων ὁ μὲν γόης, ὁ
δὲ...
Orion Gramm., Etymologicum “Orionis Thebani etymologicon”, Ed.
Sturz, [Link]: Weigel, 1820, Repr. 1973. eta, σε. 67, γρ. 3.
<Ἠερία>. παρὰ τὸ ἦρι, ὃ σημαίνει τὸ πρωΐ.
Pseudo-Zonaras Lexicogr., Lexicon “Iohannis Zonarae lexicon ex tribus
codicibus manuscriptis, 2 vols.”, Ed. Tittmann, [Link]: Crusius,
1808, Repr. [Link], σε. 979, γρ. 2
(Θηλυκόν.) <Ἠερία καὶ ἠερίη>. ἡ ἑωθινή.
Pherecydes Hist., Απόσπασμα 42, γρ. 2
Βήλου. Τῶν δὲ γίνονται Φοῖνιξ καὶ Ἰσαίη, ἣν ἴσχει
Αἴγυπτος· καὶ Μελία, ἣν ἴσχει Δαναός. Ἔπειτεν ἴσχει
70
Ἀγήνωρ Ἀργιόπην τὴν Νείλου τοῦ ποταμοῦ. Τοῦ δὲ
γίνεται Κάδμος.»
Schol. Apollon. II, 178: Ἀγηνορίδης (Φίνευς)·
Ἀγήνορος γὰρ παῖς ἐστιν ὡς Ἑλλάνικος· ὡς δὲ Ἡσίο-
δος φησὶν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας.
Ὁμοίως καὶ Ἀσκληπιάδης, καὶ Ἀντίμαχος καὶ Φε-
ρεκύδης φησίν.
Apollod. III, 1, 1: Συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν
αὐτῆς Τηλέφασσα ἡ μήτηρ, καὶ Θάσος ὁ Ποσειδῶνος·
ὡς δὲ Φερεκύδης φησὶ, Κίλικος.
Schol. Apollon. III, 1086: Ἔστι καὶ ἄλλος Δευ-
καλίων, ὁ Μίνωος, περὶ οὗ Φερεκύδης.
Xanthus Hist., Απόσπασμα 27, γρ. 9
Stephan. Byz.: Ἔλγος, πόλισμα Λυκίας
ὡς Ξάνθος ἐν Λυκιακοῖς.
Clemens Alex. Stromat. I:
Ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαΐζουσί τινες· Ἑλλά-
νικός γ' οὖν τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι.
Φανείας δὲ πρὸ Τερπάνδρου τιθεὶς Λέσχην τὸν Λέ-
σβιον, Ἀρχιλόχου νεώτερον φέρει τὸν Τέρπανδρον·
διημιλλῆσθαι δὲ τὸν Λέσχην Ἀρκτίνῳ, καὶ νενικηκέ-
ναι· Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην,
ὡς δὲ Διονύσιος περὶ τὴν πεντεκαιδεκάτην, Θάσον ἐκτίσθαι.
Hephaestion. De metris: Προτάσσε-
ται δὲ ἡμίφωνον ὑγροῦ .. καὶ τὸ σ τοῦ λ, κατὰ πάθος,
ὡς ἐν τῷ μάσλης, καὶ σπανίως τοῦ ν, ὡς Πάσνης
καὶ Μάσνης, ἃ δὴ ὀνόματα (sc. ποταμῶν) παρὰ
Ξάνθῳ εἰσὶν ἐν τοῖς Λυδιακοῖς.
Gaius Suetonius Tranquillus Gramm., Hist., Περὶ βλασφημιῶν καὶ
πόθεν ἑκάστη Section 14, γρ. 7
ὡς τοιούτων οὐσῶν τῶν Λεσβίων γυναικῶν· ἐκ δήμων δὲ βλασφημία τὸ
αἰξωνεύεσθαι τὸ κακολογεῖν. Αἰξωνεῖς γὰρ δημόται Ἀττικοὶ σκωπτόμενοι
ὡς κακολόγοι, καθὰ καὶ οἱ Σφήττιοι ἐπὶ ἀγριότητι· ὅθεν ὁ Χαιρεφῶν
Σφήττιος ἔσκωπται. Πολλαὶ δὲ καὶ ἀπὸ ἀριθμῶν λαμβάνονται·
τρισεξώλης, ὁ πάνυ ἐξώλης· τριπέδων, ὁ πολλάκις πεδηθεὶς κακοῦργος
δοῦλος· τρίδουλος, ὁ ἐκ προγόνων δοῦλος. Σοφοκλῆς (Oed. T. 1063)·
τρὶς κεκορημένος, οἱονεὶ πολλάκις ἐκσεσαρωμένος ἐν τῷ· «Ἀλλ'
ὦ τρὶς κεκορημένε Σμερδίη», παρὰ Ἀνακρέοντι (fr. 5 Bgk), καὶ
»Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν», παρὰ Ἀρχιλόχῳ (fr. 124 L. – B.),
71
ἤτοι τὴν λίαν οἰζυράν. Παρ' Ἱππώνακτι δέ (fr. 147 Masson), τὸν τρία
ὑπεραναβάντι ἀριθμόν, καὶ ἑπτάδουλος καὶ ἑπτάβουλος.
Synesius Phil., Epistulae Epistle 136, γρ. 16
Κηφισιάσι καὶ Φαληροῖ. καὶ κακὸς κακῶς δεῦρό με
κομίσας ἀπόλοιτο ναύκληρος· ὡς οὐδὲν ἔχουσιν αἱ νῦν
Ἀθῆναι σεμνὸν ἀλλ' ἢ τὰ κλεινὰ τῶν χωρίων ὀνόματα.
καὶ καθάπερ ἱερείου διαπεπραγμένου τὸ δέρμα
λείπεται γνώρισμα τοῦ πάλαι ποτὲ ζῴου, οὕτως ἐνθένδε
φιλοσοφίας ἐξῳκισμένης λείπεται περινοστοῦντα θαυ-
μάζειν τὴν ἀκαδήμειάν τε καὶ τὸ Λύκειον καὶ νὴ
Δία τὴν ποικίλην στοάν, τὴν ἐπώνυμον τῆς Χρυσίππου
φιλοσοφίας, νῦν οὐκέτ' οὖσαν ποικίλην. ὁ γὰρ ἀνθύ-
πατος τὰς σανίδας ἀφείλετο, αἷς ἐγκατέθετο τὴν τέχνην
ὁ ἐκ Θάσου Πολύγνωτος. νῦν μὲν οὖν ἐν τοῖς καθ'
ἡμᾶς χρόνοις Αἴγυπτος τρέφει τὰς Ὑπατίας δεξαμένη
γονάς, αἱ δὲ Ἀθῆναι, πάλαι μὲν ἦν ἡ πόλις ἑστία
σοφῶν, τὸ δὲ νῦν ἔχον σεμνύνουσιν αὐτὰς οἱ μελιτ-
τουργοί. ταῦτ' ἄρα καὶ ἡ ξυνωρὶς τῶν σοφιστῶν τῶν
Πλουταρχείων, οἵτινες οὐ τῇ φήμη τῶν λόγων ἀγεί-
ρουσιν ἐν τοῖς θεάτροις τοὺς νέους, ἀλλὰ τοῖς ἐξ Ὑμηττοῦ
στάμνοις.
Ευσέβιος εκκλ. συγγραφέας Προπαρασκευή Ευαγγελίων Book 5,
chapter 31, section 1, γρ. 5
κθʹ. ΟΤΙ ΚΑΙ ΑΦΙΛΟΣΟΦΩΣ ΤΑ ΠΟΛΛΑ ΠΑΡΗΙΝΟΥΝ
Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ' αὐτοὺς λαμβάνειν, εἰ μὴ
πείθοις
μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου
φοιτητηρίου,
ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ
ὑπὸ
λύπης ἥκοντι πρὸς σὲ λέγειν·
Ἀντίοχ', εἰς Θάσον ἐλθὲ καὶ οἴκει εὐκλέα νῆσον·
8ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας·
72
Ἀντίοχ', εἰς νοῦν ἐλθὲ καὶ ἐν πενίᾳ μὴ ὀδύρου.
8ἢ τοῖς ἥκουσι Κρητῶν·
Φαιστοῦ καὶ Τάρρας ναέται Δίου τε πολύρρου,
Πυθῷον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν
εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε,
ὄλβον μὴ πατρίοισι νόμοις καὶ Ζῆνα σέβοντες.
8οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν·
λήρου καὶ μανίας ναέται πολλοῦ θ' ἅμα τύφου,
οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν
Ευσέβιος εκκλ. συγγραφέας Προπαρασκευή Ευαγγελίων Book 6,
chapter 7, section 8, γρ. 5
ἀλλ' ἴθι, μηκέτι μέλλε.
ἦ γὰρ ὡς ἀληθῶς ἐπ' ἀνθρώπῳ τί ἐστιν, ὦ Ἄπολλον, καὶ βουληθῆναι
Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ
σοφῶν ὅτι
εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ
ἵξομαι
καὶ κτιῶ, εἴτε λέγοις εἴτε μή, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ
βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι, ἀλλὰ
σύ,
ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. ἔοικα δή σοι μᾶλλον προσέξειν·
ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
8Ἀγγελῶ νὴ Δία (φήσει τάχα που τις τετυφωμένος ἢ σὲ ἐλέγχων), κἂν μὴ
κελεύσῃς· πέπρωται γάρ. καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ'
ἐπ'
αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη
πρὶν
Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ
οὕτως
ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ
ἄν ποτε ἤγγειλεν οὐδ' ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν
οὐδ' ἂν
οἱ Πάριοι Θάσον ᾤκησαν. οὐκ οἶδ' οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα
δὲ ἃ λέγεις. ἀλλ' ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ
λόγος
οὐ πάρεργος, ἐκεῖνό μοι λέγε (ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ)· ἆρά
γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ' ἄρα
τοῦτο
73
εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ
ἀντίληψις
Ευσέβιος εκκλ. συγγραφέας Προπαρασκευή Ευαγγελίων Book 6,
chapter 7, section 9, γρ. 1
βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι, ἀλλὰ
σύ,
ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. ἔοικα δή σοι μᾶλλον προσέξειν·
ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
8Ἀγγελῶ νὴ Δία (φήσει τάχα που τις τετυφωμένος ἢ σὲ ἐλέγχων), κἂν μὴ
κελεύσῃς· πέπρωται γάρ. καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ'
ἐπ'
αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη
πρὶν
Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ
οὕτως
ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ
ἄν ποτε ἤγγειλεν οὐδ' ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν
οὐδ' ἂν
οἱ Πάριοι Θάσον ᾤκησαν. οὐκ οἶδ' οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα
δὲ ἃ λέγεις. ἀλλ' ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ
λόγος
οὐ πάρεργος, ἐκεῖνό μοι λέγε (ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ)· ἆρά
γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ' ἄρα
τοῦτο
εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ
ἀντίληψις
ἡμῶν αὐτῶν; τί δ', ὅτι ζῷά ἐσμεν πῶς ποτ' ἄρα ἐξεύρομεν; πῶς δ' ὅτι
καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι καὶ ἀνθρώπων ὁ μὲν γόης, ὁ
δὲ γόητος ἀπελέγκτης· ὡς δ' ἂν σύ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεός, καὶ ὁ μὲν
μάν-τις, ὁ δὲ συκοφάντης; καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ ἔγωγε
ἁλῶ. πῶς δ' ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν; – Τί φῄς; ἆρ' οὐκ
ὀρθῶς
Gregorius Nazianzenus Theol., De vita sua Γρ. 875
Ὤφθη τι τούτων σκηνικώτερόν ποτε
πολλῶν πονηρῶς ἐν βίῳ πεπαισμένων;
ὀφθήσεται δὲ ἄλλο παιγνικώτερον;
οἶνόν τις εἶπε συμπότης πάντων κρατεῖν,
74
ἄλλος γυναῖκα, τὴν δ' ἀλήθειαν σοφός·
ἐγὼ δ' ἂν εἶπον χρυσόν, ὡς ἔχει κράτος.
τούτῳ τὰ πάντα ῥᾳδίως πεσσεύεται.
οὔπω τὸ δεινόν, εἰ τὰ τοῦ κόσμου μόνα
πλέον παρ' ἡμῖν ἰσχύει τοῦ πνεύματος.
πόθεν δ' ὁ χρυσὸς τῷ κυνί, ζητητέον.
πρεσβύτερον ἐκ Θάσου τιν' ἥκοντ' ἐνθάδε
χρυσὸν φέροντα τῆς ἐκεῖσ' ἐκκλησίας,
ἐφ' ᾧ πρίασθαι Προικονησίας πλάκας,
τοῦτον περισήνας καὶ λαβὼν συμπράκτορα
πολλαῖς τε δήσας ἐλπίσιν τὸν ἄθλιον –
οἱ γὰρ κακοὶ τάχιστα μίγνυνται κακοῖς –
τὸν χρυσὸν εἶχεν εἰς ἅπανθ' ὑπηρέτην,
πιστὸν συνεργόν, γνήσιον συνέμπορον.
τεκμήριον δέ· καὶ γὰρ οἱ πρώην ἐμέ
σέβοντες, ὡς ἄχρηστον, ἄχρυσον φίλον
περιφρονοῦσι φίλτατοι καὶ ῥᾳδίως
Νόννος Dionysiaca Book 2, γρ. 684
ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,
κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων
Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,
ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ
Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,
εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος
μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ
ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ
πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς
νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,
καὶ Θάσος ἐς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου
δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,
Θρηικίην δ' ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·
τὸν μὲν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις
γαμβρὸν ἐς Ὠρείθυιαν ἄγω καὶ Θρῇκα Βορῆα,
νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.
καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης
Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·
πλαγκτοσύνης δ' ἀπόειπε παλίμπορα κύκλα κελεύθου,
καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίῳ γὰρ
σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ
75
Hippolytus Scr. Eccl., Chronicon Section 212, γρ. 4
(4) Νάξος (5) Κέως (6) Κοῦρος (7) Δῆλος (8) Σίφ-
νος (9) Νήρεα (10) Κύρνος (11) Μαραθών [ὁμοῦ
ιαʹ].
Εἰσὶ δὲ αὐτοῖς καὶ ἕτεραι νῆσοι
μείζονες ιβʹ, αἵτινες καὶ πόλεις ἔχουσι πλείστας
αἱ καλούμεναι Σποράδες, ἐν αἷς ἀπῳκίσθησαν
Ἕλληνες.
Εἰσὶ δὲ αὗται· (1) Εὔβοια (2)
Κρήτη (3) Σικελία
(4) Κύπρος (5) Κῶος (6) Σάμος (7) Ῥόδος (8)
Χῖος (9) Θάσος (10) Λῆμνος (11) Λέσβος
(12) Σαμοθράκη. [ὁμοῦ ιβʹ].
Ἐστὶν
οὖν ἀπὸ τῶν Βοιωτῶν Εὔβοια ὥσπερ ἀπὸ τῶν
Ἰώνων Ἰωνίδες πόλεις ιϛʹ ὀνομασταί.
Εἰσὶ
δὲ αὗται· (1) Κλαζομεναί (2) Μιτυλήνη (3) Φω-
καία (4) Πριήνη (5) Ἐρυθραί (6) Σάμος (7)
Τέως (8) Κολοφών (9) Χῖος (10) Ἔφεσος
(11) Σμύρνα (12) Πέρινθος (13) Βυζάντιον
(14) Χαλκηδών (15) Πόντος (16) Ἀμισὸς ἐλευ
Arcadius Gramm., De accentibus [Sp.] Σε. 85, γρ. 22
Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα μετ' ἐπιπλοκῆς συμφώ-
νου ὀξύνεται ἐπιθετικὰ ὄντα· φαλακρός μολοβρός
ἐρυθρός. τὰ δὲ σύνθετα τῆς κατὰ τὸ τέλος συνθέ-
σεως ὑπερβαινούσης μίαν συλλαβὴν βαρύνεται· δεί-
λανδρος ἄνανδρος ἔνυδρος ἄνυδρος ὕπαν-
δρος φίλανδρος ἄϊδρος.
Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς κύρια ὄντα μετ'
ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη·
Μίνυθρος Ἔρυθρος Χάραδρος (ποταμὸς) Σκά-
μανδρος. τὸ δὲ Οἰνωτρός κύριον, ἀφ' οὗ τὸ ἔθνος.
Τὰ εἰς ΣΟΣ διβράχεα βαρύνεται· Θάσος Κάσος
δρόσος πίσος (τὸ ὄσπριον) μέσος ἴσος πόσος
[ὅσος τόσος].
Τὰ εἰς ΣΟΣ δισύλλαβα τῷ Η παραληγόμενα βαρύ-
νεται· νῆσος Βῆσος Μνῆσος Ῥῆσος.
76
Τὰ εἰς ΣΟΣ θηλυκὰ δισύλλαβα τῷ Ω παραληγό-
μενα ὀξύνεται· κρωσός (ἡ ὑδρία) Κνωσός. τὸ μέν-
τοι Σῶσος ἀπὸ τοῦ σώσω βαρύνεται.
Τὰ εἰς ΣΟΣ δισύλλαβα ἀρσενικὰ μονογενῆ παρα-
ληγόμενα διχρόνῳ ἐκτεταμένῳ βαρύνεται· Ἶσος (τὸ κύ-
ριον) Κῖσος Κρῖσος (τὸ κύριον) Πῖσος (τὸ κύ
Λιβάνιος Orationes 1-64 Oration 12, section 36, γρ. 5
βασιλεύων βασιλεύοντα νουθετεῖν. ὡς δὲ ὁ μὲν
ἄκριτος ἀπεληλύθει λέγειν ἔχων τι περὶ τῶν πεπραγ-
μένων, ἐπὶ δὲ τοῦτον ἐκτεῖναι τὰς μέμψεις ὁ ἐκεῖνον
ἀπεκτονὼς ἐβούλετο μέν, ἠπόρει δέ, φόνου μὲν ἔσχεν
αὑτόν, πλάναις δὲ ἐκάκου δίκας λαμβάνων ὧν ἐγκαλεῖν
οὐκ εἶχεν.
οὕτω δὲ ἄρα τῆς ὑφ' ἑαυτῷ γῆς ἠπί-
στατο τὴν φύσιν, ὥστε τὴν λῆξιν τῆς Ἀθηνᾶς τὰς
τῶν Συρρακουσίων ἡγεῖτο λιθοτομίας καὶ λόγων ἐρα-
στῇ τὸ χωρίον δεσμωτήριον, ὥσπερ ἂν εἴ τις εἰς Θάσον τῶν φιλοίνων
τινὰ κομίσας καὶ κελεύσας μένειν
τήκειν αὐτὸν ἡγοῖτο τῷ τόπῳ, τὰ πάντων ἥδιστα χα-
ριζόμενος ἐν τῇ κολάσει.
μᾶλλον δὲ θεῶν τοῦτο
δῶρον ἦν βουλομένων φίλην τε πρὸ τῆς βασιλείας
αὐτῷ γενέσθαι τὴν πόλιν καὶ προεισενεγκεῖν χάριτας,
ὅπως ἂν ἐν τῷ βασιλεύειν ὀφειλέτης εἴη τῇ πόλει, καὶ
τὸ μέγιστον, ἵν' Ἀθήνηθεν ἐπὶ τὸ σκῆπτρον ἰὼν φέ-
ρηται παρὰ τῆς Ἀττικῆς, ὥσπερ ἄλλο τι τῶν ἐκεῖ φυο-
μένων, τὸ κρατεῖν βαρβάρων.
Chronicon Paschale, Chronicon paschale Σε. 59, γρ. 2
γʹ Βοιωτοί, δʹ Αἰολεῖς, εʹ Λάκωνες.
Τούτων δὲ ἄποικοι γεγόνασι αʹ Ποντικοί, βʹ Βιθυνοί, γʹ
Τρῶες, δʹ Ἀσιανοί, εʹ Κᾶρες, ϛʹ Λύκιοι, ζʹ Πάμφυλοι, ηʹ Κυρη-
ναῖοι Καὶ νῆσοι δὲ πλεῖσται, ἐξ ὧν αἱ καλούμεναι Κυκλάδες ιαʹ,
αʹ Ἄνδρος, βʹ Τῆνος, γʹ Τίω, δʹ Νάξος, εʹ Κέως, ϛʹ Κοῦρος,
ζʹ Δῆλος, ηʹ Σίφνος, θʹ Ρήναια, ιʹ Κύρνος, ιαʹ Μαραθών,
ὁμοῦ ιαʹ.
Εἰσὶ δὲ καὶ ἕτεραι νῆσοι μείζονες ιβʹ, αἵτινες καὶ πόλεις
ἔχουσι πλείστας, αἱ καλούμεναι Σποράδες, ἐν αἷς ἀπῳκίσθησαν
Ἕλληνες. εἰσὶ δὲ αὗται· αʹ Εὔβοια, βʹ Κρήτη, γʹ Σικελία, δʹ
77
Κύπρος, εʹ Κῶος, ϛʹ Σάμος, ζʹ Ῥόδος, ηʹ Χίος, θʹ Θάσος, ιʹ
Λῆμνος, ιαʹ Λέσβος, ιβʹ Σαμοθρᾴκη.
Εἰσὶ δὲ ἀπὸ τῶν Βοιωτῶν Εὔβοια, ὥσπερ ἀπὸ τῶν Ἰώνων
Ἰωνίδες πόλεις ιϛʹ ὀνομασταί· εἰσὶ δὲ αὗται· αʹ Κλαζομεναί, βʹ
Μιτυλήνη, γʹ Φώκαια, δʹ Πριήνη, εʹ Ἐρυθραί, ϛʹ Σάμος, ζʹ
Τέως, ηʹ Χίος, θʹ Κολοφών, ιʹ Ἔφεσος, ιαʹ Σμύρνα, ιβʹ Πέ-
ρινθος, ιγʹ Χαλκηδών, ιδʹ Βυζάντιον, ιεʹ Πόντος, ιϛʹ Ἄμισσος.
Ῥωμαίων τῶν καὶ Κιτιαίων ἤτοι Λατίνων κεκλημένων ἔθνη
καὶ ἀποικίαι εἰσὶ τέσσαρες, αʹ Τοῦσκοι, βʹ Ἀβηλλήσιοι, γʹ Κά-
λαβροι, δʹ Λουκανοί.
Chronicon Paschale, Chronicon paschale Σε. 63, γρ. 10
Μήδαβα, Βόστρα· Βαβυλῶνος Τερηδών.
Δʹ. Κλίματος τετάρτου Συρίας κοίλης Ἀντιόχεια, Ἄρκα,
Ἱεράπολις, Σελεύκεια, Ἀπάμεια, Ἔμισα, Σαμόσατα, Πάλ-
μυρα, Ἄραβες, Ἡλιούπολις, Δαμασκός, Ζεῦγμα· Ἀραβίας
Μεσοποταμίας Νίσιβι, Σελεύκεια· Βαβυλῶνος Βαβυλῶνα· Ἀς-
συρίας Νίνος, Ἄρβηλα, Κτησιφών· Σουσιανῆς Σοῦσα· Μη-
δίας Ἐκβάτανα, Ἀρσακία.
Εʹ. Κλίματος πέμπτου πόλεις ἐπίσημοι Ἰταλίας Νεάπολις,
Ῥώμη, Ποτίολοι· Σικελίας Μεσσήνη· Θρᾴκης Αἶνος, Φι-
λιππούπολις, Ἀδριανούπολις, Τραϊανούπολις, Ἄβδηρα, Προ-
κόνησος, Πείρινθος, Θάσος νῆσος, Σαμοθρᾴκη νῆσος, Χε-
ρόνησος, Κοῖλα, Σηστός· Μακεδονίας Δυράχιον, Θεσσαλο-
νίκη, Ἀμφίπολις, Ἡράκλεια, Ἔδεσα, Πέλλα, Φίλιπποι, Κα-
σάνδρεια, Λάρισσα, Ἀπολλωνιάς, Ἀδριανούπολις· Δαλμα-
τίας Ἐπίδαυρος· Ἑλλάδος Ἄργος· Βιθυνίας Νικομήδεια, Ἀπά-
μεια, Ἰουλιούπολις, Νίκαια· Ἀσίας μεγάλης Κύζικος, Ἀλε-
ξάνδρεια Τρῳάς, Λάμψακος, Πέργαμος, Σμύρνα, Τένεδος,
Ἔζαλοι, Ἄγκυρα, Σάρδη, Ἱεράπολις, Ἀπάμεια, Κιβύρα, Μι-
τυλήνη νῆσος, Χίος νῆσος· Γαλατίας Σινώπη, Πομπηιούπο-
λις, Ἀντιόχεια, Πισιδία, Ἄγκυρα, Γέρμια, Ταύνιον, Πισσι-
νοῦντα, Λύστρα· Παμφυλίας Ὕπαιπα· Καππαδοκίας
Joannes Cameniates Hist., De expugnatione Thessalonicae
Chapter 29, section 5, γρ. 2
κατά τινας τόπους ταῖς φάλαγξιν ἑαυτοὺς διελόμενοι, κατὰ δὲ τὰς διεξ-
όδους τῶν πυλῶν μᾶλλον συρρεύσαντες ὅλην ἐκίνουν τὴν καθ' ἡμῶν
78
αὐτῶν πανοπλίαν.
οἱ μὲν γὰρ αὐτῶν τοῖς τόξοις, ἕτεροι δὲ χειρο-
ποιήτῳ βροντῇ τῶν λίθων ἐκέχρηντο· ἄλλοι τοῖς πετροβόλοις ἐγκαθή-
μενοι τὰς ὑπερμεγέθεις ἐκείνας τῶν πετρῶν χαλάζας μετεωρίζοντες ἔπεμ-
πον.
καὶ πολυειδής τις ἦν ὁ καθ' ἡμῶν ἀπειλούμενος φόνος, καὶ παντα-
χόθεν προσπίπτων φοβερὰν ἐποίει τὴν πεῖραν τοῖς προστυγχάνουσι.
καὶ γὰρ κατὰ μόνης τῆς ῥηθείσης πύλης ἑπτὰ παρέστησαν πετροβόλους
πάντοθεν περιπεφραγμένους, οὓς διερχόμενοι τὴν Θάσον πρὸς τὴν
τοιαύτην χρείαν προπαρεσκεύασαν. καὶ μὴν ξυλοσυνθέτους τινὰς
κλίμακας ἀντικρὺ τούτων τῷ τείχει προσπελάσαντες ἀνιέναι δι' αὐτῶν
ἐπειρῶντο, τοῖς ἀπὸ τῶν πετροβόλων ἀφιεμένοις λίθοις τὸ ἀσφαλὲς
ἑαυτοῖς συντηρούμενοι·
Constantinus VII Porphyrogenitus Imperator Hist., De legationibus
Σε. 41, γρ. 6
Ἀχαιῶν ἔθνους εἰς τὴν Ῥόδον πρεσβευταὶ παρακαλοῦντες τὸν
δῆμον εἰς τὰς πρὸς τὸν Φίλιππον διαλύσεις. οἷς ἐπελθόντων ἐκ
τῆς Ῥώμης πρεσβευτῶν καὶ διαλεγομένων ὑπὲρ τοῦ μὴ ποεῖσθαι
διαλύσεις πρὸς Φίλιππον ἄνευ Ῥωμαίων, ἔδοξε προσέχειν τῷ
δήμῳ τοῖς Ῥωμαίοις καὶ στοχάζεσθαι τῆς τούτων φιλίας.
15. Ὅτι προχωρούσης τῷ Ἀντιόχῳ κατὰ νοῦν τῆς ἐπιβολῆς,
παρόντι ἐν Θρᾴκῃ τῷ Ἀντιόχῳ κατέπλευσαν εἰς Σηλυβρίαν οἱ περὶ
Λεύκιον [καὶ] Κορνήλιον. οὗτοι δ' ἦσαν παρὰ τῆς συγκλήτου πρέσβεις
ἐπὶ τὰς διαλύσεις ἐξαπεσταλμένοι τὰς Ἀντιόχου καὶ Πτολεμαίου.
κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἧκον καὶ τῶν δέκα Πόπλιος μὲν Λέντλος
ἐκ Βαργυλίων, Λεύκιος δὲ Τερέντιος καὶ Πόπλιος Ὁίλιος ἐκ Θάσου.
ταχὺ δὲ τῷ βασιλεῖ διασαφηθείσης τῆς τούτων παρουσίας, πάντες
ἐν ὀλίγαις ἡμέραις ἠθροίσθησαν εἰς τὴν Λυσιμαχίαν. συνεκύρησαν
δὲ καὶ οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν οἱ πρὸς τὸν Τίτον
ἀποσταλέντες εἰς τὸν καιρὸν τοῦτον. αἱ μὲν οὖν κατ' ἰδίαν ἐν-
τεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων τελέως ἦσαν ἀφελεῖς
καὶ φιλάνθρωποι· μετὰ δὲ ταῦτα γενομένης συνεδρίας κοινῆς ὑπὲρ
τῶν ὅλων ἀλλοιοτέραν ἔλαβε τὰ πράγματα διάθεσιν. ὁ γὰρ Λεύ-
κιος ὁ Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον ταττομένων
πόλεων, ὅσας νῦν εἴληφε κατὰ τὴν Ἀσίαν· παραχωρεῖν τὸν Ἀν-
τίοχον, τῶν δ' ὑπὸ Φίλιππον διεμαρτύρετο φιλοτίμως ἐξίστασθαι·
Constantinus VII Porphyrogenitus Imperator Hist., De legationibus
Σε. 234, γρ. 26
4. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα,
79
δι' ὧν ἔμελλε χειρίζεσθαι τὰ κατὰ τοὺς Ἕλληνας, κομίζοντες τὸ
τῆς συγκλήτου δόγμα τὸ περὶ τῆς πρὸς Φίλιππον εἰρήνης. ἦν
δὲ τὰ συνέχοντα τοῦ δόγματος ταῦτα· τοὺς μὲν ἄλλους Ἕλληνας
πάντας, τούς τε κατὰ τὴν Ἀσίαν καὶ κατὰ τὴν Εὐρώπην, ἐλευθέ-
ρους ὑπάρχειν καὶ νόμοις χρῆσθαι τοῖς ἰδίοις· τοὺς δὲ ταττομέ-
νους ὑπὸ Φίλιππον καὶ τὰς πόλεις τὰς ἐμφρούρους παραδοῦναι
Φίλιππον Ῥωμαίοις πρὸ τῆς τῶν Ἰσθμίων πανηγύρεως, Εὔρωμον
δὲ καὶ Πήδασα καὶ Βαργύλια καὶ τὴν Ἰασέων πόλιν, ὁμοίως Ἄβυδον
Θάσον Μύριναν Πέρινθον, ἐλευθέρας ἀφεῖναι τὰς φρουρὰς ἐξ
αὐτῶν μεταστησάμενον· περὶ δὲ τῆς τῶν Κιανῶν ἐλευθερώσεως
Τίτον γράψαι πρὸς Προυσίαν κατὰ τὸ δόγμα τῆς συγκλήτου· τὰ
δ' αἰχμάλωτα καὶ τοὺς αὐτομόλους ἅπαντας ἀποκαταστῆσαι Φί-
λιππον Ῥωμαίοις ἐν τοῖς αὐτοῖς χρόνοις, ὁμοίως δὲ καὶ τὰς κατα-
φράκτους ναῦς πλὴν πέντε σκαφῶν καὶ τῆς ἑκκαιδεκήρους· δοῦναι
δὲ καὶ χίλια τάλαντα, τούτων τὰ μὲν ἡμίση παραυτίκα, τὰ δ'
ἡμίση κατὰ φόρους ἐν ἔτεσι δέκα.
Constantinus VII Porphyrogenitus Imperator Hist., De legationibus
Σε. 238, γρ. 16
συμπολιτείᾳ. Κόρινθον δὲ καὶ τὴν Τριφυλίαν ** ἔτι δὲ τὴν
Ἐρετριέων πόλιν ἐδόκει μὲν τοῖς πλείοσιν Εὐμένει δοῦναι· Τίτου
δὲ πρὸς τὸ συνέδριον διαστείλαντος οὐκ ἐκυρώθη τὸ διαβούλιον,
διὸ καὶ μετά τινα χρόνον ἠλευθερώθησαν αἱ πόλεις αὗται διὰ τῆς
συγκλήτου καὶ σὺν ταύταις Κάρυστος. ἔδωκαν δὲ καὶ Πλευράτῳ
Λυχνίδα καὶ Πάρθον, οὔσας μὲν Ἰλλυρίδας, ὑπὸ Φίλιππον δὲ
ταττομένας. Ἀμυνάνδρῳ δὲ συνεχώρησαν, ὅσα παρεσπάσατο κατὰ
πόλεμον ἐρύματα τοῦ Φιλίππου, κρατεῖν τούτων.
Ταῦτα δὲ διοικήσαντες ἐμέρισαν σφᾶς αὐτούς, καὶ Πόπλιος
μὲν Λέντλος εἰς Βαργύλια πλεύσας ἠλευθέρωσε τούτους, Λεύκιος
δὲ Στερέννιος εἰς Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ
Θρᾴκης πόλεις ἐποίησε τὸ παραπλήσιον. πρὸς δὲ τὸν Ἀντίοχον
ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος Τερέντιος, οἱ δὲ περὶ
Γνάιον τὸν Κορνήλιον πρὸς τὸν βασιλέα Φίλιππον. ᾧ καὶ συμ-
μίξαντες πρὸς τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν
ὑπὲρ ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ πρεσβευτὰς
πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας, ἵνα μὴ δοκῇ τοῖς καιροῖς
ἐφεδρεύων ἀποκαραδοκεῖν τὴν Ἀντιόχου παρουσίαν. τοῦ δὲ βασι-
λέως συγκαταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπ' ἐκείνου
χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύνοδον, καὶ παρελθόντες
εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μεῖναι
80
Constantinus VII Porphyrogenitus Imperator Hist., De thematibus
Asia-Europe Europ, chapter 1, γρ. 57
Ἐπαρχία Θρᾴκης, ἤγουν Εὐρώπης· ὑπὸ κονσιλαρίων, τουτέστι
βουλευτῶν, πόλεις ιδʹ· Εὐδοξιούπολις, Ἡράκλεια, Ἀρκαδιούπολις, Βιζύη,
Πάνιον, Ὄρνοι, Γάνος, Καλλίπολις, Μήριζος, Σαλτική, Σαύαδα, Ἀφροδι-
σία, Ἄπρος, Κοιλία.
Ἐπαρχία Ῥοδόπης· ὑπὸ τὸν αὐτόν, πόλεις ζʹ· Παρθικόπολις, Ἡρά-
κλεια Στρύμνου, Αἶνος, Μαξιμιανούπολις, Σέρραι, Φίλιπποι,
Τραϊανούπολις.
Ἐπαρχία Ἡμιμόντου· ὑφ' ἡγεμόνα, πόλεις ε[ξ]ʹ· Ἀδριανούπολις,
Ἀγχίαλος, Δεβελτός, Πλουτινούπολις, Τζόϊδα.
Ἐπαρχία Θρᾴκης· ὑπὸ κονσιλάριον, πόλεις εʹ· κλίμα Μεστικὸν καὶ
Ἀκόντισμα, Φιλιππούπολις, Βερόη, νῆσος Θάσος, νῆσος Σαμοθρᾴκη.
Ἐπαρχία [Μυσίας] Σκυθίας· ὑφ' ἡγεμόνα, πόλεις ιεʹ· Τόμις, Διονυ-
σόπολις, Ἄκραι, Καλλάτις, Ἴστρος, Κωνσταντιανά, Ζέλπα, Τρόπαιος,
Ἀξιούπολις, Καπίδαβα, Κάρσος, Τρόσμις, Νοβιόδουνος, Αἴγισσος,
Ἁλμυρίς.
Ἕως ὧδε τὸ τῆς Θρᾴκης θέμα κατὰ τὸν Ἱεροκλέους Συνέκδημον, καὶ
μετὰ ταῦτα τὸ τῆς Μακεδονίας θέμα, ὃ ὑπὸ τὸ Ἰλλυρικὸν καὶ τὴν ἐκεῖσε
τοποθεσίαν τέτακται· ἄρχεται οὖν οὕτως· ***
Georgius Syncellus Chronogr., Ecloga chronographica Σε. 53, γρ. 8
παρεκτείνουσα μέχρι Κορκυρίνης, Μαρμαρὶς καὶ τὰ περὶ αὐτὴν πάντα,
Σύρτις ἔχουσα ἔθνη τρία, Νασαμῶνας, Μάκας, Ταυταμαίους. Λιβύη
ἀπὸ Λέπτεως παρεκτείνουσα μέχρι μικρᾶς Σύρτεως, Νουμιδία,
Μασσου-
ρίς, Μαυριτανία ἡ καὶ Ἀφρική, παρεκτείνουσα μέχρι Ἡρακλεωτικῶν
στη-
λῶν κατέναντι Γαδείρων. ἔχει δὲ ἐν τοῖς κατὰ βορρᾶν τὰ πρὸς θάλασσαν
Κιλικίαν, Παμφυλίαν, Πισσιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν,
Καββαλ-
λίαν, Λυκίαν, Λυδίαν, Καρίαν, Τρωάδα, Αἰολίαν, Βιθυνίαν, τὴν ἀρχαίαν
Φρυγίαν. ἔχει δὲ νήσους ἐπισήμους τρεῖς Σαρδώ, Κρήτην, Κύπρον, ἐπι-
κοίνους δὲ Κόρσουλαν, Λαμπαδοῦσαν, Γαῦδον, Μελίτην, Κουροῦναν,
Μῆ-
νιν, Γαλάτην, Γορσύνην, Κρήτην, Γαυλορίδην, Θήραν, Κάρπαθον, Ἀστυ-
πάλαιαν, Χίον, Λέσβον, Τένεδον, Ἴμβρον, Θάσον, Σάμον, Κνίδον,
Κῶον,
Νίσυρον· ποταμὸν δὲ Γηὼν τὸν καὶ Νεῖλον, ὃς καὶ κυκλοῖ Αἴγυπτον καὶ
81
Αἰθιοπίαν. καὶ διορίζει μεταξὺ τοῦ Χὰμ καὶ Ἰάφεθ τὸ στόμα τῆς ἑσπε-
ρίας θαλάσσης τὰ ἐπίκοινα τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ.
Georgius Syncellus Chronogr., Ecloga chronographica Σε. 185, γρ. 14
θυγατρὸς Σεμέλης υἱὸς ὁ Διόνυσος ἐκ μοιχείας, ὃν Ἕλληνες Διός φασι
μυθικῶς.
Κατὰ τούτους Λίνος καὶ Ἀμφίων καὶ Ζῆθος λυρικοὶ Θηβαῖοι καὶ μους-
ουργοὶ ἐγνωρίζοντο, ὥς τινες· ἄλλοι δὲ μετὰ ταῦτα.
Φοῖνιξ Τυρίοις ἐβασίλευσε. Μίνως Κρήτης ἐβασίλευσεν ὁ Εὐρώπης.
Ῥαδάμανθυς καὶ Σαρπηδὼν Λυκίων ἦρχον.
Ἀμφίων καὶ Ζῆθος Θηβαίων ἑπταπύλων ἐβασίλευον. Δαρδανίας
Ἐριχθόνιος Δαρδάνου ἐβασίλευσεν.
Εὐρώπης ἁρπαγή. Ἁρμονία ἡρπάγη ὑπὸ Κάδμου.
Οἱ Ἰδαῖοι Δάκτυλοι λεγόμενοι, οἱ σίδηρον εὑρόντες, κατὰ τούτους ἦσαν.
Μῆλος καὶ Θάσος καὶ Ἀλκισθὴ ἐκτίσθησαν καὶ Πάφος.
Βιθυνία ἐκτίσθη ὑπὸ Φοίνικος, ἡ πρὶν Μαριανδηνὴ καλουμένη.
Ἐφύρα ἡ νῦν Κόρινθος ὑπὸ Σισύφου ᾠκίσθη.
Κόρης ἁρπαγὴ Περσεφόνης ὑπὸ Ἀιδωνέως τοῦ Μολοσσῶν βασιλέως,
ὃς εἶχε κύνα παμμεγέθη τὸν λεγόμενον Κέρβερον, ᾧ τὸν Πειρίθουν ὕστε-
ρον διεχρήσατο παραγενόμενον ἐφ' ἁρπαγῇ τῆς γυναικὸς ἅμα Θησεῖ. Θη-
σέα δὲ παρατυχὼν Ἡρακλῆς ἐρρύσατο μέλλοντα συνδιαφθείρεσθαι τῷ
Πειρίθῳ. διὰ δὲ τὸ τοῦ κινδύνου προῦπτον ἐξ Ἅιδου νομίζεται Θησεὺς
ἀνεληλυθέναι, ὡς Φιλόχορος ἱστορεῖ ἐν Ἀτθίδος δευτέρῳ.
Ἐλευσῖνος πόλεως Κελεὸς ἐβασίλευσε, καθ' ὃν Τριπτόλεμος ἦν, ὅν φη-
σιν ὁ Φιλόχορος μακρῷ πλοίῳ προσβαλόντα ταῖς πόλεσι τὸν σῖτον
διδόναι,
Georgius Syncellus Chronogr., Ecloga chronographica Σε. 338, γρ. 3
Ἀντίοχος γέροντα Ἀθηναῖον, καταναγκάζοντα τὸ ἔθνος ἑλληνίζειν καὶ
πᾶσαν τὴν κατὰ νόμον ἀποπαῦσαι λατρείαν· καὶ ἐν τῷ ναῷ Διὸς Ὀλυμ-
πίου στησάμενος ἄγαλμα τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς Χασελεῦ, ἔτει κατὰ τὸν
Ἰώσηππον ρμεʹ, ἐν δὲ Σαμαρείᾳ Διὸς ξενίου, τά τε βιβλία τοῦ νόμου
κατα-
σχίζειν προσέταξε καὶ ἐμπιπρᾶν, τοὺς δὲ περιτεμνομένους θανατοῦν, καὶ
τὰ νεκρὰ τῶν βρεφῶν κρεμᾶν ἐκ τῶν τραχήλων τῶν μητέρων, καὶ πολλοὶ
ἐξ Ἱερουσαλὴμ ἀπέθανον ὑπὲρ τῶν πατρίων νομίμων.
Τότε Ματθίας τις ἱερεὺς τῶν υἱῶν Ἰωαρείμ, υἱὸς Ἰωάννου τοῦ Συμεών,
ἐξελθὼν ἀπὸ Ἱερουσαλὴμ ἐκάθισεν ἐν Μωδεείν, καὶ αὐτῷ υἱοὶ εʹ,
Ἰωάννης
ὁ ἐπιλεγόμενος Γάδδης, Σίμων ὁ καλούμενος Θάσος, Ἰούδας ὁ
82
καλούμενος Μακκαβαῖος, Ἐλεάζαρος ὁ καλούμενος Ἀβαράν, Ἰωνάθας ὁ
καὶ Σαπφοῦς.
οὗτος ἐθρήνει τὴν πόλιν καὶ τὸ σύντριμμα τοῦ γένους σὺν τοῖς υἱοῖς,
περι-
θέμενος σάκκους, ἐλθόντα δὲ τὸν παρὰ τοῦ βασιλέως καταναγκάζοντα
θύειν τοῖς εἰδώλοις, ὡς εἶδε τινὰ προσελθόντα Ἰουδαῖον ἐπὶ τὸν βωμὸν ἐν
Μωδεεὶν τῇ πόλει, δραμὼν ἔσφαξεν αὐτὸν καὶ τὸν ἄνδρα τὸν παρὰ τοῦ
Ἀντιόχου ἀναγκάζοντα θύειν, ὡς Φινεὲς τὸν Ζαμβρὶ υἱὸν Σαλὼμ καὶ τὴν
Μαδιανῖτιν. καὶ ἐξῆλθε φεύγων σὺν τοῖς υἱοῖς καὶ ἄλλοις ὁμογνώμοσι
πλείστοις εἰς τὴν ἔρημον. οἷς ἐπιπέμψας ὁ βασιλεὺς στράτευμα ἐν ἡμέρᾳ
σαββάτου ἀνεῖλεν αὐτῶν ἀμφὶ τοὺς ͵α. Ματθίας δὲ βουλευσάμενος σὺν
τοῖς φίλοις ἔγνω καλὸν εἶναι πολεμεῖν ὑπὲρ τῶν νομίμων ἐν σάββασι.
Pseudo-Zonaras Lexicogr., Lexicon gamma, σε. 415, γρ. 26
ρὰ τὸν κλείσω μέλλοντα γίνεται κλεινός· καὶ
ἐν συνθέσει γαλαθηνός.]
Γαλεὸς καὶ γαλεώτης. ὁ ἀσκαλαβώτης.
Γαλαξίας. τὸ ἐν τῷ οὐρανῷ φῶς κατὰ τὴν
νύκτα, ὅπερ ἔστιν ἀνάκλασις φωτὸς ἡλιακοῦ,
μὴ καταλαμπομένων τῶν ἀστέρων.
Γάλλοι. οἱ ἀπόκοποι, οἱ εὐνοῦχοι.
Γαλαάδ. ἀποκάλυψις ἑρμηνεύεται.
Γαληψός. ὄνομα κύριον, καὶ πόλις τῆς Θρᾴ-
κης, ἀπὸ Γαλήψου τοῦ ἐκ Θάσου. τὰ εἰς ψος
ὑπὲρ δύο συλλαβῶν ὀξύνονται, οἷον· σκινδαψός·
[χεραψός·] λυκαψός· γαληψός. ὁ πολίτης Γα-
λήψιος.
Laonicus Chalcocondyles Hist., Historiae Τομ. 2, σε. 225, γρ. 13
ἀποθανόντος τοῦ Παλαμήδου καὶ τοῦ παιδὸς αὐτοῦ Ντορίου
τὴν πόλιν παραλαβόντος, ἐπελάσας ὁ βασιλεὺς εἷλέ τε τὴν
Αἶνον, προσχωρησάντων αὐτῷ τῶν ἐν τῇ πόλει αὐτίκα. ἔπεμπέ
τε Ἰονούζην τὸν τῆς Καλλιουπόλεως ὕπαρχον, παραληψόμενος
τὰς νήσους. ἡ μὲν Ἴμβρος αὐτίκα προσεχώρησε καὶ ἡ Λῆμνος
καὶ φρουρὰ βασιλέως ἀφίκετο ἐς τὰς νήσους. μετὰ δὲ πυθόμενοι
οἱ Τοῦρκοι τὸν ἀπὸ τῆς Ἰταλίας στόλον ἅμα τῷ καρδινάλει
ἀφικόμενον, προσδόκιμον δὲ καὶ ἄλλον ἀφίξεσθαι ἀπὸ Ἰταλίας,
ἡ μὲν φρουρὰ ἀνεχώρησε, Τοῦρκοι δὲ ἄνδρες ἐπετρόπευον τὰς
νήσους. Λῆμνος μέν, ὡς ἐπέπλευσε σφίσιν ὁ στόλος, προσεχώ-
83
ρησε, καὶ ἡ Ἴμβρος ἐποίει παραπλησίως, καὶ ἡ Θάσος ἔτι καὶ
Σαμοθρᾴκη. οὐ πολλῷ δὲ ὕστερον οἰχομένου τοῦ στόλου ἐς
Ῥόδον, Ἰσμαήλης ὕπαρχος καταστὰς ὑπὸ βασιλέως ἄρτι, ἐπι-
πλεύσας τήν τε Ἴμβρον καὶ Λῆμνον παρεστήσατο, καὶ τοὺς ἐν
αὐτῇ ἄνδρας τῶν Ἰταλῶν συλλαβὼν ἀπέπεμψεν ὡς βασιλέα.
οὗτοι μὲν οὖν ὡς ἀπήχθησαν, διεχρήσατο πάντας βασιλεύς,
διατρίβων ἐν Φιλιπποπόλει· ὑπεξεχώρει γὰρ ἐκ τῶν βασιλείων
διὰ τὸν λοιμὸν τότε ἐπιγινόμενον μέγαν. Θάσος δὲ καὶ Σαμο-
θρᾴκη οὐ προσεχώρησαν, ἀγνωμοσύνῃ χρησάμεναι. καὶ ὡς οὐ
πολλῷ ὕστερον Ζάγανος ἀπήλλαξέ τε Ἰσμαήλην καὶ κατέστη ἐς
Laonicus Chalcocondyles Hist., Historiae Τομ. 2, σε. 225, γρ. 20
ἡ μὲν φρουρὰ ἀνεχώρησε, Τοῦρκοι δὲ ἄνδρες ἐπετρόπευον τὰς
νήσους. Λῆμνος μέν, ὡς ἐπέπλευσε σφίσιν ὁ στόλος, προσεχώ-
ρησε, καὶ ἡ Ἴμβρος ἐποίει παραπλησίως, καὶ ἡ Θάσος ἔτι καὶ
Σαμοθρᾴκη. οὐ πολλῷ δὲ ὕστερον οἰχομένου τοῦ στόλου ἐς
Ῥόδον, Ἰσμαήλης ὕπαρχος καταστὰς ὑπὸ βασιλέως ἄρτι, ἐπι-
πλεύσας τήν τε Ἴμβρον καὶ Λῆμνον παρεστήσατο, καὶ τοὺς ἐν
αὐτῇ ἄνδρας τῶν Ἰταλῶν συλλαβὼν ἀπέπεμψεν ὡς βασιλέα.
οὗτοι μὲν οὖν ὡς ἀπήχθησαν, διεχρήσατο πάντας βασιλεύς,
διατρίβων ἐν Φιλιπποπόλει· ὑπεξεχώρει γὰρ ἐκ τῶν βασιλείων
διὰ τὸν λοιμὸν τότε ἐπιγινόμενον μέγαν. Θάσος δὲ καὶ Σαμοθρᾴκη οὐ
προσεχώρησαν, ἀγνωμοσύνῃ χρησάμεναι. καὶ ὡς οὐ
πολλῷ ὕστερον Ζάγανος ἀπήλλαξέ τε Ἰσμαήλην καὶ κατέστη ἐς
τὴν Καλλιουπόλεως ἀρχήν, ἐπιπλεύσας Σαμοθρᾴκην τε καὶ
Θάσον ἐξελὼν ἠνδραποδίσατο. καὶ τούτους μὲν κατῴκισε βασι-
λεὺς ἐς τὸ Βυζάντιον· τὰς δὲ νήσους, καὶ ὅσοι ἐς τὰ ἄκρα
τῶν ὀρέων διέφυγον μὴ ἀνδραποδισθῶσι .....
Ἀσάνης δὲ λαβὼν τὸν στρατὸν ὡς ἐσέβαλεν ἐς τὴν Πελοπόν-
νησον, καὶ Θωμᾶν περὶ Λεοντάριον ἐτρέψατό τε ὁ στρατός, καὶ
συνελάσας ἐπολιόρκησε μὲν ἐπὶ βραχύ, πιεζόμενος δὲ ἀνεχώρει,
αὖθις ἀνῄει παρὰ βασιλέα, ἐπικουρίας δεόμενος. ξυνηνέχθη δὲ
Georgius Pachymeres Hist., Συγγραφικαὶ ἱστορίαι (libri vii de
Andronico Palaeologo) Σε. 638, γρ. 10
μᾶλλον παρώτρυνον, ὥστε καὶ Νικαίᾳ προσβάλλοντα ἐκσπᾶν
μὲν ἀμπελῶνας, ἀφανίζειν δὲ λήϊα, καὶ τέλος προσβαλεῖν Τρι-
κοκκίᾳ τῷ τῶν Νικαιέων ἐπιτειχίσματι, καὶ περικαθίσαντα σὺν
πλήθει παντὶ τῷ περὶ αὐτὸν τῶν Περσῶν πολλὰ μὲν παθεῖν ἐξ
ἐκείνων ἀρειμανίων ὄντων καὶ μᾶλλον ῥυτήρων τόξων ἀρχῆθεν,
84
τέλος δὲ τοὺς τάφρους, οἷς ἐθάρρουν, σταυροῖς ἀναχώσαντα καὶ
πέτραις καὶ δένδροις καὶ χώμασιν αὐτοὺς παραστήσασθαι, καὶ
φόνον μὲν πολὺν ἐξεργάσασθαι, ἑαυτῷ δὲ τὰ πιστὰ δοῦναι, ὥς
γε ἐῴκει, πρὸς τὴν τῶν Τοχάρων, εἰ ἐπιστῶσιν, ἐπίθεσιν.
Θέρους δὲ ἦν ἀκμή, καὶ αἱ μὲν τοῦ βασιλέως νῆες περί
που δέκα μετὰ τοῦ ἐπὶ τοῦ στρατοῦ Μαρούλη πρὸς Θάσον ἐξα-
πεστέλλοντο. καὶ γὰρ ἐπιστὰς τῇ νήσῳ δυσὶ ναυσὶ πρότερον ὁ
τοῦ Μανουὴλ Ζαχαρίου πιστοτάτου τῇ βασιλείᾳ θείου ἀνεψιὸς
ἀπιστότατος, καὶ πειρατοῦ τρόπον ἐπιχειρήσας, αἱρεῖ τὸ φρού-
ριον. ὃ δὴ καὶ ἀνακτίσας ὡς ἐχυρῷ ἐχρᾶτο φρουρίῳ, καὶ ἀπὼν
διὰ τῶν οἰκείων κατεῖχε. καὶ διὰ ταῦτα βασιλεὺς ἐξαποστείλας
τὸν ἐπὶ τοῦ στρατοῦ σὺν ναυσί, προηγούμενον μὲν αὐτοῖς τὴν
ἐπὶ τὴν νῆσον προσεδρίαν ἐπανετίθετο, ἐφ' ᾧ καὶ τὸ φρούριον
παραστήσαιντο, ἐπέσκηπτε δὲ πολυωρεῖν καὶ πρὸς Αἶνον διὰ τοὺς
Ἀμογαβάρους, ἐπεὶ καὶ οἱ περὶ τὸν Τζιμῆν, ὡς ἐλέγομεν, ἐπὶ
τὴν Αἶνον γενόμενοι ἐπολιόρκουν καὶ ἐνεργέστερον ἐπεχείρουν,
Georgius Sphrantzes Hist., Chronicon sive Minus [Sp.] Chapter 4,
section 1, γρ. 2
καὶ τοῦ θανάτου τοῦ Μωσῆ· ἔτι δὲ καὶ τοῦ δευτέρου υἱοῦ τοῦ ἁγίου τοῦ
βασιλέως κὺρ Μανουήλ, Κωνσταντίνου τὸν θάνατον ἐν τῇ Μονεμβασίᾳ,
ἀλλὰ δὴ καὶ δύο θυγατέρων αὐτοῦ· καὶ τῆς γεννήσεως εἰς τὴν Πόλιν τοῦ
αὐθεντοπούλου κὺρ Μιχαὴλ καὶ τοῦ θανάτου αὐτοῦ ὑπὸ λοιμώδους
νοσή-
ματος καὶ τοῦ θανάτου ὁμοίως τοῦ τζαλαπῆ κὺρ Δημητρίου· καὶ τῆς γεν-
νήσεως τοῦ αὐθεντοπούλου κὺρ Δημητρίου καὶ τοῦ αὐθεντοπούλου κὺρ
Θωμᾶ· καὶ ἄλλων τινῶν μερικῶν ἀναγκαίων. Ταῦτα δὴ πάντα διὰ τὸ τῆς
ἡλικίας μου ἀτελὲς πάντη, οὐ καλῶς εἰδότος μου καὶ ἀκριβῶς, ἐν ᾧ δὴ
χρόνῳ καὶ μηνὶ ἐγένοντο καὶ πῶς, σιωπῇ παραλείπω.
Τὸν δὲ Ἰούλιον μῆνα τοῦ κα-ου ἔτους ἐξελθὼν ἀπὸ τῆς Πό-
λεως ἀπῆλθεν εἰς τὴν νῆσον Θάσον ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ καὶ
ἀπῆρεν αὐτὴν τὸν Σεπτέβριον τοῦ κβ-ου ἔτους. Εἶτ' ἀπ' ἐκεῖ ἀπῆλθεν εἰς
τὴν ΘεσσαλοΝίκην καὶ εἰς τὸν Μορέαν καὶ ἔκτισε τὸ Ἑξαμίλιον.
Τῷ κβ-ῳ ἔτει Μαρτίῳ γὰρ ἔσωσεν ἐν τῷ λιμένι τῶν Κεχρεῶν
ὀνομαζομένῳ. Καὶ τῇ η-ῃ τοῦ Ἀπριλίου μηνὸς ἤρξατο ἀνακαθαίρειν καὶ
ἀνοικοδομεῖν αὐτὸ δὴ τὸ Ἑξαμίλιον, ὅπερ ἔνι τὸ μῆκος οὐργιὲς ͵γωʹ.
Ἀνέστησε δὲ πύργους ἐπ' αὐτῷ ρνγʹ. Εὑρέθησαν καὶ γράμματα ἐν μαρ-
μάρῳ λέγοντα οὕτως· «Φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ,
φυλάξῃ τὸν αὐτοκράτορα Ἰουστινιανὸν καὶ τὸν πιστὸν αὐτοῦ δοῦλον
Βικτωρῖνον καὶ πάντας τοὺς ἐν τῇ Ἑλλάδι οἰκοῦντας τοὺς ἐκ θεοῦ ζῶν-
τας.»
85
Ducas Hist., Historia Turcobyzantina Chapter 44, section 2, γρ. 16
ἀτάφους πολλοὺς ῥίπτεσθαι ἐν ταῖς τριόδοις, μαθόντες οὖν, ὅτι ὁ ἡγεμὼν
ἐν τῇ
Φιλιππουπόλει διάγει, καὶ ἡμεῖς ἐν αὐτῇ εὑρόντες δὲ τὸν ἡγεμόνα πρὸ
δύο ἡμέ-
ρας ἀπάραντα, ἦν γὰρ καὶ ἐκεῖ τὸ δεινὸν τῆς νόσου, καὶ πρὸς τὰ τῆς
Σοφίας
μέρη στρατεύοντα, καὶ ἡμεῖς ἀπὸ Φιλίππου ἀπάραντες καὶ ὄρη δύσβατα
διαβάν-
τες, τῇ τρίτῃ ἡμέρᾳ ἤλθομεν εἴς τινα κώμην Βουλγάρων Ἰζλατὴ
καλουμένην
Ἐκεῖ καὶ τὸ στρατόπεδον σὺν τῷ τυράννῳ κατουνεῦον ἦν. Ἐλθόντες δὲ
καὶ σὺν
δώροις πλείστοις ἐμφανισθέντες τοῖς πατρικίοις, τῷ τε Μαχμούτ-πασια
καὶ τῷ
Σεητῆ Ἀχμάτ-πασια, τῇ ἐπαύριον τῷ ἡγεμόνι ἐμφανεῖς γεγόναμεν· καὶ
ἀσπα-
σάμενος ὁ Μιτυλήνης ἡγεμὼν τὴν τοῦ τυράννου χεῖρα, ἐξήλθαμεν. Τῇ
ἐπαύριον
δὲ διὰ τῶν πατρικίων μήνυμα ἐγεγόνει πρὸς τὸν ἡμέτερον ἡγεμόνα παρὰ
τοῦ
τυράννου, ὡς ὅτι τὴν νῆσον Θάσον βούλεται καὶ αἰτεῖ ταύτην παρ' αὐτοῦ
τοῦ
δωρήσασθαι. Ὁ δὲ Λέσβου μὴ ἔχων τί τοῦ ἀντειπεῖν ἢ λαλῆσαι, τὴν
νῆσον ἐδω-
ρήσατο. Τῇ δὲ ἐπιούσῃ ἄλλο μήνυμα, ὅτι τοὺς φόρους, οὓς κατ' ἔτος
ἐλάμβανε,
βούλεται διπλασιάσαι. Ὁ δὲ ἡγεμὼν τῆς Μιτυλήνης ἐν τούτῳ
δυσφορήσας ἀπε-
λογήσατο, ὅτι· “Εἰ καὶ τὴν Λέσβον ὅλην βούλεται λαβεῖν, ὑπὸ τὴν αὐτοῦ
ἐξου-
σίαν ἐστίν· πλὴν ὃ αἰτεῖ, ὑπὲρ τὴν ἐμὴν δύναμίν ἐστιν. Πλὴν δέομαι,
κύριοί μου,
τοῦ δοῦναί μοι χεῖρα βοηθείας.” – Τότε οἱ μεσάζοντες παρακαλέσαντες
τὸν
τύραννον, ἐπρόσθηκεν ἕτερα χίλια νομίσματα καὶ οὐ πλέον· ἦν γὰρ κατ'
ἔτος
πληροῦν τρισχίλια νομίσματα, ἐγένοντο δὲ τετρακισχίλια. Τότε ἐνέδυσαν
αὐτὸν
χρυσοΰφαντον στολὴν καὶ ἡμᾶς σηρικὰ καί. ἐγγράφους ὁρκωμοσίας
86
ποιήσαντες,
ἐξήλθομεν καὶ δι' ἡμερῶν τρισκαίδεκα ἐν τῇ νήσῳ Λέσβῳ κατηντήσαμεν,
Ducas Hist., Historia Turcobyzantina Chapter 45, section 8, γρ. 5
Ἐν δὲ τῷ Αὐγούστῳ μηνὶ ἐπέμφθην ἐγὼ φέρων τὸ κατ' ἔτος διδόμενον
τέλος παρὰ τοῦ ἡγεμόνος Λέσβου. Δοὺς δ' αὐτὸ καὶ ζητήσας τοὺς οὓς οἱ
Λήμνιοι
παρέδοσαν ὡς ἀπίστους, οὐκ ἠθέλησε δοῦναι, ἀλλὰ μᾶλλον ἐκέλευσε τὰς
κεφαλὰς
αὐτῶν ἀποτμηθῆναι· ἦσαν γὰρ ἐν Ἀδριανουπόλει ἔγκλειστοι. Ὡς δὲ
ἀπήγαγον
αὐτοὺς εἰς τὸν τόπον τῆς σφαγῆς, μεταμεληθεὶς ὁ τύραννος ἐκέλευσε
πραθῆναι
τούτους· καὶ ἠγοράσθησαν εἰς νομίσματα χίλια.
Ἐν δὲ τῷ ἑξακισχιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ πέμπτῳ ἔτει ἤλθασιν
ἐκ τῆς Ῥώμης τριήρεις ἕνδεκα, ἔχοντες ἀρχηγὸν πατριάρχην τῆς
Ἀκουιλίας,
πεμφθεῖσαι παρὰ τοῦ πάπα Καλλίστου εἰς βοήθειαν τῶν νήσων τῶν
πλησιαζόντων
τοῖς Τούρκοις, οἷον Ῥόδον, Χίον, Λέσβον, Λῆμνον, Ἴμβρον,
Σαμοθρᾴκην καὶ Θάσον. Κατήντησαν οὖν ἐν Ῥόδῳ ὡς ὑπὸ τὸν πάπαν
τελοῦσαν καὶ φόρους μὴ θελήσα-
σαν δοῦναι τοῖς Τούρκοις. Ἀπὸ δὲ Ῥόδου ἀπάραντες ἤλθασιν ἐν Χίῳ,
αἰτοῦντες τοῦ
μὴ δοῦναι φόρους τοῖς Τούρκοις, ἀλλὰ μάχην μᾶλλον ἑλέσθαι. Οἱ δὲ οὐκ
ἐπείσθησαν·
ὁμοίως καὶ ἐν Λέσβῳ καὶ αὐτοὶ τὰ ὅμοια. Ἀπὸ δὲ Λέσβου ἀθροισθέντα
τοῦ πάπα,
τῶν Κατελάνων καὶ ἑτέρων λῃστρικῶν πλοίων, τὸν ἀριθμὸν ἕως μα,
ἀπῄεσαν ἐν τῇ
Λήμνῳ καὶ παραλαβόντες τὴν νῆσον ἤλθασιν ἐν Σαμοθρᾴκῃ· καὶ
λαβόντες καὶ ταύ-
την εἰς Θάσον ἐγένοντο. Καὶ φύλακας ἐνθέντες ἐν ταῖς νήσοις καὶ καλῶς
ἀσφα-
λίσαντες εἰς Ῥόδον ὑπέστρεψαν. Τότε ὁ τύραννος μαθὼν τὰ γενόμενα,
τὴν πᾶ-
σαν αἰτίαν τῷ ἡγεμόνι τῆς Λέσβου κατέγραψεν· καὶ δὴ μάχην κρατερὰν
ἐνστήσας
κατ' αὐτοῦ, στόλον ἀπαρτίζει βαρὺν καὶ τῷ Αὐγούστῳ μηνὶ πέμπει
τοῦτον ἐν
Λέσβῳ, ἔχων ἀρχηγὸν τὸν Ἰσμαήλ. Καὶ δὴ εἰς Μέθυμναν ἐλθὼν καὶ
πολλὰς
87
Michael Critobulus Hist., Historiae Book 1, chapter 75, section 1, γρ. 4
ἄφιξις τῆς πρεσβείας, ἣν ἔπεμψε Κριτόβουλος ἐνδιδοὺς
τὰς νήσους τῷ βασιλεῖ, Ἴμβρον καὶ Λῆμνον
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις ἀφικνεῖται καὶ παρὰ τῶν νήσων
πρεσβεία τῷ βασιλεῖ, ἣν ἔπεμψε Κριτόβουλος ὁ Ἰμβριώτης ὁ καὶ τάδε
ξυγγράψας, ἐνδιδοῦσα τὰς ἐν τῷ Αἰγαίῳ νήσους αὐτῷ, Ἴμβρον καὶ
Λῆμνον καὶ Θάσον, κατηκόους οὔσας πρότερον τῷ βασιλεῖ Κωνσταν-
τίνῳ. οἱ γὰρ ἐν αὐταῖς παρ' αὐτοῦ σταλέντες ἄρχοντες πρότερον
μαθόντες τήν τε τῆς Πόλεως ἅλωσιν καὶ τὸν αὐτοῦ θάνατον ἀπογνόντες
τοῖς ὅλοις εὐθὺς ᾤχοντο φεύγοντες, οἱ μέν, οἱ Λήμνιοι, μετὰ τῶν
Ἰταλικῶν τριήρεων καταχθεισῶν ἐν ἄκρᾳ τῆς Λήμνου ἐν τῇ φυγῇ τῇ
ἀπὸ τῆς Πόλεως καὶ ὑποστροφῇ, οἱ δὲ ἐν τῇ Ἴμβρῳ μετὰ τῶν ὁλκάδων
καταχθεισῶν καὶ αὐτῶν ἐν τῷ Κεφάλῳ λεγομένῳ, ἄκρᾳ τῆς Ἴμβρου.
οἱ δὲ ἐν ταῖς νήσοις ἰδόντες τε τὸν δρασμὸν τῶν ἀρχόντων καὶ
δεδιότες τὴν ἔφοδον τοῦ βασιλέως στόλου, μήποτε ἐπιπλεύσῃ αὐτοῖς
(ἤδη γὰρ ἐπυνθάνοντο ὑποστρέφοντα τοῦτον ἐν Καλλιουπόλει) δρα-
σμὸν ἐβουλεύοντο· καὶ μέντοι γε καὶ ἀπέδρων τῶν Λημνίων ἐγγύς που
Michael Critobulus Hist., Historiae Book 1, chapter 75, section 4, γρ. 4
παράδοσις τῶν νήσων παρὰ τοῦ βασιλέως πρὸς τοὺς ἡγεμόνας
Αἴνου καὶ Μιτυλήνης, Παλαμήδην τε καὶ Δωριέα
βασιλεὺς δὲ δέχεται τούτους ἡμέρως καὶ παρέχει τὰ αἰτηθέντα
καὶ δωρεῖται τὰς νήσους, καθὼς ἦσαν ἐν τῷ τοῦ βασιλέως καιρῷ τε-
ταγμέναι, Ἴμβρον μὲν Παλαμήδῃ τῷ τῆς Αἴνου ἐπάρχοντι, Λῆμνον
δὲ καὶ Θάσον Δωριεῖ τῷ Μιτυλήνης ἡγεμόνι. ἔτυχον γὰρ τότε ὁ μὲν
ἀποστείλας τὸν υἱὸν πρέσβιν ὡς βασιλέα, ὁ Δωριεύς, ὁ δὲ ἄρχοντα
τῶν πρώτων παρ' αὐτῷ καὶ σφόδρα οἰκείων, ὁ Παλαμήδης, κατὰ
ζήτησιν τῶν αὐτῶν νήσων· οἷς καὶ συνέπραξαν τὰ μάλιστα οἱ παρὰ
τοῦ Κριτοβούλου πρέσβεις σταλέντες ἔχοντες ἀνάθεσιν ταύτην καὶ
ἐξαιτήσαντες καὶ αὐτοὶ τοῦτο παρὰ τοῦ βασιλέως.
Michael Critobulus Hist., Historiae Book 2, chapter 1t, section 1, γρ.
2w
ΚΡΙΤΟΒΟΥΛΟΥ ΞΥΓΓΡΑΦΗΣ ΙΣΤΟΡΙΩΝ ΔΕΥΤΕΡΑ
88
περιέχει ἥδε τήν τε τῆς Αἴνου προσχώρησιν καὶ τὸν πόλεμον τῶν Τρι-
βαλλῶν καὶ τὴν τελείαν τούτων καταστροφὴν καὶ δουλείαν τήν τε τῶν
νήσων Λήμνου καὶ Θάσου καὶ Σαμοθρᾴκης ἅλωσιν παρὰ τῶν Ἰταλῶν,
χρόνου πλῆθος ἔτη τρία.
βασιλεὺς δὲ καταλαβὼν τὴν Κωνσταντίνου πρῶτον μὲν πάνυ
τοι προὔργου ποιεῖται τόν τε τῆς πόλεως συνοικισμὸν καὶ τὴν ἄλλην
ταύτης ἐπιμέλειαν καὶ διόρθωσιν· καὶ πέμπει δὴ προστάγματα καὶ δια-
τάξεις βασιλικὰς ἀνὰ πᾶσαν αὐτοῦ τὴν ἀρχὴν μετοικίζων ἐς αὐτὴν πλεί-
στους ὅσους οὐ μόνον Χριστιανῶν, ἀλλὰ καὶ τοῦ ἰδίου σφῶν γένους
καὶ δὴ καὶ Ἑβραίων τοὺς πολλούς.
Michael Critobulus Hist., Historiae Book 2, chapter 23, section 3, γρ. t
προσχώρησις πρώτη τῆς Λήμνου πρὸς Ἰταλούς
καὶ ὃς ἀναχθεὶς ἐξ Ἰταλίας ἀφικνεῖται ἐς Ῥόδον καὶ μικρόν τι
διατρίψας αὐτοῦ, ἄρας ἐκεῖθεν ἐπιπλεῖ ταῖς νήσοις τοῦ βασιλέως καὶ
προσσχὼν τὸ πρῶτον ἐν Λήμνῳ καὶ ἀπόβασιν ποιησάμενος παρεστή-
σατο ταύτην ὁμολογίᾳ τῶν τε Λημνίων ἐνδόντων εὐθὺς καὶ τῶν ἐν αὐτῇ
φυλάκων τοῦ βασιλέως· εἶχε γὰρ ἐν αὐτῇ φρουροὺς ἄνδρας ἑκατὸν
μαχίμους τῶν ἀπὸ τῆς ἰδίας αὐλῆς νεοδαμωδῶν καὶ ἄρχοντα τούτων
τε καὶ τῆς νήσου συμπάσης Μωράτην οὕτω καλούμενον.
ἅλωσις Θάσου παρὰ τῶν Ἰταλῶν
ἐπιμείνας δὲ τῇ Λήμνῳ ἡμέρας ὀκτὼ καὶ καταστησάμενος τὰ
αὐτοῦ φρουράν τε ἱκανὴν αὐτῇ καὶ φρούραρχον ἐγκαταλιπὼν τὸν
Λωίζον ἄρας ἐκεῖθεν ἐπιπλεῖ τῇ Θάσῳ καὶ ἀποβὰς λόγους προσφέρει
πρῶτον περί τε συμβάσεων καὶ ἐνδόσεως τῆς νήσου τοῖς ἐν τῷ φρου-
ρίῳ τοῦ λιμένος. ὡς δ' οὐκ ἔπειθε, κύκλῳ περιλαβὼν τῇ στρατιᾷ καὶ
πανταχόθεν προσβαλὼν αὐτῷ ἰσχυρῶς καὶ κλίμακας ἐπαγαγὼν τῷ τεί-
χει καὶ μηχανὰς αἱρεῖ κατὰ κράτος ἐκ πρώτης προσβολῆς, καὶ τῶν
φυλάκων τοὺς μὲν ἀναιρεῖ, τοὺς δὲ ζῶντας αἱρεῖ· ἦσαν γὰρ ἐν τούτῳ
φρουροὶ ἄνδρες ἑξήκοντα τοῦ βασιλέως.
Michael Critobulus Hist., Historiae Book 2, chapter 23, section 6, γρ. 4
παραστησάμενος δὲ πᾶσαν τὴν νῆσον καὶ κατασχὼν τελείως ἐν
πέντε καὶ
δέκα ἡμέραις ταῖς ὅλαις διατίθεται τὰ κατ' αὐτὴν καὶ φρουρὰν ἐγκατα-
89
στησάμενος αὖθις ἀπέπλευσεν ἐς Λῆμνον παντὶ τῷ στόλῳ ἔχων καὶ τοὺς
ἄνδρας, οὓς ἔλαβε ζῶντας τῶν φρουρῶν.
ἄφιξις τοῦ Κόντου ἐς Ἴμβρον μετὰ δέκα τριήρεων καὶ ἐπάνοδος
ἄπρακτος
γενόμενος δ' ἐν Λήμνῳ ἐκπέμπει δέκα τριήρεις ἐς Ἴμβρον καὶ
ἄρχοντα μετ' αὐτῶν Κόντον οὕτω καλούμενον. Λοδοβίκος δὲ τέτταρας
μόνας ἡμέρας ἐπιμείνας τῇ Λήμνῳ τῇ ὑστεραίᾳ ἀναλαβὼν τοὺς ἄνδρας
τούς τε ἐκ Λήμνου τούς τε ἐκ Θάσου ζωγρηθέντας τοῦ βασιλέως, ὅσοι
μὴ ἀπέθανον, σὺν τῷ λοιπῷ στόλῳ ἀπέπλευσεν ἐς Ῥόδον.
Κόντος
δὲ ἀφικόμενος ἐς Ἴμβρον σὺν ταῖς δέκα τριήρεσι λόγους προσφέρει
Κριτοβούλῳ τῷ ταύτης ἐπάρχοντι περὶ ἐνδόσεως τῆς νήσου ἐγχειρίσας
αὐτῷ καὶ γράμματα περὶ τούτου τοῦ Λοδοβίκου.
Κριτόβουλος δὲ
δέχεται τοῦτον φιλοφρόνως καὶ πολλὰ δωρησάμενός τε καὶ λόγοις ἡμέ-
ροις καὶ προσηνέσι δεξιωσάμενος πάσῃ τε ἄλλῃ χρησάμενος ἐς αὐτὸν
θεραπείᾳ ἀποπέμπει μετ' εἰρήνης ἀρκεσθέντα τοῖς λόγοις τοῖς παρ'
Michael Critobulus Hist., Historiae ook 3, chapter 17, section 4, γρ. 3t
διασπαρέντες καὶ ἔτι πρότερον καὶ κατοικήσαντες ἐν αὐταῖς ἐπιστή-
μονες ἄνδρες καὶ τῶν ἄγαν χρησίμων, οἳ ταῖς ἰδίαις ἐπιστήμαις χρώ-
μενοι πανταχοῦ ἐν ὀλίγῳ καιρῷ καὶ εὐπορίαν ἔσχον πολλὴν καὶ πλοῦ-
τον ἐκτήσαντο. πάντας οὖν τοὺς τοιούτους μετοικίζει ἐνταῦθα δια-
διδοὺς τοῖς μὲν αὐτῶν οἰκίας, τοῖς δὲ τόπους οἰκοδομεῖν, ὅποι τῆς
πόλεως βούλοιντο, τοῖς δὲ πᾶσαν ἄλλην αὐτάρκειάν τε καὶ χρείαν
ἀναγκαίαν παρέχων φιλοτίμως ἐς τὸ παρόν.
ἐξοικισμὸς τῶν Φωκέων καὶ μετοικισμὸς ἐς τὴν Κωνσταντίνου
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις ἀποικίζει καὶ Φωκέας ἀμφοτέρους τοὺς
ἐν Ἰωνίᾳ τῆς Ἀσίας καὶ κατοικίζει καὶ αὐτοὺς ἐν τῇ Πόλει.
ἐξοικισμὸς τῶν νήσων Θάσου καὶ Σαμοθρᾴκης καὶ μετοικισμὸς ἐς
τὴν Πόλιν
ἐκπέμπει δὲ καὶ Ζάγανον τὸν Καλλιουπόλεως σατράπην καὶ ἡγεμόνα
τοῦ στόλου παντὸς μετὰ τεσσαράκοντα νεῶν ἐν ταῖς νήσοις· ὃς ἀφικό-
90
μενος ἀνίστησι Θασίους τε καὶ Σαμόθρᾳκας καὶ μετοικίζει ἐνταῦθα.
οὕτω σφοδρὸς ἔρως τῆς πόλεως ταύτης ἐνέπνευσεν αὐτοῦ τῇ ψυχῇ καὶ
τοῦ ταύτην αὖθις ἐν τῇ προτέρᾳ δυνάμει τε καὶ δόξῃ καὶ λαμπρότητι
καταστᾶσαν ἐπιδεῖν.
Michael Critobulus Hist., Historiae Book 3, chapter 24, section 4, γρ.
11
αὐτὸς δὲ ἄρας ἐκεῖθεν σὺν τῇ ἰδίᾳ αὐλῇ (τὴν γὰρ στρατιὰν
διαφῆκε πᾶσαν) ἐπορεύετο καὶ ἀφικνεῖται ἐς τὴν Ἀδριανοῦ φθινο-
πώρου μεσοῦντος ἤδη κἀκεῖ περιμένει. μετ' οὐ πολλὰς δὲ ἡμέρας παρα-
γίνεται καὶ ὁ δεσπότης Δημήτριος.
διόρθωσις τοῦ δεσπότου παρὰ τοῦ βασιλέως καὶ παράσχεσις
αὐτῷ τῶν τε νήσων καὶ Αἴνου εἰς ἀρχὴν καὶ ἑτέρων
βασιλεὺς δὲ προὔργου τοι ποιούμενος τὴν τούτου θεραπείαν τε καὶ
διόρθωσιν εὐθὺς μετακαλεῖται Μαχουμούτεα καὶ Ἰσάακον καὶ κοινῇ
συνδιασκεψάμενος δίδωσι σατραπείαν τῷ δεσπότῃ εἴς τε ἀρχὴν ἅμα
καὶ πρόσοδον τάς τε ἐν Αἰγαίῳ νήσους, Ἴμβρον καὶ Λῆμνον καὶ τὰ
καταλειφθέντα Θάσου καὶ Σαμοθρᾴκης (προαπῳκίσθη γὰρ τὸ πλέον
τούτων ἐς τὸ Βυζάντιον)· ἦν δὲ τῶν νήσων τούτων σύμπας ὁ ἐτήσιος
φόρος ἀργυρίου κέρμα νενομισμένον βασιλικὸν μυριάδες τριάκοντα.
ὁμοίως δίδωσι καὶ τὴν Αἶνον αὐτῷ, πόλιν λόγου ἀξίαν καὶ πολλοῖς
εὐθηνουμένην καλοῖς ἐν τῇ παραλίᾳ τε τῆς Θρᾴκης κειμένην αὐτοῦ που
περὶ τὰς ἐκβολὰς τοῦ Εὕρου ποταμοῦ καὶ κοινὸν ἐμπόριον οὖσαν τῆς
περιοικίδος ἁπάσης τε καὶ πλησιοχώρου διά τε τοὺς λιμένας καὶ τὴν
ἄλλην αὐτῆς ἐπιτηδειότητα, ᾗπερ καὶ πρόσθεν ἔφημεν.
Pseudo-Sphrantzes Hist., Chronicon sive Maius (partim sub auctore
Macario Melisseno) Σε. 234, γρ. 30
αὐτῷ. Ἔλεγε δὲ ὅτι ἐκ τῶν ἀστρῶν κινήσεως ἐγνώριζεν, ὅτι βασιλεῖς
ἔμελλεν ὑπο-
τάξαι καὶ πολλοὺς τόπους δουλῶσαι, ὡς καὶ ἐγένετο.
Καὶ οὕτως μὲν, καθὼς ἱστορήσαμεν κατ' ἐπιτομήν, ἡ ἀρχὴ
τοῦ γένους τοῦ ἀμηρᾶ Ὀτθμάνου καὶ τῶν ἐξ αὐτοῦ ἀπογόνων
ἄχρι καὶ τοῦ Μεεμέτη ἀμηρᾶ· ἐν ταῖς ζωαῖς αὐτῶν μάχας καὶ
πολέμους καὶ νίκας ἐπολιτεύθησαν καὶ ἐποίησαν. Ἡμεῖς δὲ
τὴν τῆς ἱστορίας ὁδὸν κατὰ τάξιν αὗθις ἀρξώμεθα.
91
Ἐντεῦθεν ἀνακάμπτει τὰ τῆς ἱστορίας περὶ τῶν βασιλέων τῆς
Ῥωμαίων
ἀρχῆς ὡς ἐν τῶ πρώτῳ κεφαλαίῳ εἰρήκαμεν
XXIV. Ἐν δὲ τῷ Ἰουλίῳ μηνὶ τοῦ ͵ϛϡκα-ου ἔτους ἐξῆλθεν ἀπὸ τῆς
Πόλεως ὁ βασιλεὺς κὺρ Μανουὴλ ἀπελθὼν εἰς τὴν νῆσον Θάσον καὶ
ἀπῆρεν αὐτὴν ἐν μηνὶ Σεπτεμβρίῳ τοῦ ͵ϛϡκβ-ου ἔτους καὶ αὖθις ἐκεῖθεν
ἀπῆλθεν εἰς τὴν ΘεσσαλοΝίκην, εἶτα εἰς τὴν Πελοπόννησον, ἔνθα ᾠκο-
δόμησε τὸ Ἑξαμίλιον,
ἐν ἐκείνῳ τῷ τόπῳ, ὅπου καὶ ἐν ἑτέροις καιροῖς ᾠκοδόμητο, ὅταν ὁ
Ἀρταξέρ-
ξης ὁ βασιλεὺς περάσας ἐκ τῆς Ἀσίας μετὰ τοῦ μυριαριθμήτου ἐκείνου
στρατοῦ ἤρχε-
το κατὰ Λακεδαιμόνων. Εἶτα τὸ μακρὸς τοῦ καιροῦ τὸ τὰ πάντα δαμάζον
καὶ ἀνεπι-
μέλητον ἀφέντες διεφθάρη. Δευτέρᾳ δὲ κτισθὲν ἦν παρὰ τοῦ ἐν
βασιλεῦσι ἀειμνήστου
Pseudo-Symeon Hist., Chronographia (partim edita e cod. Paris. gr.
1712)
Σε. 706, γρ. 3
τριῶν ἐκ γενεῶν συναχθῆναι, ἐξ Ἀράβων καὶ Τυρίων καὶ Σιδο-
νίων ἀποίκων. ὡσαύτως δὲ καὶ τὸ Αἰγαῖον πέλαγος τὴν κλῆσιν
ἀπείληφεν ἀπὸ τῆς τῶν ὑδάτων φορᾶς, ἀϊσσούσης κατὰ τρόπον
αἰγός. ὁμοίως δὲ καὶ Στρόβηλος ὠνομάσθη ἀπὸ τῆς τοπικῆς θέ-
σεως, καὶ Λάμψακος ἀπὸ φωτὸς λάμψεως, ὅπερ ἐν νυκτὶ Φω-
κέων θεμελιούντων ταύτην καὶ εὐξαμένων θεόθεν ἐπέλαμψεν, καὶ
ἡ τῶν θεμελίων βάσις καλῶς κεκραταίωται. καὶ Ἴμβρος ἀπὸ
Ἴμβρου κέκληται υἱοῦ Ἀνθέος, οὗ γενέτης Στάφυλος, Διονύσου
φίλτατος υἱός.
καὶ Ἑλλήσποντος ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς, τῷ ἐκεῖσε πε-
λάγει ῥιφείσης. Κιβύρρα δὲ ὑπὸ Κιβύρρου ἀδελφοῦ. ἡ δὲ Θάσος Χρυσῆ
πρῴην ἐλέγετο. Σαμοθρᾴκη δὲ ἡ ἐν τῇ Θρᾴκῃ χερρόνη-
σος, ἥτις πρῴην Θηριοῦσα διὰ τὸ θηρίων πεπληρῶσθαι, καὶ
ἱερὰν νυμφῶν οὖσαν, ὠνομάζετο, μετέπειτα δὲ τοῦ ῥοῦ συρρα-
γέντος εἰς νῆσον συνέστη, καὶ ὑπὸ Σαμίων κατοίκων ἐν κατασχέ-
σει γενομένη Σαμοθρᾴκη μετωνομάσθη. Λαοδίκεια κατωνομά-
σθη ἀπὸ τῆς γυναικὸς Σελεύκου τοῦ Ἀντιόχου, ὃς ἐπὶ τῷ ὀνόματι
ταύτης ἔκτισε τὴν Λαοδίκειαν. Τένεδος δὲ ἀπὸ τοῦ Τέννου τοῦ
υἱοῦ Κύκνου τοῦ Ποσειδῶνος, καὶ τοῦ ἐν αὐτῇ ἱεροῦ ἕδους τῆς
92
Ἀθήνης. Μεσημβρία δὲ ἡ πρὶν Μεμνεβρία, ἀπὸ τοῦ Μέμνου
Θρᾳκὸς τοῦ ταύτην οἰκίσαντος καὶ βρία τὸ παρά τισι Θρᾳκῶν πό
Simplicius Phil., In Aristotelis physicorum libros commentaria
Τομ. 9, σε. 576, γρ. 11
τὰ ἐν τοῖς ἀγγείοις ἔσται ἔν τε τοῖς ἐξ ἀρχῆς διαστήμασιν, ἅπερ ἐλέγοντο
τόποι, καὶ ἐν τούτοις εἰς οὓς μεταστάντα γεγόνασι. καὶ πολλοὶ τόποι ἅμα
ἔσονται, οὐ μόνον ὅτι ἔσται ὁ ἐξ ἀρχῆς καὶ † εἰ ὅς, ἀλλ' ὅτι καὶ οἱ ἐξ
ἀρχῆς πολλοὶ ὄντες διωρισμένων τῶν μορίων (τάχα δὲ ἄπειροι καὶ οἱ εἰς
οὓς μεθίστανται) πολλοὶ τόποι ἅμα ἔσονται πολλοῖς ἄλλοις τοῦ αὐτοῦ
σώ-
ματος τόποις. ἆρα οὖν μὴ τὰ αὐτὰ ἄτοπα ἀκολουθεῖ καὶ τοῖς τὸ ἔσχατον
τοῦ περιέχοντος λέγουσι τὸν τόπον; ἢ οὐδαμῶς. οὐ γὰρ λέγεται κινουμέ-
νου τοῦ ἀμφορέως ἐν ἄλλῳ γίνεσθαι τόπῳ τὸ ὕδωρ ἢ τὰ τοῦ ὕδατος μό-
ρια· ἐν τῷ αὐτῷ γάρ ἐστι καὶ οὐ γίνεται ἐν ἑτέρῳ, ὡς εἰ ἦν διάστημα
ἐν διαστήματι. πῶς οὖν εἰ τὸν αὐτὸν κατέχοι τόπον ὁ οἶνος καὶ καθ'
ὅλον καὶ κατὰ μόρια, κινήσεται ἐκ Θάσου Ἀθήναζε; ἢ οὐδὲ κινεῖται καθ'
αὑτόν (μένει γὰρ ἐν τῷ ἀμφορεῖ), ἀλλὰ κινεῖται καὶ μεθίσταται ὁ ἀμφο-
ρεὺς ἐν ᾧ ὁ οἶνός ἐστιν, οὐκ αὐτὸς ὁ οἶνος οὐδὲ τὰ μόρια αὐτοῦ εἰ μὴ
κατὰ συμβεβηκός, ἀλλ' ὁπότε ταῦτα κινεῖται, ἀλλήλοις ἀντιμεθίσταται τὰ
ἐν τῷ κεράμῳ. εἰ δὲ ἦν τὸ διάστημα ὁ τόπος, συμμεθίστατο ἂν τοῖς
ἀγγείοις τὰ σώματα καθ' αὑτὰ καὶ τὰ μόρια ὁμοίως ἐκείνοις διῃρημένως
ἐξαλλάσσοντα τὸ διάστημα, καὶ ἐγίνετο ἂν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ οὐ
κατὰ συμβεβηκός, ὧν ἕκαστος τόπος μέρος τοῦ μείζονος καὶ πάλιν ὁ
μείζων
τοῦ μείζονος καὶ τοῦτο ἄχρι τοῦ μεγίστου τόπου καὶ διαστήματος, ἐν
ᾧπερ
ἐστὶν ὁ οὐρανός. διάστημα γάρ τι ὑποτίθενται, ἐν ᾧ ὅλος ὁ κόσμος ἐστί,
κεχωρηκὸς δι' ὅλου, οὗ ἐν μέρει ἕκαστον ἀεὶ σῶμα ἐγγίνεται.
Simplicius Phil., In Aristotelis physicorum libros commentaria
Τομ. 9, σε. 576, γρ. 26
ἀγγείοις τὰ σώματα καθ' αὑτὰ καὶ τὰ μόρια ὁμοίως ἐκείνοις διῃρημένως
ἐξαλλάσσοντα τὸ διάστημα, καὶ ἐγίνετο ἂν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ οὐ
κατὰ συμβεβηκός, ὧν ἕκαστος τόπος μέρος τοῦ μείζονος καὶ πάλιν ὁ
μείζων
τοῦ μείζονος καὶ τοῦτο ἄχρι τοῦ μεγίστου τόπου καὶ διαστήματος, ἐν
ᾧπερ
ἐστὶν ὁ οὐρανός. διάστημα γάρ τι ὑποτίθενται, ἐν ᾧ ὅλος ὁ κόσμος ἐστί,
93
κεχωρηκὸς δι' ὅλου, οὗ ἐν μέρει ἕκαστον ἀεὶ σῶμα ἐγγίνεται. καὶ γὰρ
καὶ τοῦτο ὑπάρχει τῷ λόγῳ τούτῳ τὸ τόπον τόπου μέρος ποιεῖν, καθάπερ
καὶ διάστημα διαστήματος. ἀλλὰ τοῦτο μὲν ἔξωθεν. ἐκεῖνο δὲ ὅρα, ὅτι
ἢ καθ' αὑτὸ ποιήσουσι κινεῖσθαι τὸν οἶνον οἱ τὸ διάστημα τόπον λέγοντες
μηδὲν τοῦ ἀμφορέως διαφέροντα κατὰ τοῦτο, ἢ πάντῃ ἀκίνητον μένειν
ἐροῦσι τὸν ἀπὸ Θάσου Ἀθήναζε μεταβαίνοντα. κατὰ συμβεβηκὸς γὰρ
τού-
τοις οὐ προχωρεῖ λέγειν, διότι ὁμοίως ἐν τῷ διαστήματι τόν τε ἀμφορέα
λέγουσιν εἶναι καὶ τὸν ἐν αὐτῷ οἶνον καὶ τὰ μόρια αὐτοῦ. ταῦτα μὲν οὖν
εἰς τὴν δυνατὴν σαφήνειαν τῆς Ἀριστοτέλους λέξεως εἰρήσθω.
Προσεκτέον δὲ τῷ Ἀλεξάνδρῳ τὸ καὶ πολλοὶ τόποι ἅμα ἔσονται
ἐξηγουμένῳ οὕτως· “ἔσται γάρ, φησί, τὰ ἐν τοῖς ἀγγείοις, εἰ διάστημα ὁ
τόπος εἴη, ἅμα τε ἐν τοῖς ἐξ ἀρχῆς τόποις τε καὶ διαστήμασιν καὶ ἐν
τούτοις εἰς οὓς γέγονε πάλιν σὺν τῷ ἀγγείῳ. κἂν πάλιν μετακομισθῇ,
ὁμοίως πάλιν συμμετακομίζοιτο ἂν ἐν τοῖς διαστήμασιν, ἐν οἷς ἦν· οὕτω
δὲ γίνοιντο ἂν ἑκάστῳ τῶν ἐν τοῖς ἀγγείοις ἄπειροι τόποι καὶ ἄπειρα δια-
στήματα καθ' ἑκάστην μεταφορὰν τοῦ ἀγγείου διάστημά τι ἴσον αὐτῷ
τοῦ
Στέφανος γραμματικός Εθνικά επ. Σε. 197, γρ. 14
γὰρ θαλάττιοι; γαλεοί γε πάντων μάντεων σοφώτατοι”. φασὶ
δὲ τὸν Γαλεώτην ἐξ Ὑπερβορέων Τελμησσὸν [δὲ ἐκ... ἐλθεῖν]
οἷς ἔχρησεν ὁ θεὸς ἐν Δωδώνῃ τὸν μὲν ἐπὶ ἀνατολὰς τὸν δ'
ἐπὶ δυσμὰς πλεῖν, ὅπου τε ἂν αὐτῶν θυομένων ἀετὸς ἁρπάσῃ
τὰ μηρία ἐνταῦθα βωμὸν ἱδρῦσαι. Γαλεώτης οὖν ἐν Σικελίᾳ
καὶ Τελμησσὸς ἐν Καρίᾳ ἦλθεν, ἔνθα Ἀπόλλωνος Τελμησσίου
ἱερόν.
Γαληψός, πόλις Θρᾴκης καὶ Παιόνων, Ἑκαταῖος Εὐ-
ρώπῃ. Θουκυδίδης τετάρτῃ ἑτέραν λέγει “καὶ Γαληψὸς οὐ
πολλῷ ὕστερον καὶ Οἰσύμη”. [ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ
τοῦ ἐκ Θάσου καὶ Τηλέφης.] τὰ δὲ εἰς ψος ὑπερδισύλλαβα
ὀξύνεται, σκινδαψός (ὀργάνου ὄνομα καὶ κύριον, τίθεται καὶ
κατ' οὐδενὸς ὡς τὸ τραγέλαφος) χεραψός Λυκαψός. ὁ πολί-
της Γαλήψιος.
Γαλιλαῖοι, ἔθνος τῆς Ἰουδαίας.
Γαλλήσιον, πόλις Ἐφέσου, Παρθένιος ἐν ἐπικηδείῳ
τῷ εἰς Αὐξίθεμιν. τὸ ἐθνικὸν Γαλλήσιος.
Γαλλία, ἐντὸς Ἄλπεων χώρα. οἱ οἰκήτορες Γάλλοι.
Στέφανος γραμματικός Εθνικά επ. Σε. 306, γρ. 14
94
θαλάσσιος.
Θάλπουσα, πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. τὸ
ἐθνικὸν Θαλπούσιος.
Θαμαναῖοι, ἔθνος Πέρσαις ὑπήκοον. Ἡρόδοτος τρίτῃ.
Θαμία, πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν. καὶ
Θαμίεια. τὸ ἐθνικὸν Θαμιεύς.
Θάμνα, πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊ-
κῆς ἱστορίας. οἱ πολῖται Θαμνῖται.
Θαμουδά, Ναβαταίων γείτων τῶν Ἀραβίων. Οὐράνιος
Ἀραβικῶν τρίτῃ. ὁ οἰκήτωρ Θαμουδηνός.
Θάσος, νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχουσα,
ἔνθα Τηλέφη ἡ τῆς Εὐρώπης θνήσκει μήτηρ. ἀπὸ Θάσου.
“δέκα δὲ γενεαῖς Ἡρακλέους καὶ Θάσος παλαίτερος, εἴπερ
ἀπὸ Ἀγήνορος Προῖτος ἦν, Ἀγήνορος δὲ Βῆλος ἀδελφὸς ἦν,
Βήλου δ' Αἴγυπτος, οὗ Λυγκεύς, οὗ Ἄβας, οὗ Δανάη, ἧς
Περσεύς, οὗ Ἀλκαῖος, οὗ Ἀμφιτρύων, οὗ Ἡρακλῆς”. ὅτι δὲ
καὶ Ἀερία ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ
πατρὶ τοῦ Ἀρχιλόχου·
Στέφανος γραμματικός Εθνικά επ. Σε. 306, γρ. 15
Θάλπουσα, πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. τὸ
ἐθνικὸν Θαλπούσιος.
Θαμαναῖοι, ἔθνος Πέρσαις ὑπήκοον. Ἡρόδοτος τρίτῃ.
Θαμία, πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν. καὶ
Θαμίεια. τὸ ἐθνικὸν Θαμιεύς.
Θάμνα, πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊ-
κῆς ἱστορίας. οἱ πολῖται Θαμνῖται.
Θαμουδά, Ναβαταίων γείτων τῶν Ἀραβίων. Οὐράνιος
Ἀραβικῶν τρίτῃ. ὁ οἰκήτωρ Θαμουδηνός.
Θάσος, νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχουσα,
ἔνθα Τηλέφη ἡ τῆς Εὐρώπης θνήσκει μήτηρ. ἀπὸ Θάσου.
“δέκα δὲ γενεαῖς Ἡρακλέους καὶ Θάσος παλαίτερος, εἴπερ
ἀπὸ Ἀγήνορος Προῖτος ἦν, Ἀγήνορος δὲ Βῆλος ἀδελφὸς ἦν,
Βήλου δ' Αἴγυπτος, οὗ Λυγκεύς, οὗ Ἄβας, οὗ Δανάη, ἧς
Περσεύς, οὗ Ἀλκαῖος, οὗ Ἀμφιτρύων, οὗ Ἡρακλῆς”. ὅτι δὲ
καὶ Ἀερία ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ
πατρὶ τοῦ Ἀρχιλόχου·
ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω,
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
Θαυμακία, πόλις Μαγνησίας. Ὅμηρος “οἳ δ' ἄρα
95
Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο”. ἀπὸ Θαυμάκου τοῦ Ποί
αντος πατρός, ἀφ' οὗ νῆσος. δευτέρα πόλις κατὰ τὸν Μαλιακὸν κόλπον.
οἱ ἔνοικοι Θαυμακοί καὶ “Θαυμακίης ἱερὸν
Ἀρτέμιδος”.
Στέφανος γραμματικός Εθνικά επ. Σε. 517, γρ. 24
Περιθοῖδαι, δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Περι-
θοίδης καὶ ὡς ἐκ τόπου [ἐκ] Περιθοιδῶν, ἐν τόπῳ ἐν Πε-
ριθοιδῶν.
Πέρινθος, ἀπὸ Περίνθου Ἐπιδαυρίου τοῦ μετὰ Ὀρέστου
στρατευσαμένου. ἔστι δὲ πόλις Θρᾴκης. ὁ πολίτης Περίνθιος.
τὸ θηλυκὸν Περινθία.
Περιστερή, πόλις Φοινίκων. τὸ ἐθνικὸν Περιστερίτης.
Περκώτη, καὶ Παλαιπερκώτη, πόλις Τρωᾴδος. ὁ
πολίτης Περκώσιος καὶ τοῦ Παλαιπερκώτη τὸ ἐθνικὸν Παλαι-
περκώσιος.
Πέρνη, πόλις Θρᾴκης ἀντικρὺ Θάσου. τὸ ἐθνικὸν Περ-
ναῖος καὶ Περναία.
Περουσία, πόλις Τυρρηνῶν. τὸ ἐθνικὸν Περουσιάτης.
δύναται δὲ καὶ Περουσιεύς, ὡς τῆς Θεοδοσίας Θεοδοσιεύς.
ἔστι δὲ καὶ Περυσῖνος. γράφεται δὲ διχῶς, καὶ διὰ τοῦ ο
καὶ δίχα αὐτοῦ.
Περραιβός, πόλις Θετταλίας. τὸ ἐθνικὸν Περραιβοί.
τὸ θηλυκὸν κατὰ κοινότητα ἡ Περραιβός καὶ Περραιβή καὶ
Περραιβίς. λέγεται καὶ Περραιβίτης.
Περραίσιον, πόλις μία τῶν δώδεκα τῶν παρὰ τοῖς
Στέφανος γραμματικός Εθνικά επ. Σε. 573, γρ. 19
τάρτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Σκαβαλαῖος.
Σκαιοί, ἔθνος μεταξὺ τῆς Τρῳάδος καὶ τῆς Θρᾴκης,
ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ.
Σκάμανδρος, ποταμὸς Τροίας, ἀπὸ Σκαμάνδρου. τὸ
ἐθνικὸν Σκαμάνδριος. καὶ Σκαμανδρία, καὶ Σκαμανδριανός,
ὡς τοῦ Καρδία Καρδιανός, καὶ Σκαμανδριηνός.
Σκαμβωνίδαι, δῆμος Ἀττικῆς Λεοντίδος φυλῆς. τὰ
τοπικὰ ἐκ Σκαμβωνιδῶν καὶ ἐν Σκαμβωνιδῶν καὶ εἰς Σκαμ-
βωνιδῶν.
Σκάνδεια, ἐπίνειον Κυθήρων, ὡς Παυσανίας τρίτῳ.
Σκαπτησύλη, πόλις Θρᾴκης μικρὰ ἀντικρὺ Θάσου. τὸ
96
ἐθνικὸν Σκαπτησυλῖται.
Σκάροι, πόλις Λυκίας, ἧς τὸ ἐθνικὸν ὁμοίως. ἔστι δὲ
καὶ κρήνη ἱερά, οὗ κατ' εὐχὴν ἐμβάλλειν τινάς ...
Σκάρφεια, πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς.
κέκληται ἀπὸ Σκαρφείας. τὸ ἐθνικὸν Σκαρφεύς καὶ Σκαρ-
φαιεύς καὶ Σκαρφαῖος καὶ Σκάρφιος.
Σκέμψα, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Σκεμψαῖος καὶ
“Σκέμψιοι, Δαυνιοτειχῖται”.
Photius Lexicogr., Scr. Eccl., Theol., Bibliotheca Codex 186, Bekker σε.
137b, γρ. 27
οικίζει ταύτην ἐξ Ἴμβρου καὶ Λήμνου. Τρίτῃ δὲ γε-
νεᾷ στασιάσαντες πρὸς Δωριέας μετανίστανται Ἀμυ-
κλῶν, συμπαραλαβόντες δὲ καί τινας Σπαρτιατῶν,
ἡγουμένων αὐτοῖς Πόλιδος καὶ Δελφοῦ, ἔπλεον ἐπὶ τῆς
Κρήτης· ἐν τῷ παράπλῳ δὲ τοῦδε τοῦ στόλου Μῆλον
Ἀπόδασμος οἰκίζει, καὶ τὸ τῶν Μηλιέων γένος ἐνθάδε
οἰκειοῦται Σπαρτιάτας· οἱ δὲ λοιποὶ ἅπαντες Γόρτυναν
μηδενὸς εἴργοντος λαβόντες, ταύτην ἅμα τῶν περιοί-
κων Κρητῶν συνοικίζουσιν.
Ἡ λζʹ ὡς ἀπὸ Θάσου τοῦ Κάδμου ἀδελφοῦ Θάσος
ἡ νῆσος ὠνομάσθη· ἐκεῖ γὰρ αὐτὸν ὁ ἀδελφός, δοὺς τοῦ
στρατοῦ μοῖραν, ἀπολείπει. Καὶ ὡς Κάδμος ὑπὸ τοῦ
Φοινίκων βασιλέως, μέγα καὶ αὐτὸς δυνάμενος παρὰ
Φοίνιξιν, ἐπὶ τὴν Εὐρώπην σταλείη. Οἱ δὲ Φοίνικες
τότε μέγα τε (ὡς λόγος) ἴσχυον, καὶ πολλὴν τῆς Ἀσίας
καταστρεψάμενοι τὸ βασίλειον ἐν Θήβαις ταῖς Αἰ-
γυπτίαις εἶχον. Σταλῆναι δὲ Κάδμον οὐχ ὡς Ἕλληνές
φασι, κατὰ ζήτησιν Εὐρώπης, ἣν παῖδα Φοίνικος
οὖσαν ἥρπασε Ζεὺς ἐν σχήματι ταύρου, ἀλλ' ἀρχὴν
Photius Lexicogr., Scr. Eccl., Theol., Bibliotheca Codex 186, Bekker σε.
137b, γρ. 40
Φοινίκων βασιλέως, μέγα καὶ αὐτὸς δυνάμενος παρὰ
Φοίνιξιν, ἐπὶ τὴν Εὐρώπην σταλείη. Οἱ δὲ Φοίνικες
τότε μέγα τε (ὡς λόγος) ἴσχυον, καὶ πολλὴν τῆς Ἀσίας
καταστρεψάμενοι τὸ βασίλειον ἐν Θήβαις ταῖς Αἰ-
γυπτίαις εἶχον. Σταλῆναι δὲ Κάδμον οὐχ ὡς Ἕλληνές
97
φασι, κατὰ ζήτησιν Εὐρώπης, ἣν παῖδα Φοίνικος
οὖσαν ἥρπασε Ζεὺς ἐν σχήματι ταύρου, ἀλλ' ἀρχὴν μὲν
ἰδίαν ἐν Εὐρώπῃ μηχανώμενον πλάττεσθαι ἀδελφῆς ἡρ-
πασμένης ποιεῖσθαι ζήτησιν, ἐξ οὗ καὶ ὁ τῆς Εὐρώπης
μῦθος ἧκεν εἰς Ἕλληνας. Περιπλέων δὲ τὴν Εὐρώπην
τὸν μὲν ἀδελφὸν Θάσον, ὡς εἴρηται, τῇ νήσῳ λείπει,
αὐτὸς δ' εἰς Βοιωτίαν πλεύσας, ἄνεισι πρὸς τὰς νῦν
καλουμένας Θήβας, καὶ σὺν τῇ δυνάμει περιτει-
χίσας τὸ χωρίον Θήβας ἀπὸ τῆς οἰκείας ἐπωνόμασε πα-
τρίδος. Τῶν δὲ Βοιωτῶν εἰς μάχην αὐτοῖς συμπλα-
κέντων ἡττῶνται Φοίνικες, εἶτα κρατοῦσιν ἐνέδραις καὶ
προλοχισμοῖς καὶ τῇ ἀήθει τῶν ὅπλων ὄψει· κράνος
γὰρ καὶ ἀσπὶς οὔπω τοῖς Ἕλλησιν ἔγνωστο. Καὶ κρατεῖ
Κάδμος τῆς Βοιωτῶν γῆς, καὶ φυγόντων τῶν δια-
σωθέντων ἐπὶ τὰς οἰκείας πόλεις οἰκίζει Φοίνικας ἐν
Θήβαις καὶ τὴν Ἄρεως καὶ Ἀφροδίτης Ἁρμονίαν
Φώτιος λεξικόν (Α – Δ) gamma, entry 15, γρ. 2
Γαλεώτης· ἀσκαλαβώτης, Ἀττικῶς.
Γαλερόν· φαιδρόν. γαληνόν, ἥσυχον, προσηνές.
Γαλῇ χιτών· αὕτη ἐπὶ τῶν ἀδίκων τάσσεται καὶ μηδὲν
ἀνιέντων.
Γαληνιᾶν· γάννυσθαι, χαίρειν, διαχεῖσθαι.
Γαληψός· πόλις ἐστὶ τῆς Θρᾴκης. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ
τοῦ ἐκ Θάσου καὶ Τηλέφης.
Γαλάξια· ἑορτὴ Ἀθήνησι μητρὶ θεῶν ἀγομένη, ἐν ᾗ ἕψουσι
τὴν γαλαξίαν. ἔστι δὲ πολτὸς κρίθινος ἐν γάλακτι. Γαλῆ Ταρτησία·
μεγάλη πονηρία· τοιαῦτα γὰρ ἡ χώρα ἐκείνη φέρει.
Ευστάθιος σχόλια στην Ομήρου Ιλιάδα. Τομ. 2, σε. 623, γρ. 9
δῶνος τρίαιναν πολυγλώχινά τις λέγει ποιητής, καὶ τρισάθλιος δὲ τῷ
αὐτῷ
λόγῳ ὁ κατὰ πολὺ ἄθλιος, καὶ τρισμάκαρες δὲ Δαναοὶ οἱ λίαν μακάριοι.
Τοιαῦτα δὲ καὶ ἕτερα οὐκ ὀλίγα, [ἐν οἷς καὶ ὁ παρὰ τῷ Κωμικῷ
τρισκακοδαί-
μων καὶ ὁ ἀνάπαλιν τρισόλβιος. Τοιαῦτα δὲ καὶ ἅπερ τῶν τις παλαιῶν
ἔθετο
παραδείγματα βλασφημιῶν τῶν ἀπὸ ἀριθμοῦ, οἷον, τρισεξώλης ὁ πάνυ
98
ἐξώλης,
καὶ τριπέδων ὁ πολλάκις πεδηθεὶς κακοῦργος δοῦλος, ὃς καὶ πέδων
πέδωνος
ἐν ἁπλότητι λέγεται καὶ στίγων, εἴτ' οὖν στιγματίας. Φέρει δὲ καὶ ἀπὸ
χρήσεως
τοῦ Κωμικοῦ τὸ παλίμβολος τρίπρατος καὶ πολλάκις ἀπημπολημένος.
Σοφο-
κλῆς δὲ τρίδουλον τὸν ἐκ προγόνων δοῦλον ἔφη, Ἀνακρέων δὲ
τρισκεκορη-
μένον τὸν πολλάκις ἐκσεσαρωμένον, Ἀρχίλοχος δὲ τρισοιζυρὴν πόλιν
ἔφη
τὴν Θάσον, Ἱππῶναξ δὲ τὸν τρία ὑπεραναβὰς ἀριθμὸν ἑπτάδουλον ἔφη
τινά.
Ὑπὲρ δὲ ταῦτά ἐστι τὸ τοῦ Κωμικοῦ εἰπόντος τρίπαλαι καὶ δεκάπαλαι
καὶ μυριόπαλαι.] Ὅτι συσκευάζων μακρόθεν Ὅμηρος τὴν τοῦ Ἕκτορος
ὑπὸ τῷ Ἀχιλλεῖ πτῶσιν, ἣν οὐκ ἂν ἔπαθεν, εἰ μὴ ἐθάρρησεν ἀντιστῆναι,
πλάττει αὐτὸν ἀπὸ τῆς ἄρτι θάρσυνον διὰ τὸ θέσφατον καὶ εἰς τόσον
κατα-
θαρροῦντα τῶν Ἀχαιῶν, ὡς μηκέτι ἐθέλειν ἀναδραμεῖν εἰς τὴν πόλιν,
ἀλλὰ
μακρὰν αὐτῆς αἰθριοκοιτεῖν, ἵνα ταχὺ ἕωθεν ἐπιτρέχῃ τοῖς ἐχθροῖς. καὶ δὴ
νικῶν κατὰ τὴν τοῦ Διὸς βουλὴν καὶ οὕτω φρονηματισθεὶς καὶ
ἐπαυξήσας
τὸ θάρσος τολμήσει πιθανῶς ἐν τοῖς ἑξῆς ἀντιστῆναι τῷ Ἀχιλλεῖ καὶ
πεσεῖται.
(v. 489 – 91) Φησὶ γοῦν «Τρώων δ' αὖτ' ἀγορὴν ποιήσατο φαίδιμος
Ἕκτωρ
Ευστάθιος σχόλια στην Ομήρου Ιλιάδα. Τομ. 2, σε. 705, γρ. 5
ἄν, ἐὰν ἐξ αὐτοῦ καταπάττοι βρῶμα, ἡδύτατον αὐτὸ ποιῇ καὶ τὸν ἐν
μεγίσταις
ὄντα λύπαις πείθῃ φαγεῖν. Οὕτω καὶ ἐν Ὀδυσσείᾳ ἡ Ἑλένη φάρμακόν τι
ἔχουσα καὶ μίσγουσα τῷ κρατῆρι ἀλύπους ἐποίει τοὺς πίνοντας. Καὶ τὸν
ἅλα γοῦν τοῦ Νηρέως τοῦτον θείαν τινὰ ἔχειν δύναμιν ὁ μῦθός φησιν ἐπὶ
τοῖς ἐσθίουσιν. Ἄλλως μέντοι κοινότερον θεῖον τὸν ἅλα φησὶν ἢ διότι
συναγωγός
ἐστιν εἰς φιλίαν καὶ εὐνοίας σύμβολον τοῖς ξένοις ἐν τῇ τραπέζῃ παρετί-
θετο ἢ διότι τὰ ἁλίπαστα ἐπὶ πολὺ παραμένειν ποιεῖ. Εἴποι δ' ἄν τις καὶ
παρὰ
τῷ Λυκόφρονι ἁγνίτην τὸν ἅλα λέγεσθαι ἀντὶ τοῦ θεῖον. Καὶ Πλούταρχος
δὲ ἐν τοῖς ἑαυτοῦ Συμποσιακοῖς εἰς τοῦτο γράφει, ἃ καὶ ζητητέον ἐκεῖ.
99
[Ὅτι δέ, ὥσπερ ἁλίπαστον ἐκ τοῦ ἁλός, οὕτω καὶ κάθαλόν τι λέγεται,
δηλοῖ
ὁ γράψας τὸ «κάθαλα ποίησον πάντα καὶ ἐσκοροδισμένα». Ὡς δὲ καὶ ἡ
Θάσος
ἅλα ἦγεν ἡδὺν εἰς βοράν, δηλοῖ ὁ γράψας περιᾴδεσθαι Θασίαν ἅλμην,
χρηστήν,
ὡς ἔοικε, τοῖς ὀψοφαγοῦσι]. Κρατευτὰς δέ φασί τινες τῶν παλαιῶν τὰς
τῶν
ὀβελίσκων λαβάς, [ὧν πρωτότυπον τὸ κρατέω κρατῶ, ἐξ οὗ τὸ κρατεύω,
καθὰ
ἐκ τοῦ ζητῶ παρ' Ἡσιόδῳ τὸ ζητεύω]. Οἱ δὲ ἀκριβέστεροι τοὺς κρατευτὰς
λίθους νοοῦσιν, ἐφ' ὧν τὰ ἄκρα τῶν ὀβελίσκων ἐτίθεντο ἐν τῷ ὀπτᾶσθαι
τὰ
κρέα. Παυσανίας δέ φησι· κρατευταί· ὀβελοὶ ἢ λίθοι ἢ σιδήριά τινα ἐφ'
ὧν
οἱ ὀβελίσκοι ἐπιτίθενται. (v. 215) Ὁ δὲ ἐλεὸς γίνεται μὲν ἀπὸ τοῦ ἕλος
ἕλεος,
εὕρηται δὲ καὶ οὐδέτερον, ὡς δηλοῖ τὸ «κάθελε τοὐλεόν» παρὰ τῷ
Κωμικῷ.
πλεονασμῷ δὲ τοῦ ι γίνεται καὶ εἰλεός. (v. 216 s.) Τὸ δὲ «νεῖμεν
Ἀχιλλεύς»
Ευστάθιος σχόλια στην Ομήρου Ιλιάδα. Τομ. 4, σε. 716, γρ. 22
ἐγείρων κύματα, ὁποῖα τὰ ἐν Ὀδυσσείᾳ δηλωθέντα κωφά. (v. 229) Ὅρα
δὲ
τὸ «οἶκόνδε» ἐπὶ ἀνέμων ῥηθὲν ὡς ἐπὶ θείων τινῶν. ἄλλως γὰρ τὸ
σπήλαιον ἐπ'
αὐτῶν κυριολεκτεῖται, ὡς καὶ προδεδήλωται. (v. 230) Τοῦ δὲ «στένειν» ἡ
χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «στένοντα πόντον». οὐκ εὔδηλον δὲ εἴτε
ἐπὶ ζῴων εἴτε ἐπὶ πόντου ἡ τοῦ στένειν κυριολεξία ἐστί. [(v. 230) Περὶ δὲ
Θρᾴκης ἤτοι Θρῄκης, ἧς παρώνυμον ὁ Θρηΐκιος πόντος, παραπεπήχθω
τοῖς
ἀλλαχοῦ προγεγραμμένοις καὶ ταῦτα ἐπιτομώτερον, ὅτι ἐπιεικῶς εἰπεῖν
κατὰ
τὸν Ἀθήναιον ἡ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, ἔτι δὲ καὶ πολύοινος.
διὸ καὶ οἱ
περὶ Τροίαν Ἀχαιοὶ ἐκεῖθεν οἰνίζοντο, ὡς δῆλον ἐκ τοῦ «νῆες δ' ἐκ
Λήμνοιο
παρέστασαν οἶνον ἄγουσαι. Θρᾳκία δὲ πάντως καὶ ἡ Λῆμνος, καθὰ καὶ ἡ
Θάσος. ἀγαθοῦ καὶ αὐτὴ εὐφοροῦσα οἴνου. καὶ εἴη ἄν, ὥς που καὶ
προδεδήλωται, ἡ τοιαύτη κατ' οἶνον εὐφορία αἰτία τοῦ καὶ Ἄρεος
100
οἰκητήριον
τὴν Θρᾴκην λέγεσθαι, ὡς τοῦ πολλοῦ οἴνου ἔριν καὶ στάσεις καὶ τὰ
ἐχόμενα
ἐξεγείροντος. ἐθνικὸν δὲ Θρᾴκης Θρᾷξ, ὅθεν Θρᾷττα γυνή. καὶ ἰχθύος δὲ
ὄνομα
παρὰ τῷ Δειπνοσοφιστῇ. ταύτην δέ, φησί, θέτταν γράφει Δωρόθεος,
βιβλίῳ
περιτυχών, ὡς εἰκός, ἡμαρτημένῳ, ἢ καὶ διὰ τὸ ἄηθες τοῦ ὀνόματος
διορθώσας
αὐτός. ὅλως δέ, φασίν, Θρᾴττης ὄνομα παρ' οὐδενὶ τῶν Ἀττικῶν ἐστιν.]
(v. 232 – 4) Ὅτι γλυκὺς μὲν ὕπνος ἐφώρμισε τῷ Ἀχιλλεῖ κλιθέντι περὶ
ἑωσφόρου ἀνατολάς, ὡς προείρηται. τοῦ δὲ βασιλέως καὶ τῶν ἀμφ' αὐτὸν
ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν αὐτόν. ἐλαφρὸς γάρ, φασίν, ὁ
τῶν ἐν
λύπαις ὕπνος καί, κατὰ τὴν Τραγῳδίαν, «ὕπνος ἄϋπνος». (v. 234)
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια Τομ. 1, σε. 198, γρ. 36
νος αὐτῶν καὶ οὕτω κατὰ τὴν ποιητικὴν λέξιν πετόμενος ἢ ἅμα πνοιαῖς
ἀνέμων φερόμενος. οἱ δὲ τοῦτο
ποιοῦντες, τί ἂν ἐροῦσι πρὸς τὸ, ἐξ αἰθέρος ἔμπεσε πόντῳ. εἰ γὰρ πέτεται,
πῶς ἔμπεσε πόντῳ; ἢ δη-
λονότι, ὡς ὁ παραβολικὸς λάρος, οὕτω δὲ καὶ τοσόνδε διαδραμεῖν
ἁλμυρὸν ὕδωρ ὁ Ἑρμῆς ἐρεῖ. εἰ δὲ
καὶ ἴσως δόξει διὰ τὰ εἰρημένα, ὁ λάρος Ἑρμῇ ἀνακεῖσθαι, ἀλλὰ μάλιστα
Ἡρακλεῖ ᾠκείωται ἢ ὁ
ἁπλῶς, ἢ ὁ λεγόμενος βουφάγος, ἐπεὶ τοιοῦτος καὶ ὁ Ἡρακλῆς. Λεπρεὺς
γάρ φασιν Ἡρακλεῖ ἐρίσας
δίσκῳ, καὶ ὕδατος ἀντλῆσαι, καὶ ὅς τις ἀναλώσει θᾶττον ταῦρον, λείπεται
πάντα. ἤγουν ἡττᾶται
ὑφ' Ἡρακλέος εἰς τὰ εἰρημένα πάντα. εἶτα θωρηχθεὶς, προκαλεῖται
Ἡρακλέα, καὶ θνήσκει ἐν τῇ μάχῃ.
οὕτω γράφει μὲν Ἀθήναιος. πρὸ αὐτοῦ δὲ, ἱστοροῦσι καὶ ἕτεροι. ὡς δὲ οὐ
μόνος Ἡρακλῆς βουθοίνας
ἦν ἀλλὰ καὶ ἄλλοι, ἐκ τῶν ἱστοριῶν δῆλον ἐστί. Θεαγένης γοῦν φασιν ὁ
Θάσιος αὐλητὴς, ταῦρον κατέ-
φαγε μόνος. ὃς καὶ φησὶ παρά τινι ποιητῇ, ὡς ἔφαγον Μῃόνιον βοῦν
ἥγουν Λυδόν. πάτρη γὰρ βρώμην
οὐκ ἂν ἐπέσχε Θάσος. περὶ δὲ Μίλωνος τοῦ Κροτωνιάτου φησὶ Δωριεὺς,
ὅτι ὃν ἐπόμπευσε βοῦν εἰς
κρέα τόνδε κόψας, πάντα κατ' οὖν μοῦνος δαίσατό νιν. καὶ Τίτορμος δέ
φασιν ὁ Ἰταλὸς διηριστήσατο
ἑαυτῷ βοῦν ὡς καὶ αὐτὸ γράφει Ἀθήναιος. ὅτι δὲ ῥωμαλεώτερος
101
Μίλωνος ὁ Τίτορμος, ἐξ ἄλλων ἔστι
γνῶναι. καὶ τοιαῦτα μὲν ταῦτα. Δεινοὺς δὲ κόλπους λέγει ὁ ποιητὴς, τοὺς
κατὰ τὸ προῤῥηθὲν μέγα
καὶ δεινὸν πέλαγος. (Vers. 52.) Τὸ δὲ ὀχήσατο, ὡς ἐπὶ ὄχου ὅ ἐστιν
ἅρματος, ἐῤῥέθη. ἐπὶ γὰρ τοιού-
των κυριολεκτεῖται τὸ ὀχεῖσθαι. (Vers. 54.) Ὅτι ὥσπερ μέγα δῶμα ἐπὶ
ἀνθρώπων, οὕτω μέγα σπέος
λέγει τὸ τῆς Καλυψοῦς. ἣν πολλαχοῦ νύμφην συνήθως καλεῖ. ἐρεῖ δὲ μετ'
ὀλίγα, καὶ εὐρὺ τὸ τοιοῦτον
σπέος. εἶτα καὶ πληθυνεῖ αὐτὸ ἐν τῷ, ἐν σπέσι γλαφυροῖσιν. εἶτα
διασκευάζων τὰ κατ' αὐτὴν ἤγουν τί εὗρεν αὐτὴν ποιοῦσαν ὁ Ἑρμῆς,
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια Τομ. 1, σε. 227, γρ. 34
δεται τὸ, ὦ τάλας ἐγὼ τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι με. εἶπε δὲ τοῦτο
ἐκεῖνος, ὅτε ποδαγρῶν καὶ ἰδὼν
Αἰγυπτίους περὶ τὸν ποταμὸν ἐπὶ τῆς ἄμμου ἐῤῥιμμένους
ἀριστοποιουμένους ὥς φησιν Ἀθήναιος καὶ
τὰ τυχόντα προσφερομένους, ἐπαθήνατο. Καὶ σημείωσαι τὸ σχῆμα τοῦ
βασιλικοῦ λόγου. ὅπερ ἐστι,
τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ἤγουν ὅτι μὴ δὲ τούτων εἷς ἐγενόμην.
ληφθὲν ἐκ τοῦ κωμικοῦ εἰπόντος
ἐν νεφέλαις. τὸ δὲ μὴ κυνῆν ἐλθεῖν ἐμὲ τὸν ταπεινὸν ἔχοντα. ἤγουν ὅτι μὴ
ἦλθον ἔχων οἴκοθεν σκέ-
πασμα κεφαλῆς. καὶ ἔστιν ἐλλειπτικόν. οἷον λέγῃ ὁ μὲν βασιλεὺς, ὡς
δυστυχὲς γέγονέ μοι τὸ μὴ δὲ
τούτων ἕνα γενέσθαι. ὁ δὲ τῆς κωμῳδίας ἄνθρωπος, ὅτι ἀπρομήθευτόν
μοι συνέβη τὸ μὴ φέρειν κατα-
κάλυμμα κεφαλῆς ἐπὶ ὑετῷ. Ἰστέον δὲ ὅτι αἱ συνθέσεις τοῦ τρὶς
ἐπιῤῥήματος, ποτὲ μὲν ὡς καὶ
ἀλλαχοῦ ἐδηλώθη, αὐτόχρημα τριάδα δηλοῦσιν, ὡς ἐν τῷ τρισμάκαρες
καὶ τετράκις καθὰ εἴρηται.
ποτὲ δὲ, πλῆθος σημαίνουσιν. ὡς ἐν τῷ, τρισγαρμύριοί εἰσι παρ' Ἡσιόδῳ.
καὶ ἐν τῷ, ἀλλ' ὦ τρισκεκορημένε Σμερδίῃ παρὰ Ἀνακρέοντι. ἤγουν
πολλάκις ἐκσεσαρωμένε. καὶ Θάσον δὲ τὴν τρισοιζυρὴν
πόλιν παρὰ Ἀρχιλόχῳ. ἤτοι τὴν λίαν ὀϊζυράν. οὕτω δὲ καὶ ὁ γράψας ὅτι
στίχων καὶ πέδων δοῦλος ὁ στιγματίας. καὶ πεδήτης παρὰ Ἀριστοφάνει.
μετ' ὀλίγα λέγει ὅτι τριπαίδων, ὁ τρίδουλος. καὶ ὥς που προεγράφη,
τρίπρατος. Ἱππώναξ δὲ ὑπεραναβὰς τοῦτο, φησὶν ἀφέω τοῦτον τὸν
ἑπτάδουλον. τοῖς δὲ ἀνωτέρω ῥηθεῖσιν, ὅμοιον καὶ τὸ τρισεξώλης. ὅτι δὲ
τὸ αὐτὸ τρὶς, οὐκ ἀεὶ φυλάσσει τὸ σίγμα συν-τεθὲν ἀλλ' ἀποβάλλει αὐτὸ,
δῆλον ἐκ τοῦ τρίπαλαι. καὶ τρίπους. καὶ τρίδουλος. καὶ ἄλλων μυρίων.
102
(Vers. 307.) Τὸ δὲ χάριν φέροντες εἶπεν ἐν τῇ γ ῥαψῳδίᾳ. (Vers. 310.)
Τοῦ δὲ δοῦρα ἐπέῤῥιψαν, οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. κρεῖττον
γάρ ἐστι καὶ τοῦ ἀφῆκαν. ἐπὶ μέντοι ὀϊστῶν, οὐκ ἂν εἴη καίριον. ἀλλὰ
μᾶλλον οἰκεῖον ἐκεῖ τὸ ἀφῆκαν. ἐπεὶ καὶ ἀπὸ τοῦ ἵημι γίνεται ὁ τοιοῦτος
ἰός. τὸ δέ γε βάλλειν, ἕτερόν ἐστι τοῦ ἐπιῤῥίπτειν καὶ ἀφιέναι. αὐτὸ γὰρ,
ἀντὶ τοῦ, ἐπιτυχεῖν λέγεται.
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια
Τομ. 2, σε. 172, γρ. 38
ὅτι οὐκ ἀπίθανον εἰδέναι τὸν φαινόμενον ξεῖνον τοῦτον τὰ κατὰ τὸν
Ἀμφίνομον· τοὔνομα μὲν γὰρ τού-
του οἶδεν, ἐν τῷ οἴκῳ τοῦ ξενοδόχου ἄρτι μαθών· (Vers. 127.) τὸν δὲ
Νῖσον εἰδείη ἂν ἐκ παλαιοῦ
χρόνου καθὰ καὶ τὸν Ὀδυσσέα Ἕλλην ὤν. Σημείωσαι δὲ τὸ ἐΰν,
πρωτότυπον ὂν τοῦ, ἠΰν τε μέγαν τε.
ἐκεῖνο γὰρ ἀπὸ ἐκτάσεως ἔχει ἐν τῇ ἀρχούσῃ τὸ η. (Vers. 128.) Τοῦ δὲ
ἐπητῇ εὐθεῖα ὀξύτονος ὁ ἐπη-
τὴς, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅ περ οἱ ὕστερον βαρύνουσι. δηλοῖ δὲ τὸν
δεινὸν εἰπεῖν καὶ λόγιον.
εἰ δὲ καινόν τι τοῖς ἄρτι δοκεῖ τὸ ἐπητὴς ὀξυνόμενον, ἔστιν ἐνθυμηθῆναι
καὶ ἕτερα οὐχ' ὅμοια τῇ
ὑστέρᾳ χρήσει· οἷον καὶ τὸ ἐρῆμον καὶ τὸ ἑτοῖμον καὶ τὸ τροπαῖον,
ἀρχαῖα ὀνόματα, οἷς ἄλλως προ-
παροξυτόνως οἱ νῦν χρώμεθα. (Vers. 130.) Ἐν δὲ τῷ, οὐδὲν ἀκιδνότερον,
Ζηνόδοτος μὲν ἔγραψεν
οὐθὲν διὰ τοῦ θ. τινὲς δὲ ἀντειπόντες αὐτῷ διὰ τὸ δοκεῖν διαφορὰν εἶναι
τοῦ οὐδὲν καὶ οὐθὲν ἀπέδει-
ξαν γενναῖον οὐδέν. ἀρέσκει δὲ τοῖς παλαιοῖς ἡ μετάθεσις τοῦ θ καὶ τοῦ δ
εἰς ἄλληλα Αἰολέων εἶναι,
οἷον τὸ οὐδὲν οὐθὲν, ἐξουδενῶ ἐξουθενῶ, μήδω μήθω, δάσος Θάσος.
Ἀκιδνότερον δὲ ἢ τὸ ἀσθενέστε-
ρον καὶ εὐτελέστερον κατὰ τοὺς γλωσσογράφους, καθ' οὓς καὶ
ὑπερβολικῶς εἴρηται τὸ, μηδὲν ἀκιδνό-
τερον εἶναι ἀνθρώπου, ἢ μᾶλλον ὑπομενετικώτερον, φερεπονώτερον,
παρὰ τὸ μὴ κίδνασθαι ἤτοι
χωρίζεσθαι καὶ πόῤῥω γίνεσθαι τοῦ ἐπισυμβαίνοντος. ὅτι δέ τινες καὶ
παρὰ τὸ αἰκίζω τὴν λέξιν παρά-
γουσιν, ἐν τοῖς φθάσασι δεδήλωται. (Vers. 131.) Τὸ δὲ, ὅσσα γαῖαν
ἐπιπνέει τε καὶ ἕρπει, πρὸς
διαστολὴν ἔφη τῶν μὴ ἐχόντων ταῦτα. οὐ γὰρ δή που καὶ ἐντόμων ζῴων
καὶ σκωλήκων καὶ ἰχθυδίων
καὶ ζῳοφύτων καὶ τῶν τοιούτων ἀκιδνότερον ὁ ἄνθρωπος. Ἕρπειν δὲ
103
ἁπλῶς ἐνταῦθα τὸ βαδίζειν φησίν.
(Vers. 133.) ἀρετὴν δὲ τὴν εὐδαιμονίαν λέγει καὶ εὐθηνίαν τοῦ βίου, ἣν
ἔχων ἄνθρωπος λέγει μὴ ἂν ἀνέξεσθαι, εἴ τί που καὶ πάθοι κακόν· ἀλλ' ὅτ'
ἂν καὶ αὐτὸ πάθοι, φέρει ἀεκαζόμενος, τουτέστιν ἀέκων. ὧν θέμα
πρωτότυπον τὸ ἀέκω.
Ευστάθιος εκκλ. συγγραφέας Commentarium in Dionysii periegetae
orbis descriptionem Section 517, γρ. 7
θαρρούντως αὐτῆς ἐπιβαίνειν. Ἐξ αὐτῆς δὲ καὶ
ἑτέρα παροιμία ἐπὶ τῶν ἀηδῶν, «τὸ Ἀβυδηνὸν ἐπιφό-
ρημα.» Τὸ δὲ ἐναντίον ὅρμον ἔθεντο ἀντὶ τοῦ κατε-
ναντία κεῖνται ἀλλήλαις καὶ ἀντίπορθμοί εἰσιν.
Ὅτι τῶν ἐν τῷ Αἰγαίῳ νήσων ὅσαι ὑπὸ νεύ-
ματι χειρὸς λαιᾶς κεῖνται τοῖς εἰσιοῦσι τὸν Ἑλλήσπον-
τον, τῆς Εὐρώπης εἰσίν· ὧν ἐστι καὶ ἡ Μάκρις καὶ ἡ
Σκῦρος καὶ ἡ Πεπάρηθος καὶ ἡ Λῆμνος, ἥτις Ἥφαι-
στον ἐτίμα, καὶ Ἴμβρος καὶ Σάμος Θρᾳκία, ἥτις
Καβείρων εἶχεν ἱερὰ, οἳ καὶ Κορύβαντες ἐλέγοντο, καὶ
Θάσος, ἥτις καὶ χρυσία εἶχέ ποτε, καὶ τὸ Δάτον συν-
ῴκισε, πόλιν ἔνδοξον περὶ τὴν τοῦ Στρυμόνος παρα-
λίαν. Ἀφ' οὗ παροιμίαν οἱ παλαιοί φασι «Δάτος
ἀγαθῶν», ὡς τὸ «ἀγαθῶν ἀγαθῖδες». Καὶ σκόπει ἐν-
ταῦθα τὴν παροιμίαν, τὸ ἀγαθῶν ἀγαθῖδες. Εἰ γὰρ καὶ
ἄλλως αὐτὴν οἱ παλαιοὶ ἐκλαμβάνονται, ἀλλ' ἔοικε
τοπικόν τι εἶναι ἡ ἀγαθὶς, διὸ καὶ εἰς ὁμοιότητα πα-
ρετέθη τοῦ Δάτος ἀγαθῶν, ἵνα ὥσπερ λέγεται Δάτος
ἀγαθῶν οἷον τόπος καὶ πόλις, οὕτω λέγηται καὶ ἀγαθῖδες
ἀγαθῶν. Εἰ γὰρ μὴ τοῦτο, ποία λοιπὸν ἄλλη ὁμοιότης
τῶν δύο τούτων παροιμιῶν;
Ευστάθιος εκκλ. συγγραφέας Commentarium in Dionysii periegetae
orbis descriptionem Section 517, γρ. 18
ῴκισε, πόλιν ἔνδοξον περὶ τὴν τοῦ Στρυμόνος παρα-
λίαν. Ἀφ' οὗ παροιμίαν οἱ παλαιοί φασι «Δάτος
ἀγαθῶν», ὡς τὸ «ἀγαθῶν ἀγαθῖδες». Καὶ σκόπει ἐν-
ταῦθα τὴν παροιμίαν, τὸ ἀγαθῶν ἀγαθῖδες. Εἰ γὰρ καὶ
ἄλλως αὐτὴν οἱ παλαιοὶ ἐκλαμβάνονται, ἀλλ' ἔοικε
τοπικόν τι εἶναι ἡ ἀγαθὶς, διὸ καὶ εἰς ὁμοιότητα πα-
ρετέθη τοῦ Δάτος ἀγαθῶν, ἵνα ὥσπερ λέγεται Δάτος
104
ἀγαθῶν οἷον τόπος καὶ πόλις, οὕτω λέγηται καὶ ἀγαθῖδες
ἀγαθῶν. Εἰ γὰρ μὴ τοῦτο, ποία λοιπὸν ἄλλη ὁμοιότης
τῶν δύο τούτων παροιμιῶν; Ἰστέον δὲ ὅτι Παρίων
κτίσμα ἡ Θάσος· τὸ Πάριον δὲ πόλις ἐν τῇ Προποντίδι.
Ο δὲ Ἀρριανὸς ἄλλως φησί· «Πάριος υἱὸς Ἰασίωνος,
ᾧ ἐπώνυμον τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ.»
Καὶ οὐ διαφωνεῖ Ἀρριανὸς πρὸς τὸν πρῶτον λόγον, ἀλλὰ
τάχα ταυτότητα παραδηλοῖ, ὡς ἐν πολυωνυμίᾳ, Προ-
ποντίδος τε καὶ Ἑλλησπόντου· ὃ καὶ ἑτέροις ἔδοξεν, ὡς
ἤδη προγέγραπται. Καὶ οὕτω μὲν Πάριοι κτίσαι τὴν
Θάσον λέγονται. Τινὲς δὲ ἀνάπαλιν τὸ Πάριον ἀπὸ τῆς
Θάσου εἶπον ἀποικισθῆναι. Ἀρριανὸς δέ φησι καὶ ὅτι
Θάσος ἀπὸ Θάσου καλεῖται, Ποσειδῶνος υἱοῦ· καὶ ὅτι
ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ χρυσᾶ μέ
ταλλα, ὧν καὶ Ἡρόδοτος μέμνηται, λέγων ὅτι προς-
όδους εἶχον μεγάλας οἱ Θάσιοι, καὶ μέταλλα χρυσᾶ
Σκαπτῆς ὕλης. Ἀνεῦρον δὲ αὐτὰ Φοίνικες οἱ κτίσαντες
τὴν νῆσον μετὰ Θάσου τοῦ Φοίνικος, ἐξ οὗ ἔχει καὶ
τοὔνομα. Εἶχε δὲ ἱερὸν Ἡρακλέους ἡ Θάσος, ὑπὸ τῶν
αὐτῶν Φοινίκων ἱδρυθὲν, οἳ πλεύσαντες κατὰ ζήτησιν
τῆς Εὐρώπης τὴν Θάσον ἔκτισαν. Καὶ ταῦτα μὲν περὶ
Θάσου. Ὅρα δὲ ὅτι φιλοτιμότερον ἐνταῦθα ὁ ποιητὴς
ἀγλαϊζόμενος ἐφ' ἑκάστῃ τῶν νήσων ἐπιθέτῳ χρῆται,
καὶ τὴν μὲν Μάκριν, ὃ ἔστι τὴν Εὔβοιαν, Ἀβαντιάδα
λέγει, ἀπὸ τοῦ ἐν αὐτῇ ἔθνους τῶν Ἀβάντων, Θρᾳκίου
ἔθνους, ὥς φησιν Ἀρριανὸς, κληθέντος οὕτως ἀπό τινος
Ἀργείου υἱοῦ Ποσειδῶνος Ἄβαντος. Τούτους ὁ Ὅμηρος
κομᾶν τε τὰ ὄπισθέν φησι τῷ Θρᾳκίῳ νόμῳ καὶ μεγα-
θύμους ὀνομάζει. Τὴν δὲ Σκίρον ὁ Διονύσιος ἠνεμόες-
σαν καλεῖ, τὴν Πεπάρηθον αἰπεινὴν, τὴν Λῆμνον
κραναὸν πέδον Ἡφαίστου, ἀκολούθως Ὁμήρῳ, διὰ
Ευστάθιος εκκλ. συγγραφέας Commentarium in Dionysii periegetae
orbis descriptionem Section 520, γρ. 15
ἔθνους, ὥς φησιν Ἀρριανὸς, κληθέντος οὕτως ἀπό τινος
Ἀργείου υἱοῦ Ποσειδῶνος Ἄβαντος. Τούτους ὁ Ὅμηρος
κομᾶν τε τὰ ὄπισθέν φησι τῷ Θρᾳκίῳ νόμῳ καὶ μεγα-
θύμους ὀνομάζει. Τὴν δὲ Σκίρον ὁ Διονύσιος ἠνεμόες-
σαν καλεῖ, τὴν Πεπάρηθον αἰπεινὴν, τὴν Λῆμνον
κραναὸν πέδον Ἡφαίστου, ἀκολούθως Ὁμήρῳ, διὰ
τοὺς ἐκεῖ ποτε τοῦ πυρὸς κρατῆρας. Διὸ καὶ πόλεων
περὶ αὐτὴν δύο οὐσῶν, ἡ μία Ἡφαιστία ἐλέγετο. Λέ-
105
γονται δὲ καὶ ταύτην Πελασγοί ποτε οἰκῆσαι, οἱ ἐκ
τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξελαθέντες ὡς ἄδικοι καὶ
ἅρπαγες. Τὴν δὲ Θάσον ὠγυγίην λέγει καὶ Δήμητρος
δὲ ἀκτὴν διὰ τὸ εὔδαιμον τῆς νήσου καὶ εὔκαρπον· ὅπου
καὶ εἰς παροιμίαν ἔπεσε τὸ Θάσος ἀγαθῶν, ὡς εἴτις
εἴποι δάσος. Καίτοι τινὲς Δάτος ἀγαθῶν τὴν τοιαύτην
παροιμίαν γράφουσι, περὶ ἧς πρὸ ὀλίγου γέγραπται.
Ὅρα δὲ ἐνταῦθα καὶ ὅπως τῶν ἄλλων ποιητῶν τὸ Δή-
μητρος ἀκτή λαμβανόντων ἀντὶ τοῦ δωρεά, οὗτος ἀντὶ
τοῦ τόπος καὶ τέμενος ἔλαβεν.
Ἔτι δὲ κἀκεῖνα περὶ τῶν εἰρημένων νήσων ἰστέον·
ὅτι Εὔβοια νῆσος μία τῶν ὑμνουμένων ἑπτὰ, ἡ καὶ
Μάκρις ὀνομασθεῖσα διὰ τὸ τῆς θέσεως ἐπίμηκες· οὕτω
γάρ πως παραμήκης ἐκτέταται. Διὸ καὶ δέδωκε τῷ
Κωμικῷ λαβὴν σκώμματος ἐν τῷ «ὑπὸ γὰρ ἡμῶν
Ησύχιος λεξικόν (Α – Ο) alpha, entry 1391, γρ. 1
ἀεργηλόν· ἀργόν (Lyr. ad. 92?)
†ἀέργυγον· καθέδραν. οἱ δὲ †τάγηνα
ἀέρδην· ἄνω. ἢ φοράδην (Aesch. Ag. 324?)
ἀεργός· *ἀργός (Ι 320) vgn ἢ κακοῦργος (Theocr. 15,50)
ἀερέθονται· αἰωροῦνται, κρέμανται (Γ 108)
ἀερήϊον· ἀμέτρητον. πολύ, ἀερῶδες
†ἀέρῃς· ἄρῃς, βαστάσῃς
*ἀερθείς· μετεωρισθείς (θ 375) vgA
*ἄερθεν· ἤρθησαν Pn ἀνέστησαν, ὥρμησαν (Θ 74) Ap
*ἀέρθη· ἐπήρθη (τ 540) An
ἀερία· ὀμίχλη, παρὰ Αἰτωλοῖς. Θάσον τε τὴν νῆσον, καὶ
Αἴγυπτον, καὶ Λιβύην, καὶ Κρήτην, καὶ Σικελίαν, καὶ Αἰθιοπίαν,
καὶ Κύπρον οὕτως ἐκάλουν
ἀερίδες· μέλισσαι
ἄερκτον· οὐ περιειργόμενον (Lys. 7,28)
*ἀεροβατεῖν· εἰς τὸν ἀέρα περιπατεῖν (Pl. Ap. 19 c) vgA
ἀερόεν· μέλαν. βαθύ. μέγα
ἀέρον· ἀπεδερμάτουν (τ 421)
†ἀέρος εἶδος· ἰός, καὶ ὄροβοι
ἀερωδέστερα· ἀφανέστερα
ἀεροκέλαδοι πιτυοκάμπται· ...
Ησύχιος λεξικόν (Α – Ο) omicron, entry 120, γρ. 1
106
ὀδύσασθαι· χολωθῆναι
ὀδυσθῆναι· ὀδύσασθαι. χολωθῆναι, θυμωθῆναι, ὀργισθῆναι
*ὀδυσσαμένοιο· ὀργισθέντος (Θ 37) ASn
ὀδυσσάμενος· ὀργισθείς (τ 407) r
*ὄδωδεν· ὄζει, πονηρὰν καὶ βαρυτάτην ἀποφορὰν πνεῖ vg(n),
ἢ εὐῶδές ἐστιν
ὀδωδή· ὀσμή r
*ὀδωδός· ὄζον ASn
ὀδώδυσται· ὤργισται (ε 423)
ὁδῷ ἔπι· παρ' ὁδῷ. ἐπὶ ὁδῷ (Ζ 15)
Ὀδωνίς· ἡ Θάσος τὸ πάλαι ὀδών· ὀδούς [ἐὰ· μηλωτή]
Etymologicum Magnum, Etymologicum magnum Kallierges σε. 219,
γρ. 46
νίκων γραφῇ. Γάδον γὰρ παρ' αὐτοῖς τὸ ἐκ μικρῶν
ᾠκοδομημένον.
Γαζοφυλάκιον: Θησαυροφυλάκιον· γάζα γὰρ
θησαυρός. Εἰς τὸ Ῥητορικόν. Καὶ πλοῦτος, καὶ
ταμιεῖα γάζας. Διογενιανός.
Γάκινος: Ὁ σεισμὸς κατὰ Ἀθηναίους, ὁ τὴν
γῆν κινῶν. Ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις.
Γάλα: Παρὰ τὸ γυῖα καὶ τὸ ἅλλομαι, τὸ ἐκ
τῶν γυίων ἁλλόμενον.
Γαληψός: Πόλις ἐστὶ Θρᾴκης· ὠνόμασται δὲ ἀπὸ
Γαλήψου τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Ὁ πολίτης,
Γαλήψιος. Τὰ δὲ εἰς ΨΟΣ ὑπὲρ δύο συλλαβὰς
ὀξύνεται, σκινδαψὸς, (ὀργάνου ὄνομα, καὶ κύριον· τί-
θεται καὶ κατ' οὐδενὸς, ὡς τὸ τραγέλαφος,) χεραψὸς,
καλυψός.
Γάλα: Παρὰ τὸ καλὸν εἶναι εἰς ἀνατροφὴν,
κάλα, καὶ γάλα. Ἐκ δὲ τοῦ γάλα, γαλήνη, ἡ
πραεῖα καὶ ἐφεσταμένη θάλασσα. Ἢ παρὰ τὸ
γελᾶν, γελάνη τὶς οὖσα καὶ γαλήνη, ἡ πρᾶον ἔχουσα
καὶ ἡδὺ θέαμα. Ζήτει εἰς τὸ γάκινος.
Γαλαθηνός: Ὁ ὑποτίτθιος καὶ ὑπομάζιος·
Etymologicum Magnum, Etymologicum magnum Kallierges σε. 443,
γρ. 7
107
μὴ προσβαλέσθαι εἰς μάχην. Καὶ Λιβάνιος,
Ποῦ δὴ καὶ ἐπὶ τούτῳ θανατᾶν;
Θάπτω: Ὡς παρὰ τὸ βῶ γίνεται βάπτω, οὕτως
καὶ παρὰ τὸ θῶ, τὸ τίθημι, γίνεται θάπτω· ἀΐδιον
γὰρ ἔχουσι τὴν ἀπόθεσιν οἱ θαπτόμενοι.
Θάρσος: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων
Αἰολικῶς, θέρσω· ῥηματικὸν ὄνομα, θέρσος· καὶ
τροπῇ τοῦ ε εἰς α, θάρσος· ἀφ' οὗ καὶ θρασεῖς, καθ'
ὑπέρθεσιν τοῦ ρ· οἱ γὰρ θερμοὶ καὶ θρασεῖς· καὶ
θαρσαλέος, ὁ ἀνδρεῖος.
Θάσος: Πόλις· ἀπὸ τοῦ δάσος· ὅτι κάρπιμός
ἐστιν ἡ γῆ. Καὶ τὸν Κικόνιον οἶνον, ὃν καὶ Ὅμηρος
συνίστησιν ἥδιστον εἶναι, τοῦτον οἱ Ἕλληνες Θάσιον
ὠνόμασαν, διὰ τὸ ἐπικεῖσθαι τῇ νήσῳ Θάσῳ.
Θάσια: Τὰ ἀμύγδαλα· ἀπὸ τοῦ θᾶσσον τὸν καρ-
πὸν προϊέναι· πρώϊμα γὰρ ὑπὲρ τὰ λοιπὰ δένδρα.
Θάσσονας ἱρήκων: Ἀντὶ τοῦ ταχυτέρους τῶν
ἱεράκων, Ἰλιάδος νʹ. Καὶ θᾶσσον, τὸ ταχέως, ἀπὸ
τοῦ ταχὺς παρήχθη· ὁ πρῶτος τύπος, ταχύτερος· ὁ
δεύτερος, ταχίων· ὁ τρίτος, τάσσων· καὶ τροπῇ,
Etymologicum Magnum, Etymologicum magnum Kallierges σε. 640,
γρ. 20
ἀποφάσεως, καὶ τοῦ δὲ συνδέσμου, καὶ τοῦ ἕτερον
ὄνομα. Καὶ ἔστιν ἀναλογώτερον τοῦ οὐθέτερον·
ὅπερ ἀπὸ τοῦ τε συνδέσμου γίνεται οὐτέτερον· καὶ
διὰ τὴν δασεῖαν ἐτράπη τὸ τ εἰς θ· ὁ γὰρ ΤΕ σύν-
δεσμος ἀπαιτεῖ καὶ ἕτερον σύνδεσμον, Οὔτε τοῦτο,
οὔτε τοῦτο. Ὅθεν σεσημείωται τὸ παρὰ Μενάνδρῳ,
Οὐθὲν μέλει σοι,
ὅτι οὐκ ἔχει ἑτέρου συνδέσμου ἐπιφοράν. Μήποτε
δὲ οὐκ ἔστιν ἀπὸ τοῦ ΤΕ συνδέσμου, ἀλλ' ἀπὸ
τοῦ δὲ, κατὰ τροπὴν, οὐδέτερον, οὐθέτερον, ὡς δάσος,
Θάσος.
Οὖθαρ ἀρούρης: Τὸ λιπαρώτατον καὶ κάρ-
πιμον καὶ κάλλιστον τῆς γῆς. Οἶμαι ἀπὸ τοῦ θῶ,
τὸ τρέφω ἢ θάλλω, γίνεται πλεονασμῷ τοῦ ο. Ἢ
παρὰ τὸ θῶ, τὸ θηλάζω, γίνεται θάρ· καὶ πλεονασμῷ
τῆς ΟΥ συλλαβῆς, οὖθαρ· σημαίνει δὲ τὸν μαζόν.
Οὐθέν: Ἔστιν ὄνομα δείς· καὶ ἰσοδυναμεῖ τῷ
τὶς καὶ τὸ εἷς ἐνός· καὶ τὸ οὐδέτερον, τὸ ἓν, γίνεται
οὐδὲ ἓν, καὶ ἐν συγκοπῇ, οὐδὲν, καὶ τροπῇ τοῦ δ εἰς θ,
108
οὐθέν.
Paraphrases In Dionysium Periegetam, In Dionysii periegetae orbis
descriptionem Section 517-524, γρ. 10
Εὐρώπης, ἡ δὲ Ἄβυδος τῆς Ἀσίας.
Τούτων δὲ τῶν νήσων τοῦ Αἰγαίου πελά-
γους αἱ μὲν τῆς Εὐρώπης ἐπὶ τὰ ἀριστερὰ κεῖνται τῷ
εἰσπλέοντι, οἱ δὲ τῆς Ἀσίας ἐπὶ τὰ δεξιὰ κατὰ τὸ μῆ-
κος ἐκτεινόμεναι ἀπὸ τῆς μεσημβρίας πρὸς ἄρκτους ἢ
τὸν ἀρκτῶον βορέαν. Καὶ ἐπὶ τῆς Εὐρώπης μέν ἐ-
στιν ἡ Εὔβοια, Μάκρις διὰ τὰ μακρὸν σχῆμα λεγομένη,
ἣν οἱ Ἄβαντες κατοικοῦσι, καὶ ἡ Σκῦρος ἀνέμους
βιαίους ἔχουσα, καὶ ἡ ὑψηλὴ Πεπάρηθος· ὅπου ὑπάρχει
καὶ ἡ Λῆμνος, τὸ τραχὺ πέδον, ἤγουν ἡ τραχεῖα νῆ-
σος, τοῦ Ἡφαίστου, καὶ ἡ ἀρχαία Θάσος, Δημήτερος
ἀκτὴ, τουτέστι πυροφόρος χώρα, καὶ Ἴμβρος καὶ ἡ
Σαμοθρᾴκη, ἡ πόλις τῶν Κορυβάντων τὰ μυστήρια ἐν
αὐτῇ τελούντων.
Αἱ δὲ τὴν πρώτην μοῖραν ἢ τάξιν τῆς
Ἀσίας λαχοῦσαι νῆσοι αὗταί εἰσιν, αἳ κύκλῳ τὴν Δῆ-
λον περιέχουσι, καὶ Κυκλάδες ἐκ τούτου ὀνομάζονται.
Χαριστήρια δὲ τῷ Ἀπόλλωνι καὶ χοροὺς ἅπασαι αἱ
νῆσοι ἄγουσι, τὴν Δῆλον τοῦ Ἀπόλλωνος κυκλοῦσαι,
τοῦ καλοῦ καὶ ἐπιθυμητοῦ ἔαρος νεωστὶ ἀρχομένου,
ἡνίκα ἡ ἡδύφωνος ἀηδὼν χωρὶς καὶ ἄπωθεν τῶν
Concilia Oecumenica (ACO), Concilium universale Chalcedonense
anno 451 Tomëvolumëpart 2,1,1, σε. 64, γρ. 19
Γενναδίου Κνωσσοῦ
Εὐσεβίου Ἀπολλωνίας
Δημητρίου Λάππης
Εὐφράτου Ἐλευθέρνης ἐπέχοντος τὸν τόπον καὶ Παύλου ἐπισκόπου
Καντάνου
Σώιζοντος Φιλίππων
Εὐσεβίου Δουβήρων
Μαξιμίνου Σερρῶν
Νικολάου Στοβῶν
Δαρδανίου Βαργάλων
Ἰωάννου Παρθικουπόλεως
109
Ὁνωράτου Θάσου
Θεοφίλου Ἀριεσσοῦ
Νέωνος Σιλλύου
Διοδότου Λυσινέων
Concilia Oecumenica (ACO), Concilium universale Chalcedonense
anno 451 Tomëvolumëpart 2,1,2, σε. 102, γρ. 8
βέστατος ἐπίσκοπος Κορίνθου μητροπόλεως Ἑλλάδος καὶ Ἀττικὸς ὁ
εὐλαβέστατος
ἐπίσκοπος Νικοπόλεως μητροπόλεως παλαιᾶς Ἠπείρου καὶ Λουκᾶς ὁ
εὐλαβέστατος
ἐπίσκοπος Δυρραχίου μητροπόλεως νέας Ἠπείρου καὶ Μαρτύριος ὁ
εὐλαβέστατος
ἐπίσκοπος Γορτύνης μητροπόλεως Κρήτης καὶ Κωνσταντῖνος ὁ
εὐλαβέστατος ἐπί-
σκοπος Δημητριάδος Θεσσαλίας ἐπέχων τὸν τόπον Βιγιλαντίου τοῦ
εὐλαβεστάτου
ἐπισκόπου Λαρίσσης μητροπόλεως ἐπαρχίας τῆς αὐτῆς καὶ οἱ
Μακεδονίας πρώτης εὐλα-
βέστατοι ἐπίσκοποι, τουτέστιν Σώιζων ὁ εὐλαβέστατος ἐπίσκοπος
Φιλίππων καὶ
Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δοβήρου καὶ Μάξιμος ὁ
εὐλαβέστατος ἐπίσκο-
πος Σερρῶν καὶ Νικόλαος ὁ εὐλαβέστατος ἐπίσκοπος Στοβῶν καὶ
Ἰωάννης ὁ εὐλα-
βέστατος ἐπίσκοπος Παρθικουπόλεως καὶ Δαρδάνιος ὁ εὐλαβέστατος
ἐπίσκοπος Βαργάλων καὶ Ὁνωράτος ὁ εὐλαβέστατος ἐπίσκοπος Θάσου,
καὶ οἱ τῆς Ἑλλάδος, τουτέστιν Νικέας ὁ εὐλαβέστατος ἐπίσκοπος
Μεγάρων καὶ Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος Μεσσήνης καὶ
Ὠφέλιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Τεγέας καὶ Ἀθανάσιος ὁ
εὐλαβέστατος ἐπίσκοπος Ὀποῦντος καὶ Εἰρηναῖος ὁ εὐλαβέστατος
ἐπίσκοπος Ναυπάκτου καὶ Δομνῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος
Πλαταιῶν καὶ Ὀνήσιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἄργους, καὶ οἱ
παλαιᾶς Ἠπείρου, τουτέστι Μάρκος ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐροίας
καὶ Περεγρῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Φοινίκης καὶ Εὐτύχιος ὁ
εὐλαβέστατος ἐπίσκοπος Ἀδριανουπόλεως καὶ Κλάδεος ὁ
εὐλαβέστατος ἐπίσκοπος Ἀνχιεσμοῦ καὶ Σωτήριχος ὁ εὐλαβέστατος
ἐπίσκοπος Κερ-κύρας, καὶ οἱ νέας Ἠπείρου, τουτέστιν Πέτρος ὁ
εὐλαβέστατος ἐπίσκοπος Ἐχινέου καὶ Εὐσέβιος ὁ εὐλαβέστατος
ἐπίσκοπος Ἀπολλωνίας, καὶ οἱ τῆς Κρήτης, τουτέστιν
110
Concilia Oecumenica (ACO), Concilium universale Chalcedonense
anno 451 Tomëvolumëpart 2,1,2, σε. 150, γρ. 36
ΤΙΑ Δημήτριος ἐπίσκοπος Λάμπης ὁρίσας ὑπέγραψα: –
ΤΙΒ Εὔφρατος ἐπίσκοπος Ἐλευθέρνης ὁρίσας ὑπέγραψα: –
ΤΙΓ Παῦλος ἐπίσκοπος Καντάνου ὁρίσας ὑπέγραψα διὰ Χρυσογόνου
πρεσβυτέ-
ρου: –
ΤΙΔ Σώιζων ἐπίσκοπος πόλεως Φιλίππων ὁρίσας ὑπέγραψα: –
ΤΙΕ Εὐσέβιος ἐπίσκοπος Δοβήρου ὁρίσας ὑπέγραψα: –
ΤΙϛ Μαξιμῖνος ἐπίσκοπος Σερρῶν ὁρίσας ὑπέγραψα: –
ΤΙΖ Νικόλαος ἐπίσκοπος Στοβῶν ὁρίσας ὑπέγραψα: –
ΤΙΗ Δαρδάνιος ἐπίσκοπος παρλάων ὁρίσας ὑπέγραψα: –
ΤΙΘ Ἰωάννης ἐπίσκοπος Παρθικοπόλεως ὑπέγραψα διὰ Κυρίλλου
πρεσβυτέρου: –
ΤΚ Ὁνωράτος ἐπίσκοπος πόλεως Θάσου ὁρίσας ὑπέγραψα: –
ΤΚΑ Θεόφιλος ἐπίσκοπος Ἀριασσοῦ ὁρίσας ὑπέγραψα: –
ΤΚΒ Νέων ἐπίσκοπος πόλεως Σιλλύου ὁρίσας ὑπέγραψα: –
ΤΚΓ Διόδοτος ἐπίσκοπος πόλεως Λυσινέων ὁρίσας ὑπέγραψα: –
ΤΚΔ Μάρας ἐπίσκοπος πόλεως Κοδρούλων ὁρίσας ὑπέγραψα διὰ
Μαρκελλίνου
ἐπισκόπου: –
ΤΚΕ Παῦλος ἐπίσκοπος πόλεως Πόγλων ὁρίσας ὑπέγραψα: –
ΤΚϛ Μαρκελλῖνος ἐπίσκοπος πόλεως Ἰσίνδων συναινέσας ὑπέγραψα: –
ΤΚΖ Μακεδὼν ἐπίσκοπος πόλεως Μαγύδου ὁρίσας ὑπέγραψα: –
ΤΚΗ Εὐδόξιος ἐπίσκοπος πόλεως Ἐτέννων ὁρίσας ὑπέγραψα: –
ΤΚΘ Αὐρήλιος ἐπίσκοπος Ἀδραμετηνὸς συνήινεσα καὶ ὑπέγραψα: –
Epimerismi, Epimerismi Homerici Γρ. of Iliad 1+source of gloss
10,a1a, γρ. of gloss 5
νοῦσος: Ἰωνικῷ πλεονασμῷ τοῦ υ, οἷον νός νούς, μόνος μοῦνος,
κόρος κοῦρος. | γέγονε δὲ παρὰ τὸ νο στερητικὸν καὶ τὸ σῶον· τὸ ἐστερη-
μένον τοῦ σώου καὶ ὑγιοῦς.
Νόσος βαρύνεται· τὰ εἰς ος λήγοντα διβραχέα βαρύνεσθαι θέλει, οἷον
δρόσος, Θάσος, νῆσος, νόσος.
νοῦσον: νόσος· παρὰ τὸ ἔχειν στέρησιν τοῦ σώου εἴρηται· τὸ γὰρ
νο στερητικόν ἐστιν.
νοῦσος: πλεονασμῷ τοῦ υ Ἰωνικῷ, ὡς κόρος κοῦρος, μόνος μοῦνος,
εἴρ⌊η⌋ται νόσος παρὰ τὸ νο στερητικὸν μόριον καὶ τὸ σεύω, τὸ ὁρμῶ· ἡ
μὴ
ἐῶσα ἡμᾶς κινεῖσθαι καὶ σεύ⌊εσθαι⌋. ἢ παρὰ τὸ ν⌊ε στερητικὸν⌋ καὶ τὸ
111
σόος, ὁ ἀκέραιος· σόος δὲ διὰ τοῦ ⌊ο ποιητικόν⌋.
ἀνὰ στρατόν: ἡ ἀνά ἀντὶ τῆς κατά, ἔθει Ἀττικῷ. οἱ γὰρ Ἀττικοὶ
χρῶνται πολλάκις προθέσεσι ἀντὶ προθέσεων.
Σχόλια στον Αριστείδην Treatise Pan, Jebb pagëγρ. -Hypothesis-
Epigram 112,2, γρ. 1
Πλαταιέας δεύτερον ἐξοικισθέντας] δεύτερόν
φησιν ἠτυχηκέναι τοὺς Πλαταιέας, τὸ μὲν πρῶτον ὑπὸ
Λακεδαιμονίων καὶ Θηβαίων ἐν τῷ Πελοποννησιακῷ, τὸ
δὲ δεύτερον ὑπὸ Θηβαίων μετὰ τὴν ἐπὶ Ἀνταλκίδου. ἐν
γὰρ ταῖς σπονδαῖς ταύταις ἦν δοχεῖον τοῦ μὲν βασιλέως,
ἔχειν ὑπ' αὐτὸν πᾶσαν τὴν Ἀσίαν καὶ Ἀμαζόνας, καὶ τῶν
νήσων τὴν Κύπρον, τὰς δὲ λοιπὰς πόλεις καὶ μικρὰς καὶ
μεγάλας αὐτονόμους εἶναι. τότε οὖν οἱ Θηβαῖοι μὴ βου-
λόμενοι μετέχειν τοὺς Πλαταιέας τοῦ συνεδρίου κατέσκα-
ψαν αὐτούς. τοὺς ἐκ Κορίνθου, καὶ Θάσου, καὶ Βυζαντίου] τούτων τῶν
τριῶν μέμνηται Δημοσθένης φανερῶς ἐν τοῦ πρὸς Λεπτίνην· Κορινθίων
μὲν, ὅτι ἐδέξαντο ἐν τῷ τείχει τοὺς Ἀθηναίους στρατιώτας· Θασίων δὲ
διὰ τὸν Ἔκφαντον· Βυζαντίων δὲ διὰ Ἀρχέβιον καὶ Ἡρακλείδην.
Θάσος δὲ νῆσος τῆς Θράκης. ταύτην Λακεδαιμόνιοι μετὰ
τὸν Πελοποννησιακὸν ᾠκειώσαντο, πάσης τῆς Ἑλληνικῆς
θαλάσσης ἄρξαντες. Θάσιοι δὲ τὴν βίαν αὐτῶν μὴ φέρον-
τες, δι' Ἐκφάντου τοῦ ἰδίου στρατηγοῦ αὐτῶν, πρὸς Θρα-
σύβουλον, τὸν τῶν Ἀθηναίων στρατηγὸν, ἐπρεσβεύσαντο,
περὶ τὴν Θρᾴκην τότε ὄντα· ὁ δὲ εἰσελθὼν τῶν Λακε
Σχόλια στον Αριστείδην Treatise Pan, Jebb pagëγρ. -Hypothesis-
Epigram 112,2, γρ. 6
ἔχειν ὑπ' αὐτὸν πᾶσαν τὴν Ἀσίαν καὶ Ἀμαζόνας, καὶ τῶν
νήσων τὴν Κύπρον, τὰς δὲ λοιπὰς πόλεις καὶ μικρὰς καὶ
μεγάλας αὐτονόμους εἶναι. τότε οὖν οἱ Θηβαῖοι μὴ βου-
λόμενοι μετέχειν τοὺς Πλαταιέας τοῦ συνεδρίου κατέσκα-
ψαν αὐτούς. D.
τοὺς ἐκ Κορίνθου, καὶ Θάσου, καὶ Βυ-
ζαντίου] τούτων τῶν τριῶν μέμνηται Δημοσθένης φανερῶς
ἐν τοῦ πρὸς Λεπτίνην· Κορινθίων μὲν, ὅτι ἐδέξαντο ἐν
τῷ τείχει τοὺς Ἀθηναίους στρατιώτας· Θασίων δὲ διὰ τὸν
Ἔκφαντον· Βυζαντίων δὲ διὰ Ἀρχέβιον καὶ Ἡρακλείδην.
Θάσος δὲ νῆσος τῆς Θράκης. ταύτην Λακεδαιμόνιοι μετὰ
112
τὸν Πελοποννησιακὸν ᾠκειώσαντο, πάσης τῆς Ἑλληνικῆς
θαλάσσης ἄρξαντες. Θάσιοι δὲ τὴν βίαν αὐτῶν μὴ φέρον-
τες, δι' Ἐκφάντου τοῦ ἰδίου στρατηγοῦ αὐτῶν, πρὸς Θρα-
σύβουλον, τὸν τῶν Ἀθηναίων στρατηγὸν, ἐπρεσβεύσαντο,
περὶ τὴν Θρᾴκην τότε ὄντα· ὁ δὲ εἰσελθὼν τῶν Λακε-
δαιμονίων ἐξέβαλε φρουρὰν, ἣν κατέστησεν ἐκεῖσε. D.
τοὺς ἐκ τῶν νήσων] καταφυγόντας ἐνταῦθα.
AC. οὐ λέγει τῶν Κυκλάδων, ἀλλὰ πασῶν. εἰ δέ τις εἴποι,
τί οὖν, ἡ Θάσος οὐκ ἔστι νῆσος, λέγομεν, ἄνω μιᾶς μό-
νης μνησθεὶς, ἐνταῦθα περὶ πασῶν βούλεται εἰπεῖν.
πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη] ἠγωνίζετο
γὰρ, ὅπως, οὓς ἂν ἐκείνη καθέλῃ, αὐτῇ ἀνορθώσῃ. AC.
ἐπὶ θάτερα] ἐπὶ τὰ ἐναντία. ἀντὶ τοῦ εἰς
εὐτυχίαν. εἰ δὲ τὸ ἐπὶ θάτερα δηλοῖ τὰ ἐναντία τῶν κα-
λῶν, ὅ ἐστι φαῦλα, ἐνταῦθα τὴν λέξιν ἐπὶ καλοῦ εἴλη-
φεν.
Σχόλια στον Αριστείδην Treatise Pan, Jebb pagëγρ. -Hypothesis-
Epigram 173,1, γρ. 1
ὥσπερ δρᾶμα] τὸ ὥσπερ δρᾶμα λέγει,
ἐπειδὴ εἰώθασιν οἱ τραγῳδοὶ πρὸ τῆς δραματουργίας τοὺς
ὑπουργήσαντας αὐτῇ προδιδάσκειν καὶ προμηνύειν, πῶς
δεῖ ποιεῖν. AC.
καὶ γὰρ ἐν τοῖς δράμασι σκοποῦσι καὶ προμελετῶσι
πῶς καὶ τίνα εἰσελθεῖν δεῖ. πρᾶξιν δὲ λέγει, ὅτι γυναι-
κεῖον σχῆμα εἶπον αὐτοῖς πρὸς τοὺς ἁρμοστὰς εἰσελθεῖν.
BD.
ἀτέλειαν δὲ καὶ πολιτείαν καὶ πάντων μετουσίαν δόν-
τες] ἐφ' ὅσον καιρὸν Ἀθήναζε ἦσαν. C.
ὥσπερ τοῖς ἐκ Κορίνθου καὶ Θάσου καὶ
Βυζαντίου μεταστᾶσιν] τοῖς μετοικήσασι. ταῦτα καὶ Δη-
μοσθένης λέγει ἐν τῷ πρὸς Λεπτίνην. BD.
τοῖς – μεταστᾶσιν] Ἀθήναζε. C.
ἔπειθ' ὡς καὶ τῆς διὰ τῶν ὅπλων ἐδέησε] μετὰ γὰρ
τὸ ἀνελεῖν τοὺς ἁρμοστὰς μετεπέμψαντο τοὺς Ἀθηναίους
Θηβαῖοι, καὶ οὕτως ἔσχον τὴν πόλιν. BD.
ὥσπερ πομπῆς] πανηγύρεως. C.
τὴν προτέραν αὐτῶν ἔξοδον μιμησάμενοι]
τὴν ἐν Ἁλιάρτῳ. A. ἣν ὑπὲρ αὐτῶν Θηβαῖοι ἦσαν ποιη-
σάμενοι, ὅτι ἐξέβαλον τὴν φρουρὰν αὐτῶν· τότε γὰρ ὀλί
113
Scholia In Callimachum, Diegeseis in Aetia
Fragment 104, column col5, γρ. 9
ἱέρεια οὖσα διὰ τὸν ψόφον τοῦ
διωγμοῦ λύχνον ἐκέλευσεν προ-
ενεγκεῖν οἱ· οἱ δ̣ὲ̣ τυχόντες φωτὸ̣ς ἀνεῖ-
λον αὐτῆς τὸ̣ν̣ παῖδα.
Ἥρως ὦ κατὰ πρύμναν, ἐπεὶ τόδε κύρβις
ἀείδει Φησὶν ὅτι ὁ καλούμενος ‘κα-
τὰ πρύμναν ἥρως’ Ἀνδρόγεώς ἐστιν· – – –
πάλαι γὰρ ἐνταῦθα τὸν Φαληρικὸν
ὅρμον εἶναι, οὗ τὰς ναῦς ὁρμίζεσθαι
πρὶν γενέσθαι τὸν Πειραιᾶ.
Οἰσύδρεω Θρήϊκος ἐφ' αἵματι πολλὰ Θάσοιο
Φησὶν Παρίους Οἰσύδρην τὸν Θρᾷκα
φονε[ύ]σαντας διαπολιορκηθῆναι Θα-
σι[....]ως τὸ ἀρέσκον Βισάλταις [ἐ]πιτί-
μιο[ν τ]ίνειν ἔχρησεν ὁ θεός· οἱ δετει-
Σχόλια στον Δημοσθένην (fort. auctore Ulpiano) Oration 7, section 22a,
γρ. 1
οὐδὲν ἐνεκαλεῖτε αὐτῷ ὡς ἀδικούμενοι] σπεισάμενοι αὐτῷ περὶ τῶν
συμβόλων, ὡς μηδὲν ἀδικούμενοι δηλονότι· οὐ γὰρ ἂν ἐσπείσασθε. A
σύμβολα] σύμβολα λέγει τὰς δίκας τὰς περὶ τὰ συμβόλαια τῶν ἐμ-
πόρων. F2
ἐφ' ἡμῖν γὰρ ἦν ἡ Μακεδονία] ἀπὸ τῶν Πελοποννησιακῶν ἔλαβεν ὅτι
περὶ τὴν Θρᾴκην εἶχόν τινα χωρία, ἀφ' ὧν καὶ φόρους ἐλάμβανον. συν-
ῆψαν οὖν τῇ Θρᾴκῃ καὶ τὴν Μακεδονίαν πλησίον οὖσαν· ἦσαν γὰρ φίλοι
τότε· νῦν δὲ πόλεμος ἐπίκειται. A
περὶ δὲ τῶν λῃστῶν] ἐπὶ ἄλλο κεφάλαιον μεταβαίνει τῆς ἐπιστολῆς. S
διαφθείρειν] τὸ διαφθείρειν ἢ λόγοις ἢ χρήμασι. A
καὶ μὴ μόνον τοὺς φυγάδας τοὺς παρ' ἑαυτοῦ εἰς Θάσον κεκομι-
κέναι] ἐλεγχθέντες γάρ τινες τῶν Θασίων, ὡς μέλλουσι Φιλίππῳ προ-
διδόναι τὰ πράγματα, ἐφυγαδεύθησαν ἐκ τῶν πολιτῶν. τούτους ὁ Φίλιπ-
πος πείσας τοὺς περὶ τὸν Χάρητα κατήγαγεν. F2
τὸ δὲ ‘τοὺς παρ' ἑαυτοῦ’ ἀντὶ τοῦ ‘τοὺς τὰ αὐτοῦ φρονοῦντας’. Pr Wd
καίτοι οὔ φασι] ἀντίθεσις στοχαστική, ὅτι ‘οὐ βουλήσεται ἄρχειν
τῆς θαλάττης’.
114
Σχόλια στον Δημοσθένην (fort. auctore Ulpiano) Oration 20, section
145, γρ. 1
ἀνθρώπων, ὅτε βούλεται δοῦναι θυγατέρα αὑτοῦ τινὶ ἢ λαβεῖν, ἐξετάζει
πότερον ἄξιός ἐστιν ἢ οὔ, καὶ πῶς δοξάζουσι περὶ αὐτοῦ, καὶ πότερον νό-
μιμον ἢ οὔ, καὶ τὸ γένος καὶ τὸν βίον. ἐπὶ δὲ τῶν εὐεργετῶν οὐκέθ'
ὁμοίως,
ἀλλὰ κἂν δυσγενὴς ᾖ, δέχονται παρὰ τὴν χρείαν τὴν πρᾶξιν ἀποδεχόμε-
νοι, κἂν ὁποῖός τις ἂν ᾖ. gT
ὅταν μὲν οὖν εὖ πάσχειν δέῃ] συμπέρασμα τοῦ ἐνθυμήματος. παρ-
ενέβαλε δὲ ταῦτα εἰς μέσον τοῦ μεμνῆσθαι τῶν εὐεργετῶν, ἵνα μὴ ὕπτιος
καὶ προσκορὴς ὁ λόγος γένηται. gT
ἓν δὲ ἢ δύο δείξας ἔτι ψηφίσματα] περὶ τῶν ξένων φησίν, ἐπειδὴ πάμ-
πολλα ἐφεξῆς ἐρεῖ περὶ τῶν πολιτῶν ἐξετάζων. gT
τοῦτο μὲν τοίνυν Θασίους] Θάσος καταντικρὺ τῆς Θρᾴκης, ὅπου ἦν
καὶ τὰ μέταλλά ποτε τῶν Ἀθηναίων. ἐπανῆλθε δὲ εἰς τὰ ὁμογενῆ τῶν
ἐπιχειρημάτων καὶ τὸ κατὰ Ἀρχέβιον δὲ καὶ Ἡρακλείδην τοῦ αὐτοῦ τό-
που, οἵ, ὥς φασιν, οὐδὲ φαίνονται ἀτέλειαν εἰς τὰς Ἀθήνας ἔχοντες. gT
καὶ τὴν Λακεδαιμονίων φρουρὰν μεθ' ὅπλων] ὅτι οὐ λόγοις ἔπεισαν,
ἀλλ' ὅπλων ἐδεήθησαν πρὸς τὴν δίωξιν. Ἔκφαντος δὲ στρατηγὸς τῶν
Θασίων· Θρασύβουλον δὲ τὸν Ἀθηναίων στρατηγὸν λέγει. τὸ δὲ
‘εἰσαγαγόντες’ μετὰ τὴν μάχην λέγει.
ὥστε τὴν δεκάτην ἀποδόσθαι] δεκάτην ἐκ τῶν φορτίων τῶν ἐμπόρων
τοῦ Ἑλλησπόντου ἐλάμβανον.
Σχόλια στον Διονύσιο περιηγητή orbis descriptionem (olim sub auctore
Demetrio Lampsaceno)
Vita-verse of Orbis descriptio 523, γρ. of scholion 3
γαίου πόντου νήσους εἰς δύο, καὶ ἃς μέν φησι τῆς
Εὐρώπης εἶναι, ὅσαι εἰς τὰ εὐώνυμα εἰσιόντι κεῖνται,
ἃς δὲ τῆς Ἀσίας, ὅσαι ὁμοίως εἰς τὰ δεξιὰ κεῖνται.
Ἀβαντιὰς ἔπλετο Μάκρις] τουτέστιν
Εὔβοια. Οὕτω δὲ Μάκριν Ἀβαντιάδα φησὶ καὶ Καλ-
λίμαχος (in Del. 20).
Πεπάρηθος] πόλις δέ ἐστι Θρᾳκικὴ, ἥτις
οὐ κεῖται ἐν τῷ τῆς χωρογραφίας πίνακι.
Ὠγυγίη] Ἐξ ἀρχῆς τὴν Δήμητραν μεγάλως
ἐτίμων.
Δημήτερος ἀκτή] Κάρπιμος γὰρ ἡ Θάσος,
115
οἱονεὶ δάσος, καὶ τροπῇ τοῦ δ εἰς θ Θάσος· ἐξ οὗ Θά-
σιος ὁ πλούσιος, πλουσία καὶ γάρ ἐστιν ἡ Θάσος.
Σάμος] Σάμοι τρεῖς, διάφοροι δὲ αὗται. Σά-
μος γὰρ Κεφαλληνίας, Σάμος τῆς Ἰωνίας, Σάμος
Θρᾴκης ἡ καὶ Σαμοθρᾴκη καὶ Ἠλεκτρὶς ὀνομαζομένη·
ἐκεῖ γὰρ Ἠλέκτρα ἡ Ἀτλαντιὰς τὸν Δάρδανον ἐγέν-
νησε τῷ Διί.
Τὸ Κυρβάντιον ἄστυ, τουτέστι ἡ Κυρβαντιάς. Κυρ-
βάντιον δὲ ἐκλήθη ἄστυ ἀπὸ τοῦ ἐκεῖσε τῶν Κορυ-
βάντων τελεῖσθαι μυστήριον.
Σχόλια στον Διονύσιο περιηγητή orbis descriptionem (olim sub auctore
Demetrio Lampsaceno) Vita-verse of Orbis descriptio 523, γρ. of
scholion 4
Εὐρώπης εἶναι, ὅσαι εἰς τὰ εὐώνυμα εἰσιόντι κεῖνται,
ἃς δὲ τῆς Ἀσίας, ὅσαι ὁμοίως εἰς τὰ δεξιὰ κεῖνται.
Ἀβαντιὰς ἔπλετο Μάκρις] τουτέστιν
Εὔβοια. Οὕτω δὲ Μάκριν Ἀβαντιάδα φησὶ καὶ Καλ-
λίμαχος (in Del. 20).
Πεπάρηθος] πόλις δέ ἐστι Θρᾳκικὴ, ἥτις
οὐ κεῖται ἐν τῷ τῆς χωρογραφίας πίνακι.
Ὠγυγίη] Ἐξ ἀρχῆς τὴν Δήμητραν μεγάλως
ἐτίμων.
Δημήτερος ἀκτή] Κάρπιμος γὰρ ἡ Θάσος,
οἱονεὶ δάσος, καὶ τροπῇ τοῦ δ εἰς θ Θάσος· ἐξ οὗ Θά-
σιος ὁ πλούσιος, πλουσία καὶ γάρ ἐστιν ἡ Θάσος.
Σάμος] Σάμοι τρεῖς, διάφοροι δὲ αὗται. Σά-
μος γὰρ Κεφαλληνίας, Σάμος τῆς Ἰωνίας, Σάμος
Θρᾴκης ἡ καὶ Σαμοθρᾴκη καὶ Ἠλεκτρὶς ὀνομαζομένη·
ἐκεῖ γὰρ Ἠλέκτρα ἡ Ἀτλαντιὰς τὸν Δάρδανον ἐγέν-
νησε τῷ Διί.
Τὸ Κυρβάντιον ἄστυ, τουτέστι ἡ Κυρβαντιάς. Κυρ-
βάντιον δὲ ἐκλήθη ἄστυ ἀπὸ τοῦ ἐκεῖσε τῶν Κορυ-
βάντων τελεῖσθαι μυστήριον.
Αἳ δ' Ἀσίης] αἱ προκείμεναι Ἀσίας Κυκλά
Σχόλια στον Διονύσιο περιηγητή orbis descriptionem (olim sub auctore
Demetrio Lampsaceno) Vita-verse of Orbis descriptio 523, γρ. of
scholion 5
ἃς δὲ τῆς Ἀσίας, ὅσαι ὁμοίως εἰς τὰ δεξιὰ κεῖνται.
116
Ἀβαντιὰς ἔπλετο Μάκρις] τουτέστιν
Εὔβοια. Οὕτω δὲ Μάκριν Ἀβαντιάδα φησὶ καὶ Καλ-
λίμαχος (in Del. 20).
Πεπάρηθος] πόλις δέ ἐστι Θρᾳκικὴ, ἥτις
οὐ κεῖται ἐν τῷ τῆς χωρογραφίας πίνακι.
Ὠγυγίη] Ἐξ ἀρχῆς τὴν Δήμητραν μεγάλως
ἐτίμων.
Δημήτερος ἀκτή] Κάρπιμος γὰρ ἡ Θάσος,
οἱονεὶ δάσος, καὶ τροπῇ τοῦ δ εἰς θ Θάσος· ἐξ οὗ Θά-
σιος ὁ πλούσιος, πλουσία καὶ γάρ ἐστιν ἡ Θάσος.
Σάμος] Σάμοι τρεῖς, διάφοροι δὲ αὗται. Σά-
μος γὰρ Κεφαλληνίας, Σάμος τῆς Ἰωνίας, Σάμος
Θρᾴκης ἡ καὶ Σαμοθρᾴκη καὶ Ἠλεκτρὶς ὀνομαζομένη·
ἐκεῖ γὰρ Ἠλέκτρα ἡ Ἀτλαντιὰς τὸν Δάρδανον ἐγέν-
νησε τῷ Διί.
Τὸ Κυρβάντιον ἄστυ, τουτέστι ἡ Κυρβαντιάς. Κυρ-
βάντιον δὲ ἐκλήθη ἄστυ ἀπὸ τοῦ ἐκεῖσε τῶν Κορυ-
βάντων τελεῖσθαι μυστήριον.
Αἳ δ' Ἀσίης] αἱ προκείμεναι Ἀσίας Κυκλά-
δες εἰσί. Δυτικώτεραι γὰρ αὐτῆς εὑρίσκονται.
Σχόλια στον Ευρυπίδη
Vita-argumentum-scholion sch Ph, section 6, γρ. 8
Φοίνικος καὶ Τηλέφης τῆς Ἐπιμεδούσης Πείρως Ἀστυπάλη Εὐρώ-
πεια. ἔνιοι δὲ ἀντὶ Ἁρμονίας Ἠλέκτραν αὐτόν φασι γῆμαι: –
Φοίνισσαν ἐναλίαν χθόνα: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης,
ἀκουστέον ἀντὶ τοῦ παραλίαν· εἰ δὲ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν
Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς [202]· ‘Τύριον οἶδμα λιποῦσ' ἔβαν
ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου’: – MTAB
ἄλλως: τὴν Τύρον· νησιάζεται γάρ. ἡ Φοινίκη· προληπτικὸς
δὲ ὁ λόγος· οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ [frg. 816]
φησίν· ‘ἦσαν τρεῖς Ἀγήνορος κόροι, Κίλιξ, ἀφ' οὗ καὶ Κιλικία κικλήσκε-
ται, Φοῖνιξ, ὅθενπερ τοὔνομ' ἡ χώρα φέρει, καὶ Θάσος’: –
ἔνιοι Ἁρμονίαν τὴν Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὸν λέγουσι γε-
γαμηκέναι: – MiTAB
Κύπριδος Ἁρμονίαν: Δέρκυλος [frg. 4] Θηβαίου τινὸς Δρά-
κοντος, Ἄρεως δὲ υἱοῦ φησιν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν φονεύσας
Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος [frg. 12] δὲ Ἠλέκτρας τῆς Ἄτλαν-
τος αὐτὴν εἶναι λέγει, Κάδμου δὲ παραπλέοντος τὴν Σαμοθρᾴκην ἁρπά-
σαι αὐτήν, τὴν δὲ εἰς τιμὴν τῆς μητρὸς ὀνομάσαι τὰς Ἠλέκτρας πύλας.
καὶ νῦν ἔτι ἐν τῇ Σαμοθρᾴκῃ ζητοῦσιν αὐτὴν ἐν ταῖς ἑορταῖς. Δημα-
γόρας [frg. 1] δὲ ἀπὸ Λιβύης ἐλθοῦσαν τὴν Ἠλέκτραν οἰκῆσαι τὴν Σα
117
Σχόλια στον Ευρυπίδη Vita-argumentum-scholion sch Ph, section 7, γρ.
11
γαμηκέναι: – MiTAB
Κύπριδος Ἁρμονίαν: Δέρκυλος [frg. 4] Θηβαίου τινὸς Δρά-
κοντος, Ἄρεως δὲ υἱοῦ φησιν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν φονεύσας
Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος [frg. 12] δὲ Ἠλέκτρας τῆς Ἄτλαν-
τος αὐτὴν εἶναι λέγει, Κάδμου δὲ παραπλέοντος τὴν Σαμοθρᾴκην ἁρπά-
σαι αὐτήν, τὴν δὲ εἰς τιμὴν τῆς μητρὸς ὀνομάσαι τὰς Ἠλέκτρας πύλας.
καὶ νῦν ἔτι ἐν τῇ Σαμοθρᾴκῃ ζητοῦσιν αὐτὴν ἐν ταῖς ἑορταῖς. Δημα-
γόρας [frg. 1] δὲ ἀπὸ Λιβύης ἐλθοῦσαν τὴν Ἠλέκτραν οἰκῆσαι τὴν Σα-
μοθρᾴκην· ἔνθα συγγενομένη Διὶ ἐτέκνωσεν Ἠετίωνα Δάρδανον Ἁρμο-
νίαν. τὸν δὲ Κάδμον παραπλέοντα ἐπὶ ζήτησιν τῆς ἀδελφῆς μετὰ Θάσου
μυηθῆναί τε καὶ μυούμενον ἰδεῖν τὴν Ἁρμονίαν, προνοίᾳ δὲ Ἀθηνᾶς
ἁρπάσαι αὐτήν: – MTAB
Πολύδωρον: τοῦτον οἱ ποιηταὶ † πίνακον καλοῦσι Πολύδωρον
[δὲ] διὰ τὸ πολλὰ δῶρα εἰληφέναι τὴν μητέρα αὐτοῦ ἐπὶ τῇ γεννήσει
αὐτοῦ: – MiTAB
ἐγὼ δὲ παῖς μέν: γενεαλογήσας ἕως Λαΐου ἀνατρέχει ἐπὶ
τοὺς γονεῖς Κρέοντος καὶ Ἰοκάστης: – MiTAB
ἐπονομάζομαι: – MgAg
καλοῦσι δ' Ἰοκάστην με: ἀσφαλίζεται τὴν ὀνομασίαν τῆς
ἡρωίνης, ἐπεὶ οἱ παλαιότεροι Ἐπικάστην αὐτὴν καλοῦσι. καὶ Ὅμηρος
Σχόλια στον Ευρυπίδη Vita-argumentum-scholion sch Ph, section 217,
γρ. 4
ματα τῷ Λοξία. ὡς πρὸς τὸ σημαινόμενον δὲ ἀπέδωκεν· ἐκ πολλῶν
γὰρ ὁ χορός: – TA
ἐπίλεκτα δῶρα: – MgAgBg
ἐνταῦθα εἰς τὴν τῶν Καδμείων γῆν ἀποσταλεῖσα εἰς τοὺς
οἴκους τοῦ Λαΐου καὶ τούτου τοὺς παῖδας συγγενεῖς ὄντας τῶν κλεινῶν
Ἀγηνοριδῶν. τῶν γὰρ Ἀγήνορος οἱ μὲν τὰς Θήβας ᾤκησαν, οἱ δὲ τὴν
ΦοιΝίκην, οἱ δὲ ἄλλην χώραν: – MiT
κλεινῶν Ἀγηνοριδᾶν: τινὲς εἰς τὸ Ἀγηνοριδᾶν στίζουσι·
τὸ δὲ ὁμογενεῖς ἀντὶ τοῦ συγγενεῖς ἡμῖν: – MiTAB
ἐπὶ τοὺς ὁμογενεῖς τῶν Ἀγηνοριδῶν πύργους τοῦ Λαΐου πεμφθεῖσα
ἐνθάδε. Ἀγήνορος δὲ παῖδες Κάδμος Θάσος Κηφεὺς Κίλιξ Φοῖνιξ
Εὐρώπη Φινεύς: – MiTAB
πρὸς τοὺς συγγενεῖς: – MgBg
ἐπὶ Λαΐου: ἐπὶ τοὺς πύργους τοῦ Λαΐου πεμφθεῖσα, ὅ ἐστι τὰς
Θήβας. ἢ πύργους φησὶ τοὺς υἱοὺς Ἐτεοκλέα καὶ Πολυνείκην·
118
ὁμογενεῖς δὲ τῶν Φοινίκων: – MiTAB
ἀντὶ τοῦ· οὐ τὸ τυχὸν δῶρον ἐπέμφθην: – Mg
ἴσα δ' ἀγάλμασι: ἀντὶ τοῦ· ὁμοίως καὶ ἴσως ἀγάλμασι χρυσέ-
οισιν, ὥσπερ τι διὰ χρυσοῦ κατεσκευασμένον ἀνάθημα, οὕτως ἐπέμφθην.
λάτρις ἐγενόμην δὲ ἤτοι γενήσομαι, ἵν' ᾖ ὡς τὸ κατενάσθην
[207], ἢ λάτρις καὶ δούλη ὠνομάσθην καὶ ἐτιμήθην: – MiTAB
Σχόλια στον Θουκυδίδην (scholia vetera et recentiora) Book 1, chapter
100, section 2, γρ. 2
γὰρ τὴν ἀπόκνησιν: τὴν αἰτίαν ἐπιφέρει· διὰ τὸν ὄκνον
τοῦ στρατεύεσθαι ʃ τὴν ἀναβολήν. ἀπ' οἴκου ὦσι:
ἀποδημήσωσι τῆς πατρίδος. τὸ ἱκνούμενον ἀνάλωμα
φέρειν: τὸ φθάνον, τὸ ἐπιβάλλον ἑκάστῳ τιμήματι τῆς νεὼς
καταβάλλειν ʃ τὸ ἐπιβάλλον καὶ οἷον ἀναλογοῦν
Patm.ʃ τὸ ἀρκοῦν εἰς περιποίησιν τῶν νεῶν. αὐτοὶ δέ:
ἤγουν οἱ σύμμαχοι. ἀπαράσκευοι: ἀδύνατοι. καθί-
σταντο: ἐγένοντο. ἀμφότερα: πεζομαχίαν καὶ ναυμαχίαν.
Θασίους· Θάσος νῆσος ἀντικρὺ τῆς Θρᾴκης· ἀντιπέρας τῆς νήσου
μέταλλά ἐστι χρυσοῦ διενεχθέντας: ἔλεγον γὰρ αὐ-
τοῖς οἱ Ἀθηναῖοι παραχωρῆσαι τὰ ἐμπόρια καὶ τὰ μέταλλα,
καὶ οὐκ ἠβούλοντο διαφορὰν σχόντας. ἀντιπέρας:
παροξυτόνως· ὄνομα γάρ ἐστι θηλυκὸν γενικῆς πτώσεως
σύνθετον ἃ ἐνέμοντο: σημείωσαι περὶ τῶν με-
τάλλων, ὅτι καὶ Θουκυδίδης ἐν Θάσῳ ταῦτα γιγνώσκει, πλὴν
ὅτι ἐν τῇ ἀντιπέρας λέγει· ταῦτα οἱ Θάσιοι ἐνέμοντο c1 οἱ
Ἀθηναῖοι κτἑ.: ναυτικῷ στρατῷ ἐπὶ δὲ Στρυμόνα: ποταμὸς
Ἀμφιπόλεως· λέγει δὲ νῦν τὴν πόλιν
Σχόλια στον Θουκυδίδην (scholia vetera et recentiora)
Book 4, chapter 104, section 4, γρ. 4
τὸ πόλισμα: ἡ Ἀμφίπολις. τῆς διαβάσεως: τῆς γεφύ-
ρας. προσπεσών: ἤγουν ἐπιπεσών.
διαβάσεως: διαπεραιώσεως.
τῷ στρατῷ:
σὺν τῷ στρατῷ.
τὰ ἔξω ἐπέδραμε: ἤγουν ἐληΐσατο τὰ
ἐκτός.
τὰς πύλας: τῇς Ἀμφιπόλεως. αὐτοῖς: τοῖς
Ἀμφιπολίταις. ἐπὶ τὸν ἕτερον: σημείωσαι ὅτι ὁ συγ-
γραφεὺς οὗτος στρατηγὸς ἦν ἔστι δὲ ...: σημείωσαι
ὅτι ἡ Θάσος Παρίων ἀποικία M κελεύοντες: τὸν Θου-
119
κυδίδην.
ἀφικνουμένου αὐτοῦ: τοῦ Θουκυδίδου. αὐτόν:
τὸν Θουκυδίδην. περιποιήσειν: σώσειν.
ἀνειπών:
ἀνακηρύξας. τὸν μὲν βουλόμενον ...: κήρυγμα Βρασίδου
G ἐπὶ τοῖς ἑαυτοῦ: κτήμασι δηλονότι. καὶ ὁμοίας:
πολιτείας.
ἀλλοιότεροι ἐγένοντο τὰς γνώμας: ἤγουν
μετεβλήθησαν τὴν προαίρεσιν. τὸ δὲ πλέον ξύμμεικτον:
οἱ πλείους οἰκήτορες σύμμικτοι ἦσαν, ἤγουν ἐκ διαφόρων γενῶν.
Ελληνική ανθολογία Book 7, epigram 534, γρ. 3
Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ' ὥρην
ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.
δείλαιε Κλεόνικε, σὺ δ' εἰς λιπαρὴν Θάσον ἐλθεῖν
ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης,
ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ' ὑπὸ Πλειάδος αὐτὴν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.
Ελληνική ανθολογία Epigrammata sepulcralia
Epigram 310, γρ. 9
ΑΛΛΟ.
Ὁ τύμβος ἐσθλὸν υἷα τὸν Σοφοκλέος
Εὐρυμενίδην κέκευθεν, ᾧ βίου μόνα
ἐτῶν διεξάμειπτο διπλόα δεκάς·
κατεῖδε δ' οὔτι νυμφικῶν ἐφίμερον
παστὸν γάμων πάρεδρον, ἀλλ' ὑπ' ὀλβίων
σφαλεὶς μελάθρων στυγνὸν ἦλθ' ὑπ' Ἀΐδαν,
δυσπενθὲς Ἡροῖ ματρὶ καὶ συναίμοσι
λιπὼν φίλαισιν ἄλγος· ἁ δ' ἁλιστεφὴς
δόξας ἕκατι τῷδε πατρία Θάσος
τὰ σεμνὰ τιμᾶς δῶρ' ἔνειμεν εὐκλέους.
Ελληνική ανθολογία Epigrammata sepulcralia Epigram 311, γρ. 6
δυσπενθὲς Ἡροῖ ματρὶ καὶ συναίμοσι
120
λιπὼν φίλαισιν ἄλγος· ἁ δ' ἁλιστεφὴς
δόξας ἕκατι τῷδε πατρία Θάσος
τὰ σεμνὰ τιμᾶς δῶρ' ἔνειμεν εὐκλέους.
ΑΛΛΟ.
Οὐ γάμον, οὐχ ὑμέναιον ἐμοὶ [φίλα ἄνυσε μάτηρ
Ἥρω, ἀποφθίμενον δ' ἐστενάχησε γόοι[ς,
εἰκοστὸν τανύσαντ' ἐτέων δρόμον· ἄμμε δ' ὁμ[αίμους,
τλάμονες, ἐν δισσοῖς μησὶν ὅδ' ἔσχε τάφος·
πατρὸς δ' εὐόλβοιο Σοφοκλέος ἄρσενα γ[ένν]αν
ὠκύμορον φθιμέναν ἐστενάχησε Θάσος·
μάτηρ δ' ἁ μεγάλ[αυχος] ἐφ' υἱάσιν, ἁ πάρος εὔπαις,
οὐχὶ τέκη, κω[φοὺς δ'] ἀντὶ δέδορκε τάφους.
Ελληνική ανθολογία Epigrammata demonstrativa Epigram 78, γρ. 2
ΤΟΥ ΑΥΤΟΥ.
Καὶ περὶ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν·
πάτρη γὰρ βρώμην οὐκ ἂν ἔπεσχε Θάσος
Θευγένει· ἅσσα φαγὼν ἔτ' ἐπῄτεον· οὕνεκεν οὕτω
χάλκεος ἑστήξω χεῖρα προϊσχόμενος.
Ελληνική ανθολογία Oracula
Epigram 99, γρ. 1
ΤΟΥ ΑΥΤΟΥ.
Ἀντιόχῳ τῷ Παρίῳ. Ἀντίοχ', εἰς Θάσον ἐλθὲ καὶ οἴκει εὐκλέα νῆσον.
ΤΟΥ ΑΥΤΟΥ.
Τῷ Διογένους πατρί.
Λήξει παῖς σὸς ἔρωτος, ὅταν κούφῳ νεότητι
Κύπριδος ἱμερόεντι καταφλεχθῇ φρένας οἴστρῳ.
Ὀργὴν οὖν πρήϋνον ἀμειδέα, μηδ' ἐπιτεῖνον
κωλύων· πράσσεις γὰρ ἐναντία σοῖσι λογισμοῖς.
121
Ἢν δ' ἐφ' ἡσυχίην ἔλθῃς, λήθην τάχος ἕξει
φίλτρων, καὶ νήψας αἰσχρᾶς καταπαύσεται ὁρμῆς.
Gregorius Paroemiogr., Paroemiae Centuria 2, section 68, γρ. 1
θιος ταῦτα ἐξισῶν Ἡλίῳ.
Ἡρακλέους θυσία: ἐπὶ τῶν εἰκῆ ταῖς θυσίαις
χρωμένων.
Ἡ ἀφύη τὸ πῦρ: ἐπὶ τῶν ταχέως λαμβανόντων
τέλος· παρόσον ἡ ἀφύη ταχέως ἑψεῖται.
Θυμὸς ἔσχατον γηράσκει: λέγεται διὰ τοὺς
πρεσβυτέρους· ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμε-
νέστερον ἔχουσι.
Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς
μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων.
Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμ-
πρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων.
Ἱερὰ ἄγκυρα: ἡ μεγάλη βοήθεια.
Ἰσότης φιλότης.
Ἴσος πόλεμον οὐ ποιεῖ.
Ἰλιὰς κακῶν.
Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρόνως βι-
ούντων.
Gregorius Paroemiogr., Paroemiae (e cod. Leidense) Centuria 2, section
25, γρ. 1
Θ.
Θυμὸς ἔσχατον γηράσκει: λέγεται διὰ τοὺς πρες-
βυτέρους. ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέστερον
ἔχουσι.
Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς μεγά-
λοις τὰ μικρὰ προσφιλοτιμουμένων.
Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν
ἀποδεῖξαί τινα ἐπαγγελλομένων.
Θυμόσοφος: ἐπὶ τῶν ὀξυμαθῶν καὶ εὐφυῶν.
Θάμυρις μαίνεται: ἐπὶ τῶν συνετῶς μὲν βιούν-
των, δοκούντων δέ τισι μαίνεσθαι. Θάμυρις γάρ τις ἰδὼν
μαστιγούμενον οἰκέτην παρὰ τοῦ δεσπότου αὐτοῦ ἐν τῷ
ἱερῷ καὶ μὴ τοῦ ἱεροῦ φροντίζοντος, τὴν οὐσίαν αὐτοῦ
δοὺς ἀπεδήμησεν. ὃν οἱ ὁρῶντες ἔλεγον· Μαίνεται
122
Θάμυρις.
Gregorius Paroemiogr., Paroemiae (e cod. Mosq.)
Centuria 3, section 69, γρ. 1
Θυμὸς ἔσχατον γηράσκει: λέγεται δὲ διὰ τοὺς
πρεσβυτέρους. ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέ-
στερον ἔχουσι.
Θαλάττιον ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς με-
γάλοις τὰ μικρὰ φιλοτιμουμένων.
Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν
ἀποδεῖξαί τινα ἐπαγγελλομένων.
Θυμόσοφος: ἐπὶ τῶν ὀξυμαθῶν καὶ εὐφυῶν.
Θάμυρις μαίνεται: ἐπὶ τῶν συνετῶς μὲν βιούν-
των, δοκούντων δέ τισι μαίνεσθαι. Θάμυρις γάρ τις ἰδὼν
μαστιγούμενον οἰκέτην παρὰ τοῦ δεσπότου αὐτοῦ ἐν τῷ
ἱερῷ καὶ μὴ τοῦ ἱεροῦ φροντίζοντος τὴν οὐσίαν αὐτῶ †
δοὺς ἀπεδήμησεν. ὃν οἱ ὁρῶντες ἔλεγον· Μαίνεται
Θάμυρις.
Michael Apostolius Paroemiogr., Collectio paroemiarum
Centuria 8, section 81, γρ. 1
τομόν τινα καὶ πιθήκοις πρέπουσαν ὀρχηστικήν, καὶ ποι-
κίλως ἐνυβρίσαντες, ἣν ἔχουσιν ὡς ἐπὶ νεκρῷ χαρὰν ἐμαρ-
τύραντο. ἡ δὲ ὑπέμεινε πάντα, μὴ δεομένη εἰπεῖν, τέ-
θλαθι κραδίη· εἶτα ὅταν ἐννοήσῃ κεκμηκέναι ὑπὸ τῆς
χορείας αὐτοὺς καὶ τῆς ὕβρεως ἀδοκήτως ἐπιπηδήσασα τοὺς
μὲν τοῖς ὄνυξι διέξηνε, τοὺς δὲ τοῖς ὀδοῦσι διεσπάσατο,
καὶ τὴν ἐκ τῶν πολεμίων πανθοινίαν τε καὶ πανδαισίαν
ἀφθονώτατα ἔχει.
Θαλάττιον ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς με-
γάλοις τὰ μικρὰ προσφιλοτιμουμένων.
Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν
δεῖξαί τινα ἐπαγγελλομένων.
Θᾶττον ὑπὸ μάλης πέντ' ἐλάφους κρύψειας ἢ
ἕνα κίναιδον: ἐπὶ τῶν ἀναισχύντων.
Θαλάττιος ὢν μή πως χερσαῖος γένῃ: ἐπὶ τῶν
123
καταλιμπανόντων τὰ οἰκεῖα ἐπιτηδεύματα καὶ τοῖς μὴ προς-
ήκουσιν ἐπιχειρούντων.
Σουδα λεξικόν alpha, entry 2710, γρ. 2
των. καὶ Ἀντιπελάργωσις. φησὶν Ἀριστοτέλης ἀληθῆ εἶναι
τὸν περὶ τῶν πελαργῶν λόγον· ὁμοίως δὲ αὐτοῖς ποιεῖν φησι καὶ τοὺς
ἀερόποδας. διὸ ἐν τοῖς σκήπτροις ἀνωτέρω μὲν πελαργὸν τυποῦσι,
κατωτέρω δὲ ποτάμιον ἵππον δηλοῦντες, ὡς ὑποτέτακται ἡ βία τῇ
δικαιοπραγίᾳ. οἱ γὰρ πελαργοὶ δικαιοπραγεῖς ὄντες ἐπὶ τῶν πτερύ-
γων βαστάζουσι τοὺς γεγηρακότας· οἱ δὲ ἱπποπόταμοι ζῷον ἀδικώτατον.
Ἀντιπεπονθότως: ἀντικειμένως, ἐναντίως.
Ἀντιπεποιημένοι· οἱ δὲ Ῥωμαῖοι ἀντιπεποιημένοι τῆς κατὰ
θάλατταν ἐλπίδος διπλασίως ταῖς ὁρμαῖς πρὸς τὸν πόλεμον ἐχρῶντο.
Ἀντιπέρας: παροξυτόνως ἀναγνωστέον. ὄνομα γάρ ἐστι θη-
λυκὸν, γενικῆς πτώσεως, σύνθετον. ὅτι ἀντιπέρας Θάσου μέταλλά ἐστι
χρυσοῦ.
Ἀντιπερίσπασμα: ἐμπόδιον. ἐξαπέστειλαν στρατηγὸν,
βουλόμενοι ἀντιπερίσπασμα ποιεῖν τοῖς Κελτοῖς τοῖς μετὰ Ἀννίβου.
Ἀντὶ πέρκης σκορπίον: παροιμία ἐπὶ τῶν τὰ χείρω αἱρου-
μένων ἀντὶ τῶν βελτιόνων.
Ἀντιπέτρεια: ὄνομα πόλεως.
Ἀντιπέτρου βήματος: ἀντὶ γὰρ πέτρας χαλκοῦς ἦν. ἢ ἰσο-
πέτρου βήματος, τοῦ κατ' ἴσον βεβηκότος τῷ πέτρῳ. χαλκοῦς δὲ ἦν
ὁ οὐδός. Σοφοκλῆς· μηκέτι τοῦδ' ἀντιπέτρου βήματος ἔξω πόδα
κλίνῃς. χαλκὸς αὐτὴ ἡ ὕλη· χαλκοῦς δὲ ἀνδρίας τὸ μετουσιαστικὸν ὡς
Σουδα λεξικόν gamma, entry 38, γρ. 2
εἶναι γνώριμα καταλέγειν ἄκαιρον ἡγησάμην ἐν τῷ παρόντι. ἐβίω
ἔτη οʹ. σημαίνει δὲ καὶ τὸν ἥσυχον.
Γαλήσιον: ὄνομα τόπου.
Γαλῇ χιτών: αὕτη ἐπὶ τῶν ἀδίκων τάσσεται καὶ μηδὲν ἀνιέντων.
ὁμοία ἐστὶ τῇ, οὐ πρέπει γαλῇ κροκωτός.
Γαλῇ τὸν κροκωτόν· ζήτει ἐν τῷ κροκωτός.
Γαλιλαία: κατακυλιστὴ τῇ Ἑλλάδι γλώσσῃ. διὸ καὶ γελγὲλ ὁ
τροχὸς ὀνομάζεται.
Γαλιλαῖοι· ζήτει ποτὲ μετωνομάσθησαν Χριστιανοὶ ἐν τῷ Ναζιραῖοι.
Γαλιψός: ὄνομα κύριον. ἔστι δὲ καὶ πόλις τῆς Θρᾴκης. ὠνο-
μάσθη δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης.
Γαλλογραικία: ἡ τῶν Βουκελλαρίων χώρα. οἱ αὐτοὶ καὶ
Ἑλληνογαλάται ὀνομάζονται.
Γάλλος: ὄνομα ποταμοῦ.
124
Γάλλος: ἀπόκοπος. ἐν Ἐπιγράμμασι· γάλλος ὁ χαιτήεις, ὁ
νεήτομος, ὅς ποτε Τμῶ Λυδιὸς ὀρχηστὸς μάκρας ὀλολυζόμενος. καὶ
Γάλλοι, οἱ ἀπόκοποι. Γναῖος, ὁ ὕπατος Ῥωμαίων, διερχόμενος
ἐγεφύρωσε τὸν Σαγγάριον ποταμὸν, τελέως κοῖλον ὄντα καὶ δύσβατον·
καὶ παρ' αὐτὸν τὸν ποταμὸν στρατοπεδευσάμενος παραγίνονται Γάλλοι
παρὰ Ἄττιδος καὶ Βαττάκου τῶν ἐκ Πεσσινοῦντος ἱερέων τῆς μητρὸς
τῶν θεῶν ἔχοντες πρὸς τῇ ἰδέᾳ καὶ τύπους, φάσκοντες προσαγγέλλειν
Σουδα λεξικόν theta, entry 60, γρ. 1
λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ παρὰ τὸ πυκάζειν καὶ
καλύπτειν τὸν οἶνον καταχρηστικῶς. λείπει τὸ λάγυνον, ἐπεὶ κατα-
χρίονται πίσσῃ τὸ στόμα· οὐ πιθανῶς· οὐδέπω γὰρ τότε Θάσιος οἶνος
εὐδοκίμει παρ' Ἀθηναίοις. οἱ δέ, ὅτι Θάσιοί τινες ῥαφανῖδες λέγον-
ται. λέγει δὲ τὴν ἠρτυμένην καὶ βρασσομένην. οἱ δὲ Θάσιον βάμμα
φασὶ λέγεσθαι. οἱ δὲ τὴν λεγομένην θερμοπότιδα, ἢ Θασίαν ζωμάλμην,
εἰς ἣν ἀπέβαπτον τὰ ἠνθρακωμένα τῶν ἰχθύων.
Θάσιος οἶνος. καὶ παροιμία· εἰ Θάσιον ἐνέχεις. ἐπειδὴ ἐν
Θάσῳ ᾤκει Στάφυλος ὁ ἐρώμενος Διονύσου. διαφέρει δὲ ὁ Θάσιος
οἶνος. ἐνέχεις δὲ ἀντὶ τοῦ ἐκίρνας.
Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα
ἐπαγγελλομένων.
Θάτερα: ἑτέρως. ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς κεῖται,
παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα. χρὴ δ' ἐκτὸς ὄντα πημάτων τὰ
δείν' ὁρᾶν· χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον σκοπεῖν μάλιστα,
μὴ διαφθαρεὶς λάθῃ.
Θουκυδίδης ιστορίαι (0003: 001)“Thucydidis historiae, 2 vols.”, Ed.
Jones, H.S., Powell, [Link]: Clarendon Press, 1:1942 (1st edn. rev.);
2:1942 (2nd edn. rev.), Repr. 1:1970; 2:[Link] 1, chapter 100, section
2, γρ. 1
οἴκου ὦσι, χρήματα ἐτάξαντο ἀντὶ τῶν νεῶν τὸ ἱκνούμενον
ἀνάλωμα φέρειν, καὶ τοῖς μὲν Ἀθηναίοις ηὔξετο τὸ ναυ-
τικὸν ἀπὸ τῆς δαπάνης ἣν ἐκεῖνοι ξυμφέροιεν, αὐτοὶ δέ,
ὁπότε ἀποσταῖεν, ἀπαράσκευοι καὶ ἄπειροι ἐς τὸν πόλεμον
καθίσταντο.
Ἐγένετο δὲ μετὰ ταῦτα καὶ ἡ ἐπ' Εὐρυμέδοντι ποταμῷ
ἐν Παμφυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν
ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφό-
125
τερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ
εἷλον τριήρεις Φοινίκων καὶ διέφθειραν τὰς πάσας ἐς δια-
κοσίας. χρόνῳ δὲ ὕστερον ξυνέβη Θασίους αὐτῶν ἀποστῆναι,
διενεχθέντας περὶ τῶν ἐν τῇ ἀντιπέρας Θρᾴκῃ ἐμπορίων καὶ
τοῦ μετάλλου ἃ ἐνέμοντο. καὶ ναυσὶ μὲν ἐπὶ Θάσον πλεύ-
σαντες οἱ Ἀθηναῖοι ναυμαχίᾳ ἐκράτησαν καὶ ἐς τὴν γῆν
ἀπέβησαν, ἐπὶ δὲ Στρυμόνα πέμψαντες μυρίους οἰκήτορας
αὑτῶν καὶ τῶν ξυμμάχων ὑπὸ τοὺς αὐτοὺς χρόνους ὡς
οἰκιοῦντες τὰς τότε καλουμένας Ἐννέα ὁδούς, νῦν δὲ Ἀμφί-
πολιν, τῶν μὲν Ἐννέα ὁδῶν αὐτοὶ ἐκράτησαν, ἃς εἶχον
Ἠδωνοί, προελθόντες δὲ τῆς Θρᾴκης ἐς μεσόγειαν διε-
φθάρησαν ἐν Δραβησκῷ τῇ Ἠδωνικῇ ὑπὸ τῶν Θρᾳκῶν
ξυμπάντων, οἷς πολέμιον ἦν τὸ χωρίον [αἱ Ἐννέα ὁδοὶ]
Θουκυδίδης ιστορίαι Book 1, chapter 101, section 1, γρ. 1
διενεχθέντας περὶ τῶν ἐν τῇ ἀντιπέρας Θρᾴκῃ ἐμπορίων καὶ
τοῦ μετάλλου ἃ ἐνέμοντο. καὶ ναυσὶ μὲν ἐπὶ Θάσον πλεύ-
σαντες οἱ Ἀθηναῖοι ναυμαχίᾳ ἐκράτησαν καὶ ἐς τὴν γῆν
ἀπέβησαν, ἐπὶ δὲ Στρυμόνα πέμψαντες μυρίους οἰκήτορας
αὑτῶν καὶ τῶν ξυμμάχων ὑπὸ τοὺς αὐτοὺς χρόνους ὡς
οἰκιοῦντες τὰς τότε καλουμένας Ἐννέα ὁδούς, νῦν δὲ Ἀμφί-
πολιν, τῶν μὲν Ἐννέα ὁδῶν αὐτοὶ ἐκράτησαν, ἃς εἶχον
Ἠδωνοί, προελθόντες δὲ τῆς Θρᾴκης ἐς μεσόγειαν διε-
φθάρησαν ἐν Δραβησκῷ τῇ Ἠδωνικῇ ὑπὸ τῶν Θρᾳκῶν
ξυμπάντων, οἷς πολέμιον ἦν τὸ χωρίον [αἱ Ἐννέα ὁδοὶ]
κτιζόμενον. Θάσιοι δὲ νικηθέντες μάχῃ καὶ πολιορκού-
μενοι Λακεδαιμονίους ἐπεκαλοῦντο καὶ ἐπαμύνειν ἐκέλευον
ἐσβαλόντας ἐς τὴν Ἀττικήν. οἱ δὲ ὑπέσχοντο μὲν κρύφα
τῶν Ἀθηναίων καὶ ἔμελλον, διεκωλύθησαν δὲ ὑπὸ τοῦ γενο-
μένου σεισμοῦ, ἐν ᾧ καὶ οἱ Εἵλωτες αὐτοῖς καὶ τῶν περιοίκων
Θουριᾶταί τε καὶ Αἰθαιῆς ἐς Ἰθώμην ἀπέστησαν. πλεῖστοι
δὲ τῶν Εἱλώτων ἐγένοντο οἱ τῶν παλαιῶν Μεσσηνίων τότε
δουλωθέντων ἀπόγονοι· ᾗ καὶ Μεσσήνιοι ἐκλήθησαν οἱ
πάντες. πρὸς μὲν οὖν τοὺς ἐν Ἰθώμῃ πόλεμος καθειστήκει
Λακεδαιμονίοις, Θάσιοι δὲ τρίτῳ ἔτει πολιορκούμενοι ὡμο-
λόγησαν Ἀθηναίοις τεῖχός τε καθελόντες καὶ ναῦς
Θουκυδίδης ιστορίαι Book 1, chapter 101, section 3, γρ. 2
ξυμπάντων, οἷς πολέμιον ἦν τὸ χωρίον [αἱ Ἐννέα ὁδοὶ]
κτιζόμενον. Θάσιοι δὲ νικηθέντες μάχῃ καὶ πολιορκού-
126
μενοι Λακεδαιμονίους ἐπεκαλοῦντο καὶ ἐπαμύνειν ἐκέλευον
ἐσβαλόντας ἐς τὴν Ἀττικήν. οἱ δὲ ὑπέσχοντο μὲν κρύφα
τῶν Ἀθηναίων καὶ ἔμελλον, διεκωλύθησαν δὲ ὑπὸ τοῦ γενο-
μένου σεισμοῦ, ἐν ᾧ καὶ οἱ Εἵλωτες αὐτοῖς καὶ τῶν περιοίκων
Θουριᾶταί τε καὶ Αἰθαιῆς ἐς Ἰθώμην ἀπέστησαν. πλεῖστοι
δὲ τῶν Εἱλώτων ἐγένοντο οἱ τῶν παλαιῶν Μεσσηνίων τότε
δουλωθέντων ἀπόγονοι· ᾗ καὶ Μεσσήνιοι ἐκλήθησαν οἱ
πάντες. πρὸς μὲν οὖν τοὺς ἐν Ἰθώμῃ πόλεμος καθειστήκει
Λακεδαιμονίοις, Θάσιοι δὲ τρίτῳ ἔτει πολιορκούμενοι ὡμο-
λόγησαν Ἀθηναίοις τεῖχός τε καθελόντες καὶ ναῦς παρα-
δόντες, χρήματά τε ὅσα ἔδει ἀποδοῦναι αὐτίκα ταξάμενοι καὶ
τὸ λοιπὸν φέρειν, τήν τε ἤπειρον καὶ τὸ μέταλλον ἀφέντες.
Λακεδαιμόνιοι δέ, ὡς αὐτοῖς πρὸς τοὺς ἐν Ἰθώμῃ ἐμηκύ-
νετο ὁ πόλεμος, ἄλλους τε ἐπεκαλέσαντο ξυμμάχους καὶ
Ἀθηναίους· οἱ δ' ἦλθον Κίμωνος στρατηγοῦντος πλήθει οὐκ
ὀλίγῳ. μάλιστα δ' αὐτοὺς ἐπεκαλέσαντο ὅτι τειχομαχεῖν
ἐδόκουν δυνατοὶ εἶναι, τοῖς δὲ πολιορκίας μακρᾶς καθε-
στηκυίας τούτου ἐνδεᾶ ἐφαίνετο· βίᾳ γὰρ ἂν εἷλον τὸ χωρίον.
καὶ διαφορὰ ἐκ ταύτης τῆς στρατείας πρῶτον Λακεδαιμονίοις
Θουκυδίδης ιστορίαι Book 4, chapter 107, section 3, γρ. 5
καὶ τὸ αὐτίκα, ἢν ἐπίῃ ὁ Βρασίδας, καὶ τὸ ἔπειτα ἀσφαλῶς
ἕξει, δεξάμενος τοὺς ἐθελήσαντας ἐπιχωρῆσαι ἄνωθεν κατὰ
τὰς σπονδάς· ὁ δὲ πρὸς μὲν τὴν Ἠιόνα κατά τε τὸν ποταμὸν
πολλοῖς πλοίοις ἄφνω καταπλεύσας, εἴ πως τὴν προύχουσαν
ἄκραν ἀπὸ τοῦ τείχους λαβὼν κρατοίη τοῦ ἔσπλου, καὶ κατὰ
γῆν ἀποπειράσας ἅμα, ἀμφοτέρωθεν ἀπεκρούσθη, τὰ δὲ περὶ
τὴν Ἀμφίπολιν ἐξηρτύετο. καὶ Μύρκινός τε αὐτῷ προς-
εχώρησεν Ἠδωνικὴ πόλις, Πιττακοῦ τοῦ Ἠδώνων βασιλέως
ἀποθανόντος ὑπὸ τῶν Γοάξιος παίδων καὶ Βραυροῦς τῆς
γυναικὸς αὐτοῦ, καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη·
εἰσὶ δὲ αὗται Θασίων ἀποικίαι. παρὼν δὲ καὶ Περδίκκας
εὐθὺς μετὰ τὴν ἅλωσιν ξυγκαθίστη ταῦτα.
Ἐχομένης δὲ τῆς Ἀμφιπόλεως οἱ Ἀθηναῖοι ἐς μέγα δέος
κατέστησαν, ἄλλως τε καὶ ὅτι ἡ πόλις αὐτοῖς ἦν ὠφέλιμος
ξύλων τε ναυπηγησίμων πομπῇ καὶ χρημάτων προσόδῳ, καὶ
ὅτι μέχρι μὲν τοῦ Στρυμόνος ἦν πάροδος Θεσσαλῶν διαγόντων
ἐπὶ τοὺς ξυμμάχους σφῶν τοῖς Λακεδαιμονίοις, τῆς δὲ γε-
φύρας μὴ κρατούντων, ἄνωθεν μὲν μεγάλης οὔσης ἐπὶ πολὺ
λίμνης τοῦ ποταμοῦ, τὰ δὲ πρὸς Ἠιόνα τριήρεσι τηρουμένων,
οὐκ ἂν δύνασθαι προελθεῖν· τότε δὲ ῥᾴδια ἤδη [ἐνόμιζεν]
127
Θουκυδίδης ιστορίαι Book 5, chapter 6, section 2, γρ. 1
ἐντυχὼν τοῖς κομιζομένοις οὐκ ἠδίκησεν· ἐγεγένητο γὰρ τοῖς
Λοκροῖς πρὸς αὐτὸν ὁμολογία ξυμβάσεως πέρι πρὸς τοὺς
Ἀθηναίους. μόνοι γὰρ τῶν ξυμμάχων, ὅτε Σικελιῶται
ξυνηλλάσσοντο, οὐκ ἐσπείσαντο Ἀθηναίοις, οὐδ' ἂν τότε, εἰ
μὴ αὐτοὺς κατεῖχεν ὁ πρὸς Ἱππωνιᾶς καὶ Μεδμαίους πόλεμος
ὁμόρους τε ὄντας καὶ ἀποίκους. καὶ ὁ μὲν Φαίαξ ἐς τὰς
Ἀθήνας χρόνῳ ὕστερον ἀφίκετο.
Ὁ δὲ Κλέων ὡς ἀπὸ τῆς Τορώνης τότε περιέπλευσεν ἐπὶ
τὴν Ἀμφίπολιν, ὁρμώμενος ἐκ τῆς Ἠιόνος Σταγίρῳ μὲν
προσβάλλει Ἀνδρίων ἀποικίᾳ καὶ οὐχ εἷλε, Γαληψὸν δὲ τὴν
Θασίων ἀποικίαν λαμβάνει κατὰ κράτος. καὶ πέμψας ὡς
Περδίκκαν πρέσβεις, ὅπως παραγένοιτο στρατιᾷ κατὰ τὸ
ξυμμαχικόν, καὶ ἐς τὴν Θρᾴκην ἄλλους παρὰ Πολλῆν τὸν
Ὀδομάντων βασιλέα, ἄξοντας μισθοῦ Θρᾷκας ὡς πλείστους,
αὐτὸς ἡσύχαζε περιμένων ἐν τῇ Ἠιόνι. Βρασίδας δὲ πυνθα-
νόμενος ταῦτα ἀντεκάθητο καὶ αὐτὸς ἐπὶ τῷ Κερδυλίῳ· ἔστι
δὲ τὸ χωρίον τοῦτο Ἀργιλίων ἐπὶ μετεώρου πέραν τοῦ ποτα-
μοῦ, οὐ πολὺ ἀπέχον τῆς Ἀμφιπόλεως, καὶ κατεφαίνετο
πάντα αὐτόθεν, ὥστε οὐκ ἂν ἔλαθεν αὐτὸν ὁρμώμενος ὁ Κλέων
τῷ στρατῷ· ὅπερ προσεδέχετο ποιήσειν αὐτόν, ἐπὶ τὴν Ἀμφί-
πολιν, ὑπεριδόντα σφῶν τὸ πλῆθος, τῇ παρούσῃ στρατιᾷ
Θουκυδίδης ιστορίαι Book 8, chapter 64, section 3, γρ. 1
καὶ τὰ τοῦ πολέμου ἅμα ἀντέχειν καὶ ἐσφέρειν αὐτοὺς ἐκ
τῶν ἰδίων οἴκων προθύμως χρήματα καὶ ἤν τι ἄλλο δέῃ, ὡς
οὐκέτι ἄλλοις ἢ σφίσιν αὐτοῖς ταλαιπωροῦντας. παρακε-
λευσάμενοι οὖν τοιαῦτα τὸν μὲν Πείσανδρον εὐθὺς τότε καὶ
τῶν πρέσβεων τοὺς ἡμίσεις ἀπέστελλον ἐπ' οἴκου πράξοντας
τἀκεῖ, καὶ εἴρητο αὐτοῖς τῶν ὑπηκόων πόλεων αἷς ἂν προς-
σχῶσιν ὀλιγαρχίαν καθιστάναι· τοὺς δ' ἡμίσεις ἐς τἆλλα
τὰ ὑπήκοα χωρία ἄλλους ἄλλῃ διέπεμπον, καὶ Διειτρέφη
ὄντα περὶ Χίον, ᾑρημένον δὲ ἐς τὰ ἐπὶ Θρᾴκης ἄρχειν,
ἀπέστελλον ἐπὶ τὴν ἀρχήν. καὶ ἀφικόμενος ἐς τὴν Θάσον
τὸν δῆμον κατέλυσεν. καὶ ἀπελθόντος αὐτοῦ οἱ Θάσιοι
δευτέρῳ μηνὶ μάλιστα τὴν πόλιν ἐτείχιζον, ὡς τῆς μὲν μετ'
Ἀθηναίων ἀριστοκρατίας οὐδὲν ἔτι προσδεόμενοι, τὴν δ'
ἀπὸ Λακεδαιμονίων ἐλευθερίαν ὁσημέραι προσδεχόμενοι·
καὶ γὰρ καὶ φυγὴ αὐτῶν ἔξω ἦν ὑπὸ τῶν Ἀθηναίων παρὰ
128
τοῖς Πελοποννησίοις, καὶ αὕτη μετὰ τῶν ἐν τῇ πόλει
ἐπιτηδείων κατὰ κράτος ἔπρασσε ναῦς τε κομίσαι καὶ τὴν
Θάσον ἀποστῆσαι. ξυνέβη οὖν αὐτοῖς μάλιστα ἃ ἐβού-
λοντο, τὴν πόλιν τε ἀκινδύνως ὀρθοῦσθαι καὶ τὸν ἐναν-
τιωσόμενον δῆμον καταλελύσθαι. περὶ μὲν οὖν τὴν
Θάσον τἀναντία τοῖς τὴν ὀλιγαρχίαν καθιστᾶσι τῶν
Διογένης Λαέρτιος Βίοι φιλοσόφων. Book 3, section 24, γρ. 10
Χαβρίᾳ συνεῖπε τῷ στρατηγῷ φεύγοντι θανάτου μηδενὸς τῶν
πολιτῶν τοῦτο πρᾶξαι βουληθέντος. ὅτε καὶ ἀνιόντι αὐτῷ εἰς
τὴν ἀκρόπολιν σὺν τῷ Χαβρίᾳ Κρωβύλος ὁ συκοφάντης ἀπαντή-
σας φησίν· “ἄλλῳ συναγορεύσων ἥκεις, ἀγνοῶν ὅτι καὶ σὲ τὸ
Σωκράτους κώνειον ἀναμένει;” τὸν δὲ φάναι· “καὶ ὅτε ὑπὲρ
τῆς πατρίδος ἐστρατευόμην, ὑπέμενον τοὺς κινδύνους, καὶ νῦν
ὑπὲρ τοῦ καθήκοντος διὰ φίλον ὑπομενῶ.”
Οὗτος πρῶτος ἐν ἐρωτήσει λόγον παρήνεγκεν, ὥς φησι Φαβω-
ρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστορίας (FHG III. 580). καὶ
πρῶτος τὸν κατὰ τὴν ἀνάλυσιν τῆς ζητήσεως τρόπον εἰσηγήσατο
Λεωδάμαντι -βλέπε παρακάτω- τῷ Θασίῳ. καὶ πρῶτος ἐν φιλοσοφίᾳ
ἀντίποδα
ὠνόμασε καὶ στοιχεῖον καὶ διαλεκτικὴν καὶ ποιότητα καὶ τοῦ
ἀριθμοῦ τὸν προμήκη καὶ τῶν περάτων τὴν ἐπίπεδον ἐπιφάνειαν
καὶ θεοῦ πρόνοιαν.
Καὶ πρῶτος τῶν φιλοσόφων ἀντεῖπε πρὸς τὸν λόγον τὸν
Λυσίου τοῦ Κεφάλου ἐκθέμενος αὐτὸν κατὰ λέξιν ἐν τῷ Φαίδρῳ.
καὶ πρῶτος ἐθεώρησε τῆς γραμματικῆς τὴν δύναμιν. πρῶτός τε
ἀντειρηκὼς σχεδὸν ἅπασι τοῖς πρὸ αὐτοῦ, ζητεῖται διὰ τί μὴ
ἐμνημόνευσε Δημοκρίτου. τούτου φησὶ Νεάνθης ὁ Κυζικηνὸς
(FGrH 84 F 22) εἰς Ὀλύμπια ἀνιόντος τοὺς Ἕλληνας ἅπαντας
ἐπιστραφῆναι εἰς αὐτόν·
Από τη Βικιπαίδεια. Ο Λεωδάμας ήταν αρχαίος Έλληνας
μαθηματικός και φιλόσοφος από τη Θάσο.
Ο Λεωδάμας ήταν αρχαίος Έλληνας μαθηματικός και φιλόσοφος από τη
Θάσο. Ήταν μαθητής του Πλάτωνα και από τα επιφανέστερα μέλη της
Ακαδημίας. Γεννήθηκε μεταξύ του 427 και 415 π.Χ και το μεγαλύτερο
μέρος της ζωής του έζησε στην Αθήνα
129
Ο Λεωδάμας γεννήθηκε στα τέλη του 5ου και έζησε το μεγαλύτερο
μέρος της ζωής του τον 4ο π.Χ αιώνα. Γεννήθηκε στη Θάσο αλλά σε
κάποια στιγμή της ζωής του, μάλλον σε νεαρή ηλικία, βρέθηκε στην
Αθήνα και θήτευσε στην περίφημη Ακαδημία του Πλάτωνα. Υπήρξε
μαθητής και φίλος του Πλάτωνα, συνομήλικος του Θεαίτητου και
πιθανόν συνεργάτης του. Οι αναφορές σε αυτόν είναι ελάχιστες, αλλά θα
πρέπει να εικάσουμε ότι ήταν όχι απλό μέλος της Ακαδημίας, αλλά από
τα επιφανέστερα μέλη αυτής.
Τα Μαθηματικά στην Αρχαία Ελλάδα πριν τον Πλάτωνα
Τα μαθηματικά σαν επιστήμη είναι ένα αποκλειστικό δημιούργημα των
αρχαίων Ελλήνων. Αυτοί πήραν πρότερες γνώσεις από άλλους λαούς,
όπως οι Βαβυλώνιοι και οι Αιγύπτιοι, και τις ανήγαγαν σε επιστήμη. Η
διαχωριστική γραμμή μεταξύ κάποιων εμπειρικών μαθηματικών
γνώσεων και της επιστήμης των μαθηματικών είναι η απόδειξη. Η
απόδειξη επινοήθηκε και χρησιμοποιήθηκε για πρώτη φορά από τον
Θαλή τον Μιλήσιο (640-546 π.Χ).
Ο Θαλής, ο πρώτος από τους επτά σοφούς της αρχαίας Ελλάδας, ήταν
πολυταξιδεμένος και έμπορος στο επάγγελμα. Ο Πλούταρχος αναφέρει
ότι σε ένα ταξίδι του στην Αίγυπτο μέτρησε το ύψος των πυραμίδων
προκαλώντας το θαυμασμό του εκεί ιερατείου. Επίσης το 585 π.Χ
προέβλεψε την έκλειψη ηλίου, που συνέβη εκείνη τη χρονιά, και
απέκτησε μεγάλη φήμη στην Ελλάδα. Ο Θαλής ίδρυσε την Υλοζωική
Ιωνική Σχολή της Μιλήτου, που θεωρείται η πρώτη φιλοσοφική σχολή
(Πανεπιστήμιο) στον κόσμο. Ο σκοπός της Ιωνικής Σχολής του Θαλή
ήταν η ερμηνεία του κόσμου με όσο το δυνατόν λογική
επιχειρηματολογία (ορθολογισμός) και προπάντων απαλλαγμένη από
μύθους, δοξασίες και θρησκοληψίες. Δυστυχώς κανένα έργο του Θαλή δε
σώθηκε. Πέθανε τέλος πλήρης ημερών, σε ηλικία 94 ετών, ενώ
παρακολουθούσε αθλητικούς αγώνες στο στάδιο της Μιλήτου. Μαθητές
του Θαλή και συνεχιστές της Σχολής του ήταν ο Αναξίμανδρος (611-546
π.Χ) και ο Αναξιμένης (585-528 π.Χ) από τη Μίλητο αμφότεροι και
πιθανώς ο Ηράκλειτος (~540-480 π.Χ) από τη γειτονική Έφεσο.
Τη Σχολή της Ιωνίας διαδέχτηκε η Σχολή των Πυθαγορείων. Ιδρυτής της
νέας φιλοσοφικής σχολής ήταν ο Πυθαγόρας από τη Σάμο (~580-500
π.Χ). Πιθανώς να είχε θητεύσει στην Ιωνική Σχολή που ήταν εξάλλου
πολύ κοντά στη Σάμο. Αφού γύρισε και αυτός τον τότε γνωστό κόσμο
επέστρεψε στην πατρίδα του και επιχείρησε να ιδρύσει δική του σχολή.
Όμως εκδιώχθηκε από τη Σάμο στα χρόνια της τυραννίας του Πολυκράτη
και έτσι βρέθηκε στη Μεγάλη Ελλάδα, δηλαδή στην κάτω Ιταλία. Η
130
σχολή που ίδρυσε στον Κρότωνα της κάτω Ιταλίας είχε τα μαθηματικά
στο επίκεντρο της φιλοσοφίας τους. Η διαφορά σε σχέση με την Ιωνική
Σχολή ήταν ο μυστικισμός. Τα μέλη της σχολής λειτουργούσαν σε
συνωμοτική βάση και για να γίνει δεκτός κανείς στη σχολή ήταν δόκιμος
για ένα διάστημα από τρία έως πέντε χρόνια. Τα μαθηματικά επιτεύγματα
της σχολής δεν έπρεπε να ανακοινώνονται εκτός αυτής. Ο Ίππασος ο
Μεταποντίνος για να μην ανακοινώσει εκτός της Σχολής την ανακάλυψή
του για την ασυμμετρία θανατώθηκε από τους συντρόφους του με πνιγμό
στη θάλασσα κατά τη διάρκεια ενός ταξιδιού. Τα μαθηματικά
αναπτύχθηκαν σε πολύ μεγάλο βαθμό στη σχολή των Πυθαγορείων αλλά
γνωρίζουμε σχετικά λίγα για αυτά, λόγω του κλειστού χαρακτήρα της
σχολής. Τελικά, η σχολή αυτή διαλύθηκε βίαια από πολιτικά αντίπαλη
μερίδα κατοίκων του Κρότωνα και μάλιστα πολλά μέλη της σκοτώθηκαν,
ενώ άλλα εξορίστηκαν.
Τη Σχολή των Πυθαγορείων διαδέχθηκαν οι Σχολές των Αθηνών. Η
ακμή της Αθήνας ξεκίνησε μετά τους Περσικούς πολέμους, τον 5ο μ.Χ
αιώνα και διήρκεσε περίπου 150 χρόνια. Σε αυτή ιδρύθηκαν διάφορες
φιλοσοφικές σχολές με αποκορύφωμα την Ακαδημία του Πλάτωνα με
αντικείμενα μελέτης τη φιλοσοφία, τα μαθηματικά, τις φυσικές και
πολιτικές επιστήμες. Ιδρυτής της Ακαδημίας ήταν ο Πλάτων (427-347
π.Χ), όπου σε αυτή συνέρευσαν φωτισμένα μυαλά - επιστήμονες από όλο
τον τότε γνωστό κόσμο. Στο υπέρθυρο της Ακαδημίας αναγραφόταν η
φράση Μηδείς Αγεωμέτρητος Εισείτω, δηλαδή να μην εισέρχεται
κανένας που δεν γνωρίζει Γεωμετρία. Ο Πλάτων θεωρούσε ότι η
Γεωμετρία και τα Μαθηματικά ήταν ο μόνος και ασφαλής δρόμος για να
προσεγγίσει κανείς τον Κόσμο των Ιδεών και τον Θεό. Επιστήμονες που
θήτευσαν στην Ακαδημία ήταν οι Αριστοτέλης, Θεόδωρος ο Κυρηναίος,
Θεαίτητος ο Αθηναίος, Λεωδάμας ο Θάσιος, Εύδοξος ο Κνίδιος,
Δεινόστρατος και ο αδελφός του Μέναιχμος από την Προκόννησο της
Θράκης, Ευκλείδης και πολλοί άλλοι. Την Ακαδημία έκλεισε με
διάταγμα το 529 μ.Χ ο αυτοκράτορας Ιουστινιανός, μετά από 916 χρόνια
αδιάλειπτης λειτουργίας, γιατί θεωρούσε ότι καλλιεργούσε την
ειδωλολατρία.
Οι μαθηματικές γνώσεις από την εποχή του Θαλή μέχρι και του Ευκλείδη
καταγράφηκαν στο μνημειώδες έργο Στοιχεία Γεωμετρίας. Το έργο αυτό
συνέγραψε ο Ευκλείδης στην Αλεξάνδρεια τον 3ο π.Χ αιώνα. Το
μαθηματικό αυτό αριστούργημα διαρθρώνεται σε 13 βιβλία που
περιέχουν 121 ορισμούς, 5 αιτήματα, 9 κοινές έννοιες και 465 προτάσεις
(θεωρήματα) και αναπτύσσονται όλες οι αποδεικτικές μαθηματικές
μέθοδοι. Επίσης για πρώτη φορά στον κόσμο γίνεται η αξιωματική
θεμελίωση μιας μαθηματικής επιστήμης. Τα Στοιχεία έθεσαν στο
131
περιθώριο προηγούμενες εκδόσεις έργων Γεωμετρίας λόγω της
καταφανούς ανωτερότητάς τους αλλά, και μετά τον Ευκλείδη ουδείς
κατάφερε να τα αμφισβητήσει. Υπήρξαν βέβαια αρκετοί μαθηματικοί
που συνέγραψαν σχόλια για τα Στοιχεία, ή διάφορες συμπληρωματικές
εργασίες. Η μόνη ουσιαστική συμπλήρωση στην αξιωματική θεμελίωση
των Στοιχείων έγινε από τον Γερμανό μαθηματικό Ντάβιντ Χίλμπερτ
(1862-1943) το 1899 με το περίφημο έργο του Επί των θεμελίων της
Γεωμετρίας (Grundlagen der Geometrie).
Ένας από τους τελευταίους διευθυντές της Ακαδημίας ήταν ο
νεοπλατωνικός φιλόσοφος Πρόκλος (412-485 μ.Χ) από την Λυκία, που
άφησε αρκετά σημαντικό έργο. Ένα από τα πιο σπουδαία έργα του που
σώθηκαν και μας δίνει ανεκτίμητες πληροφορίες ήταν τα Σχόλια στο 1ο
βιβλίο των Στοιχείων του Ευκλείδη. Εκεί ο Πρόκλος μεταξύ άλλων
αναφέρει και τα ονόματα 23 Γεωμετρών από τον Θαλή μέχρι τον
Ευκλείδη με σύντομη αναφορά σε μερικούς από αυτούς για την
προσφορά τους στη Γεωμετρία. Ο Πρόκλος αντλεί αυτές τις πληροφορίες
πιθανόν από το έργο Ιστορία Γεωμετρίας του Εύδημου του Ρόδιου. Το
έργο αυτό γράφτηκε περίπου τον 3ο π.Χ αιώνα και δυστυχώς χάθηκε. Αν
αυτό είχε διασωθεί η γνώση μας για τα πρόσωπα της αρχαίας Ελληνικής
Γεωμετρίας και επιστήμης γενικότερα θα ήταν πιο πλήρης και
εμπεριστατωμένη. Μέσα σε αυτούς τους 23 Γεωμέτρες βρίσκεται και ο
Λεωδάμας ο Θάσιος. Ο Πρόκλος αναφέρει ότι ήταν μαθητής του
Πλάτωνα και περίπου συνομήλικος του Θεαίτητου. Ο Θεαίτητος ήταν
Αθηναίος αριστοκρατικής καταγωγής και σπουδαίος μαθηματικός.
Γεννήθηκε το 415 π.Χ και σκοτώθηκε ένδοξα το 369 π.Χ σε πόλεμο των
Αθηναίων με τους Κορινθίους. Σπούδασε στην Ακαδημία, ήταν μαθητής
του Πλάτωνα και πιθανώς να διετέλεσε και διευθυντής της. Σ’ αυτόν
αποδίδονται το Χ και ΧΙΙΙ βιβλίο των Στοιχείων. Πολλά στοιχεία για τον
Θεαίτητο τα αντλούμε από τον Πλατωνικό διάλογο Θεαίτητος. Σε αυτόν
το διάλογο (Θεαίτητος 147D) μετέχουν ο γηραιός Θεόδωρος ο
Κυρηναίος, δάσκαλος του Θεαίτητου, ο Θεαίτητος και κάποιος νεαρός με
το όνομα Σωκράτης.
Ο Πλάτων εκεί περιγράφει μία μέθοδο που αφορά τις τετραγωνικές ρίζες
των αριθμών μέχρι (και;) το 17 και την εικασία ότι αυτοί έχουν άπειρη
ανθυφαίρεση. Ο ομότιμος καθηγητής του Πανεπιστημίου Αθηνών κ. Στ.
Νεγρεπόντης έχει κάνει εμπεριστατωμένη ερευνητική εργασία για το
θέμα αυτό και μάλιστα ανακατασκευάζει με τη βοήθεια των Πλατωνικών
Διαλόγων και του Χ βιβλίου των Στοιχείων την απόδειξη για το
Θεώρημα της Παλινδρομικότητας της Ανφυφαίρεσης άρρητων αριθμών,
που θεωρεί ότι γνώριζε ο Θεαίτητος.
132
Αλλά ας επιστρέψουμε στον Λεωδάμαντα. Αφού ήταν από τα
επιφανέστερα μέλη της Ακαδημίας και κοντά στον Θεαίτητο, πιθανώς
άμεσος συνεργάτης του, τότε μπορούμε ισχυρά να
επιχειρηματολογήσουμε ότι συμμετείχε στη συγγραφή των Χ και ΧΙΙΙ
βιβλίων των Στοιχείων καθώς και στην απόδειξη του πιο πάνω
θεωρήματος. Ας σημειώσουμε ότι αυτό είναι ένα πολύ δύσκολο θεώρημα
και αποδείχθηκε τελικά τον 19ο αιώνα με τη συνδρομή πολλών
σπουδαίων Μαθηματικών.
Ο Πρόκλος τώρα αναφέρει ότι ο Αρχύτας από τον Τάραντα (428-365
π.Χ) θεωρείται ένας από εκείνους, όπως ο Λεωδάμας ο Θάσιος και ο
Θεαίτητος ο Αθηναίος, που πλούτισαν τον κλάδο της Γεωμετρίας με
πρωτότυπα θεωρήματα και έδωσαν επιστημονικότερη κατεύθυνση σ’
αυτά (Πρόκλου Eucl. pol, II 66, 14). Στον Αρχύτα αποδίδεται η λύση του
προβλήματος του διπλασιασμού του κύβου (Δήλιο πρόβλημα) με τη
χρήση ημικυλίνδρου. Από αυτή την αναφορά του Πρόκλου μπορούμε να
εικάσουμε δύο πράγματα :
Α) Τη συγγραφή των Χ και ΧΙΙΙ βιβλίων των Στοιχείων που αναφέραμε
παραπάνω.
Β) Αφού ο Πρόκλος αναφέρει με χρονολογική σειρά τους 23 Γεωμέτρες
και εδώ αναφέρει πρώτα τον Λεωδάμαντα θα πρέπει να ήταν ηλικιακά
λίγο μεγαλύτερος του Θεαίτητου, δηλαδή να είχε γεννηθεί πριν το 415
π.Χ. Μιας και ήταν μαθητής του Πλάτωνα, άρα νεώτερός του, θα πρέπει
να γεννήθηκε μεταξύ του 427 και 415 π.Χ.
Ο Πλάτων έδωσε γενική μορφή στην αναλυτική μέθοδο την οποία με
μορφή επιστολής εκθέτει στο μαθητή του Λεωδάμαντα. Η λογική αυτή
αποδεικτική μέθοδος μετασχηματίζει διαδοχικά το θεώρημα που θέλουμε
να αποδείξουμε σε σειρά άλλων ισοδύναμων, το τελευταίο των οποίων
είναι γνωστό. Τότε αν ακολουθήσουμε την αντίστροφη πορεία μπορούμε
από το τελευταίο γνωστό θεώρημα να φθάσουμε στο αποδεικτέο.
Τελευταία αναφορά του Πρόκλου είναι ότι ο Λεωδάμας είχε μαθητή του
τον Λέοντα τον Βυζάντιο, ο οποίος είχε συγγράψει βιβλίο Γεωμετρίας με
τίτλο Στοιχεία.
Πηγές
Σωτήρης Χ. Γκουντουβάς, "Λεωδάμας ο Θάσιος, ο λησμονημένος
μεγάλος μαθηματικός της αρχαιότητας" Περιοδικό Ευκλείδης Β',
τ.82, Αθήνα 2011
133
Σωτήρης Χ. Γκουντουβάς, "Γεωμετρικές Διαδρομές", εκδόσεις
Κορφιάτη, Αθήνα 2015
"Άπαντα Αρχαίων Ελλήνων Συγγραφέων", Διάλογοι Πλάτωνος
(Θεαίτητος), Εκδόσεις Πάπυρος, Αθήνα 1975.
Πρόκλος ο Λυκαεύς, "Σχόλια στο 1ο βιβλίο των Στοιχείων του
Ευκλείδη" , εκδόσεις Λειψίας, 1894.
Διογένης Λαέρτιος Βίοι φιλοσόφων. Book 3, section 47, γρ. 1
δόνιος, Ἀριστοτέλης Σταγειρίτης, Φίλιππος Ὀπούντιος, Ἑστιαῖος
Περίνθιος, Δίων Συρακόσιος, Ἄμυκλος Ἡρακλεώτης, Ἔραστος
καὶ Κορίσκος Σκήψιοι, Τιμόλαος Κυζικηνός, Εὐαίων Λαμψα-
κηνός, Πύθων καὶ Ἡρακλείδης Αἴνιοι, Ἱπποθάλης καὶ Κάλλιππος
Ἀθηναῖοι, Δημήτριος Ἀμφιπολίτης, Ἡρακλείδης Ποντικὸς καὶ
ἄλλοι πλείους, σὺν οἷς καὶ γυναῖκες δύο Λασθένεια Μαντινικὴ
καὶ Ἀξιοθέα Φλειασία, ἣ καὶ ἀνδρεῖα ἠμπίσχετο, ὥς φησι
Δικαίαρχος (Wehrli I, fg. 44). ἔνιοι δὲ καὶ Θεόφραστον ἀκοῦσαί
φασιν αὐτοῦ· καὶ Ὑπερίδην τὸν ῥήτορα Χαμαιλέων (fg. 37
Koepke) φησὶ καὶ Λυκοῦργον. ὁμοίως Πολέμων (FHG III. 117)
ἱστορεῖ. καὶ Δημοσθένην Σαβῖνος λέγει Μνησίστρατον.-βλέπε παρακάτω-
Θάσιον παρατιθέμενος ἐν δʹ Μελετητικῆς ὕλης. καὶ εἰκός ἐστι.
Φιλοπλάτωνι δέ σοι δικαίως ὑπαρχούσῃ καὶ παρ' ὁντινοῦν
τὰ τοῦ φιλοσόφου δόγματα φιλοτίμως ζητούσῃ ἀναγκαῖον ἡγησά-
μην ὑπογράψαι καὶ τὴν φύσιν τῶν λόγων καὶ τὴν τάξιν τῶν
διαλόγων καὶ τὴν ἔφοδον τῆς ἐπαγωγῆς, ὡς οἷόν τε στοιχειωδῶς
καὶ ἐπὶ κεφαλαίων, πρὸς τὸ μὴ ἀμοιρεῖν αὐτοῦ τῶν δογμάτων
τὴν περὶ τοῦ βίου συναγωγήν· γλαῦκα γὰρ εἰς Ἀθήνας, φασίν, εἰ
δέῃ σοι τὰ κατ' εἶδος διηγεῖσθαι.
Διαλόγους τοίνυν φασὶ πρῶτον γράψαι Ζήνωνα τὸν Ἐλεάτην·
Ἀριστοτέλης δὲ ἐν πρώτῳ Περὶ ποιητῶν (Rose 72) Ἀλεξαμενὸν ...
Μνησίστρατος (5ος-4ος αι. π.Χ.). Φιλόσοφος από τη Θάσο. Ήταν μαθητής του Πλάτωνα και
πίστευε ότι η ηδονή είναι πνευματική απόλαυση.
Διογένης Λαέρτιος Βίοι φιλοσόφων. Book 5, section 57, γρ. 8
πάντων· καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν Ἵππαρχος
ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν. ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν
ἐν τῇ διαθήκῃ γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλ-
λῖνος, Δημότιμος, Καλλισθένης, Κτήσαρχος. αἱ διαθῆκαι κεῖνται,
ἀντίγραφα τῷ Θεοφράστου δακτυλίῳ σεσημασμέναι, μία μὲν
134
παρὰ Ἡγησίᾳ Ἱππάρχου· μάρτυρες Κάλλιππος Παλληνεύς, Φιλό-
μηλος Εὐωνυμεύς, Λύσανδρος Ὑβάδης, Φίλων Ἀλωπεκῆθεν. τὴν
δ' ἑτέραν ἔχει Ὀλυμπιόδωρος· μάρτυρες δ' οἱ αὐτοί. τὴν δ'
ἑτέραν ἔλαβεν Ἀδείμαντος, ἀπήνεγκε δὲ Ἀνδροσθένης ὁ υἱός·
μάρτυρες Ἀρίμνηστος Κλεοβούλου, Λυσίστρατος Φείδωνος -βλέπε
παρακάτω- Θάσιος, Στράτων Ἀρκεσιλάου Λαμψακηνός, Θήσιππος
Θησίππου ἐκ Κεραμέων, Διοσκουρίδης Διονυσίου Ἐπικηφίσιος.”
Ὧδ' ἔχουσιν αὐτῷ καὶ αἱ διαθῆκαι. Ἀκοῦσαι δ' αὐτοῦ καὶ Ἐρασίστρατον
τὸν ἰατρόν εἰσιν οἳ λέγουσι· καὶ εἰκός... Ο Λυσίστρατος ο Θάσιος έζησε τέλη του
4ου με αρχές του 3ου π.Χ. αι. στη Θάσο και αναφέρεται ως γιος του Κόδη. Ονομάστηκε
"θεωρός" και δώρησε το προσκήνιο του αρχαίου θεάτρου της Θάσου, το οποίο αφιέρωσε
στον θεό Διόνυσο
ΣΤΡΑΤΩΝ
Διεδέξατο δ' αὐτοῦ τὴν σχολὴν Στράτων Ἀρκεσιλάου Λαμψα-
κηνός, οὗ καὶ ἐν ταῖς διαθήκαις ἐμνημόνευσεν· ἀνὴρ ἐλλογιμώ-
τατος καὶ φυσικὸς ἐπικληθεὶς ἀπὸ τοῦ περὶ τὴν θεωρίαν ταύτην
παρ' ὁντινοῦν ἐπιμελέστατα διατετριφέναι. ἀλλὰ καὶ καθηγήσατο
Πλούταρχος Pericles (0007: 012)“Plutarchi vitae parallelae, vol. 1.2,
3rd edn.”, Ed. Ziegler, [Link]: Teubner, [Link] 13, section 16,
γρ. 5
τῷ Περικλεῖ γυναῖκας εἰς ταὐτὸ φοιτώσας ὑποδεχομένου
τοῦ Φειδίου. δεξάμενοι δὲ τὸν λόγον οἱ κωμικοὶ (adesp. 59
CAF III 410) πολλὴν ἀσέλγειαν αὐτοῦ κατεσκέδασαν, εἴς τε
τὴν Μενίππου γυναῖκα διαβάλλοντες, ἀνδρὸς φίλου καὶ ὑπο-
στρατηγοῦντος, εἴς τε τὰς Πυριλάμπους ὀρνιθοτροφίας,
ὃς ἑταῖρος ὢν Περικλέους αἰτίαν εἶχε ταῶνας ὑφιέναι
ταῖς γυναιξὶν αἷς ὁ Περικλῆς ἐπλησίαζε. καὶ τί ἄν τις
ἀνθρώπους σατυρικοὺς τοῖς βίοις καὶ τὰς κατὰ τῶν κρειτ-
τόνων βλασφημίας ὥσπερ δαίμονι κακῷ τῷ φθόνῳ τῶν πολλῶν
ἀποθύοντας ἑκάστοτε θαυμάσειεν, ὅπου καὶ Στησίμβροτος ὁ Θάσιος
(FGrH 107 F 10b) δεινὸν ἀσέβημα
καὶ μυσῶδες ἐξενεγκεῖν ἐτόλμησεν εἰς τὴν γυναῖκα τοῦ
υἱοῦ κατὰ τοῦ Περικλέους; οὕτως ἔοικε πάντῃ χαλεπὸν
εἶναι καὶ δυσθήρατον ἱστορίᾳ τἀληθές, ὅταν οἱ μὲν ὕστερον
γεγονότες τὸν χρόνον ἔχωσιν ἐπιπροσθοῦντα τῇ γνώσει
τῶν πραγμάτων, ἡ δὲ τῶν πράξεων καὶ τῶν βίων ἡλικιῶτις
ἱστορία τὰ μὲν φθόνοις καὶ δυσμενείαις, τὰ δὲ χαριζομένη
135
καὶ κολακεύουσα λυμαίνηται καὶ διαστρέφῃ τὴν ἀλήθειαν.
Τῶν δὲ περὶ τὸν Θουκυδίδην ῥητόρων καταβοών-
των τοῦ Περικλέους ὡς σπαθῶντος τὰ χρήματα καὶ τὰς
Πλούταρχος Κίμων (0007: 035)“Plutarchi vitae parallelae, vol. 1.1, 4th
edn.”, Ed. Ziegler, [Link]: Teubner, [Link] 4, section 5, γρ. 1
παρὰ τὸν Ἐλπινίκης τῆς Κίμωνος ἀδελφῆς τάφον. ἀλλὰ
Θουκυδίδης μὲν Ἁλιμούσιος γέγονε τῶν δήμων, οἱ δὲ
περὶ τὸν Μιλτιάδην Λακιάδαι.
Μιλτιάδης μὲν οὖν πεντήκοντα ταλάντων ὀφλὼν δίκην
καὶ πρὸς τὴν ἔκτισιν εἱρχθείς, ἐτελεύτησεν ἐν τῷ δεσμω-
τηρίῳ, Κίμων δὲ μειράκιον παντάπασιν ἀπολειφθεὶς μετὰ
τῆς ἀδελφῆς ἔτι κόρης οὔσης καὶ ἀγάμου, τὸν πρῶτον
ἠδόξει χρόνον ἐν τῇ πόλει καὶ κακῶς ἤκουεν ὡς ἄτακτος
καὶ πολυπότης καὶ τῷ πάππῳ Κίμωνι προσεοικὼς τὴν
φύσιν, ὃν δι' εὐήθειάν φασι Κοάλεμον προσαγορευθῆναι.
Στησίμβροτος δ' ὁ Θάσιος (FGrH 107 F 4), περὶ τὸν
αὐτὸν ὁμοῦ τι χρόνον τῷ Κίμωνι γεγονώς, φησὶν αὐτὸν
οὔτε μουσικὴν οὔτ' ἄλλο τι μάθημα τῶν ἐλευθερίων καὶ
τοῖς Ἕλλησιν ἐπιχωριαζόντων ἐκδιδαχθῆναι, δεινότητός
τε καὶ στωμυλίας Ἀττικῆς ὅλως ἀπηλλάχθαι, καὶ τῷ
τρόπῳ πολὺ τὸ γενναῖον καὶ ἀληθὲς ἐνυπάρχειν, καὶ
μᾶλλον εἶναι Πελοποννήσιον τὸ σχῆμα τῆς ψυχῆς τοῦ
ἀνδρός,
Πλούταρχος Κίμων Chapter 14, section 2, γρ. 1
φυτεύσας, τὴν δ' Ἀκαδήμειαν ἐξ ἀνύδρου καὶ αὐχμηρᾶς
κατάρρυτον ἀποδείξας ἄλσος, ἠσκημένον ὑπ' αὐτοῦ δρό-
μοις καθαροῖς καὶ συσκίοις περιπάτοις.
Ἐπεὶ δὲ τῶν Περσῶν τινες οὐκ ἐβούλοντο τὴν
Χερρόνησον ἐκλιπεῖν, ἀλλὰ καὶ τοὺς Θρᾷκας ἄνωθεν
ἐπεκαλοῦντο, καταφρονοῦντες τοῦ Κίμωνος, μετ' ὀλίγων
παντάπασι τριήρων Ἀθήνηθεν ἐκπεπλευκότος, ὁρμήσας
ἐπ' αὐτοὺς τέτταρσι μὲν ναυσὶ τρισκαίδεκα τὰς ἐκείνων
ἔλαβεν, ἐξελάσας δὲ τοὺς Πέρσας καὶ κρατήσας τῶν
Θρᾳκῶν πᾶσαν ᾠκειώσατο τῇ πόλει τὴν Χερρόνησον.
ἐκ δὲ τούτου Θασίους μὲν ἀποστάντας Ἀθηναίων κατα-
ναυμαχήσας, τρεῖς καὶ τριάκοντα ναῦς ἔλαβε καὶ τὴν
πόλιν ἐξεπολιόρκησε, καὶ τὰ χρυσεῖα τὰ πέραν Ἀθη-
ναίοις προσεκτήσατο, καὶ χώραν ἧς ἐπῆρχον Θάσιοι παρ-
136
έλαβεν. ἐκεῖθεν δὲ ῥᾳδίως ἐπιβῆναι Μακεδονίας καὶ πολ-
λὴν ἀποτεμέσθαι παρασχὸν ὡς ἐδόκει, μὴ θελήσας αἰ-
τίαν ἔσχε δώροις ὑπὸ τοῦ βασιλέως Ἀλεξάνδρου συμ-
πεπεῖσθαι, καὶ δίκην ἔφυγε τῶν ἐχθρῶν συστάντων
ἐπ' αὐτόν. ἀπολογούμενος δὲ πρὸς τοὺς δικαστάς, οὐκ
Ἰώνων ἔφη προξενεῖν οὐδὲ Θεσσαλῶν πλουσίων ὄντων
ὥσπερ ἑτέρους, ἵνα θεραπεύωνται καὶ λαμβάνωσιν, ἀλλὰ
Πλούταρχος Κίμων Chapter 14, section 2, γρ. 4
Ἐπεὶ δὲ τῶν Περσῶν τινες οὐκ ἐβούλοντο τὴν
Χερρόνησον ἐκλιπεῖν, ἀλλὰ καὶ τοὺς Θρᾷκας ἄνωθεν
ἐπεκαλοῦντο, καταφρονοῦντες τοῦ Κίμωνος, μετ' ὀλίγων
παντάπασι τριήρων Ἀθήνηθεν ἐκπεπλευκότος, ὁρμήσας
ἐπ' αὐτοὺς τέτταρσι μὲν ναυσὶ τρισκαίδεκα τὰς ἐκείνων
ἔλαβεν, ἐξελάσας δὲ τοὺς Πέρσας καὶ κρατήσας τῶν
Θρᾳκῶν πᾶσαν ᾠκειώσατο τῇ πόλει τὴν Χερρόνησον.
ἐκ δὲ τούτου Θασίους μὲν ἀποστάντας Ἀθηναίων κατα-
ναυμαχήσας, τρεῖς καὶ τριάκοντα ναῦς ἔλαβε καὶ τὴν
πόλιν ἐξεπολιόρκησε, καὶ τὰ χρυσεῖα τὰ πέραν Ἀθη-
ναίοις προσεκτήσατο, καὶ χώραν ἧς ἐπῆρχον Θάσιοι παρ-
έλαβεν. ἐκεῖθεν δὲ ῥᾳδίως ἐπιβῆναι Μακεδονίας καὶ πολ-
λὴν ἀποτεμέσθαι παρασχὸν ὡς ἐδόκει, μὴ θελήσας αἰ-
τίαν ἔσχε δώροις ὑπὸ τοῦ βασιλέως Ἀλεξάνδρου συμ-
πεπεῖσθαι, καὶ δίκην ἔφυγε τῶν ἐχθρῶν συστάντων
ἐπ' αὐτόν. ἀπολογούμενος δὲ πρὸς τοὺς δικαστάς, οὐκ
Ἰώνων ἔφη προξενεῖν οὐδὲ Θεσσαλῶν πλουσίων ὄντων
ὥσπερ ἑτέρους, ἵνα θεραπεύωνται καὶ λαμβάνωσιν, ἀλλὰ
Λακεδαιμονίων, μιμούμενος καὶ ἀγαπῶν τὴν παρ' αὐ-
τοῖς εὐτέλειαν καὶ σωφροσύνην, ἧς οὐδένα προτιμᾶν
πλοῦτον, ἀλλὰ πλουτίζων ἀπὸ τῶν πολεμίων τὴν πόλιν
Πλούταρχος Cato Minor (0007: 050)“Plutarchi vitae parallelae, vol.
2.1, 2nd edn.”, Ed. Ziegler, [Link]: Teubner, [Link] 11, section
3, γρ. 7
Ἔτι δ' αὐτοῦ περὶ τὴν στρατείαν ὄντος, ὁ ἀδελφὸς εἰς τὴν Ἀσίαν
βαδίζων ἐνόσησε περὶ Θρᾴκην ἐν Αἴνῳ. καὶ γράμματα μὲν εὐθὺς ἧκε
πρὸς τὸν Κάτωνα· χειμῶνος δὲ πολλοῦ κατέχοντος τὴν θάλατταν, καὶ
νεὼς ἱκανῆς μεγέθει μὴ παρούσης, εἰς μικρὰν ὁλκάδα μόνον δύο
φίλους καὶ τρεῖς οἰκέτας παραλαβών, ἐκ Θεσσαλονίκης ἀνήχθη· καὶ παρ'
οὐδὲν ἐλθὼν καταποντωθῆναι, τύχῃ τινὶ παραλόγῳ σωθεὶς ἄρτι τεθνηκό-
τος τοῦ Καιπίωνος, ἐμπαθέστερον ἔδοξεν ἢ φιλοσοφώτερον ἐνεγκεῖν τὴν
137
συμφοράν, οὐ μόνον κλαυθμοῖς καὶ περιπτύξεσι τοῦ νεκροῦ καὶ βαρύτητι
λύπης, ἀλλὰ καὶ δαπάνῃ περὶ τὴν ταφὴν καὶ πραγματείαις, θυμιαμάτων
καὶ ἱματίων πολυτελῶν συγκατακαέντων, καὶ μνήματος ξεστοῦ λίθων
Θασίων ἀπὸ ταλάντων ὀκτὼ κατασκευασθέντος ἐν τῇ Αἰνίων ἀγορᾷ.
ταῦτα γὰρ [ἔνιοι] ἐσυκοφάντουν πρὸς τὴν ἄλλην ἀτυφίαν τοῦ Κάτωνος,
οὐ καθορῶντες ὅσον ἐν τῷ πρὸς ἡδονὰς καὶ φόβους καὶ δεήσεις
ἀναισχύντους ἀγνάμπτῳ καὶ στερρῷ τοῦ ἀνδρὸς τὸ ἥμερον ἐνῆν καὶ
φιλόστοργον. εἰς δὲ ταῦτα καὶ πόλεις αὐτῷ καὶ δυνάσται πολλὰ κατὰ
τιμὴν τοῦ τεθνεῶτος ἔπεμπον, ὧν ἐκεῖνος χρήματα μὲν παρ' οὐδενὸς
ἐδέξατο, θυμιάματα δὲ καὶ κόσμον ἐλάμβανε, τὴν τιμὴν ἀποδιδοὺς τοῖς
πέμπουσι. τῆς δὲ κληρονομίας εἰς αὐτόν τε καὶ τὸ θυγάτριον τοῦ
Καιπίωνος ἡκούσης, οὐθὲν ὧν ἀνάλωσε περὶ τὸν τάφον ἀπῄτησεν ἐν τῇ
νεμήσει. καὶ ταῦτα πράξαντος αὐτοῦ καὶ παθόντος ἦν ὁ γράψας, ὅτι
κοσκίνῳ τὴν τέφραν τοῦ νεκροῦ μετέβαλε καὶ διήθησε, χρυσίον ζητῶν
κατακεκαυμένον. οὕτως οὐ τῷ...
Πλούταρχος Demetrius (0007: 057)“Plutarchi vitae parallelae, vol. 3.1,
2nd edn.”, Ed. Ziegler, [Link]: Teubner, [Link] 19, section 7,
γρ. 3
ρίαν ἤδη τὰ μέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ
πολυτελείας καὶ πότους αὐτοῦ μὴ βαρυνόμενος. εἰρήνης
γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα, καὶ σχολάζων ἐχρῆτο
πρὸς τὰς ἡδονὰς ἀνειμένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ
τοῖς πολέμοις ὡς οἱ φύσει σώφρονες ἔνηφε. λέγεται δὲ
τῆς Λαμίας ἀναφανδὸν ἤδη κρατούσης τὸν Ἀντίγονον
ὑπὸ τοῦ Δημητρίου καταφιλούμενον ἥκοντος ἀπὸ ξένης
εἰπεῖν ἅμα γελῶντα· “δοκεῖς Λάμιαν ὦ παῖ καταφιλεῖν.”
πάλιν δέ ποτε πλείονας ἡμέρας ἐν πότοις γενομένου, καὶ
πρόφασιν λέγοντος ὡς ῥεῦμα διοχλήσειεν αὐτόν, “ἐπυθό-
μην,” φάναι τὸν Ἀντίγονον, “ἀλλὰ πότερον Θάσιον ἢ
Χῖον ἦν τὸ ῥεῦμα;” πυθόμενος δ' αὖθις ἀσθενῶς ἔχειν
αὐτὸν ἐβάδιζεν ὀψόμενος, καὶ τῶν καλῶν τινι περὶ θύρας
ἀπήντησεν· εἰσελθὼν δὲ καὶ καθίσας παρ' αὐτὸν ἥψατο
τῆς χειρός· ἐκείνου δ' εἰπόντος ὅτι νῦν ὁ πυρετὸς ἀπο-
κεχώρηκεν, “ἀμέλει παιδίον” ἔφη “καὶ ἐμοὶ νῦν περὶ
θύρας ἀπιὼν ἀπήντηκε.” ταῦτα δ' οὕτω πράως ἔφερε τοῦ
Δημητρίου διὰ τὴν ἄλλην πρᾶξιν. οἱ μὲν γὰρ Σκύθαι
πίνοντες καὶ μεθυσκόμενοι παραψάλλουσι τὰς νευρὰς τῶν
τόξων, οἷον ἐκλυόμενον ὑπὸ τῆς ἡδονῆς ἀνακαλούμενοι
Πλούταρχος Apophthegmata Laconica [Sp.?] (208b–242d) (0007: 082)
“Plutarchi moralia, vol. 2.1”, Ed. Nachstädt, [Link]: Teubner, 1935,
138
Repr. [Link] σε. 210, section B, γρ. 10
ἐλευθερίαν ἀμώμεθα.’ Ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγον-
τος διὰ τὸ τῆς τύχης ἄδηλον μὴ περιμεῖναι, πότε καιρὸς
τούτου γενήσεται, ‘ἀλλ' ἐγώ’ εἶπεν ‘ἐμαυτὸν ἐθίζω
[λέγων] ὥστ' ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.’
Καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ
ἐχρῆτο· πρὸς οὖν τὸν πυθόμενον διὰ τί σφοδροῦ χειμῶ-
νος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων,
’ἵνα’ φησίν ‘οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς
πρεσβυτάτους καὶ ἄρχοντας.’
† Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ
τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ
μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πό-
ματα πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα δεξά-
μενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κομίζοντας,
ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεο-
μένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι δια-
δοῦναι. πυθομένων δὲ τὴν αἰτίαν, ἔφη ‘τοὺς ἀνδραγαθίαν
ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι·
τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων
ἀλλότρια.’
Πλούταρχος Apophthegmata Laconica [Sp.?] (208b-242d)
Stephanus σε. 210, section C, γρ. 10
τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ
μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πό-
ματα πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα δεξά-
μενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κομίζοντας,
ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεο-
μένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι δια-
δοῦναι. πυθομένων δὲ τὴν αἰτίαν, ἔφη ‘τοὺς ἀνδραγαθίαν
ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι·
τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων
ἀλλότρια.’ Πάλιν δὲ τῶν † Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπ'
αὐτοῦ εὐεργετεῖσθαι ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι τιμη-
σάντων καὶ πρεσβείαν περὶ τούτου ἀποστειλάντων, ἀνα-
γνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις,
ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους ἔχει
δύναμιν· φαμένων δέ, ‘ἄγετ'’ ἔφη ‘ποιήσατε πρώτους
ἑαυτοὺς θεούς· καὶ τοῦτ' ἂν πράξητε, τότε πιστεύσω
139
ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι.’
Πλούταρχος De defectu oraculorum (409e–438d) (0007: 092)
“Plutarchi moralia, vol. 3”, Ed. Sieveking, [Link]: Teubner, 1929,
Repr. [Link] σε. 436, section B, γρ. 4
ἡ περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν
Ἡρόδοτος (I 25) ὑποκρητηρίδιον ὠνόμασεν, αἰτίας μὲν
ἔσχε τὰς ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς
καὶ δι' ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ ἔργον
οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα
κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος
τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ
εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται (Simonid.
fr. 160) ’γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν’
ὡς ὁρᾶται γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ
συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διά-
θεσιν λαβεῖν καὶ ὄψιν. ἆρ' οὖν ὁ βουλόμενος ἅπτεσθαι τῆς
ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ διδάσκων τὰ παθήματα καὶ
τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ
μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου δόξαν· ὁ δὲ
τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι
τῷ μὲν πυρὶ χαλασθεὶς ἐνδίδωσι καὶ ὑπείκει τοῖς ἐλαύ
Πλούταρχος De tranquillitate animi (464e-477f) Stephanus σε. 470,
section C, γρ. 5
νουχὶ βροντᾶν καὶ ἀστράπτειν ἐθέλοντες. εἶθ' οὕτως ἀεὶ
τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθ'
ἑαυτοὺς χάριν ἔχουσιν.
’οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει
οὐδ' εἷλέ πώ με ζῆλος οὐδ' ἀγαίομαι
θεῶν ἔργα, μεγάλης δ' οὐκ ἐρῶ τυραννίδος·
ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν’
(Archil. fr. 25). ’Θάσιος γὰρ ἦν ἐκεῖνος’· ἄλος δέ τις Χῖος, ἄλλος δὲ
Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἢ δόξαν ἢ
δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι
μὴ φορεῖ πατρικίους· ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρα-
140
τηγεῖ Ῥωμαίων· ἐὰν δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει·
καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλ' ὕστερος ἀνηγορεύθη.
τοῦτο δ' ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας
ἐπὶ τὴν τύχην αὐτὸν ὑφ' αὑτοῦ κολάζεσθαι καὶ διδόναι
δίκην; ἀλλ' ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου
μυριάδας ἀνθρώπων ἐφορῶντος (Simon. fr. 5, 17)
Πλούταρχος Quaestiones convivales (612c–748d) “Plutarchi moralia,
vol. 4”, Ed. Hubert, [Link]: Teubner, 1938, Repr. [Link] σε.
651, section A, γρ. 1
Πότερον ψυχρότεραι τῇ κράσει τῶν ἀνδρῶν ἢ θερμότεραί εἰσιν αἱ
γυναῖκες
Ὁ μὲν οὖν Σύλλας ταῦτ' εἶπεν. ὁ δὲ τακτικὸς
Ἀπολλωνίδης ἔφη τὸν μὲν περὶ τῶν γερόντων ἀποδέ-
χεσθαι λόγον· ἐν δὲ ταῖς γυναιξὶν αὐτῷ δοκεῖν παρα-
λελεῖφθαι τὸ τῆς ψυχρότητος, ᾗ θερμότατον ἄκρατον
ἀποσβέννυσθαι καὶ ἀποβάλλειν τὸ πλῆττον καὶ πυρῶδες.
πιθανοῦ δὲ καὶ τούτου δοκοῦντος, | Ἀθρύϊτος -βλέπε παρακάτω- ὁ
Θάσιος ἰατρὸς ἐμβαλών τινα τῇ ζητήσει διατριβὴν εἶναί τινας
ἔφησεν, οἳ τὰς γυναῖκας οὐ ψυχρὰς ἀλλὰ θερμοτέρας τῶν
ἀνδρῶν ὑπολαμβάνουσιν, ἑτέρους δὲ πάλιν οἳ τὸν οἶνον οὐ
θερμὸν ἀλλὰ καὶ ψυχρὸν ἡγοῦνται. Θαυμάσαντος δὲ τοῦ Φλώρου, ‘τὸν
μὲν περὶ τοῦ οἴνου λόγον’ εἶπεν ‘ἀφίημι τούτῳ’ δείξας ἐμέ· καὶ γὰρ
ἐτυγχάνομεν ὀλίγαις ἡμέραις πρότερον εἰς τοῦτο διειλεγμένοι·
’τῶν δὲ γυναικῶν’ ἔφη ‘τὴν θερμότητα πρῶτον ἀπὸ τῆς
ψιλότητος οἴονται δεικνύναι, καταναλισκομένου τοῦ περιτ-
τώματος ὑπὸ τῆς θερμότητος, ὃ πλεονάζον εἰς τρίχας ...
ΕΡΓΟ ΑΙΜΙΛΙΟΣ ΔΗΜ. ΜΑΥΡΟΥΔΗΣ 2014 Ἀθρύϊτος ὁ Θάσιος. (2ος αἰ. μ.Χ.) Ἡ μοναδικὴ μνεία
τοῦ Ἀθρυΐτου ἐντοπίζεται στὸν Πλούταρχο, τοῦ ὁποίου ἦταν φίλος. αὐτὴ ἀκριβῶς ἡ μνεία
τοῦ ...
Πλούταρχος Non posse suaviter vivi secundum Epicurum (1086c-1107c)
Stephanus σε. 1097, section D, γρ. 7
κατευτελίζοντος, ὑπὲρ ἑαυτοῦ δὲ ταυτὶ τοῖς φίλοις γρά-
φοντος· ‘δαιμονίως τε καὶ μεγαλοπρεπῶς ἐπεμελή-
θητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδὴν καὶ οὐρανο-
141
μήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας.’ ὥστ',
εἴ τις ἐξεῖλε τὸ σιτάριον ἐκ τῆς ἐπιστολῆς τοῦ φιλοσόφου,
δόξαν ἂν παραστῆσαι τὰ ῥήματα τῆς χάριτος ὡς ὑπὲρ
τῆς Ἑλλάδος ὅλης ἢ τοῦ δήμου τῶν Ἀθηναίων ἐλευθερω-
θέντος ἢ σωθέντος γραφομένης.
Ὅτι μὲν οὖν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς ἡ
φύσις δεῖται χορηγίας πολυτελοῦς καὶ οὐκ ἔστιν ἐν μάζῃ
καὶ φακῇ τὸ ἥδιστον, ἀλλ' ὄψα καὶ Θάσια καὶ μύρα ‘καὶ
πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης
ἀφθόνως δεδευμένα’ (Eur. fr. 467) ζητοῦσιν αἱ τῶν
ἀπολαυστικῶν ὀρέξεις, καὶ πρός γε τούτοις εὐπρεπεῖς καὶ
νέας γυναῖκας, οἷα Λεόντιον καὶ Βοίδιον καὶ Ἡδεῖα καὶ
Νικίδιον ἐνέμοντο περὶ τὸν κῆπον, ἀφῶμεν. ταῖς μέντοι
τῆς ψυχῆς χαραῖς ὁμολογουμένως μέγεθος ὑποκεῖσθαι δεῖ
πράξεων καὶ κάλλος ἔργων ἀξιολόγων, εἰ μέλλουσι μὴ
διάκενοι μηδ' ἀγεννεῖς καὶ κορασιώδεις ἀλλ' ἐμβριθεῖς
ἔσεσθαι καὶ βέβαιοι καὶ μεγαλοπρεπεῖς. τὸ δὲ † περὶ τοῦ
πρὸς εὐπαθείας ἐπαίρεσθαι ναυτῶν δίκην ἀφροδίσια
Αθηναίος σοφιστής δειπνοσοφιστές “Athenaei Naucratitae
deipnosophistarum libri xv, 3 vols.”, Ed. Kaibel, [Link]: Teubner, 1–
2:1887; 3:1890, Repr. 1–2:1965; 3:[Link] 1, Kaibel παρ. 8, γρ. 9
Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν,
βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ. –
τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
φησὶν ὁ Συρακούσιος ποιητής (Theocr. XI 58)· οὐχ
ἅμα μὲν οὖν πάντα παρασκευάζεσθαι δυνατόν, λέγε-
σθαι δὲ ῥᾴδιον.
ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ
Τιμαχίδας ὁ Ῥόδιος δι' ἐπῶν ἐν ἕνδεκα βιβλίοις ἢ
καὶ πλείοσι καὶ Νουμήνιος ὁ Ἡρακλεώτης, ὁ Διεύ-
χους τοῦ ἰατροῦ μαθητής, καὶ Ματρέας ὁ Πιταναῖος
ὁ παρῳδὸς καὶ Ἡγήμων -βλέπε παρακάτω-ὁ Θάσιος ὁ ἐπικληθεὶς
Φακῆ,
ὃν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τινὲς ἐντάττουσιν.
ὅτι Ἀρτεμίδωρος ὁ Ψευδαριστοφάνειος ὀψαρτυτι-
κὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκα-
δίου Δείπνου Πλάτων ὁ κωμῳδιοποιὸς μέμνηται
(I 646 K)·
Από τη Βικιπαίδεια. Ηγήμων ο Θάσιος ήταν αρχαίος Έλληνας κωμικός ποιητής του 5ου
142
αιώνα π.Χ., με την ακμή του να συμπίπτει με την εποχή του Πελοποννησιακού Πολέμου.
Γνωστός και με το προσωνύμιο «Φακή», ο Ηγήμων διακρίθηκε κυρίως ως δημιουργός της
παρωδίας ως θεατρικού είδους. Η παρωδία του «Γιγαντομαχία» ήταν ουσιαστικά μια
σατιρική αυτοβιογραφία του, με την οποία ωστόσο οι Αθηναίοι γέλασαν τόσο πολύ, ώστε
ξέχασαν την ήττα τους στη Σικελία, που την πληροφορήθηκαν τότε, και παρέμειναν στο
θέατρο γελώντας και κλαίγοντας. Γράφτηκε ότι στην παράσταση μιας κωμωδίας του ο
Ηγήμων κουβάλησε στο θέατρο ένα σωρό από πέτρες για να τον λιθοβολήσουν οι θεατές,
σε περίπτωση που δεν τους άρεσε η κωμωδία. Κύριος στόχος στα έργα του ήταν να
δημιουργήσει αστείες εντυπώσεις. Ανέπτυσσε π.χ. επικό και μεγαλόπρεπο τόνο για να
αφηγηθεί διενέξεις αχθοφόρων, και αυτό προκαλούσε το κωμικό αποτέλεσμα.
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 1, Kaibel παρ. 51, γρ. 7
καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον
Σαμοθρᾴκιον καὶ καυλὸν ἐκ Καρχηδόνος
καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων
ὀρίγανόν τε Τενέδιον.
ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον
οἶνον ἔπινεν· ὅν φησι Ποσειδώνιος (FHG III 276) κἀν
Δαμασκῷ τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι κατα-
φυτευσάντων τὰς ἀμπέλους. ἐν δὲ Ἴσσῃ τῇ κατὰ τὸν
Ἀδρίαν νήσῳ Ἀγαθαρχίδης φησὶν (FHG III 194) οἶνον
γίνεσθαι ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι.
Χίου δὲ οἴνου καὶ Θασίου μέμνηται Ἐπίλυκος (I804 K)·
’Χῖος καὶ Θάσιος ἠθημένος.’ καὶ Ἀντίδοτος δέ (II 411 K)·
Θάσιον ἔγχει . . . . ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν,
ὅταν πίω τοῦδ', εὐθὺς ὑγιὴς γίνεται· Ἀσκληπιὸς κατέβρεξε . . . .
οἶνος Λέσβιος, ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ,
φησὶ Κλέαρχος (IV 564 M).
Λεσβίου ... πώματος
οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν,
φησὶν Ἄλεξις (II 398 K).
Θασίοις καὶ Λεσβίοις οἰναρίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
ὁ αὐτός (ibid.)·
ἡδὺς ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε·
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ' ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
Ἔφιππος (II 264 K)·
143
φιλῶ γε πράμνιον οἶνον Λέσβιον ....
πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται ἄγαν.
Ἀντιφάνης (II 117 K)·
ἔστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα.
ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς
πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.
Εὔβουλος (II 209 K)·
Θάσιον ἢ Χῖον λαβὼν
ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.
μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου (ib. 212)·
οἶνον γάρ με ψίθιον γεύσας
ἡδὺν ἄκρατον, διψῶντα λαβὼν
ὄξει παίει πρὸς τὰ στήθη.
καὶ Ἀναξανδρίδης (II 163 K)· ‘χοῦς κεκραμένος | ψιθίου.’
ὅτι Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφο-
ριαζούσας Δημήτριος ὁ Τροιζήνιος Θεσμοφοριασάσας
ἐπιγράφει. ἐν ταύτῃ ὁ κωμικὸς μέμνηται Πεπαρηθίου
οἴνου (I 473 K)·
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 1, Kaibel παρ. 52, γρ. 6
μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου (ib. 212)·
οἶνον γάρ με ψίθιον γεύσας
ἡδὺν ἄκρατον, διψῶντα λαβὼν
ὄξει παίει πρὸς τὰ στήθη.
καὶ Ἀναξανδρίδης (II 163 K)· ‘χοῦς κεκραμένος | ψιθίου.’
ὅτι Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφο-
ριαζούσας Δημήτριος ὁ Τροιζήνιος Θεσμοφοριασάσας
ἐπιγράφει. ἐν ταύτῃ ὁ κωμικὸς μέμνηται Πεπαρηθίου
οἴνου (I 473 K)·
οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον,
οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδ' ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
Εὔβουλος (II 210 K)·
ὁ Λευκάδιος πάρεστι καὶ μελίττιος
οἰνίσκος οὕτω πότιμος.
Ἀρχεστράτου τοῦ δειπνολόγου (fr. 59 Ri)·
εἶθ' ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε,
ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα
οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει
πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα.
144
τόν τ' ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ· ...( Ο Βίβλινος Οίνος παράγεται
από μία τοπική ερυθρή ποικιλία, η οποία βρέθηκε στην περιοχή του Παγγαίου και
καλλιεργείται σήμερα από το Κτήμα Βιβλία Χώρα.)
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 1, Kaibel παρ. 52, γρ. 26
τόν τ' ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ·
οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ
ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,
εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι
μᾶλλον· ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον·
πινόμενος δ' ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ δέ.
εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,
ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
οὐ προσέχω τὸν νοῦν αὐτοῖς . . . .
ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ
πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις.
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ' ὀνομῆναι·
ἀλλ' οὐθὲν τἄλλ' ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον.
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ' αὑτοῖς.
φοινικίνου δὲ οἴνου μέμνηται καὶ Ἔφιππος
(II 263 K)· κάρυα, ῥοίας, φοίνικας, ἕτερα νώγαλα,
σταμνάριά τ' οἴνου μικρὰ τοῦ φοινικίνου.
καὶ πάλιν (p. 255, 8)·
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 1, Kaibel παρ. 53, γρ. 16
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο.
μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν Ἀναβάσει (II 3, 14).
Μενδαίου δὲ Κρατῖνος (I 69 K)·
νῦν δ' ἂν ἴδῃ Μενδαῖον ἡβῶντ' ἀρτίως
οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει·
’οἴμ' ὡς ἁπαλὸς καὶ λευκός· ἆρ' οἴσει τρία;’
Ἕρμιππος δέ που ποιεῖ τὸν Διόνυσον πλειόνων μεμνη-
μένον (I 249 K)·
Μενδαίῳ ... μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ
στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον
καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον
τῶν ἄλλων οἴνων μετ' ἀμύμονα Χῖον ἄλυπον.
145
ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι,
οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων
ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ' ὑακίνθου·
ὀσμὴ θεσπεσία κατὰ πᾶν δ' ἔχει ὑψερεφὲς δῶ,
ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ' ἐστὶ τὸ νέκταρ,
τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ
τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ' ἐχθροῖς ἐκ Πεπαρήθου·
φησὶ δὲ Φαινίας ὁ Ἐρέσιος (FHG II 301) Μενδαίους -Μένδη αρχαία
πόλις της Παλλήνης, Κασσάνδρας στη Χαλκιδική.
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 1, Kaibel παρ. 56, γρ. 24
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ' οἶνος
Ἰσμαρικός· πίνω δ' ἐν δορὶ κεκλιμένος.
Στράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ (I 729 K)·
οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν
μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος.
Ἀχαιὸς δὲ τὸν Βίβλινον (p. 586 N)· ‘ἐδεξιοῦτο Βι-
βλίνου μέθης ἐκπώματι.’ ἐκαλεῖτο δ' οὕτως ἀπό τινος
χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος
(I 787 K) ὅτι
παρέξω Λέσβιον, Χῖον σαπρόν,
Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν.
Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐ-
τὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν
εἶναι χώραν τὴν Βιβλίαν, ἣν Ἀντισάρην καὶ Οἰσύμην
προσαγορευθῆναι. ἐπιεικῶς δὲ ἡ Θρᾴκη ἐθαυμάζετο ὡς
ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία·
νῆες δ' ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι (H 467).
Ἵππυς δ' ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον
βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς
ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κο-
μίσαι ἐξ Ἰταλίας. εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 2, Kaibel παρ. 28, γρ. 13
ἢ μὴ ποθοῦντ' ᾠδὰς ποιητὴν καὶ μέλη,
τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν
ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης
τὴν ἡμίσειαν· ζῶσι δ' ἀμφότεροι μόλις.
Πλάτων (I 658 K)· ‘οὐ μονοσιτῶν ἑκάστοτε ἀλλὰ κἀ-
νίοτε δειπνῶν δὶς τῆς ἡμέρας.’
146
ὅτι νωγαλεύματα ἐκάλουν τὰ ἡδέα βρώματα.
Ἀραρώς (II 217 K)·
τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα.
Ἄλεξις (II 398 K)·
Θασίοις οἰναρίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
Ἀντιφάνης (II 38 K)·
βότρυς, ῥοίας, φοίνικας, ἕτερα νώγαλα.
ἀπόσιτον δ' εἴρηκε Φιλωνίδης (I 255 K), αὐτόσιτον
δὲ Κρώβυλος (IV 565 M)· ‘παράσιτον αὐτόσιτον.’ ἀνα-
ρίστητον δ' εἴρηκεν Εὔπολις (I 273 K). ἀναγκόσιτον
δὲ Κράτης (I 143 K). καὶ Νικόστρατος δέ (II 228 K)· μειράκιον .. κατὰ
τύχην ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 2, Kaibel παρ. 42, γρ. 33
δωσι χυμὸν γλυκὺν καὶ λιπαρόν.’ Δίφιλος δ' ὁ
Σίφνιος ‘τὰ κάρυα, φησί, τὰ βασιλικὰ κεφαλαλγῆ ἐστι
καὶ ἐπιπολαστικά. τούτων δὲ τὰ ἁπαλὰ ἔτι καὶ λελευ-
κασμένα εὐχυλότερα καὶ κρείττονα ὑπάρχει, τὰ δ' ἐν
τοῖς ἰπνοῖς φρυγόμενα ὀλιγότροφα. τὰ δὲ ἀμύγδαλά
ἐστιν οὐρητικὰ καὶ λεπτυντικὰ καὶ καθαρτικὰ καὶ ὀλι-
γότροφα. τῶν μέντοι χλωρῶν κακοχύλων ὄντων καὶ
ἀτροφωτέρων πολὺ μᾶλλον φυσωδέστερα καὶ ἐπιπολα-
στικώτερά ἐστι τὰ ξηρά. τὰ δὲ ἁπαλὰ καὶ πλήρη καὶ
λελευκασμένα γαλακτώδη ὄντα εὐχυλότερά ἐστι. τῶν
δὲ ξηρῶν τὰ Θάσια καὶ Κύπρια ἁπαλὰ ὄντα εὐεκκρι-
τώτερά ἐστι. τὰ δὲ Ποντικὰ κάρυα κεφαλαλγῆ, ἧττον
δ' ἐπιπολαστικὰ τῶν βασιλικῶν.’
Μνησίθεος δ' ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘τῶν Εὐβοικῶν, φησί,
καρύων ἢ καστάνων (ἀμφοτέρως γὰρ καλεῖται) δύς-
πεπτος μὲν ἡ κατεργασία τῇ κοιλίᾳ καὶ φυσώδης ἡ
πέψις γίνεται, παχύνει δὲ τὰς ἕξεις, ἐάν τις αὐτῶν
κρατήσῃ. τὰ δὲ ἀμύγδαλα καὶ τὰ Ἡρακλεωτικὰ καὶ
τὰ Περσικὰ κάρυα καὶ τἄλλα τὰ τοιαῦτα χείρω ἐστὶ
τούτων.
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 2, Kaibel παρ. 48, γρ. 13
λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος (I 104 K)·
ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ' ἄλλοις οὐ λαχάνοισιν.
Εὔπολις (I 342 K)·
ῥαφανίδες ἄπλυτοι, σηπίαι.
147
ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ,
οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων
II 124 K)· νήττας, σχαδόνας, κάρυ' ἐντραγεῖν, ᾤ', ἐγκρίδας, ῥαφανῖδας
ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
ἰδίως δ' οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες, ἃς καὶ Θασίας ὠνόμαζον.
Φερεκράτης (I 198 K)· ῥαφανίς τ' ἄπλυτος ὑπάρχει
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὑποκοριστικῶς δ' εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ (I 645 K)·
’φύλλιον ἢ ῥαφανίδιον.’ Θεόφραστος δ' ἐν τοῖς περὶ
φυτῶν (7, 4, 2) γένη ῥαφανίδων φησὶν εἶναι πέντε,
Κορινθίαν, ΛειοΘασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιω-
τίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν ΛειοΘασίαν Θρᾳ-
κίαν· γλυκυτάτην δ' εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχή-
ματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ
φύλλα, γλυκύτεραί εἰσι.’
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 2, Kaibel παρ. 48, γρ. 19
(II 124 K)· νήττας, σχαδόνας, κάρυ' ἐντραγεῖν, ᾤ', ἐγκρίδας,
ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
ἰδίως δ' οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες, ἃς καὶ
Θασίας ὠνόμαζον. Φερεκράτης (I 198 K)·
ῥαφανίς τ' ἄπλυτος ὑπάρχει
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὑποκοριστικῶς δ' εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ (I 645 K)·
’φύλλιον ἢ ῥαφανίδιον.’ Θεόφραστος δ' ἐν τοῖς περὶ
φυτῶν (7, 4, 2) γένη ῥαφανίδων φησὶν εἶναι πέντε,
Κορινθίαν, ΛειοΘασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιω-
τίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν ΛειοΘασίαν Θρᾳ-
κίαν· γλυκυτάτην δ' εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχή-
ματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ
φύλλα, γλυκύτεραί εἰσι.’ Καλλίας δ' (I 698 K) ἐπὶ
τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς
ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν·
... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς,
ἐλατῆρες. ὅτι δ' οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστο-
φάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 2, Kaibel παρ. 48, γρ. 20
νήττας, σχαδόνας, κάρυ' ἐντραγεῖν, ᾤ', ἐγκρίδας,
ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
148
ἰδίως δ' οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες, ἃς καὶ
Θασίας ὠνόμαζον. Φερεκράτης (I 198 K)·
ῥαφανίς τ' ἄπλυτος ὑπάρχει
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὑποκοριστικῶς δ' εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ (I 645 K)·
’φύλλιον ἢ ῥαφανίδιον.’ Θεόφραστος δ' ἐν τοῖς περὶ
φυτῶν (7, 4, 2) γένη ῥαφανίδων φησὶν εἶναι πέντε,
Κορινθίαν, ΛειοΘασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιω-
τίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν ΛειοΘασίαν Θρᾳ-
κίαν· γλυκυτάτην δ' εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχή-
ματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ
φύλλα, γλυκύτεραί εἰσι.’ Καλλίας δ' (I 698 K) ἐπὶ
τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς
ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν·
... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς,
ἐλατῆρες. ὅτι δ' οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστο-
φάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δα-
ναίσι γράφων καὶ αὐτὸς καὶ λέγων (I 456 K)·
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 4, Kaibel παρ. 4, γρ. 3
... τὸν νυμφίον ὡς καὶ τῶν δοθέντων ἡμῖν ἀνα-
σεσωσμένων. ἔπειτα στέφανοι πάλιν καὶ διλήκυθον
μύρου χρυσοῦν καὶ ἀργυροῦν ἰσόσταθμον τοῖς προ-
τέροις. ἡσυχίας δὲ γενομένης ἐπεισβάλλουσιν ἡμῖν οἱ
κἂν τοῖς Χύτροις τοῖς Ἀθήνησι λειτουργήσαντες. μεθ'
οὓς εἰσῆλθον ἰθύφαλλοι καὶ σκληροπαῖκται καί τινες
καὶ θαυματουργοὶ γυναῖκες εἰς ξίφη κυβιστῶσαι καὶ
πῦρ ἐκ τοῦ στόματος ἐκριπίζουσαι γυμναί.
ἐπεὶ δὲ καὶ τούτων ἀπηλλάγημεν, ἐκλαμβάνει πάλιν ἡμᾶς θερ-
μός τις καὶ ζωρότερος πότος, οἴνων ὄντων ἡμῖν Θασίων
καὶ Μενδαίων καὶ Λεσβίων, χρυσίδων πάνυ μεγάλων
ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς
πίναξ δίπηχύς που τὴν διάμετρον ἐν θήκῃ κατακεί-
μενος ἀργυρᾷ πλήρης ἰχθύων ὀπτῶν πάντα γένη συν-
ηθροισμένων, ἅπασί τε προσεδόθη καὶ ἀργυροῦν ἀρτο-
φόρον ἄρτων Καππαδοκίων, ὧν τὰ μὲν ἐφάγομεν, τὰ
δὲ τοῖς θεράπουσιν ἐπεδώκαμεν. καὶ νιψάμενοι τὰς
χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν
χρυσᾶς, διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον
μύρου. ἡσυχίας δὲ γενομένης ἐξαλλόμενος τῆς κλίνης ...
149
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 4, Kaibel παρ. 4, γρ. 15
ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς
πίναξ δίπηχύς που τὴν διάμετρον ἐν θήκῃ κατακεί-
μενος ἀργυρᾷ πλήρης ἰχθύων ὀπτῶν πάντα γένη συν-
ηθροισμένων, ἅπασί τε προσεδόθη καὶ ἀργυροῦν ἀρτο-
φόρον ἄρτων Καππαδοκίων, ὧν τὰ μὲν ἐφάγομεν, τὰ
δὲ τοῖς θεράπουσιν ἐπεδώκαμεν. καὶ νιψάμενοι τὰς
χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν
χρυσᾶς, διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον
μύρου. ἡσυχίας δὲ γενομένης ἐξαλλόμενος τῆς κλίνης ὁ Πρωτέας αἰτεῖ
σκύφον χοαῖον καὶ πληρώσας οἴνου Θασίου ὀλίγον τι ἐπιρράνας ὕδατος
ἐξέπιεν ἐπειπών·
ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται.
καὶ ὁ Κάρανος ἔφη· ‘ἐπεὶ πρῶτος ἔπιες, ἔχε πρῶτος
καὶ τὸν σκύφον δῶρον· τοῦτο δὲ καὶ τοῖς ἄλλοις ὅσοι
ἂν πίωσιν ἔσται γέρας.’ ἐφ' οἷς λεχθεῖσιν ‘οἱ δ' ἐννέα
πάντες ἀνέσταν’ (Η 161) ἁρπάζοντες κἄλλος ἄλλον φθά-
νοντες. εἷς δὲ τῶν συνδειπνούντων ἡμῖν ἄθλιος οὐ
δυνάμενος πιεῖν ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενό-
μενος, καὶ ὁ Κάρανος αὐτῷ χαρίζεται κενὸν τὸ ἔκπωμα.
ἐπὶ τούτοις χορὸς εἰσῆλθεν ἀνθρώπων ἑκατὸν ἐμμελῶς
ᾀδόντων γαμικὸν ὕμνον, μεθ' οὓς ὀγχηστρίδες ...
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 4, Kaibel παρ. 27, γρ. 4
...δὲ τὰ πλεῖστα κρέα καὶ ἄρτοι) ὁ τῆς τραπέζης ἐπιμε-
λούμενος δίδωσιν ἑκάστῳ τῶν οἰκετῶν, καὶ ταῦτα λα-
βὼν τὴν καθ' ἡμέραν ἔχει τροφήν. παρὰ γὰρ τὸν
βασιλέα φοιτῶσιν οἱ ἐντιμότατοι τῶν συνδείπνων ἐπὶ
τὸ ἄριστον μόνον διὰ τὸ παρῃτῆσθαι, ἵνα μὴ δὶς
πορεύωνται, ἀλλὰ καὶ αὐτοὶ τοὺς συνδείπνους ὑπο-
δέχωνται.’ Ἡρόδοτος δέ φησιν ἐν τῇ ζʹ (c. 118)
ὡς οἱ ὑποδεχόμενοι Ἑλλήνων τὸν βασιλέα καὶ δειπνί-
ζοντες Ξέρξην ἐς πᾶν κακοῦ ἀφίκοντο οὕτως ὥστε ἐκ
τῶν οἴκων ἀνάστατοι ἐγίνοντο· ὅκου Θασίοισιν ὑπὲρ
τῶν ἐν τῇ ἠπείρῳ πολίων τῶν σφετέρων δεξαμένοις
τὴν Ξέρξεω στρατιὰν καὶ δειπνίσασι τετρακόσια τά-
λαντα ἀργυρίου Ἀντίπατρος τῶν ἀστῶν ἀνὴρ δόκιμος
ἐδαπάνησε· καὶ γὰρ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ καὶ
κρατῆρας παρετίθεντο, καὶ ταῦτα μετὰ τὸ δεῖπνον ....
150
εἰ δὲ Ξέρξης δὶς ἐσιτέετο μεταλαμβάνων καὶ ἄριστον,
ἀνάστατοι ἂν ἐγεγόνεσαν αἱ πόλεις.’ καὶ ἐν τῇ θʹ δὲ
τῶν ἱστοριῶν φησι (c. 110)· ‘βασιλήιον δεῖπνον βασι-
λεὺς προτίθεται. τοῦτο δὲ παρασκευάζεται ἅπαξ τοῦ
ἐνιαυτοῦ ἐν ἡμέρῃ τῇ ἐγένετο ὁ βασιλεύς.
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 4, Kaibel παρ. 27, γρ. 38
....ἑκάστῳ ἀνδρὶ γίνονται ἀνὰ ἑκατὸν ἑξήκοντα
Ἰταλικοῦ νομίσματος. ὥστ' εἰς ἴσον καθίστασθαι τῷ
τοῦ Ἀλεξάνδρου ἀναλώματι· ἑκατὸν γὰρ μνᾶς ἀνήλι-
σκεν, ὡς ὁ Ἔφιππος ἱστόρησε. Μένανδρος δ' ἐν
Μέθῃ τοῦ μεγίστου δείπνου δαπάνημα τάλαντον τίθησι
λέγων οὕτως (IV 161 M)·
εἶτ' οὐχ ὅμοια πράττομεν καὶ θύομεν·
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας
ταύτας Θάσιον, ἐγχέλεις, τυρόν, μέλι·
μικροῦ τάλαντον γίγνεται τὸ κατὰ λόγον.
ὡς γὰρ ὑπερβολῆς τινος ἀναλώματος τάλαντον ὠνό-
μασε. καὶ ἐν Δυσκόλῳ δέ φησιν οὕτως (ib. 108)·
ὡς θύουσι δ' οἱ τοιχωρύχοι,
κοίτας φέροντες σταμνία τ' οὐχὶ τῶν θεῶν
ἕνεκ', ἀλλ' ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὲς
καὶ τὸ πόπανον· τοῦτ' ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
ἅπαν ἐπιτεθέν. οἳ δὲ τὴν ὀσφὺν ἄκραν
καὶ τὴν χολήν, ὅτι ἔστ' ἄβρωτα τοῖς θεοῖς
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 4, Kaibel παρ. 58, γρ. 4
{ΛΙΝ.} μάλ' εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν
ὥρμηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ
κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ
τοῖς χρωμένοις, τῶν δ' ὀψοποιῶν ὑποκριτής ...
{ΛΙΝ.} βούλιμός ἐσθ' ἅνθρωπος. {ΗΡ.} ὅτι βούλει λέγε·
πεινῶ γάρ, εὖ τοῦτ' ἴσθι.’
ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀπο-
βλέψας ὁ Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλο-
σόφων ἔφη·
151
’εἶδες τὴν Θασίαν ἅλμην οἷ’ ἄττα βαύζει,
ὡς εὖ καὶ ταχέως ἀπετίσατο καὶ παραχρῆμα.
οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι,
ὡς ὁ Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη (I 13 K). ἐπι-
λανθανόμενος γὰρ ἐν οἷς ποιεῖται δικαστηρίοις τῶν
καλῶν ἰάμβων αὐτοῦ τὰς ἐπιδείξεις ὑπὸ τῆς ἐμφύτου
γαστριμαργίας καὶ ἡδυλογίας κολάβρους ἀναγινώσκει
καὶ ‘μέλη πάραυλα κἀκρότητα κύμβαλα (fr. ad. 66 N).’
καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται
τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευά-
ζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον,
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 7, Kaibel παρ. 137, γρ. 55
κηδόνιοι. τριχίδια, χαλκίς, ἴκταρ, ἀθερίνη.’ ἐν ἄλλῳ
δὲ μέρει καταλέγων ἰχθύων ὀνομασίας φησίν· ‘ὄζαινα,
ὀσμύλιον Θούριοι. ἴωπες, ἐρίτιμοι Ἀθηναῖοι.’ τῶν δὲ
ἰώπων μνημονεύει Νίκανδρος ἐν βʹ Οἰταικῶν (fr. 18 Sch)·
ὡς δ' ὁπότ' ἀμφ' ἀγέλῃσι νεηγενέεσσιν ἰώπων
ἢ φάγροι ἢ σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός.
Ἀριστοφάνης δ' ἐν Ὁλκάσιν (I 500 K)·
ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπε-
βάφθη. τοὺς γὰρ εἰς τὸ ἀπανθρακίζειν ἐπιτηδείους ἰχθῦς εἰς
ἅλμην ἀπέβαπτον, ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. ὡς
καὶ ἐν Σφηξὶν ὁ αὐτός φησιν ποιητής (1127)·
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.
ΘΡΑΙΤΤΑΙ. ἐπεὶ δ' ἐνταῦθα τοῦ λόγου ἐσμὲν
προδιειλέγμεθά τε περὶ θρισσῶν, φέρε εἴπωμεν τίνες
εἰσὶν αἱ παρὰ Ἀρχίππῳ ἐν Ἰχθύσι τῷ δράματι θρᾷτ-
ται. κατὰ τὰς συγγραφὰς γὰρ τῶν ἰχθύων καὶ Ἀθη-
ναίων ταυτὶ πεποίηκεν (I 684 K)· ‘ἀποδοῦναι δ' ὅσα
ἔχομεν ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀθερίνην
τὴν αὐλητρίδα καὶ Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τρι-
γλίας καὶ Εὐκλείδην τὸν ἄρξαντα καὶ Ἀναγυρουντόθεν
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 8, Kaibel παρ. 67, γρ. 8
ἔτι δὲ καὶ ταῦτα προστίθεμεν (Hes. op. 722)·
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι
ἐκ κοινοῦ· πλείστη τε χάρις δαπάνη τ' ὀλιγίστη.
καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας
καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ ὁ καλὸς Μένανδρος
152
ἐν τῇ Μέθῃ παρίστησιν (IV 161 M)·
εἶτ' οὐχ ὅμοια πράττομεν καὶ θύομεν·
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι
μικροῦ ταλάντου· γίνεται τὸ κατὰ λόγον
δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,
τούτων δὲ πρὸς ταῦτ' ἀντανελεῖν τὴν ζημίαν.
πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν
ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.
ὀνομάζουσι δ' οἱ ἀρχαῖοι καὶ ἐπιδόσιμά τινα
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 9, Kaibel παρ. 71, γρ. 18
Φακῆς, οἷον ἀφάκη, φακός· τὸ δὲ χόρτου ἕνεκα τῶν
τετραπόδων ζῴων, οἷον ὄροβος μὲν ἀροτήρων βοῶν,
ἀφάκη δὲ προβάτων.’ πισοῦ δὲ τοῦ ὀσπρίου μνημο-
νεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. Ἡλιόδωρος δ'
ὁ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως (FHG IV 425)
’τῆς τῶν πυρῶν, φησίν, ἑψήσεως ἐπινοηθείσης οἱ μὲν
παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν.’
τοιούτων ἔτι πολλῶν λεγομένων ὁ Δημόκριτος ἔφη·
’ἀλλὰ κἂν τῆς Φακῆς ἐάσατε ἡμᾶς μεταλαβεῖν ἢ αὐτῆς
γε τῆς χύτρας, μὴ καὶ λίθοις τις ὑμῶν βεβλήσεται,
κατὰ τὸν Θάσιον Ἡγήμονα.’ καὶ ὁ Οὐλπιανὸς ἔφη·
’τίς δ' αὕτη ἡ λιθίνη βαλλητύς; Ἐλευσῖνι γὰρ τῇ ἐμῇ
οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλ-
λητύν· περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρ' ἑκάστου
μισθὸν λαβών.’ ‘ἀλλ' ἔγωγε, φησὶν ὁ Δημόκριτος,
οὐκ ὢν ‘λαβάργυρος ὡρολογητὴς’ κατὰ τὸν Τίμωνος
Πρόδικον (fr. 11 W) λέξω τὰ περὶ τοῦ Ἡγήμονος.
Χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας
κωμῳδίας (fr. 18 Koepke) ‘Ἡγήμων ὁ Θάσιος ὁ
τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν
ἔν τινι τῶν παρῳδιῶν·
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 10, Kaibel παρ. 4, γρ. 1
153
μολογεῖν. ἐχρῆν γάρ, εἰ καὶ ἐλίμωττεν, διακαρτερεῖν
ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. τὸ δὲ τελευταῖον
καὶ τὴν τελειοτάτην αὐτοῦ παρίστησι λαιμαργίαν καὶ
γαστριμαργίαν (η 219)·
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν· ἣ δὲ μάλ' αἰεὶ
ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
ληθάνει ὅσσ' ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
ταῦτα γὰρ οὐδ' ἂν ἐκεῖνος ὁ Σαρδανάπαλλος εἰπεῖν
ποτε ἂν ἐτόλμησεν. γέρων τε ὢν
ἤσθιεν ἁρπαλέως κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ.
Θεαγένης δ' ὁ Θάσιος ἀθλητὴς ταῦρον μόνος
κατέφαγεν, ὡς Ποσείδιππός φησιν ἐν ἐπιγράμμασι·
καίπερ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν·
πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος
Θευγένει· ἅσσα φαγὼν ἔτ' ἐπῄτεον. οὕνεκεν οὕτω
χάλκεος ἑστήκω χεῖρα προισχόμενος.
Μίλων δ' ὁ Κροτωνιάτης, ὥς φησιν ὁ Ἱεραπολίτης
Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων (FHG IV 513), ἤσθιε
μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς
χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς
ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον... Ο Θεαγένης ο Θάσιος
αποτελεί έναν από τους διασημότερους αθλητές της αρχαιότητας, που διακρίθηκε κυρίως
στο Παγκράτιο. Έζησε κατά το πρώτο μισό του ...
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 10, Kaibel παρ. 37, γρ. 16
μεστὰς προπίνω ἴσον ἴσῳ κεκραμένας.
καὶ Ξέναρχος ἢ Τιμοκλῆς ἐν Πορφύρᾳ (II 471 K)·
μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ.
Σώφιλος δ' ἐν Ἐγχειριδίῳ (II 445 K)·
συνεχὴς ἄκρατος ἐδίδοτ' ἴσον ἴσῳ. πάλιν
τὴν μείζον' ᾔτουν.
Ἄλεξις Τοκιστῇ ἢ Καταψευδομένῳ (II 381 K)·
μὴ παντελῶς αὐτῷ δίδου
ὑδαρῆ, κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. {ΤΡ.} καλῶς.
{Β.} ἡδύ γε τὸ πῶμα. ποταπὸς ὁ Βρόμιος, Τρύφη;
{ΤΡ.} Θάσιος. {Β.} ὅμοιον καὶ δίκαιον τοὺς ξένους
πίνειν ξενικόν, τοὺς δ' ἐγγενεῖς ἐπιχώριον.
ἐν δὲ Ὑποβολιμαίῳ (II 386 K)·
ἀπνευστί τ' ἐκπιὼν
ὡς ἄν τις ἥδιστ' ἴσον ἴσῳ κεκραμένον.
Μένανδρος Ἀδελφοῖς·
154
ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα
κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος.
κατασείειν δὲ ἔλεγον ἐπὶ τῶν ἐν τοῖς πότοις προπι-
νόντων, τὴν μεταφορὰν λαμβάνοντες ἀπὸ τῶν τοὺς
καρποὺς κατασειόντων. Ἄλεξις δ' ἐν Ἀποκοπτομένῃ
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 10, Kaibel παρ. 40, γρ. 14
γοῦν, Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμένου τῶν ἱστο-
ριῶν, ἐν αἷς ἐγέγραπτο ὡς Σέλευκος ἐπηλφίτωσε, γράψας
δρᾶμα Μνησιπτόλεμον καὶ κωμῳδῶν αὐτὸν καὶ περὶ
τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φωναῖς ἐποίησε
λέγοντα (IV 505 M)·
ἐπ' ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ
ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
ἔγραψα καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι
κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ' εὐτελές,
σεμνὸν δύναται τοῦθ' ἡ δύναμις ἡ 'μὴ ποιεῖν.
’γέροντα Θάσιον τόν τε γῆς ἀπ' Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν,
κατῃσίμωσα πῶμα, καύματος λύσιν.’
ὁ δ' αὐτὸς ἱστορεῖ κἀν Θηράσι ταῖς νήσοις ἐπιπάτ-
τοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ λέγεσθαι ταύ-
την τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων.
προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις
Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας
διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι.
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 11, Kaibel παρ. 10, γρ. 4
πανηγυρίσας ἥδιστ' ἀπῆλθεν οἴκαδε.
καὶ κατὰ τὴν καλὴν οὖν Σαπφώ (fr. 5 B49)·
ἐλθέ, Κύπρι,
χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς
συμμεμιγμένον θαλίαισι νέκταρ
οἰνοχοοῦσα
τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.
πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ
πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαι-
μονίων Πολιτείᾳ (FHG II 68) διὰ τούτων· ‘ὁ μὲν Χῖος
καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δ' Ἀττι-
155
κὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα
προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι
δὲ τὴν παρ' αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος
ὅσον ἂν ἀποπίῃ.’ τοῦ δ' ἐπιδέξια πίνειν μνημονεύει
καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως (II 135 K)·
τίνα δὴ παρεσκευασμένοι
πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ'. {Β.} ὅντινα τρόπον
ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
{Α.} βούλεσθε δήπου τὸν ἐπιδέξι', ὦ πάτερ,
λέγειν ἐπὶ τῷ πίνοντι.
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 11, Kaibel παρ. 57, γρ. 2
Κῳδίου φησί (fr. 88 Pr)· ‘μετὰ δὲ ταῦτα τὴν τελετὴν
ποιεῖ καὶ αἱρεῖ τὰ ἐκ τῆς θαλάμης καὶ νέμει ὅσοι ἄνω
τὸ κέρνος περιενηνοχότες. τοῦτο δ' ἐστὶν ἀγγεῖον κερα-
μεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους·
ἔνεισι δ' ἐν αὐτοῖς ὅρμινοι, μήκωνες λευκοί, πυροί,
κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί,
βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὄιον
ἔριον ἄπλυτον. ὁ δὲ τοῦτο βαστάσας οἷον λικνοφο-
ρήσας τούτων γεύεται.’
ΚΟΤΥΛΗ. Ἀριστοφάνης Κωκάλῳ (I 484 K)·
ἄλλαι ὑποπρεσβύτεραι γρᾶες Θασίου μέλανος μεστὸν
κεραμευομέναις κοτύλαις μεγάλαις ἔγχεον ἐς σφέτε-
ρον δέμας οὐδένα κόσμον,
ἔρωτι βιαζόμεναι μέλανος οἴνου ἀκράτου.
Σιληνὸς καὶ Κλείταρχος ἔτι τε Ζηνόδοτος τὴν
κύλικα·
πάντῃ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα (Ψ 34).
καί (Zenob. 5, 71)·
πολλὰ μεταξὺ πέλει κοτύλης καὶ χείλεος ἄκρου.
Σιμάριστος δὲ τὸ λεπτὸν ποτήριον οὕτως καλεῖσθαι.
Διόδωρος δὲ τὸν παρά τισι κότυλον κοτύλην
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 13, Kaibel παρ. 43, γρ. 12
συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνη-
μονεῦσαι. Γναθαίνης μὲν οὕτως·
[παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ
’ψυχρόν γ', ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν', ἔχεις.’
’τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε,
156
εἰς αὐτό γ' αἰεὶ δραμάτων ἐμβάλλομεν.’]
πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε
ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς Ἀφροδισίοις,
τιμώμενος μάλιστα τῶν ἐρωμένων
(ᾔδει δ' ὑπ' αὐτῆς ἐκτενῶς ἀγαπώμενος)
παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα,
μύρον, στεφάνους, τραγήματ', ἔριφον, ταινίας,
ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ' αὐλητρίδα.
καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου
πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ' ἕνα,
αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ
φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον,
μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη,
τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν
πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν,
τὴν χιόνα δ' εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ·
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 13, Kaibel παρ. 56, γρ. 20
ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
πρωτοπόρου, δι' ὅσης ἤλθετε πυρκαιῆς.
Περικλῆς δὲ ὁ Ὀλύμπιος, ὥς φησι Κλέαρχος ἐν
πρώτῳ Ἐρωτικῶν (FHG II 314), οὐχ ἕνεκεν Ἀσπασίας –
οὐ τῆς νεωτέρας ἀλλὰ τῆς Σωκράτει τῷ σοφῷ συγγε-
νομένης – καίπερ τηλικοῦτον ἀξίωμα συνέσεως καὶ πολι-
τικῆς δυνάμεως κτησάμενος, οὐ συνετάραξε πᾶσαν τὴν
Ἑλλάδα; ἦν δ' οὗτος ὁ ἀνὴρ πρὸς ἀφροδίσια πάνυ κατα-
φερής· ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμβροτος ὁ Θάσιος
ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτῷ
χρόνους γενόμενος καὶ ἑωρακὼς αὐτόν, ἐν τῷ ἐπιγρα-
φομένῳ περὶ Θεμιστοκλέους καὶ Θουκυδίδου καὶ Περι-
κλέους (FHG II 56). Ἀντισθένης δ' ὁ Σωκρατικὸς
ἐρασθέντα φησὶν αὐτὸν Ἀσπασίας δὶς τῆς ἡμέρας
εἰσιόντα καὶ ἐξιόντα ἀπ' αὐτῆς ἀσπάζεσθαι τὴν ἄνθρω-
πον, καὶ φευγούσης ποτὲ αὐτῆς γραφὴν ἀσεβείας λέγων
ὑπὲρ αὐτῆς πλείονα ἐδάκρυσεν ἢ ὅτε ὑπὲρ τοῦ βίου
καὶ τῆς οὐσίας ἐκινδύνευε. καὶ Κίμωνος δ' Ἐλπινίκῃ
τῇ ἀδελφῇ παρανόμως συνόντος, εἶθ' ὕστερον ἐκδοθεί-
σης Καλλίᾳ, καὶ φυγαδευθέντος μισθὸν ἔλαβε τῆς
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 14, Kaibel παρ. 49, γρ. 5
157
...παρατίθεται τὰ τραγήματα.’ Δικαίαρχος δ' ἐν
πρώτῳ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησιν οὕτως
(FHG II 266)· ‘ἥ γε τὴν πολλὴν δαπάνην ἐν τοῖς δεί-
πνοις παρέχουσα δευτέρα τράπεζα προσεγένετο, καὶ
στέφανοι καὶ μύρα καὶ θυμιάματα καὶ τὰ τούτοις ἀκό-
λουθα πάντα.’
ἐδίδοτο δὲ καὶ ᾠὸν ἐν τῇ δευτέρᾳ
τραπέζῃ, ὥσπερ καὶ λαγῷα καὶ κίχλαι κοινῇ μετὰ τῶν
μελιπήκτων εἰσεφέρετο, ὡς Ἀντιφάνης ἐν Λεπτινίσκῳ
φησὶν οὕτως (II 68 K)·
οἶνον Θάσιον πίνοις ἄν; {Β.} εἴ τις ἐγχέοι.
{Α.} πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; {Β.} εἰρηνικῶς ...
μαλακὰς σφόδρα, διας μέλιτι προσπαίζειν βίαι.
{Α.} μελίπηκτα δ' εἴ σοι προσφέροι; {Β.} τρώγοιμι καί.
{Α.} ᾠὸν δέ; {Β.} καταπίνοιμ' ἄν. {Α.} ἄλλου δεῖ τινος;
ἐν δὲ Ὁμοίοις (ib. 82)·
εἶτ' ἐπεισῆγεν χορείαν ἢ τράπεζαν δευτέραν,
καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς.
Ἄμφις δὲ ἐν Γυναικομανίᾳ (ib. 238)· ἤδη ποτ' ἤκουσας βίον
ἀληλεμένον;
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 14, Kaibel παρ. 57, γρ. 41
δὲ μέλλῃς προσφέρειν, βάλε μέλιτος αὔταρκες ἐπάνω.
ὑποτυρίδες δὲ οὕτως γίνονται· εἰς γάλα βαλὼν μέλι
ἐκπίεσον καὶ βάλε εἰς σκεῦος καὶ ἔα παγῆναι. ἐὰν δέ
σοι παρῇ κοσκίνια μικρά, ἐπίβαλε εἰς αὐτὰ τὸ σκεῦος,
καὶ ἔα ἐκρεῖν τὸν ὀρόν. καὶ ὅταν σοὶ δόξῃ πεπηγέναι,
ἄρας τὸ σκεῦος μετάβαλε εἰς ἀργύρωμα, καὶ ἔσται ἡ
ὄψις ἄνωθεν. ἐὰν δὲ μὴ ᾖ κοσκίνια, φλαβιλλίοις και-
νοῖς χρῶ, ἐν οἷς τὸ πῦρ ῥιπίζεται· τὴν γὰρ αὐτὴν
ποιεῖ χρείαν. κοπτοπλακοῦς. ἐν Κρήτῃ δέ, φησίν, πλα-
κουντάριον ποιοῦσιν, ὅπερ ὀνομάζουσι γάστριν. γίνεται
δὲ οὕτως· κάρυα Θάσια καὶ Ποντικὰ καὶ ἀμύγδαλα,
ἔτι δὲ μήκων, ἃ [ὃν] φρύξας θεράπευσον καλῶς καὶ εἰς
θυίαν καθαρὰν τρῖψον ἐπιμελῶς· συμμίξας τε τὴν ὀπώ-
ραν μάλαξον μέλιτι ἡψημένῳ, προσβαλὼν πέπερι πλέον
καὶ μάλαξον· γίνεται δὲ μέλαν διὰ τὴν μήκωνα. δια-
πλατύνας ποίησον τετράγωνον. εἶτα σήσαμον λευκὸν
τρίψας μάλαξον μέλιτι ἡψημένῳ καὶ ἕλκυσον λαγάνια
δύο καὶ ἓν θὲς ὑποκάτω καὶ τὸ ἄλλο ἐπάνω, ἵνα τὸ
μέλαν εἰς μέσον γένηται, εὖ ῥύθμισόν τε αὐτό.’ ταῦτα
158
καὶ ὁ σοφὸς πεμματολόγος Χρύσιππος.
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 14, Kaibel παρ. 74, γρ. 32
καὶ Εὔπολις Χρυσῷ Γένει (ib. 335)·
οὐκ ἀλλ' ἔθυον δέλφακα ωδον θἠστίᾳ
καὶ μάλα καλήν.
καὶ Πλάτων Ἰοῖ (ib. 615)·
πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
Θεόπομπος Πηνελόπῃ (ib. 746)·
καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.
χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγʹ
Φιλιππικῶν καὶ ιαʹ Ἑλληνικῶν (FHG I 297. 281), ἐν
οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων
ἐγκρατὲς γράφων οὕτως· καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγη-
σιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ
τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τρα-
γημάτων εἶδος παντοδαπῶν. ὁ δ' Ἀγησίλαος τὰ μὲν
πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ
τραγήματα πρῶτον μὲν οὐδ' ἔγνω· κατεκεκάλυπτο γάρ.
ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ
νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς
ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων ‘δότε, φησί,
φέροντες ἐκείνοις,’ δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν
ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 14, Kaibel παρ. 74, γρ. 40
Φιλιππικῶν καὶ ιαʹ Ἑλληνικῶν (FHG I 297. 281), ἐν
οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων
ἐγκρατὲς γράφων οὕτως· καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγη-
σιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ
τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τρα-
γημάτων εἶδος παντοδαπῶν. ὁ δ' Ἀγησίλαος τὰ μὲν
πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ
τραγήματα πρῶτον μὲν οὐδ' ἔγνω· κατεκεκάλυπτο γάρ.
ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ
νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς
ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων ‘δότε, φησί,
φέροντες ἐκείνοις,’ δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν
ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ
159
μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων.’
ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακε-
δαιμόνιοι καὶ Μύρων ὁ Πριηνεὺς ἱστορεῖ ἐν δευτέρῳ
Μεσσηνιακῶν γράφων οὕτως (FHG IV 461)· ‘τοῖς δ'
εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν
ἄγον ἀτιμίαν. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες
ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγ-
μένας λαμβάνειν κατ' ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα
Αθηναίος σοφιστής δειπνοσοφιστές Book 15, Kaibel παρ. 55, γρ. 22
ὑπερέχειν ἐπιγεγονότας. εὑρετὴν μὲν οὖν τοῦ γένους
Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. λέγει γὰρ οὗτος
ἐν τοῖς ἑξαμέτροις (fr. 85 B49)·
Μοῦσά μοι Εὐρυμεδοντιάδεα, τὴν παντοχάρυβδιν,
τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον (υ 181),
ἔννεφ', ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὀλεῖται (Γ 417)
βουλῇ δημοσίῃ παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο (Α 316).
κέχρηται δὲ καὶ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τισι
τῶν δραμάτων ἐπ' ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας
κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατ' αὐτὸν
Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ
οὕτως (p. 42 Brandt)·
ἐς δὲ Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλον
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
’ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ' ἀνέπεισε
καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ' ἀναβῆναι;’
τοῖσι δ' ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ' ἔπος εἶπον·
’μνέα μ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀναβῆναι
καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει
εὐκούρων βδελυρῶν, ὀλλύντων τ' ὀλλυμένων τε
ἀνδρῶν, οἳ [καὶ] νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·
οἷς καὶ ἐγὼ μετὰ τοῖσιν τὰ χρηίζων ἐποίθησα.
αὖθις δ' οὐκ ἐπὶ κέρδος ἀπείσομαι εἰς Θασίους
μηθὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξων,
μή τίς μοι κατὰ οἶκον Ἀχαιάδων νεμεσήσῃ (β 101)
πεσσομένης ἀλόχου τὸν ἀχαικὸν ἄρτον ἐν οἴκοις,
καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ' ἐσιδοῦσα (Ζ 459),
’ὡς φιλίων ωρμην παρ' Ἀθηναίοισιν ἀείσας
πεντήκοντ' ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω.’ ταῦτά μοι ὁρμαίνοντι
παρίστατο Παλλὰς Ἀθήνη (γ 222),
χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ·
160
’δεινὰ παθοῦσα Φακῆ βδελυρά, χώρει 'ς τὸν ἀγῶνα.’
καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον (Α 92)
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,1, pa 33, γρ. 10
πιόντες, ἐλάβομεν ἕκαστος ἔριφον ζέοντα ἐφ' ἑτέρῳ πάλιν πίνακι τοιούτῳ
σὺν μύστροις χρυσοῖς. εἶτα σπυρίδας ἡμῖν καὶ ἀρτοφόρα δι' ἱμάντων
ἐλεφαντίνων πεπλεγμένα δοθῆναι κελεύει ὁ Κάρανος ἰδὼν τὴν
δυσχωρίαν, ἐφ' οἷς ἡσθέντες ἀνεκροταλίσαμεν τὸν νυμφίον ὡς καὶ τῶν
δοθέντων ἡμῖν ἀνασεσωσμένων. ἔπειτα στέφανοι πάλιν καὶ διλήκυθον
μύρου χρυσοῦν καὶ ἀργυροῦν ἰσόσταθμον τοῖς προτέροις. εἶτα
ἐπεισβάλλουσι ἰθύφαλλοι καὶ σκληροπέκται καὶ θαυματουργοὶ γυναῖκες
εἰς ξίφη κυβιστῶσαι καὶ πῦρ ἐκ τοῦ στόματος ἐκριπίζουσαι γυμναί. ἐπεὶ
δὲ καὶ τούτων ἀπηλλάγημεν, θερμός τις καὶ ζωρότερος πότος ἐκλαμβάνει
πάλιν ἡμᾶς, οἴνων ὄντων ἡμῖν Θασίων καὶ Μενδαίων καὶ Λεσβίων,
χρυσίδων πάνυ μεγάλων ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον
ὑελοῦς πίναξ δίπηχύς που τὴν διάμετρον ἐν θήκῃ κατακείμενος ἀργυρᾷ
πλήρης ἰχθύων ὀπτῶν παντὰ γένη συνηθροιςμένων, ἅπασί τε προσεδόθη
καὶ ἀργυροῦν ἀρτοφόρον ἄρτων Καππαδοκίων,
ὧν τὰ μὲν ἐφάγομεν, τὰ δὲ τοῖς θεράπουσιν ἐπιδεδώκαμεν. καὶ νιψάμενοι
τὰς χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν χρυσᾶς,
διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον μύρου. ἡσυχίας δὲ
γενομένης ἐξαλλόμενος τῆς κλίνης Πρωτέας αἰτεῖ σκύφον χοαῖον καὶ
πλήσας οἴνου Θασίου ὀλίγον ἐπιρράνας ὕδατος ἐξέπιεν εἰπών· ὁ πλεῖστα
πίνων πλεῖστα κεὐφραν-θήσεται. καὶ ὁ Κάρανος ἔφη· ἐπεὶ πρῶτος ἔπιες,
ἔχε πρῶτος καὶ τὸν σκύφον δῶρον· τοῦτο δὲ καὶ τοῖς ἄλλοις ὅσοι ἂν
πίωσιν ἔσται γέρας.
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,1, pa 43, γρ. 36
... πολλοὶ δὲ καὶ ὄρνιθες ἀναλίσκονται καὶ στρουθοὶ Ἀράβιοι, ἔστι
δὲ τὸ ζῷον μέγα, καὶ χῆνες καὶ ἀλεκτρύονες. καὶ μέτρια μὲν τοῖς
συνδείπνοις
παρατίθεται, ἃ καὶ ἀποφέρεται ἕκαστος. τὰ δὲ πλεῖστα τοῖς δορυφόροις
καὶ πελτασταῖς ἐκφέρεται εἰς τὴν αὐλήν· ὥσπερ δὲ οἱ μισθοφόροι ἐν τῇ
Ἑλλάδι μισθὸν ἀργύριον λαμβάνουσιν, οὕτως οὗτοι τὰ σιτία παρὰ τοῦ
βασιλέως εἰς ὑπόλογον λαμβάνουσιν. οὕτω δὲ καὶ τοῖς ἄλλοις Πέρσαις
τοῖς ἐν δυναστείᾳ τὰ ἀπὸ τῆς τραπέζης παραλειπόμενα ὁ τῆς τραπέζης
ἐπιμελόμενος δίδωσι καὶ ἑκάστῳ τῶν οἰκετῶν· καὶ ταῦτα λαβὼν τὴν καθ'
ἡμέραν ἔχει τροφήν. Ἡρόδοτος δέ φησιν ὡς οἱ ὑποδεχόμενοι τὸν βασιλέα
Ἕλληνες Ξέρξην καὶ δειπνίζοντες εἰς πᾶν κακοῦ ἀφίκοντο ὥστε ἐκ τῶν
161
οἴκων ἀνάστατοι ἐγένοντο· ὅκου Θασίοισιν τετρακόσια τάλαντα
ἐδαπανή-
θησαν τὴν Ξέρξου στρατίαν δειπνίσασιν. εἰ δὲ Ξέρξης δὶς ἐσιτέετο, μετα-
λαμβάνων καὶ ἄριστον, ἀνάστατοι ἂν ἐγεγόνεσαν αἱ πόλεις. ὁ δὲ μέγας
Ἀλέξανδρος δειπνῶν ἑκάστοτε μετὰ τῶν φίλων, ὡς ἱστορεῖ Ἔφιππος ὁ
Ὀλύνθιος, ἀνήλισκε τῆς ἡμέρας μνᾶς ἑκατόν, δειπνούντων ἴσως
ἑξήκοντα ἢ
ἑβδομήκοντα φίλων. ὁ δὲ Περσῶν βασιλεύς, ὥς φησι Κτησίας, ἐδείπνει
μὲν μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων καὶ ἀνήλισκεν εἰς τὸ δεῖπνον
τάλαντα τετρακόσια. γίνεται δὲ ταῦτα Ἰταλικοῦ νομίσματος ἐν μυρίασι
διακοσίαις τεσσαράκοντα, αὗται δὲ εἰς μυρίους πεντακισχιλίους
μεριζόμεναι
ἑκάστῳ ἀνδρὶ γίνονται ἀνὰ ἑκατὸν ἑξήκοντα Ἰταλικοῦ νομίσματος. ὥστ'
εἰς ἴσον καθίστασθαι τῷ Ἀλεξάνδρου ἀναλώματι· ἑκατὸν γὰρ μνᾶς ἀν
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,1, σε. 154, γρ. 17
στοφάνης Ἱππεῦσι· τριχίδες ἑκατὸν τοὐβολοῦ. ὅτι πρημνάδας τὰς
θυννίδας
ἔλεγον. Πλάτων Εὐρώπῃ· ἁλιευόμενός ποτ' αὐτὸν εἶδον ἀνδραχθῆ μετὰ
πρημνάδων κἄπειτ' ἀφῆκεν ὅτι ἦν βόαξ. ὅτι λέγεται τὴν τριχίδα ἥδεσθαι
ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασαν ἀναπηδᾶν ἐκ τῆς θαλάσσης. – τῶν δ'
ἐρι-
τίμων μέμνηται Δωρίων λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσι. καὶ
Ἐπαίνετος· χαλκίδας τὰς καλοῦσι καὶ σαρδίνους, ἐριτίμους. Καλλίμαχος
ἐθνικαῖς ὀνομασίαις· ἐγκρασίχολος ἐρίτιμος. τριχίδια, χαλκίς, ἴκταρ,
ἀθερίνη.
ἐν ἄλλῳ δὲ μέρει καταλέγων ἰχθύων ὀνομασίας φησίν· ὄζαινα, ὀσμύλιον
Θούριοι. ἴωπες, ἐρίτιμοι. ἰώπων δὲ μνημονεύει καὶ Νίκανδρος· ὡς δ' ὁπότ'
ἀμφ' ἀγέλῃσι νεηγενέεσσιν ἰώπων. ὅτι τοὺς εἰς τὸ ἀπανθρακίζειν ἐπιτη-
δείους ἰχθῦς εἰς ἅλμην ἀπέβαπτον, ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. Ἀρι-
στοφάνης Σφηξίν· ἀνθρακίδων ἅλμην πιών. καὶ ἐν Ὅλκασιν· ὦ
κακοδαίμων
ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
Ἀρχίππου ἐν Ἰχθύσιν εἰπόντος ὡς ἀπὸ τῶν ἰχθύων ἀποδοῦναι ὅσα ἔχομεν
ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀνθερίνην τὴν αὐλητρίδα καὶ
Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τριγλίας καὶ Ἀναγυρουντόθεν τοὺς Κορα-
κίωνας καὶ Κωβιοῦ τοῦ Σαλαμινίου τόκον καὶ βάτραχον τὸν πάρεδρον
τὸν Ὠρεοῦ. ἀπορεῖ τις παρὰ τῷ ῥήτορι τούτῳ δειπνῶν ποίας παρὰ τοῖς
ἰχθύσιν εἶναι συμβέβηκεν, ἃς ἀποδοῦναι τοῖς ἀνθρώποις συντίθενται. ὁ
δ' αὐτὸς καὶ λύων λέγει ὅτι ἰχθύδιον ἀληθῶς ἡ θρᾷττα θαλάττιον. Μνησί-
μαχος ποιητὴς τῆς μέσης κωμῳδίας μύλος, λεβίας, σπάρος, αἰολίας,
162
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, pa 22, γρ. 11
...πού φησι τὴν Φακῆν ὁ κωμικὸς Δημήτριος. ὅτι ἡ ῥοδουντία ἡ ῥοδωνία
μαγειρικῶς καλουμένη λοπὰς τοιαύτη τις ἦν· ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδῃ
τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα
ἐξινια-σθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ' ἃ ἔλαιον, γάρον, πέπερι,
οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν,
ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ. καὶ ἅμα λέγων ὁ μάγειρος, φησὶν
οὗτος ὁ ῥήτωρ, ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ
συμποσίῳ, ὡς εἰπεῖν τινα τῶν παρόντων· τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ
χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν
τε καὶ οὐρανὸν ἵκετ' ἀυτμή.
ὅτι πισοῦ ὀσπρίου μνημονεύει που Εὔπολις. ὅτι φησί που Τίμων λα-
βάργυρον ὡρολογητὴν τὸν ἐπὶ μισθῷ ὡρολογοῦντα. ὅτι Ἡγήμων ὁ
Θάσιος ὁ
τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο. φησὶ γοῦν που αὐτός· ταῦτά
μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ
ἤλασεν εἶπέ τε μῦθον· δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει εἰς τὸν
ἀγῶνα.
καὶ τότ' ἐγὼ θάρσησα. εἰσῆλθε δέ ποτε εἰς θέατρον διδάσκων κωμῳδίαν
λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν
ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε· λίθοι μὲν οἵδε. βαλλέτω
δ' εἴ τις θέλει· Φακῆ δὲ καὶ ἐν θέρει καὶ ἐν χειμῶνι ἀγαθόν. εὐδοκίμει δὲ
μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως
καὶ ὑποκριτικῶς καὶ διὰ τοῦτο σφόδρα παρ' Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ
τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, pa 24, γρ. 21
δίσκῳ καὶ ὕδατος ἀντλῆσαι καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ
λείπεται
πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ.
Μᾶτρις δ' ἐν τῷ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν
Ἡρακλέα
προκληθῆναι ὑπὸ Λεπρέως καὶ ἡττηθῆναι. ὅτι τὸν Ὀδυσσέα ἐν πολλοῖς
Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὡς ἐν τῷ· ἀλλ' ἐμὲ μὲν
δορπῆσαι ἐάσατε· καὶ ἑξῆς. ὑπερβάλλει γὰρ τῇ λαιμαργίᾳ οὐκ ἐν δέοντι
περὶ γαστρὸς γνωμολογῶν, ὃν ἐχρῆν, εἰ καὶ ἐλίμωττε, διακαρτερεῖν ἢ
μετριάζειν τὰ περὶ τὴν τροφήν. καὶ ἐν οἷς φησι· πένθος μὲν ἔχω ἐνὶ
φρεσίν·
163
ἣ δὲ μάλ' αἰεὶ ἐσθέμεναι κέλεται καὶ τὰ ἑξῆς. ταῦτα γὰρ οὐδ' ἂν
ἐκεῖνος ὁ Σαρδανάπαλος εἰπεῖν ποτ' ἂν ἐτόλμησεν. γέρων τε ὢν ἤσθιεν
ἁρπαλέως κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ. ὅτι Θεαγένης ὁ Θάσιος ἀθλη-
τὴς ταῦρον μόνος κατέφαγεν, ὃς καί φησι παρὰ Ποσειδίππῳ· ἔφαγόν ποτε
Μῃόνιον βοῦν· πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος. Μίλων δ' ὁ
Κροτωνιάτης ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς
χοᾶς ἔπινεν. ἐν δ' Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ
τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέ-
φαγεν ἐν μιᾷ ἡμέρᾳ, περὶ οὗ ὁ Δωριεύς φησιν· ὃν ἐπόμπευσε βοῦν εἰς
κρέα τόνδε κόψας πάντα κατ' οὖν μοῦνος ἐδαίσατό νιν. καὶ Τίτορμος
δὲ ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν. Ἀστυδάμας δ' ὁ Μιλήσιος τρὶς
Ὀλύμπια νικήσας παγκράτιον, κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ
Ἀριοβαρζάνου
καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσιν, ἦσαν δὲ ἐννέα ὥς τινες,
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, σε. 34, γρ. 31
ἐστιν, οὐ πότος, ψυκτῆρι πίνειν καὶ κάδοις· θάνατος μὲν οὖν. πίνειν δὲ
εἰς μέθην, φησὶν ἐν ἕκτῳ Νόμων Πλάτων, οὐδ' ἄλλοθί που πρέπει πλὴν
ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς οὐδ' ἀσφαλές, οὔτ' οὖν περὶ
γά-
μους ἐσπουδακότα, ἐν οἷς ἔμφρονας εἶναι πρέπει μάλιστα νύμφην καὶ
νυμφίον μεταβολὴν βίου οὐ μικρὰν μεταλλάτοντας, ἅμα δὲ καὶ τὸ γι-
νόμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων ἀεὶ γίγνηται. σχεδὸν γὰρ ἄδηλον
ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει. ἐν δὲ ια Νόμων ὁ αὐτός φησι Λυδοὺς,
Πέρσας, Καρχηδονίους, Ἴβηρας, Κελτούς, Θρᾷκας πάνυ ἀκρατοπότας, οἳ
κατὰ τῶν ἱματίων καταχεόμενοι τὸν οἶνον καλὸν καὶ εὔδαιμον
ἐπιτήδευμα
ἐπιτηδεύειν νενομίκασι. ὅτι πολλοὶ ἐπαλφιτίζοντες τὸν οἶνον ἔπινον. Ἐπί-
νικος γοῦν πού φησι· γέροντα Θάσιον τόν τε γῆς ἀπ' Ἀτθίδος ἑσμὸν
μελίσσης τῆς ἀκραχόλου γλυκὺν συγκεραννήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν, κατησίμωκα πόμα, καύματος
λύσιν.
ὁ δ' αὐτὸς ἱστορεῖ τινας ἐπιπάττοντας λέκιθον αὐταλφίτου πίνειν, καὶ λέ-
γεσθαι ταύτην τὴν πόσιν καλλίω τῆς ἐξ ἀλφίτων. ὅτι προπόσεις ἐν τοῖς
συμποσίοις οὐκ ἐποίουν Λακεδαιμόνιοι. Κριτίας· καὶ τὸ ἔθος Σπάρτῃ με-
λέτημά τε κείμενόν ἐστι πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ' ἀπο-
δωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα, ᾧ προπιεῖν ἐθέλει. εἶτ' ἀπὸ τοι-
ούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους σῶμά τ'
ἀμαυρότερον
τεύχουσι· πρὸς δ' ὄμμ' ἀχλὺς ἀμβλωπὸς ἐφίζει· λῆστις δ' ἐκτήκει μνη-
μοσύνην πραπίδων· νοῦς δὲ παρέσφαλται· δμῶες δ' ἀκόλαστον ἔχουσιν
164
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, σε. 52, γρ. 33
καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς εὐλόγως φθονήσει,
οἳ κατὰ τὸν Ἄλεξιν οὐδὲν ἀδικοῦμεν οὐδένα. ἆρ' οἶσθ' ὅτι τὸ καλούμενον
ζῆν τοῦτο διατριβῆς χάριν ὄνομ' ἐστὶν, ὑποκόρισμα τῆς ἀνθρωπίνης
μοίρας;
ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσειέ με κρίνειν οὐκ ἔχοιμ' ἂν φράσαι·
ἔγνωκα δ' οὖν οὕτως ἐπισκοπούμενος εἶναι μανιώδη πάντα τἀνθρώπεια
ὅλως,
ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ τοὺς ζῶντας, ὡς εἰς πανήγυρίν τινα
ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς
τε τοῦθ' ὃ δὴ ὁρῶμεν. ὃς δ' ἂν πλεῖστον γελάσῃ καὶ πίῃ καὶ τῆς
Ἀφροδίτης
ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται τύχῃ τ' ἐράνου τινός,
πανηγυρίσας
ἥδιστ' ἀπῆλθεν οἴκαδε. ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι· ὁ μὲν
Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δ' Ἀττικὸς ἐκ μικρῶν
ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα.
Λακεδαιμόνιοι δὲ τὴν παρ' αὐτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον
ἂν ἀποπίῃ. ὅτι παρὰ Πέρσαις ὃν ἂν βασιλεὺς ἀτιμάσῃ κεραμέοις
ποτηρίοις
χρῆται, φησὶ Κτησίας. Χοιρίλος δ' ὁ ἐποποιός φησι· χερσὶν ὄλβον ἔχω
κύλικος
τρύφος ἀμφὶς ἐαγός, ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷα πολλὰ πνεῦμα
Διονύσοιο πρὸς Ὕβρεως ἔκβαλ' ἄνακτος. ἐγὼ εὖ οἶδα, φησίν, ὅτι ἥδιστα
πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα ὡς τὰ παρ' ἡμῖν ἐκ τῆς Κόπτου
καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ
Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης φησίν· αἱ Ῥοδιακαὶ προσαγορευόμεναι
χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, σε. 112, γρ. 17
καὶ μισθωσάμενος αὐτὴν ὅσον ᾔτησεν† ἀνισταμένης πολλάκις καὶ παι-
ζούσης ὡς δασύποδ' ἐπικροῦσαι βουλόμενος· τί, ἔφη, μειράκια δοκεῖ τῶν
ἀγρῶν ὑμῖν ποτ' ἐν τοῖς ὄρεσι τάχιστα θηρίων τρέχειν; ἡ Μανία δ'· αὐτό-
μολος, ὦ βέλτιστ', ἔφη· τοῦτον ῥίψασπίν ποτ' ἔφη γεγονέναι προσβολῆς
οὔσης. ὁ δὲ στρατιώτης ὑπό τι σκυθρωπάσας ἀπέπεμψε ταύτην· διαλι-
ποῦσα δ' ἡ ἑταίρα· παρὰ τοῦτο λυποῦ, ἔφη, φίλτατε· οὐ γὰρ σὺ φεύγων
ἀπέβαλες τὴν ἀσπίδα, ἀλλ' ὁ σοὶ χρήσας τότε. Διφίλου δὲ παρὰ Γναθαίνη
πίνοντός ποτε καὶ εἰπόντος· ψυχρόν τ' ἀγγεῖον, ὦ Γνάθαιν', ἔχεις· τῶν
σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε, εἰς αὐτό γ' ἀεὶ δραμάτων
165
ἐμβάλλομεν.
κληθεὶς δέ ποτε πρὸς τὴν Γνάθαιναν Δίφιλος ἐπὶ δεῖπνον Ἀφροδισίοις,
τιμώμενος μάλιστα τῶν ἐρωμένων παρῆν ἔχων δύο Χῖα, Θάσια τέσσαρα
καὶ ἄλλα καὶ μάγειρον. Συριακοῦ δέ τινος ξένου πέμψαντος αὐτῇ χιόνα
σαπέρδην θ' ἕνα αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε
πολὺ μάλιστα Δίφιλον, μὴ δώσει δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν
τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὡμολογημένους
ἁλῶν,
τὴν χιόνα δ' εἰς τὸν ἄκρατον ἐνσείσασα προσήνεγκε Διφίλῳ. ὑπερηδέως
δὲ
τὴν κύλικ' ἐκπιὼν ἄφνω καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος·
ψυχρόν
γ', ἔφη, Γνάθαιν', ἔχεις τὸν λάκκον ὁμολογουμένως· ἣ δ' εἶπε· τῶν σῶν
δραμάτων γὰρ εἰς αὐτὸν ἀεὶ τοὺς προλόγους ἐμβάλλομεν. συνδειπνοῦσα
δέ
ποτε Δεξιθέᾳ τῇ ἑταίρᾳ τοὖψον ἀποτιθείσης πᾶν τῆς Δεξιθέας τῇ μητρί,
εἰ, φησίν, ᾔδειν τοῦτ' ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, σε. 139, γρ. 10
δεδευμένα. ὅτι τὰ τραγήματα ἐπιδορπίσματά τινές φασιν. Δίφιλος· τρά-
γημα, μυρτίδες, πλακοῦς, ἀμυγδάλαι. ἐγὼ δὲ ταῦθ' ἥδιστά γ'
ἐπιδορπίζομαι.
ἐπιφορήματα δὲ ἐκάλουν τὰ μετὰ τὰς μοίρας ἕκαστον τῶν δαιτυμόνων.
Ἡρόδοτος· σιτίοις ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖς. τὰ δὲ ἐπι-
φορήματα Πλάτων ὁ κωμικὸς ἐπιτραπεζώματα καλεῖ, ἐλέγοντο δὲ καὶ
τρωγάλια τὰ τραγήματα. Πίνδαρος· δείπνου δὲ λήγοντος γλυκὺ
τρωγάλιον.
δευτέρας δὲ τραπέζας ἐκάλουν τὰς τῶν τραγημάτων. ὄντως γὰρ ὁ
τραγημα-
τισμὸς ἐπιδορπισμός τίς ἐστι καὶ δεῖπνον ἕτερον. καὶ ἦσαν παρὰ τοῖς ἀρ-
χαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς πάνυ μεμεριμνημέναι, ἐν αἷς
λαγῷα
καὶ κίχλαι καὶ μελίπηκτα καὶ ᾠὰ προσεφέρετο. Ἀντιφάνης οὖν φησιν·
οἶνον Θάσιον πίνοις ἄν; εἴ τις ἐγχέαι. πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις;
εἰρηνικῶς μᾶλλον δι' ἃς μέλιτι προσπαίζειν δέει. μελίπηκτα δ' εἴ σοι
προσφέρει; τρώγοιμ' ἄν. ᾠὸν δέ; καταπίνοιμ' ἄν. Ἄμφις· ἤδη ποτ'
ἤκουσας
βίον ἀληλεμένον; τοῦτ' ἐκεῖν' ἔστι σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά,
σησαμαῖ, μύρον, στέφανος. ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.
οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε, φησὶν Εὔβουλος. Ἄλεξις δὲ τοῦ
συμ-ποσίου διατριβήν φησι τὰ τραγήματα, ὥστε ἀργοὺς ἔχειν μηδέποτε
τὰς σιαγόνας. Ἀπίων δὲ ἐπαίκλιά φησι καλεῖσθαι τὰ μετὰ τὸ δεῖπνον
166
βρώματα.
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, σε. 144, γρ. 36
Ἱέρωνος, ἀπεσχεδίασεν· οὐδὲ γὰρ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο,
Χαμαιλέων
φησίν. ἦν δὲ κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκέρδης. ἐν Συρακούσαις γοῦν
τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ' ἡμέραν λαμπρῶς πωλῶν τὰ
πλείω τῶν πεμπομένων ἐάν τῳ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δὲ τὴν
αἰτίαν· ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ
ἐμὴ κοσμιότης.
ὅτι τὸ οὖθαρ καὶ ὑπογάστριον καλεῖται.
ὅτι σιτιστῶν ὀρνίθων καὶ δελφάκων πολλοὶ μέμνηνται. Σώπατρος· εἴ
που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔτρυξεν. δέλφαξ τε εὕρηται καὶ
ἀρσενικῶς καὶ θηλυκῶς. Θεόπομπός φησιν ὅτι Θάσιοι ἔπεμψαν
Ἀγησιλάῳ
προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους καὶ πέμματα
καὶ
τραγήματα. ὁ δ' Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβε, τὰ
δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ' ἔγνω· κατεκεκάλυπτο
γάρ· ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευεν, εἰπὼν οὐ νόμιμον εἶναι
Λακεδαιμονίοις χρᾶσθαι τοιούτοις ἐδέσμασιν. λιπαρούντων δὲ τῶν
Θασίων·
δότε, φησί, φέροντες ἐκείνοις, δείξας τοὺς ἕλωτας, εἰπὼν ὅτι τούτους δὲ
οἶδα φθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς
παρόντας
Λακεδαιμονίους. ὑβριστικῶς δὲ πάνυ Λακεδαιμόνιοι τοῖς εἵλωσιν
ἐχρῶντο,
ὡς Μύρων φησὶν ὁ Πριηνεύς, καὶ πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι.
κυνῆν
τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, σε. 145, γρ. 3
αἰτίαν· ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ
ἐμὴ κοσμιότης. ὅτι τὸ οὖθαρ καὶ ὑπογάστριον καλεῖται.
ὅτι σιτιστῶν ὀρνίθων καὶ δελφάκων πολλοὶ μέμνηνται. Σώπατρος· εἴ
που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔτρυξεν. δέλφαξ τε εὕρηται καὶ
ἀρσενικῶς καὶ θηλυκῶς. Θεόπομπός φησιν ὅτι Θάσιοι ἔπεμψαν
Ἀγησιλάῳ
167
προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους καὶ πέμματα
καὶ
τραγήματα. ὁ δ' Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβε, τὰ
δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ' ἔγνω· κατεκεκάλυπτο
γάρ· ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευεν, εἰπὼν οὐ νόμιμον εἶναι
Λακεδαιμονίοις χρᾶσθαι τοιούτοις ἐδέσμασιν. λιπαρούντων δὲ τῶν
Θασίων·
δότε, φησί, φέροντες ἐκείνοις, δείξας τοὺς ἕλωτας, εἰπὼν ὅτι τούτους δὲ
οἶδα φθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς
παρόντας
Λακεδαιμονίους. ὑβριστικῶς δὲ πάνυ Λακεδαιμόνιοι τοῖς εἵλωσιν
ἐχρῶντο,
ὡς Μύρων φησὶν ὁ Πριηνεύς, καὶ πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι.
κυνῆν
τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι
πληγάς τε τεταγμένας λαμβάνειν κατ' ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα
μήποτε δουλεύειν ἀπομάθωσι. πρὸς δὲ τούτοις εἴ τινες ἀκμάζοιεν τὴν
οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις
ἐπι-
τίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἀνδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν
χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν ἀεί.
Αθηναίος σοφιστής δειπνοσοφιστές επ. Τομ. 2,2, σε. 160, γρ. 28
ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, ᾧ καὶ
τεθνειῶτι λαλεῖν πόρε Περσεφόνεια. πολλοὶ δὲ παρῳδῶν ποιηταὶ
γεγόνασιν·
ἐνδοξότατος δ' ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ
Φίλιππον.
οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν
παρῳδῶν
βιβλία τέσσαρα. περὶ δὲ παρῳδῶν Πολέμων φησί· καὶ τὸν Βοιωτὸν δὲ καὶ
τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ
παίζειν ἀμφιδεξίως. εὑρετὴς δὲ τοῦ γένους Ἱππῶναξ ὁ ἰαμβοποιὸς λέγων·
Μοῦσά μοι Εὐρυμεδοντία δῖα τὴν παντοχάρυβδιν, τὴν ἐν γαστρὶ μά-
χαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφ', ὅπως ψηφῖδι κακὸν οἶτον
ὄληται βουλῇ δημοσίᾳ παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο. χρῆται δὲ καὶ
Ἐπίχαρμος
ἔν τισι δράμασιν ἐπ' ὀλίγον καὶ Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν.
λέγει γοῦν· εἰς Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι
λίθοισι,
καὶ ὧδέ τις εἴπεσκε παραστάς· ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ'
168
ἀνέπεισε καλὴν κρηπῖδα ποσὶ τοῖσινδ' ἀναβῆναι; τοῖσι δ' ἐγὼ πᾶσι μικρὸν
μετὰ τοῦτ' ἔπος εἶπον· μνῆμ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀνα-
βῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει εὐκούρων
βδελυρῶν,
ὀλλύντων τ' ὀλλυμένων τε. εἶτα μετὰ πολλὰ ἐπάγει· ταῦτά μοι ὁρμαί-
νοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ
τε φωνῇ· δεινὰ παθοῦσα Φακῆ βδελυρά, χώρει 'ς τὸν ἀγῶνα. καὶ τότε
δὴ θάρσησα καὶ ἄειδον πολὺ μᾶλλον. πεποίηκε παρῳδίας καὶ Ἕρμιππος
ὁ κωμικός. τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς θυμελικοὺς ἀγῶνας
Ἡγήμων
Δημοσθένης [Philippi] epistula (0014: 012)“Demosthenis orationes,
vol. 1”, Ed. Butcher, [Link]: Clarendon Press, 1903, Repr.
[Link] 2, γρ. 5
Ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἵν' ἐμμείνω-
μεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν ἐποιεῖσθ'
ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδι-
κεῖσθαι νομίζω. μὴ θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς·
πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ
ἁπάντων δηλῶσαι καθαρῶς.
Πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς
χώρας τῆς ἐμῆς, οὐχ ὅτι τοῖς παρανομοῦσιν ἐπετιμήσατε
τὴν δίκην, ἀλλὰ τὸν ἀδικούμενον εἵρξατε δέκα μῆνας· ἃς
δ' ἔφερε παρ' ἡμῶν ἐπιστολάς, ἀνέγνωτ' ἐπὶ τοῦ βήματος.
ἔπειτα Θασίων ὑποδεχομένων τὰς Βυζαντίων τριήρεις καὶ
τῶν λῃστῶν τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν
συνθηκῶν διαρρήδην λεγουσῶν πολεμίους εἶναι τοὺς ταῦτα
ποιοῦντας. ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διοπείθης
ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τιρίστασιν
ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θρᾴκην ἐπόρθησε, τέλος
δ' εἰς τοῦτ' ἦλθε παρανομίας ὥστ' Ἀμφίλοχον ὑπὲρ τῶν
αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας
ἀνάγκας ἐπιθεὶς ἀπελύτρωσε ταλάντων ἐννέα· καὶ ταῦτα
τῷ δήμῳ συνδοκοῦντ' ἐποίησεν.
Δημοσθένης [Philippi] epistula Section 17, γρ. 4
κληρούχων κατὰ τὸ Πολυκράτους δόγμα πολεμούντων ἡμῖν,
ὑμῶν δὲ τοιαῦτα ψηφιζομένων, τοῦ δὲ στρατηγοῦ Βυζαντίους
τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς ἅπαντας ὅτι
169
πολεμεῖν αὐτῷ προστάττετε, ἂν καιρὸν λάβῃ. τοιαῦτα δὲ
πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας
ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν ἢ πάντα, καὶ δια-
τετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν ἐλθεῖν ὑπὲρ ὧν
αἰτιώμεθ' ἀλλήλους. καίτοι σκοπεῖσθε πότερον κάλλιόν
ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι, καὶ πότερον αὐτοὺς
εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους· καὶ λογίζεσθ' ὡς
ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μαρωνίτας ἀνα-
γκάσαι περὶ Στρύμης διακριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ
μὴ διαλύσασθαι περὶ ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τοῦτον,
ἄλλως τε καὶ γιγνώσκοντας ὅτι νικηθέντες μὲν οὐδὲν
ἀποβαλεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφ' ἡμῖν ὄντα.
Πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμ-
ψαντος ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης, ἵν' ὦσι
μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς ὑμᾶς δικαίας
ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ τοὺς περὶ τούτων λόγους
ἐδέξασθε παρὰ τῶν πρεσβευόντων, ἐξὸν ὑμῖν ἢ τῶν κινδύνων
ἀπαλλάξαι τοὺς δυσχερὲς ὑποπτεύοντάς τι καθ' ἡμῶν, ἢ
Δημοσθένης Adversus Leptinem (0014: 020)“Demosthenis orationes,
vol. 2.1”, Ed. Butcher, [Link]: Clarendon Press, 1907, Repr.
[Link] 59, γρ. 1
πόλις καὶ ὁ δῆμος, ὅστις ἂν αὐτὸν εὖ ποιῇ καὶ σῴζῃ, τοῦτο
δ' οὐ γένει καὶ δόξῃ κρινόμενον ἴδοι τις ἄν, ἀλλ' ἔργῳ. ὅταν
μὲν οὖν εὖ πάσχειν δέῃ, τὸν βουλόμενον εὖ ποιεῖν ἡμᾶς
ἐάσομεν, ἐπειδὰν δὲ πάθωμεν, τότε τὴν ἀξίαν τοῦ ποιήσαντος
σκεψόμεθα; οὐκ ἄρ' ὀρθῶς βουλευσόμεθα.
Ἀλλὰ νὴ Δί' οὗτοι μόνοι τοῦτο πείσονται, καὶ περὶ τούτων
μόνων ποιοῦμαι λόγον τοσοῦτον. πολλοῦ γε καὶ δέω. ἀλλὰ
πάντας μὲν οὐδ' ἂν ἐγχειρήσαιμ' ἐξετάζειν ὅσοι πεποιηκότες
ὑμᾶς εὖ διὰ τὸν νόμον, εἰ μὴ λυθήσεται, τὰ δοθέντ' ἀφαιρεθή-
σονται· ἓν δ' ἢ δύο δείξας ἔτι ψηφίσματ' ἀπαλλάττομαι τοῦ
περὶ τούτων λέγειν. τοῦτο μὲν τοίνυν Θασίους τοὺς μετ'
Ἐκφάντου πῶς οὐκ ἀδικήσετε, ἐὰν ἀφαιρῆσθε τὴν ἀτέλειαν, οἳ
παραδόντες ὑμῖν Θάσον καὶ τὴν Λακεδαιμονίων φρουρὰν μεθ'
ὅπλων ἐκβαλόντες καὶ Θρασύβουλον εἰσαγαγόντες καὶ παρα-
σχόντες φίλην ὑμῖν τὴν αὑτῶν πατρίδα αἴτιοι τοῦ γενέσθαι
σύμμαχον τὸν περὶ Θρᾴκην τόπον ὑμῖν ἐγένοντο; τοῦτο δ'
Ἀρχέβιον καὶ Ἡρακλείδην, οἳ Βυζάντιον παραδόντες Θρασυ-
βούλῳ κυρίους ὑμᾶς ἐποίησαν τοῦ Ἑλλησπόντου, ὥστε τὴν
δεκάτην ἀποδόσθαι καὶ χρημάτων εὐπορήσαντας Λακεδαιμο-
170
νίους ἀναγκάσαι τοιαύτην, οἵαν ὑμῖν ἐδόκει, ποιήσασθαι τὴν
εἰρήνην; ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ ταῦτ' ἐκπεσόντων
Δημοσθένης Adversus Leptinem Section 61, γρ. 7
ἐψηφίσασθ' ἅπερ, οἶμαι, φεύγουσιν εὐεργέταις δι' ὑμᾶς
προσῆκε, προξενίαν, εὐεργεσίαν, ἀτέλειαν ἁπάντων. εἶτα
τοὺς δι' ὑμᾶς φεύγοντας καὶ δικαίως τι παρ' ὑμῶν εὑρομένους
ἐάσωμεν ἀφαιρεθῆναι ταῦτα, μηδὲν ἔχοντες ἐγκαλέσαι; ἀλλ'
αἰσχρὸν ἂν εἴη. μάθοιτε δὲ τοῦτο μάλιστ' ἄν, ἐκείνως εἰ
λογίσαισθε πρὸς ὑμᾶς αὐτούς· εἴ τινες νυνὶ τῶν ἐχόντων
Πύδναν ἢ Ποτείδαιαν ἤ τι τῶν ἄλλων χωρίων, ἃ Φιλίππῳ
μέν ἐστιν ὑπήκοα, ὑμῖν δ' ἐχθρά, τὸν αὐτὸν τρόπον ὅνπερ ἡ
Θάσος ἦν τότε καὶ τὸ Βυζάντιον Λακεδαιμονίοις μὲν οἰκεῖα,
ὑμῖν δ' ἀλλότρια, παραδώσειν ταῦτ' ἐπαγγείλαιντο, ἂν αὐτοῖς
τὰς αὐτὰς δῶτε δωρειὰς ὥσπερ Ἐκφάντῳ τῷ Θασίῳ καὶ
Ἀρχεβίῳ τῷ Βυζαντίῳ, καί τινες τούτων ἀντιλέγοιεν αὐτοῖς
ταῦτα λέγοντες, ὡς δεινὸν εἴ τινες μόνοι τῶν ἄλλων μετοίκων
μὴ χορηγοῖεν, πῶς ποτ' ἂν ἔχοιτε πρὸς τοὺς ταῦτα λέγοντας;
ἢ δῆλον ὅτι φωνὴν οὐκ ἂν ἀνάσχοισθ' ὡς συκοφαντούντων;
οὔκουν αἰσχρὸν εἰ μέλλοντες μὲν εὖ πάσχειν συκοφάντην ἂν
τὸν ταῦτα λέγονθ' ἡγοῖσθε, ἐπὶ τῷ δ' ἀφελέσθαι τὰς τῶν
προτέρων εὐεργετῶν δωρειὰς ταῦτα λεγόντων ἀκούσεσθε;
φέρε δὴ κἀκεῖν' ἐξετάσωμεν. οἱ προδόντες τὴν Πύδναν καὶ
τἄλλα χωρία τῷ Φιλίππῳ τῷ ποτ' ἐπαρθέντες ἡμᾶς ἠδίκουν;
ἢ πᾶσι πρόδηλον τοῦτο, ὅτι ταῖς παρ' ἐκείνου δωρειαῖς,
Δημοσθένης Adversus Leptinem Section 63, γρ. 10
προτέρων εὐεργετῶν δωρειὰς ταῦτα λεγόντων ἀκούσεσθε;
φέρε δὴ κἀκεῖν' ἐξετάσωμεν. οἱ προδόντες τὴν Πύδναν καὶ
τἄλλα χωρία τῷ Φιλίππῳ τῷ ποτ' ἐπαρθέντες ἡμᾶς ἠδίκουν;
ἢ πᾶσι πρόδηλον τοῦτο, ὅτι ταῖς παρ' ἐκείνου δωρειαῖς, ἃς
διὰ ταῦτ' ἔσεσθαι σφίσιν ἡγοῦντο; πότερον οὖν μᾶλλον ἔδει
σ', ὦ Λεπτίνη, τοὺς ἐχθρούς, εἰ δύνασαι, πεῖσαι τοὺς ἐπὶ
τοῖς πρὸς ἡμᾶς ἀδικήμασι γιγνομένους ἐκείνων εὐεργέτας μὴ
τιμᾶν, ἢ θεῖναι νόμον ἡμῖν ὃς τῶν τοῖς ἡμετέροις εὐεργέταις
ὑπαρχουσῶν δωρειῶν ἀφαιρεῖταί τι; ἐγὼ μὲν ἐκεῖν' οἶμαι.
ἀλλ' ἵνα μὴ πόρρω τοῦ παρόντος γένωμαι, λαβὲ τὰ ψηφίσμαθ'
ἃ τοῖς Θασίοις καὶ Βυζαντίοις ἐγράφη. λέγε.
171
Δημοσθένης Contra Polyclem [Sp.] (0014: 050)“Demosthenis
orationes, vol. 3”, Ed. Rennie, [Link]: Clarendon Press, 1931, Repr.
[Link] 14, γρ. 7
ΜΑΡΤΥΡΙΑ. ΨΗΦΙΣΜΑ.
Ἐπειδὴ τοίνυν εἰς Ἑλλήσποντον ἤλθομεν, καὶ ὅ τε
χρόνος ἐξεληλύθει μοι τῆς τριηραρχίας, καὶ μισθὸς οὐκ
ἀπεδόθη τοῖς στρατιώταις ἀλλ' ἢ δυοῖν μηνοῖν, ἕτερός τε
στρατηγὸς ἧκεν Τιμόμαχος, καὶ οὗτος διαδόχους οὐκ ἄγων
ἐπὶ τὰς ναῦς, ἀθυμήσαντές μοι πολλοὶ τοῦ πληρώματος
ᾤχοντο ἀπολιπόντες τὴν ναῦν, οἱ μὲν εἰς τὴν ἤπειρον
στρατευσόμενοι, οἱ δὲ εἰς τὰς Θασίων καὶ Μαρωνιτῶν
ναῦς, μισθῷ μεγάλῳ πεισθέντες καὶ ἀργύριον πολὺ προλα-
βόντες καὶ ὑπὸ πολλῶν αὖ τῷ λόγῳ ἐξηπατημένοι, καὶ τὰ
μὲν παρ' ἐμοῦ ἐξανηλωμένα ἤδη ὁρῶντες, τὰ δὲ τῆς πόλεως
ἀμελῆ, τὰ δὲ τῶν συμμάχων ἄπορα, τὰ δὲ τῶν στρατηγῶν
ἄπιστα, καὶ τὸν χρόνον ἐξήκοντα τῆς τριηραρχίας καὶ τὸν
πλοῦν οὐκέτ' ὄντα οἴκαδε, οὐδὲ διάδοχον ἥκοντα ἐπὶ τὴν
ναῦν, παρ' οὗ ἄν τις ἠξίωσεν ὠφεληθῆναι. ὅσῳ γὰρ φιλο-
τιμούμενος ἄμεινον ἐπληρωσάμην τὴν ναῦν ἐρετῶν ἀγαθῶν,
τοσούτῳ μοι πλείστη ἀπόλειψις ἐγένετο τῶν ἄλλων τριη-
ράρχων. τοῖς μὲν γὰρ ἄλλοις, εἰ μή τι ἄλλο,
Δημοσθένης Contra Polyclem [Sp.]Section 21, γρ. 9
τὰ πλοῖα παραπέμψαι τὰ σιτηγά, προσέταξεν ἡμῖν τοῖς
τριηράρχοις ἀναδησαμένοις τὰ πλοῖα ἕλκειν εἰς Μαρώνειαν,
πλοῦν καὶ πολὺν καὶ πελάγιον. καὶ ταῦθ' ὑμῖν διὰ τοῦτο
ἅπαντα διηγησάμην ἐξ ἀρχῆς, ἵνα εἰδῆτε ὅσα ἀνηλωκὼς
αὐτὸς καὶ ἡλίκης μοι γεγενημένης τῆς λῃτουργίας ὕστερον
ὅσα ἀναλώματα ὑπὲρ τούτου ἀνήλωσα ἐπιτριηραρχῶν, οὐχ
ἥκοντος τούτου ἐπὶ τὴν ναῦν, καὶ κινδύνους ὅσους ἐκινδύ-
νευσα αὐτὸς πρός τε χειμῶνα καὶ πρὸς πολεμίους. μετὰ
γὰρ τὴν παραπομπὴν τῶν πλοίων τὴν εἰς Μαρώνειαν καὶ
τὴν ἄφιξιν τὴν εἰς Θάσον, ἀφικόμενος παρέπεμπε πάλιν ὁ
Τιμόμαχος μετὰ τῶν Θασίων εἰς [τὴν] Στρύμην σῖτον καὶ
πελταστάς, ὡς παραληψόμενος αὐτὸς τὸ χωρίον. παρα-
ταξαμένων δὲ Μαρωνιτῶν ἡμῖν ταῖς ναυσὶν ὑπὲρ τοῦ χωρίου
τούτου καὶ μελλόντων ναυμαχήσειν, καὶ τῶν στρατιωτῶν
ἀπειρηκότων, πλοῦν πολὺν πεπλευκότων καὶ πλοῖα ἑλκόντων
172
ἐκ Θάσου εἰς Στρύμην, ἔτι δὲ χειμῶνος ὄντος καὶ τοῦ
χωρίου ἀλιμένου, καὶ ἐκβῆναι οὐκ ὂν οὐδὲ δειπνοποιήσα-
σθαι πολεμίας τῆς χώρας οὔσης καὶ περικαθημένων κύκλῳ
τὸ τεῖχος καὶ ξένων μισθοφόρων καὶ βαρβάρων προσοίκων,
ἀναγκαῖον ἦν ἐπ' ἀγκύρας ἀποσαλεύειν τὴν νύκτα μετεώρους,
ἀσίτους καὶ ἀγρύπνους, φυλαττομένους μὴ τῆς νυκτὸς ἡμῖν
Δημοσθένης Contra Polyclem [Sp.] Section 47, γρ. 5
Μεθώνης τῆς Μακεδονίας ὑπηρετικὸν εἰς Θάσον ἄγον ἄνδρα
καὶ ἐπιστολὰς παρὰ Καλλιστράτου ὡς Τιμόμαχον, ἐν αἷς
ἦν, ὡς ὕστερον ἐγὼ ταῦτ' ἐπυθόμην, ἀποπέμψαι αὐτῷ
τριήρη τὴν ἄριστα πλέουσαν, ἵν' ἀφίκηται ὡς αὐτόν. εὐθὺς
οὖν τῇ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ ὁ ὑπηρέτης ἐλθὼν ἐκέλευέ με
καλεῖν εἰς τὴν ναῦν τοὺς ναύτας. ἐπεὶ δὲ πλήρης ἦν,
ἀναβαίνει Κάλλιππος ὁ Φίλωνος ὁ Αἰξωνεύς, καὶ φράζει
πρὸς τὸν κυβερνήτην τὸν ἐπὶ Μακεδονίας πλοῦν πλεῖν.
ἐπειδὴ δὲ ἀφικόμεθα εἰς χωρίον τι ἐν τῇ ἀπαντικρὺ ἠπείρῳ,
Θασίων ἐμπόριον, καὶ ἐκβάντες ἠριστοποιούμεθα, προς-
έρχεταί μοι τῶν ναυτῶν Καλλικλῆς Ἐπιτρέφους Θριάσιος,
λέγων ὅτι βούλοιτό μοι διαλεχθῆναι ἐμόν τι πρᾶγμα.
κελεύσαντος δέ μου, λέγει ὅτι βούλοιτό μοι χάριν ἀπο-
δοῦναι καθ' ὅ τι δύναται ὧν αὐτῷ ἀπορηθέντι ἔδωκα· ‘σὺ
οὖν’, ἔφη, ‘τὸν πλοῦν τοῦτον οἶσθα ἐφ' ὅ τι πλεῖς ἢ ποῖ;’
ἀποκριναμένου δέ μου ὅτι οὐκ εἰδείην, ‘ἀλλ' ἐγώ σοι’,
ἔφη, ‘ἐρῶ· δεῖ γάρ σε ἀκούσαντα ὀρθῶς βουλεύσασθαι.
μέλλεις γάρ’, ἔφη, ‘ἄγειν ἄνδρα φυγάδα, οὗ Ἀθηναῖοι
θάνατον δὶς κατεψηφίσαντο, Καλλίστρατον ἐκ Μεθώνης εἰς
Θάσον ὡς Τιμόμαχον τὸν κηδεστήν, ὡς ἐγώ’, ἔφη, ‘πέπυ
Ηρόδοτος ιστορίεςBook 2, section 44, γρ. 12
ἦν, ἔπλωσα καὶ ἐς Τύρον τῆς Φοινίκης, πυνθανόμενος
αὐτόθι εἶναι ἱρὸν Ἡρακλέος ἅγιον. Καὶ εἶδον πλουσίως
κατεσκευασμένον ἄλλοισί τε πολλοῖσι ἀναθήμασι, καὶ ἐν
αὐτῷ ἦσαν στῆλαι δύο, ἡ μὲν χρυσοῦ ἀπέφθου, ἡ δὲ σμαράγ-
δου λίθου λάμποντος τὰς νύκτας μεγάλως. Ἐς λόγους δὲ
ἐλθὼν τοῖσι ἱρεῦσι τοῦ θεοῦ εἰρόμην ὁκόσος χρόνος εἴη ἐξ οὗ
σφι τὸ ἱρὸν ἵδρυται· εὗρον δὲ οὐδὲ τούτους τοῖσι Ἕλλησι
συμφερομένους· ἔφασαν γὰρ ἅμα Τύρῳ οἰκιζομένῃ καὶ τὸ
ἱρὸν τοῦ θεοῦ ἱδρυθῆναι, εἶναι δὲ ἔτεα ἀπ' οὗ Τύρον οἰκέουσι
τριηκόσια καὶ δισχίλια. Εἶδον δὲ ἐν τῇ Τύρῳ καὶ ἄλλο
173
ἱρὸν Ἡρακλέος ἐπωνυμίην ἔχοντος Θασίου εἶναι. Ἀπικόμην
δὲ καὶ ἐς Θάσον, ἐν τῇ εὗρον ἱρὸν Ἡρακλέος ὑπὸ Φοι-
νίκων ἱδρυμένον, οἳ κατ' Εὐρώπης ζήτησιν ἐκπλώσαντες
Θάσον ἔκτισαν· καὶ ταῦτα καὶ πέντε γενεῇσι ἀνδρῶν πρότερά
ἐστι ἢ τὸν Ἀμφιτρύωνος Ἡρακλέα ἐν τῇ Ἑλλάδι γενέσθαι.
Τὰ μέν νυν ἱστορημένα δηλοῖ σαφέως παλαιὸν θεὸν Ἡρακλέα
ἐόντα· καὶ δοκέουσι δέ μοι οὗτοι ὀρθότατα Ἑλλήνων
ποιέειν, οἳ διξὰ Ἡράκλεια ἱδρυσάμενοι ἔκτηνται, καὶ τῷ
μὲν ὡς ἀθανάτῳ, Ὀλυμπίῳ δὲ ἐπωνυμίην θύουσι, τῷ δὲ
ἑτέρῳ ὡς ἥρωι ἐναγίζουσι.
Ηρόδοτος ιστορίες Book 6, section 44, γρ. 3
τοῖσι ἑπτὰ Ὀτάνην γνώμην ἀποδέξασθαι ὡς χρεὸν εἴη
δημοκρατέεσθαι Πέρσας· τοὺς γὰρ τυράννους τῶν Ἰώνων
καταπαύσας πάντας ὁ Μαρδόνιος δημοκρατίας κατίστα ἐς
τὰς πόλις. Ταῦτα δὲ ποιήσας ἠπείγετο ἐς τὸν Ἑλλής-
ποντον. Ὡς δὲ συνελέχθη μὲν χρῆμα πολλὸν νεῶν, συνε-
λέχθη δὲ καὶ πεζὸς στρατὸς πολλός, διαβάντες τῇσι νηυσὶ
τὸν Ἑλλήσποντον ἐπορεύοντο διὰ τῆς Εὐρώπης, ἐπορεύοντο
δὲ ἐπί τε Ἐρέτριαν καὶ Ἀθήνας.
Αὗται μὲν ὦν σφι πρόσχημα ἦσαν τοῦ στόλου, ἀτὰρ ἐν
νόῳ ἔχοντες ὅσας ἂν πλείστας δύνωνται καταστρέφεσθαι
τῶν Ἑλληνίδων πολίων, τοῦτο μὲν δὴ τῇσι νηυσὶ Θασίους
οὐδὲ χεῖρας ἀνταειρομένους κατεστρέψαντο, τοῦτο δὲ τῷ
πεζῷ Μακεδόνας πρὸς τοῖσι ὑπάρχουσι δούλους προσεκτή-
σαντο· τὰ γὰρ ἐντὸς Μακεδόνων ἔθνεα πάντα σφι ἤδη ἦν
ὑποχείρια γεγονότα. Ἐκ μὲν δὴ Θάσου διαβαλόντες πέρην
ὑπὸ τὴν ἤπειρον ἐκομίζοντο μέχρι Ἀκάνθου, ἐκ δὲ
Ἀκάνθου ὁρμώμενοι τὸν Ἄθων περιέβαλλον. Ἐπιπεσὼν
δέ σφι περιπλέουσι βορέης ἄνεμος μέγας τε καὶ ἄπορος
κάρτα τρηχέως περιέσπε πλήθεϊ πολλὰς τῶν νεῶν ἐκβάλ-
λων πρὸς τὸν Ἄθων. Λέγεται γὰρ κατὰ τριηκοσίας μὲν
τῶν νεῶν τὰς διαφθαρείσας εἶναι, ὑπὲρ δὲ δύο μυριάδας
Ηρόδοτος ιστορίεςBook 6, section 46, γρ. 1
ἐπεχείρησαν· καί σφεων πολλοὺς φονεύουσι οἱ Βρύγοι,
Μαρδόνιον δὲ αὐτὸν τρωματίζουσι. Οὐ μὲν οὐδὲ αὐτοὶ
δουλοσύνην διέφυγον πρὸς Περσέων· οὐ γὰρ δὴ πρότερον
174
ἀπανέστη ἐκ τῶν χωρέων τουτέων Μαρδόνιος πρὶν ἤ
σφεας ὑποχειρίους ἐποιήσατο. Τούτους μέντοι καταστρε-
ψάμενος ἀπῆγε τὴν στρατιὴν ὀπίσω, ἅτε τῷ πεζῷ τε
προσπταίσας πρὸς τοὺς Βρύγους καὶ τῷ ναυτικῷ μεγάλως
περὶ Ἄθων. Οὗτος μέν νυν ὁ στόλος αἰσχρῶς ἀγωνισά-
μενος ἀπαλλάχθη ἐς τὴν Ἀσίην.
Δευτέρῳ δὲ ἔτεϊ τούτων ὁ Δαρεῖος πρῶτα μὲν Θασίους
διαβληθέντας ὑπὸ τῶν ἀστυγειτόνων ὡς ἀπόστασιν μηχα-
νῴατο, πέμψας ἄγγελον ἐκέλευέ σφεας τὸ τεῖχος περιαι-
ρέειν καὶ τὰς νέας ἐς Ἄβδηρα κομίζειν. Οἱ γὰρ δὴ
Θάσιοι, οἷα ὑπὸ Ἱστιαίου τε τοῦ Μιλησίου πολιορκηθέντες
καὶ προσόδων ἐουσέων μεγαλέων ἐχρέωντο τοῖσι χρήμασι νέας
τε ναυπηγεόμενοι μακρὰς καὶ τεῖχος ἰσχυρότερον περι-
βαλλόμενοι. Ἡ δὲ πρόσοδός σφι ἐγίνετο ἔκ τε τῆς ἠπείρου
καὶ ἀπὸ τῶν μετάλλων. Ἐκ μέν γε τῶν ἐκ Σκαπτῆς Ὕλης
τῶν χρυσέων μετάλλων τὸ ἐπίπαν ὀγδώκοντα τάλαντα
προσήιε, ἐκ δὲ τῶν ἐν αὐτῇ Θάσῳ ἐλάσσω μὲν τούτων,
συχνὰ δὲ οὕτω ὥστε τὸ ἐπίπαν Θασίοισι ἐοῦσι καρπῶν
ἀτελέσι προσήιε ἀπό τε τῆς ἠπείρου καὶ τῶν μετάλλων
ἔτεος ἑκάστου διηκόσια τάλαντα, ὅτε δὲ τὸ πλεῖστον
προσῆλθε, τριηκόσια. Εἶδον δὲ καὶ αὐτὸς τὰ μέταλλα
ταῦτα, καὶ μακρῷ ἦν αὐτῶν θωμασιώτατα τὰ οἱ Φοίνικες
ἀνεῦρον οἱ μετὰ Θάσου κτίσαντες τὴν νῆσον ταύτην, ἥτις
νῦν ἐπὶ τοῦ Θάσου τούτου τοῦ Φοίνικος τὸ οὔνομα ἔσχηκε.
Τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτά ἐστι τῆς Θάσου μεταξὺ
Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων, ἀντίον δὲ
Σαμοθρηίκης, ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι.
Τοῦτο μέν νύν ἐστι τοιοῦτο. Οἱ δὲ Θάσιοι τῷ βασιλέϊ
κελεύσαντι καὶ τὸ τεῖχος τὸ σφέτερον κατεῖλον καὶ τὰς
νέας πάσας ἐκόμισαν ἐς Ἄβδηρα.
Μετὰ δὲ τοῦτο ἀπεπειρᾶτο ὁ Δαρεῖος τῶν Ἑλλήνων ὅ τι
ἐν νόῳ ἔχοιεν, κότερα πολεμέειν ἑωυτῷ ἢ παραδιδόναι
σφέας αὐτούς. Διέπεμπε ὦν κήρυκας ἄλλους ἄλλῃ τάξας
ἀνὰ τὴν Ἑλλάδα, κελεύων αἰτέειν βασιλέϊ γῆν τε καὶ ὕδωρ.
Τούτους μὲν δὴ ἐς τὴν Ἑλλάδα ἔπεμπε, ἄλλους δὲ κήρυκας
διέπεμπε ἐς τὰς ἑωυτοῦ δασμοφόρους πόλις τὰς παραθα-
λασσίους, κελεύων νέας τε μακρὰς καὶ ἱππαγωγὰ πλοῖα
ποιέεσθαι. Οὗτοί τε δὴ παρεσκευάζοντο ταῦτα, καὶ τοῖσι
Ηρόδοτος ιστορίες Book 7, section 108, γρ. 9
πῦρ. Οὕτω μὲν οὗτος δικαίως αἰνέεται ἔτι καὶ ἐς τόδε ὑπὸ
Περσέων. Ξέρξης δὲ ἐκ τοῦ Δορίσκου ἐπορεύετο ἐπὶ τὴν Ἑλλάδα,
175
τοὺς δὲ αἰεὶ γινομένους ἐμποδὼν συστρατεύεσθαι ἠνάγκαζε·
ἐδεδούλωτο γάρ, ὡς καὶ πρότερόν μοι δεδήλωται, ἡ μέχρι Θες-
σαλίης πᾶσα καὶ ἦν ὑπὸ βασιλέα δασμοφόρος, Μεγαβάζου
τε καταστρεψαμένου καὶ ὕστερον Μαρδονίου. Παρα-
μείβετο δὲ πορευόμενος ἐκ Δορίσκου πρῶτα μὲν τὰ
Σαμοθρηίκια τείχεα, τῶν ἐσχάτη πεπόλισται πρὸς ἑσπέρης
πόλις τῇ οὔνομά ἐστι Μεσαμβρίη. Ἔχεται δὲ ταύτης
Θασίων πόλις Στρύμη, διὰ δέ σφεων τοῦ μέσου Λίσος
ποταμὸς διαρρέει, ὃς τότε οὐκ ἀντέσχε τὸ ὕδωρ παρέχων
τῷ Ξέρξεω στρατῷ ἀλλ' ἐπέλιπε. Ἡ δὲ χώρη αὕτη πάλαι
μὲν ἐκαλέετο Γαλλαϊκή, νῦν δὲ Βριαντική· ἔστι μέντοι τῷ
δικαιοτάτῳ τῶν λόγων καὶ αὕτη Κικόνων. Διαβὰς δὲ τοῦ
Λίσου ποταμοῦ τὸ ῥέεθρον ἀπεξηρασμένον πόλις Ἑλληνίδας
τάσδε παραμείβετο, Μαρώνειαν, Δίκαιαν, Ἄβδηρα. Ταύτας
τε δὴ παρεξήιε καὶ κατὰ ταύτας λίμνας ὀνομαστὰς τάσδε·
Μαρωνείης μὲν μεταξὺ καὶ Στρύμης κειμένην Ἰσμαρίδα,
κατὰ δὲ Δίκαιαν Βιστονίδα, ἐς τὴν ποταμοὶ δύο ἐσιεῖσι τὸ
ὕδωρ, Τραῦός τε καὶ Κόμψατος· κατὰ δὲ Ἄβδηρα λίμνην
μὲν οὐδεμίαν ἐοῦσαν ὀνομαστὴν παραμείψατο Ξέρξης,
ποταμὸν δὲ Νέστον ῥέοντα ἐς θάλασσαν. Μετὰ δὲ ταύτας
τὰς χώρας ἰὼν Θασίων τὰς ἠπειρώτιδας πόλις παρήιε,
τῶν ἐν μιῇ λίμνη ἐοῦσα τυγχάνει ὡσεὶ τριήκοντα σταδίων
μάλιστά κῃ τὴν περίοδον, ἰχθυώδης τε καὶ κάρτα ἁλμυρή·
ταύτην τὰ ὑποζύγια μοῦνα ἀρδόμενα ἀνεξήρηνε· τῇ δὲ
πόλι ταύτῃ οὔνομά ἐστι Πίστυρος. Ταύτας μὲν δὴ τὰς
πόλις τὰς παραθαλασσίας τε καὶ Ἑλληνίδας ἐξ εὐωνύμου
χειρὸς ἀπέργων παρεξήιε· ἔθνεα δὲ Θρηίκων δι' ὧν τῆς
χώρης ὁδὸν ἐποιέετο τοσάδε· Παῖτοι, Κίκονες, Βίστονες,
Σαπαῖοι, Δερσαῖοι, Ἠδωνοί, Σάτραι. Τούτων οἱ μὲν παρὰ
θάλασσαν κατοικημένοι ἐν τῇσι νηυσὶ εἵποντο· οἱ δὲ αὐτῶν
τὴν μεσόγαιαν οἰκέοντες καταλεχθέντες τε ὑπ' ἐμέο, πλὴν
Ηρόδοτος ιστορίες Book 7, section 118, γρ. 3
Ξέρξῃ καὶ γένος Ἀχαιμενίδην, μεγάθεΐ τε μέγιστον ἐόντα
Περσέων (ἀπὸ γὰρ πέντε πήχεων βασιληίων ἀπέλειπε
τέσσερας δακτύλους) φωνέοντά τε μέγιστον ἀνθρώπων·
ὥστε Ξέρξην συμφορὴν ποιησάμενον μεγάλην ἐξενεῖκαί
τε αὐτὸν κάλλιστα καὶ θάψαι· ἐτυμβοχόεε δὲ πᾶσα ἡ
στρατιή. Τούτῳ δὲ τῷ Ἀρταχαίῃ θύουσι Ἀκάνθιοι ἐκ
θεοπροπίου ὡς ἥρωϊ, ἐπονομάζοντες τὸ οὔνομα. Βασιλεὺς
μὲν δὴ Ξέρξης ἀπολομένου Ἀρταχαίεω ἐποιέετο συμφορήν.
Οἱ δὲ ὑποδεκόμενοι Ἑλλήνων τὴν στρατιὴν καὶ δειπνί-
176
ζοντες Ξέρξην ἐς πᾶν κακοῦ ἀπίκατο οὕτω ὥστε ἀνά-
στατοι ἐκ τῶν οἴκων ἐγίνοντο· ὅκου γε Θασίοισι ὑπὲρ τῶν
ἐν τῇ ἠπείρῳ πολίων τῶν σφετέρων δεξαμένοισι τὴν
Ξέρξεω στρατιὴν καὶ δειπνίσασι Ἀντίπατρος ὁ Ὀργέος
ἀραιρημένος, τῶν ἀστῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα,
ἀπέδεξε ἐς τὸ δεῖπνον τετρακόσια τάλαντα ἀργυρίου τετε-
λεσμένα. Ὣς δὲ παραπλησίως καὶ ἐν τῇσι ἄλλῃσι πόλισι
οἱ ἐπεστεῶτες ἀπεδείκνυσαν τὸν λόγον. Τὸ γὰρ δεῖπνον
τοιόνδε τι ἐγίνετο, οἷα ἐκ πολλοῦ χρόνου προειρημένον καὶ
περὶ πολλοῦ ποιευμένων. Τοῦτο μέν, ὡς ἐπύθοντο τάχιστα
τῶν κηρύκων τῶν περιαγγελλόντων, δασάμενοι σῖτον ἐν τῇσι
πόλισι οἱ ἀστοὶ ἄλευρά τε καὶ ἄλφιτα ἐποίευν πάντες ἐπὶ
Aristophanes Comic., Acharnenses “, vol. 1”, Ed. Coulon, V., van
Daele, [Link]: Les Belles Lettres, 1923, Repr. 1967 (1st edn. corr.).Γρ.
671
Δεῦρο Μοῦσ' ἐλθὲ φλεγυρὰ πυρὸς ἔ- {Str.}
χουσα μένος ἔντονος Ἀχαρνική.
Οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀν-
ήλατ' ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
ἡνίκ' ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,
οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν
ἐλθὲ μέλος εὔτονον, ἀγροικότονον,
ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
Οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·
οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
γηροβοσκούμεσθ' ὑφ' ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,
οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες εἰς γραφὰς
ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,
οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
Aristophanes Comic., Lysistrata (0019: 007)“Aristophane, vol. 3”, Ed.
Coulon, V., van Daele, [Link]: Les Belles Lettres, 1928, Repr. 1967 (1st
edn. corr.).Γρ. 196
{ΚΛ.} Μὴ σύ γ', ὦ Λυσιστράτη,
εἰς ἀσπίδ' ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
{ΛΥ.} Τίς ἂν οὖν γένοιτ' ἂν ὅρκος; Ἢ λευκόν ποθεν
ἵππον λαβοῦσαι τόμιον ἐντεμώμεθα;
177
{ΚΛ.} Ποῖ λευκὸν ἵππον;
{ΛΥ.} Ἀλλὰ πῶς ὀμούμεθα
ἡμεῖς;
{ΚΛ.} Ἐγώ σοι νὴ Δί', ἢν βούλῃ, φράσω.
Θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
ὀμόσωμεν εἰς τὴν κύλικα μὴ 'πιχεῖν ὕδωρ.
{ΛΑ.} Φεῦ δᾶ, τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
{ΛΥ.} Φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
{ΚΛ.} Ὦ φίλταται γυναῖκες, ὁ κεραμὼν ὅσος.
Ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
{ΛΥ.} Καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
Δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
{ΚΛ.} Εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
{ΛΑ.} Καὶ μὰν ποτόδδει γ' ἁδὺ ναὶ τὸν Κάστορα.
Aristophanes Comic., Ecclesiazusae Γρ. 1119
μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
ἄνω 'πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
{ΘΕΡΑΠΑΙΝΑ}
ὢ μακάριος μὲν δῆμος, εὐδαίμων δ' ἐγώ,
αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
ὑμεῖς θ' ὅσαι παρέστατ' ἐπὶ ταῖσιν θύραις,
οἱ γείτονές τε πάντες οἵ τε δημόται,
ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
ἀγαθοῖσιν, ὦ Ζεῦ. πολὺ δ' ὑπερπέπαικεν αὖ
τούτων ἁπάντων τὰ Θάσι' ἀμφορείδια.
ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον,
τὰ δ' ἄλλ' ἀπανθήσαντα πάντ' ἀπέπτατο,
ὥστ' ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ' ὦ θεοί.
κέρασον ἄκρατον· εὐφρανεῖ τὴν νύχθ' ὅλην
ἐκλεγομένας ὅ τι ἂν μάλιστ' ὀσμὴν ἔχῃ.
ἀλλ', ὦ γυναῖκες, φράσατέ μοι τὸν δεσπότην,
τὸν ἄνδρ', ὅπου 'στί, τῆς ἐμῆς κεκτημένης.
{Χο.} αὐτοῦ μένουσ' ἡμῖν γ' ἂν ἐξευρεῖν δοκεῖς.
Aristophanes Comic., Plutus (0019: 011)“Aristophane, vol. 5”, Ed.
Coulon, V., van Daele, [Link]: Les Belles Lettres, 1930, Repr. 1963 (1st
edn. corr.).Γρ. 1021
178
νηττάριον ἂν καὶ φάβιον ὑπεκορίζετο.
{ΧΡ.} Ἔπειτ' ἴσως ᾔτει σ' ἂν εἰς ὑποδήματα.
{ΓΡ.} Μυστηρίοις δὲ τοῖς μεγάλοισι, νὴ Δία,
ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
ἐτυπτόμην διὰ τοῦθ' ὅλην τὴν ἡμέραν.
Οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
{ΧΡ.} Μόνος γὰρ ἥδεθ', ὡς ἔοικεν, ἐσθίων.
{ΓΡ.} Καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ' ἔφη, –
{ΧΡ.} ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
{ΓΡ.} ὄζειν τε τῆς χροιᾶς ἔφασκεν ἡδύ μου, –
{ΧΡ.} εἰ Θάσιον ἐνέχεις, εἰκότως γε, νὴ Δία.
{ΓΡ.} Τὸ βλέμμα θ' ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
{ΧΡ.} Οὐ σκαιὸς ἦν ἅνθρωπος, ἀλλ' ἠπίστατο
γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
{ΓΡ.} Ταῦτ' οὖν ὁ θεός, ὦ φίλ' ἄνερ, οὐκ ὀρθῶς ποεῖ,
φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.
{ΧΡ.} Τί γὰρ ποήσῃ; Φράζε, καὶ πεπράξεται.
{ΓΡ.} Ἀναγκάσαι δίκαιόν ἐστι, νὴ Δία,
τὸν εὖ παθόνθ' ὑπ' ἐμοῦ πάλιν μ' ἀντ' εὖ ποεῖν.
Ἢ μηδ' ὁτιοῦν μ' ἀγαθὸν δίκαιόν ἐστ' ἔχειν;
{ΧΡ.} Οὔκουν καθ' ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
Aristophanes Comic., Fragmenta (0019: 012)“The fragments of Attic
comedy, vol. 1”, Ed. Edmonds, [Link]: Brill, [Link] 323,
γρ. 2
εἶτα τί;
{Α} διόπας, διάλιθον, πλάστρα, μολόχιον, βότρυς,
χλιδῶνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας,
σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα,
πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια,
ὑποδερίδας, ἑλικτῆρας, ἄλλα πόλλ' ἅ τις
οὐδ' ἂν λέγων λέξειε.
ὅσ' ἄρ' ἦν περίεργ' αὐταῖσι τῶν φορημάτων,
ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις.
{ΚΑΛΛΙΓΕΝΕΙΑ?} οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον,
οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδ' ἄλλος ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
{ΚΑΛΛΙΓΕΝΕΙΑ?} ἰχθῦς ἐώνηταί τις; ἦ σηπίδιον
ἢ τῶν πλατειῶν καρίδων; ἦ πουλύπους
ἢ νῆστις ὀπτᾶτ' ἢ γαλεὸς ἢ τευθίδες;
{Β} μὰ τὸν Δί' οὐ δῆτ'.
179
{ΚΑ.} οὐδὲ βατίς;
Aristophanes Comic., Απόσπασμα 350, γρ. 1
φῷδας τοσαυτασὶ σὺ τὸν χειμῶν' ὅλον;’
{ΓΥΝΗ} ἦ λοιδορία τις ἐγένεθ' ὑμῖν;
{Β} πώμαλα·
’οὐδ' εἶπον οὐδὲν πρὸς σὲ κῦρον, ὦ γύναι.’
ἀλλ' ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
ἐκδότω δέ τις
καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο.
κοφίνους δὲ λίθων ἐκέλευες
ἡμᾶς ἱμᾶν ἐπὶ τὸν κόραμον.
ἄλλαι δ' ὑποπρεσβύτεραι Θασίου
μέλανος μεστὸν κεραμευόμεναι
κοτύλαις μεγάλαις
ἐνέχεον ἐς τὸ σφέτερον δέμας οὐδ'
ἕνα κόσμον ἔρωτι βιαζόμεναι
μελαναιγίδος οἴνου ἀκράτου.
ἤμουν ἄγριον βάρος· ἦ 'τειρεν
γάρ τοί μ' οἶνος
πῶμ' οὐ μείξας Ἀχελώῳ.
Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ κάλους
ἐνταῦθα δ' ἐτυράννευεν Ὑψιπύλης πατὴρ
Aristophanes Comic., Fragmenta (0019: 013)“Comicorum Atticorum
fragmenta, vol. 1”, Ed. Kock, [Link]: Teubner, [Link] 317,
γρ. 2
ΘΕΣΜΟΦΟΡΙΑΖΟΥΣΑΙ ΔΕΥΤΕΡΑΙ
οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον,
οὐ Χῖον, οὐδὲ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδ' ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
{Α.} ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον
ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους;
180
ἢ νῆστις ὀπτᾶτ', ἢ γαλεός, ἢ τευθίδες;
{Β.} μὰ τὸν Δί' οὐ δῆτ'. {Α.} οὐδὲ βατίς; {Β.} οὔ φημ' ἐγώ.
{Α.} οὐ χόριον οὐδὲ πυός, οὐδ' ἧπαρ κάπρου,
οὐδὲ σχαδόνες, οὐδ' ἠτριαῖον δέλφακος;
οὐδ' ἐγχέλειον, οὐδὲ κάραβον μέγαν
γυναιξὶ κοπιώσαις ἐπεχορηγήσατε;
Hyperides Orat., Fragmenta (0030: 007)“Hyperidis orationes sex”, Ed.
Jensen, [Link]: Teubner, 1917, Repr. [Link] 107t, γρ. 1
v. frg. 95. Ἑρμαῖ· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ
Ὑπ. ἐν τῷ περὶ τῶν Εὐβ. δωρεῶν. Μενεκλῆς ἢ Καλλι-
κράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί· “ἀπὸ γὰρ τῆς
Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ
καλούμενοι.” Harp. πεντηκοστὴ καὶ 8πεντηκοστεύεσθαι καὶ
8πεντηκοστολόγοι ... ταῦτα δ' ἔστιν εὑρεῖν ἔν τε τῷ κατὰ Μειδίου
καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους,
καὶ Ὑπ. ἐν τῷ περὶ τῶν Εὐβ. δωρεῶν. – Harp.
ΠΡΟΣ ΘΑΣΙΟΥΣ.
ΠΕΡΙ ΤΟΥ ΙΠΠΕΩΣ ΚΛΗΡΟΥ
Ξενοφών Symposium (0032: 004)“Xenophontis opera omnia, vol. 2, 2nd
edn.”, Ed. Marchant, [Link]: Clarendon Press, 1921, Repr. 1971.
Chapter 4, section 41, γρ. 6
ἕκαστα αὐτῶν οὐκ ἂν εὐξαίμην, ἧττον δέ· οὕτω μοι δοκεῖ
ἔνια αὐτῶν ἡδίω εἶναι τοῦ συμφέροντος. πλείστου δ' ἄξιον
κτῆμα ἐν τῷ ἐμῷ πλούτῳ λογίζομαι εἶναι ἐκεῖνο, ὅτι εἴ μού
τις καὶ τὰ νῦν ὄντα παρέλοιτο, οὐδὲν οὕτως ὁρῶ φαῦλον
ἔργον ὁποῖον οὐκ ἀρκοῦσαν ἂν τροφὴν ἐμοὶ παρέχοι. καὶ
γὰρ ὅταν ἡδυπαθῆσαι βουληθῶ, οὐκ ἐκ τῆς ἀγορᾶς τὰ
τίμια ὠνοῦμαι (πολυτελῆ γὰρ γίγνεται), ἀλλ' ἐκ τῆς ψυχῆς
ταμιεύομαι. καὶ πολὺ πλέον διαφέρει πρὸς ἡδονήν, ὅταν
ἀναμείνας τὸ δεηθῆναι προσφέρωμαι ἢ ὅταν τινὶ τῶν τιμίων
χρῶμαι, ὥσπερ καὶ νῦν τῷδε τῷ Θασίῳ οἴνῳ ἐντυχὼν οὐ
διψῶν πίνω αὐτόν. ἀλλὰ μὴν καὶ πολὺ δικαιοτέρους γε εἰκὸς
εἶναι τοὺς εὐτέλειαν μᾶλλον ἢ πολυχρηματίαν σκοποῦντας.
οἷς γὰρ μάλιστα τὰ παρόντα ἀρκεῖ ἥκιστα τῶν ἀλλοτρίων
181
ὀρέγονται. ἄξιον δ' ἐννοῆσαι ὡς καὶ ἐλευθερίους ὁ τοιοῦτος
πλοῦτος παρέχεται. Σωκράτης τε γὰρ οὗτος παρ' οὗ ἐγὼ
τοῦτον ἐκτησάμην οὔτ' ἀριθμῷ οὔτε σταθμῷ ἐπήρκει μοι, ἀλλ'
ὁπόσον ἐδυνάμην φέρεσθαι, τοσοῦτόν μοι παρεδίδου· ἐγώ τε
νῦν οὐδενὶ φθονῶ, ἀλλὰ πᾶσι τοῖς φίλοις καὶ ἐπιδεικνύω τὴν
ἀφθονίαν καὶ μεταδίδωμι τῷ βουλομένῳ τοῦ ἐν τῇ ἐμῇ ψυχῇ
πλούτου. καὶ μὴν καὶ τὸ ἁβρότατόν γε κτῆμα, τὴν σχολὴν
Lycurgus Orat., Fragmenta (0034: 002)“Lycurgi oratio in Leocratem”,
Ed. Conomis, N.C. (post C. Scheibe & F. Blass)Leipzig: Teubner, 1970.
Oration 6, fragment 17, γρ. 2
Πολιτείᾳ (56, 1) φησὶ κτἑ.
Harpocr. s. v. πέλανος· Λυκοῦργος ἐν τῷ Περὶ
τῆς ἱερείας ... Ἀπολλώνιος δ' ὁ Ἀχαρνεὺς ἐν τῷ Περὶ τῶν
Ἀθήνησιν ἑορτῶν (FGrHist 365 F 1) οὕτω γράφει·
’ὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος πέλανος· λέγεται δὲ
πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ ἀφαιρεθέντος
σίτου ἐκ τῆς ἅλω’, κτἑ.
Harpocr. s. v. Πλυντήρια· Λυκοῦργος ἐν τῷ Περὶ
τῆς ἱερείας. ἑορτὴ παρ' Ἀθηναίοις.
Harpocr. s. v. Πολύγνωτος· Λυκοῦργος ἐν τῷ
Περὶ τῆς ἱερείας. Περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου
μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόν-
τος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην
στοὰν {ἀν}ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ † θησαυ-
ρῷ καὶ τῷ Ἀνακείῳ γραφάς, ἱστορήκασιν ἄλλοι τε καὶ
Ἀρτέμων ἐν τῷ Περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς Περὶ
γραφικῆς.
Philippus II Rex Macedonum Epist., Epistulae (0048: 001)
“Epistolographi Graeci”, Ed. Hercher, [Link]: Didot, 1873, Repr. 1965.
Epistle 2, section 2, γρ. 5
ἵν' ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδε-
μίαν ἐποιεῖσθε ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς
ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ θαυμάσητε δὲ
τὸ μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγ-
κλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ ἁπάντων δηλῶσαι
καθαρῶς.
182
πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος
ἁρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς οὐ τοῖς παρανο-
μοῦσιν ἐπετιμήσατε, ἀλλὰ τὸν ἀδικούμενον εἵρξατε
δέκα μῆνας· ἃς δ' ἔφερε παρ' ἡμῶν ἐπιστολάς, ἀνέ-
γνωτε ἐπὶ τοῦ βήματος. ἔπειτα Θασίων ὑποδεχομέ-
νων τὰς Βυζαντίων τριήρεις καὶ τῶν λῃστῶν τοὺς
βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρ-
ρήδην λεγουσῶν, πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦν-
τας.
ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διο-
πείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν
Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θρᾴκην
ἐπόρθησε, τέλος δὲ εἰς τοῦτο ἦλθε παρανομίας, ὥστε
Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευ-
τὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπε
Philippus II Rex Macedonum Epist., Epistulae Epistle 2, sec 17, γρ. 4
τοῦ δὲ στρατηγοῦ Βυζαντίους τε παρακαλοῦντος καὶ
διαγγέλλοντος πρὸς ἅπαντας, ὅτι πολεμεῖν αὐτῷ
προστάττετε, ἂν καιρὸν λάβῃ. τοιαῦτα δὲ πάσχων
ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας
ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν ἢ πάντα,
καὶ διατετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν ἐλθεῖν
ὑπὲρ ὧν αἰτιώμεθα ἀλλήλους.
καίτοι σκοπεῖσθε,
πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι,
καὶ πότερον αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέ-
ρους· καὶ λογίζεσθ' ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους
μὲν καὶ Μαρωνείτας ἀναγκάσαι περὶ Στρύμης δια-
κριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι
περὶ ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τοῦτον, ἄλλως τε
καὶ γιγνώσκοντας ὅτι νικηθέντες μὲν οὐδὲν ἀποβα-
λεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφ' ἡμῖν ὄντα.
πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι
πέμψαντος ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης,
ἵν' ὦσι μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς
ὑμᾶς δικαίας ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ
τοὺς περὶ τούτων λόγους ἐδέξασθε παρὰ τῶν
183
Γαληνός ιατρός De compositione medicamentorum secundum locos libri
x Τομ. 13, σε. 233, γρ. 9
διϋλίσας τὸ ὑγρὸν, δίδου πυρέττουσι πίνειν διηνεκῶς, ἀπυ-
ρέτοις μετ' οἴνου κεκραμένου. ἄλλο. ♃ ἐρεβίνθων ξε. αʹ.
ἀδιάντου χειροπληθὲς, ὕδατος ξε. στʹ. ἀσπαράγων ἑλείων τῶν
ῥιζῶν χειροπληθές· σκεύαζε καὶ δίδου καθὰ προείρηται.
[Τροχίσκος ἰκτερικοῖς, ποιεῖ καὶ ἡπατικοῖς.] ♃
Ἀμυγδάλων πικρῶν κεκαθαρμένων δʹ. ἀνίσου, ἀψινθίου
ἀνὰ αʹ. νάρδου Ἰνδικῆς, ἀσάρου ἀνὰ αʹ. κόψας καὶ
σήσας, ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου αʹ.
ἀπυρέτοις μετ' οἰνομέλιτος κυάθων τριῶν. ἄλλος, ᾧ ἐχρή-
σατο Χαριξένης. ♃ ἀσάρου, ἀψινθίου ἀνὰ ηʹ. ἀνίσου
σπέρματος, μαράθρου, σελίνου σπέρματος, Θασίων πικρῶν
κεκαθαρμένων ἀνὰ δʹ. ὕδατι φυράσας, ἀνάπλαττε τροχί-
σκους καὶ δίδου καθὰ προείρηται.
[Νικηράτου ἔῤῥινον καθαρτικὸν ἰκτερικοῦ, ὅταν τὸ μὲν
ἄλλο σῶμα κατὰ τὴν φύσιν ἔχῃ, οἱ δὲ ὀφθαλμοὶ μένωσιν
ὠχροί.] Δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον ἓν
διὰ τῶν μυκτήρων ἀνέλκειν, ἀποῤῥεῖ χολῶδες πολύ. τοῦ αὐ-
τοῦ. καρδάμου χλωροῦ τὰ ἁπαλὰ φύλλα ἢ λιβανωτίδος χλω-
ρᾶς τὰ ἁπαλώτατα τρίψας καὶ τούτων τὸ ὑγρὸν ἐκθλίψας,
χρῶ καθὰ προείρηται. τοῦ αὐτοῦ. ἐλατήριον μετὰ γάλακτος
γυναικείου τρίψας ἐγχυμάτιζε τοὺς μυκτῆρας καὶ κέλευε ἀνα
Γαληνός ιατρός De antidotis libri ii (0057: 078)“Claudii Galeni opera
omnia, vol. 14”, Ed. Kühn, [Link]: Knobloch, 1827, Repr.
1965.Τομ. 14, pa 12, γρ. 17
ὅτι τὸ κατὰ τὴν οἰκείαν φύσιν ἄριστον μέλι ταῦτ' ἔχει
συμβεβηκότα διὰ παντὸς ἑαυτῷ, καὶ διὰ τοῦτο γνωρίσματα
γίνεται τοῦ βελτίστου. διὸ καὶ πολλάκις ἑωρᾶσθαί φημι
δεῖν ἕκαστον τῶν ἁπλῶν φαρμάκων, ἵνα διὰ μνήμης ἔχω-
μεν εἰς ὅσον ἥκει δριμύτητος, ἢ γλυκύτητος, ἤ τινος τῶν
ἄλλων αἰσθητῶν ποιοτήτων, ὧν τὸ ποσὸν ἀδύνατον λόγῳ
δηλωθῆναι. προσέρχεται δέ τις καὶ ἄλλη κρίσις τῆς ἑκά-
στου φαρμάκου δυνάμεως ἐξ ἐμπειρίας πολυχρονίου, μηδὲν
ὑπὸ τοῦ λόγου βοηθουμένη. τὸ γοῦν ἀπὸ Κνίδου κάλλιστον
μέλι φαινόμενον οἷς εἶπον ἄρτι γνωρίσμασιν, ὡς ἐγγὺς εἶναι
τῷ Θασίῳ τε καὶ Ὑμηττίῳ, κακίαν οὐ μικρὰν ἐνδείκνυται
χρονίζον, εἰς οἰνώδη μεταβάλλον ποιότητα. παραπλήσιον
184
δέ τι πέπονθεν αὐτῷ καὶ τὸ Ῥόδιον. ὥστε τις ἐμβαλὼν
τούτου τοῦ μέλιτος εἰς τὴν θηριακὴν εἶτα μετὰ γʹ ἐνιαυ-
τὸν εὑρὼν αὐτὴν οἰνίζουσαν, οὐ κατὰ τὴν γεῦσιν μόνον,
ἀλλὰ καὶ κατὰ τὴν ὀσμὴν ἔδειξέ μοι, κᾀγὼ θεασάμενος
εἶπον τὸ γεγονὸς αὐτῷ παρὰ τοῦ βεβλημένου μέλιτος, ὥστε
θαυμάσαι τὸν ἄνθρωπον. ἔτι δὲ προσεπυθόμην, εἴ γε ἐπὶ
πλέον ἥψησέ τε καὶ ἀπήφρισεν αὐτό. προσωμολόγει δὲ καὶ
ταῦτα, καὶ διὰ τοῦτο ἐθαύμαζε μὲν ὥς τι σοφὸν ἀκηκοὼς
παρ' ἐμοῦ, κατέγνω δὲ τῆς ἑαυτοῦ προπετείας, ἐ
Γαληνός ιατρός De antidotis libri ii Τομ. 14, σε. 22, γρ. 7
γονέναι πικρόν. ἐπεὶ δ' ἄχρηστον ἐφάνη μοι, καὶ μετὰ τὴν
τελευτὴν τοῦ πατρὸς ἄχρι νῦν φυλάττω, πικρότερον μὲν ἔτι
καὶ μᾶλλον, ἢ τότε ἦν γεγονὸς, ὥσπερ γε καὶ μελάντερον,
οὐ μὴν παχύτερόν γε πολλῷ. καὶ τοῦτ' ἔοικεν ἐξαίρετον
ὑπάρχον τῷ καλλίστῳ μέλιτι. καὶ γάρ τοι καὶ τὸ ἐν Ἐλε-
οῦντι τῆς Χεῤῥονήσου κατὰ τὴν χώραν ἐκείνην ἔνθα τὸ
ἡρῷόν ἐστι τοῦ Πρωτεσιλάου γενόμενον μέλι, πάντ' ἔχον
Ὑμηττίου μέλιτος, μέχρι πολλοῦ τὰ αὐτὰ, τῷ χρόνῳ προϊ-
όντι, πρὸς τὸ παχύτερον γίνεσθαι, καὶ θρομβοῦται πολλά-
κις. μέλι μὲν οὖν πάντως ἐμβλητέον ἐστὶ τὸ κάλλιστον ταῖς
ἀντιδότοις Ὑμήττιον ἢ Θάσιον ἢ πάντως γε Ἀττικόν· εἰ
δὲ ἀποροῖμέν ποτε αὐτοῦ, τοῦ ἐν ταῖς Κυκλάσι νήσοις
γινομένου, ὅ τί περ ἂν ὁμοιότατον ᾖ τούτῳ. γίνεται δὲ
κατὰ τὸν Ἰσθμὸν μέλι ἀγαθὸν, καὶ καλεῖταί γε τοῦτο
Ἰσθμιακὸν ἰδίως ἀπὸ τοῦ χωρίου, καθάπερ καὶ Τούβρεον
καὶ αὐτὸ τὴν ἐπωνυμίαν ἔχον. ἔνδοξα μὲν οὖν ταῦτα.
γίνεται δὲ καὶ κατ' ἄλλα χωρία κάλλιστον μέλι, διὰ βραχύ-
τητα δ' ἅπαν δαπανώμενον ὑπὸ τῶν ἐγχωρίων, ὡς μὴ
περιττεύειν εἰς ἄλλην χώραν ἐξάγεσθαι, καὶ διὰ τοῦτ'
ἀγνοεῖσθαι. καὶ γὰρ οὖν ἐν τῇ παρ' ἡμῖν χώρᾳ τῇ
μεταξὺ Περγάμου τε καὶ τῆς ἐπὶ θαλάττῃ πόλεως Ἐλαίας
Γαληνός ιατρός De antidotis libri ii Τομ. 14, σε. 28, γρ. 14
τὸν Φαλερῖνον, οἱ παλαιοὶ τῶν ἰατρῶν ἔγραψαν τὰς προς-
ηγορίας. εἰσὶ δ' οὗτοι τρεῖς ἐν Ἀσίᾳ. γεννᾶται δὲ ὁ μὲν
ἐπῃνημένος ὑπ' αὐτῶν Ἀριούσιος ἐν Χίῳ, τὴν προσηγορίαν
ἀπὸ τοῦ χωρίου κτησάμενος ἐν ᾧ γίνεται. καθάπερ καὶ ὁ
Λέσβιος ἀπὸ τοῦ τῆς νήσου πάσης ὀνόματος. ὁ δὲ Τμω-
185
λίτης ἀπὸ τοῦ λόφου καθ' ὃν γίνεται. Τμῶλος γὰρ αὐτῷ
τοὔνομα. δῆλον δ' ὅτι τὸν ἄριστον αὐτῶν τούτων ἐκλέγε-
σθαί σε χρὴ κατὰ τὰ προειρημένα γνωρίσματα, καθάπερ
ἐπὶ τοῦ μέλιτος εἶπον. ὄντος γὰρ ἅπαντος σχεδὸν τοῦ κατὰ
τὴν Ἀττικὴν καλοῦ, τούτου πάλιν αὐτοῦ τὸ Ὑμήττιόν ἐστι
κάλλιστον, εἶτ' ἐπ' αὐτῷ τὸ Θάσιον. οὕτως οὖν καὶ τῶν
οἴνων πολλῶν ὄντων τῶν ἐν Λέσβῳ γενομένων, ὁ
κιῤῥὸς καὶ μὴ παχὺς, εὐώδης δὲ καὶ στύφων μὲν ἥκιστα,
βραχυτάτην δὲ γλυκύτητα ἔχων, οὐ μὴν ἀσαφὲς τοῦτο, κα-
λεῖται μὲν ἰδίως Λέσβιος. ἄριστος δέ ἐστιν ἐν Ἐρεσῷ
γεννώμενος τοιοῦτος, εἶτα δεύτερος ὁ ἐν Μηθύμνῃ, καὶ τρί-
τος ὁ ἐν Μιτυλήνῃ. τὸν ἄριστον οὖν ἐν τούτοις ἐκλέξῃ,
τοῖς εἰρημένοις γνωρίσμασι κρίνων. ὃς γὰρ ἂν ἐν τοῖς
εὐωδεστέροις ᾖ τοῦ παραλαμβανομένου, καὶ γλυκύτερος, καὶ
κατὰ τὴν σύστασιν λεπτότερος, οὗτός ἐστιν ἄριστος. τοῦ
μὲν οὖν Λεσβίου τοιοῦτο τὸ εἶδός ἐστιν, ὥσπερ γε καὶ τοῦ
Γαληνός ιατρός In Hippocratis librum primum epidemiarum
commentarii iii “Galeni in Hippocratis epidemiarum librum i
commentaria iii”, Ed. Wenkebach, [Link]: Teubner, 1934; Corpus
medicorum Graecorum, vol. 5.10.1.Kühn τομ. 17a, σε. 56, γρ. 5
ἕτεραι δὲ βῆχες γίνονται ξηραὶ διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν
ὀργάνων, ἐφ' ὧν οὐδ' αὐτῶν ἐστί τι ἀναπτυσθῆναι δεόμενον. ἄλλαι
δ' αὖ γίνονται πρὸς ὑγρῶν περιεχομένων ἐν αὐτοῖς ἐκκριθῆναι δεο-
μένων, ἀλλ' οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίσχρα τ'
εἶναι καὶ παχέα καὶ δυσαπολύτως ἐμπεπλάσθαι τοῖς κατὰ τὸν πνεύ-
μονα βρόγχοις, ὅπερ ἐπὶ τῶν ἀπτύστων ὀνομαζομένων γίνεται πλευ-
ριτίδων, ἢ τῷ τὸ καταφερόμενον | ὑγρὸν ἀπὸ τῆς κεφαλῆς λεπτὸν
εἶναι κατὰ τὴν σύστασιν, οἷόνπερ τὸ ὕδωρ. φθάνει γὰρ τὸ τοιοῦτον
ἐν τῷ καταφέρεσθαι διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας
ἐν τῷ πνεύμονι γίνεσθαι, πρὶν ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἀνενεχθῆναι
πνεύματος, ὅπερ καὶ τότε τοῖς Θασίοις ἔοικε γεγονέναι, πεπληρω-
μένης μὲν ὑπὸ τῆς νοτίου καταστάσεως τῆς κεφαλῆς αὐτῶν, ἐπιπεμ-
πούσης δὲ ῥεῦμα τοῖς κατὰ θώρακα πᾶσι χωρίοις. ὅτι δὲ τοιαύτη τις
ἦν ἡ βήξ, μαρτυρεῖ καὶ τὸ συνεδρεῦον αὐτῇ σύμπτωμα. βραγχώ-
δεις γάρ, φησίν, οὕτω βήσσοντες ἐγένοντο, διαβρεχομένων δηλονότι
τῶν ὀργάνων τῶν φωνητικῶν πρὸς τῆς καταφερομένης ὑγρότητος, ὡς
ἐν τοῖς Περὶ φωνῆς ἐπιδέδεικται.
Γαληνός ιατρός In Hippocratis librum primum epidemiarum
186
commentarii iii Kühn τομ. 17a, σε. 59, γρ. 13
κατ' ἀρχὰς εὐθέως πᾶσιν ἂν ἦν, εἰ ἡ νότιος κατάστασις ὑγρὰ ἐγένετο.
Τὰ δὲ ἄλλα ὁκόσα κατ' ἰητρεῖον ἀνόσως διῆγον.
Διχῶς ἔστιν ἐν τοῖς ἀντιγράμμασιν εὑρεῖν τὴν κατ' ἰητρεῖον
φωνήν, ἐν τισὶ μέν, ὡς εἴρηται νῦν, τῆς ἐσχάτης συλλαβῆς διὰ τοῦ
ο γραφομένης, ἐν τισὶ δὲ διὰ τοῦ η, σημαινούσης τῆς μὲν προτέρας
γραφῆς τὰ κατὰ τὸ ἰατρεῖον πραττόμενα, τῆς δὲ δευτέρας γραφῆς τὰ
κατὰ τὴν ἰατρικὴν ὅλην, ὥστ' ἤτοι τῶν κατὰ τὸ ἰατρεῖον ἔργων ἐπὶ
τοῖς κάμνουσι γινομένων ἔξω καθεστηκέναι τοὺς Θασίους ἢ τῶν καθ'
ὅλην τὴν ἰατρικὴν τοὺς τὰ προειρημένα | πάσχοντας τῶν καμνόν-
των. καθ' ἑκατέραν δὲ τήν τε γραφὴν καὶ τὴν διάνοιαν φαίνεται τὸ
μετρίως ἐνοχληθῆναι τοὺς ἀνθρώπους ἐν τῷ χρόνῳ τοῦ ἦρος, ὡς ἂν
τῆς τὰς νόσους ἐργαζομένης αἰτίας οὐδέπω τι κακόηθες ἐχούσης, ὃ
προιόντος ἔσχε τοῦ χρόνου.
Γαληνός ιατρός In Hippocratis librum primum epidemiarum
commentarii iii Kühn τομ. 17a, σε. 78, γρ. 1
ἔτι περὶ τῶν ἄλλων πυρετῶν ὧν διηγεῖται καὶ ταῦτα λέγεσθαι.
πῶς γὰρ ἂν εἰρηκὼς ἔμπροσθεν ἐπὶ τῶν φθινωδῶν, ὡς “ἀπόσιτοι
πάντων γευμάτων διὰ τέλεος” ἦσαν, ἐνταυθὶ νῦν ἔλεγεν· οὐδ'
ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο; τί δή ποτ' οὖν
ἔγραψεν ἐν τῷδε τῷ λόγῳ βηχώδεες οὐ λίην; (τοῦτο γάρ ἐστι
τὸ τὴν φαντασίαν παρασχὸν τοῦ λέγεσθαι ταῦτα περὶ τῶν φθινωδῶν
αὐτῶν.) ἐγὼ δὲ νομίζω περὶ τῶν ἄλλων ἔτι πυρετῶν τοῦ λόγου γιγνο-
μένου προσγεγράφθαι. γίνονται γὰρ βηχώδεις συνεισβαλλούσης τῆς
βηχὸς αὐτοῖς λόγῳ συμπτώματος, οὐ μὴν φθινώδεις γε πάντως εἰσὶν
οὗτοι. θαυμαστὸν οὖν οὐδὲν ἅμα πυρέσσειν ἄρξασθαί τινας τῶν Θα-
σίων ἐπὶ τῇ προγεγραμμένῃ καταστάσει καὶ πληρωθεί|σης αὐτοῖς τότε
τῆς κεφαλῆς, συνελθόντος τοῦ πυρετοῦ τῇ καταστάσει, βηχώδεις
γενέσθαι. ἄλλ' οὔτε λίαν αὐτοῖς ἠνώχλει τὸ σύμπτωμα, οὔτε τὰ
βησσόμενα δυσχέρειαν εἶχεν, οὐ γὰρ ἦσαν οὗτοι φθινώδεις.
Γαληνός ιατρός In Hippocratis librum primum epidemiarum
commentarii iii Kühn τομ. 17a, σε. 96, γρ. 5
πάθη κατὰ τὸ φθινόπωρον. Κατὰ δὲ θέρος ἤδη καὶ φθινό-πωρον καὶ
δυσεντεριώδεες καὶ τεινεσμοὶ καὶ λειεντεριώ-
δεες καὶ διάρροιαι χολώδεες λεπτοῖσι πολλοῖσιν, ὠμοῖσι
187
καὶ δακνώδεσι, ἔστι δ' οἷσι καὶ ὑδατώδεες. | πολλοῖσι δὲ
καὶ περίρροιαι μετὰ πόνου χολώδεες, ὑδατώδεες, [καὶ]
ξυσματώδεες, πυώδεες καὶ στραγγουριώδεες.
Οὐ ταῦτα μόνον ἐγένετο τότε τὰ νοσήματά τε καὶ συμπτώματα
τοῖς Θασίοις, ἀλλὰ καὶ ἄλλα τινά, περὶ ὧν ἐφεξῆς ἐρεῖ. ποικιλώ-
τατα γὰρ ἐνόσησαν, ἑτερογενέσι περιπεσόντες νοσήμασιν. τὸν κοινὸν δ'
οὖν λόγον, ὃς καὶ πρὸς τὸ μὴ νοσῆσαι πάντας τοὺς ἐν τοιαύτῃ κατα-
στάσει γενομένους ἐστὶ χρήσιμος, ἐρῶ πρότερον, εἶθ' ἑξῆς ἐπὶ τὰ κατὰ
μέρος ἀφίξομαι νοσήματα, σκοπεῖσθαι δέον ἐν πάσαις ταῖς καταστάσεσι
τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων ὅπως ἔχει σχέ-
σεως πρὸς τὴν κατάστασιν. ἤτοι γὰρ εὐάλωτον ἢ δυσάλωτον ἢ μετρίως
ἔχοντα πρὸς αὐτὴν εὑρήσεις αὐτόν. εἶθ' ἑξῆς ἁρμόσεις τά τ' ἐπιτηδεύ-
ματα καὶ σύμπασαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταστάσει.
τὸ μὲν οὖν εὐάλωτόν τε καὶ δυσάλωτον εἶναι τὸ σῶμα τοῖς ἔξωθεν
αἰτίοις εἴρηται πολλάκις ἡμῖν διά τε τὴν ὁμοιότη|τα καὶ τὴν ἀνομοιό
Γαληνός ιατρός In Hippocratis librum primum epidemiarum
commentarii iii Kühn τομ. 17a, σε. 100, γρ. 5
μάτων· εἰ δ' ἐπὶ πλέον, ἀρκέσει τὸ μετρίως ὑπαλλάξαι. ταῦτ' οὖν
ὅστις ἐστὶν ἐπιστάμενος, τὰς αἰτίας τῆς ἑκάστου τῶν νοσημάτων γενέ-
σεως ἐν ἑκάστῃ καταστάσει φυλάξει. Κόιντος δὲ τοῖς ἐμπειρικοῖς
ὁμοίως ἀρνούμενος ἐπίστασθαι τῶν οὕτως γινομένων παθῶν τὰς αἰτίας,
ἀναφέρων δ' εἰς πεῖραν μόνην αὐτὰς τῶν προσηκόντων βοηθημάτων
τῆς εὑρέσεως ἠπόρει, καίτοι δι' αὐτὸ τοῦτο χρησίμης οὔσης ἐγνῶσθαι
τῆς γενέσεως τῶν ἐπιδημίων νοσημάτων. ἐπισκεψώμεθα οὖν ἡμεῖς | τὴν
προκειμένην κατάστασιν, ἀναλαβόντες ἐξ ἀρχῆς. ἐγένετο δή, καθάπερ
ὁ Ἱπποκράτης ἐδήλωσεν, ὑγρὰ καὶ ψυχρά, τὴν ἀρχὴν ἀπὸ φθινο-
πώρου ποιησαμένη. διὰ τοῦτ' οὖν ἐν μὲν αὐτῷ τῷ φθινοπώρῳ καὶ
τῷ μετ' αὐτὸν χειμῶνι μετρίως διῆγον οἱ Θάσιοι. κατὰ δὲ τὸ ἔαρ,
ἐπειδὴ καὶ αὐτὸ ψυχρόν τε καὶ ὑγρὸν ἐγένετο, πρῶτοι πάντων ἐνό-
σησαν οἱ ὀφθαλμοί, διότι μὴ μόνον ὑγρὸν ἦν καὶ ψυχρὸν τὸ περι-
έχον, ἀλλὰ καὶ λαιλαπῶδες ἔμπροσθεν ἐγεγόνει. πληττομένους οὖν
ὑπὸ τῶν ψυχρῶν ἀνέμων τοὺς ὀφθαλμοὺς εἰκὸς ἦν πρώτους τῶν
ἄλλων μερῶν νοσῆσαι τοῦ σώματος κατὰ τὴν τοῦ δρῶντος αἰτίου φύ-
σιν, ὥστ' οὐκ ἀλόγως αὐτοῖς ὑγρὰ καὶ ψυχρὰ ῥεύματα συνέπεσεν. ἐπειδὴ
δ' οὐκ ἤχθη πρὸς τὴν ἐσχάτην ἡ κατάστασις ὑγρότητα καὶ ψυχρό-
τητα, διὰ τοῦτο τῶν ἄλλων παθημάτων οὐδὲν ἠκολούθησεν, ὅσα πλεο-
νεκτούσης ἐν τῷ περιέχοντι τοιαύτης κράσεως εἴωθε γίγνεσθαι, λέγω
δὲ ἀποπληξίας καὶ σπασμοὺς καὶ παλμοὺς καὶ τετάνους, περιπνευμο
Γαληνός ιατρός In Hippocratis librum primum epidemiarum
commentarii iii Kühn τομ. 17a, σε. 101, γρ. 14
188
κατὰ τὰ σώματα τῶν νοσησάντων οὐχ ὅμοιον ἅπασιν. οἷς μὲν γὰρ ἦν
ἐν τῷ σώματι χολῶδες περίττωμά τι μὴ διαφορηθέν, τοῦτο χολῶδες
τὸ πάθος ἐποίησεν, οἷς δὲ φλεγματικὸν ἢ μελαγχολικὸν ἢ αἱματικόν,
αὐτίκα καὶ τὸ πάθος ἦν ὅμοιον τῷ μὴ κενωθέντι. διαφθείρεσθαι δὲ
πεφυκυίας ἐν τῷ σώματι καὶ σήπεσθαι τῆς τοιαύτης περιουσίας, εὔλο-
γον ἦν ἄλλους ἄλλοις ἁλῶναι νοσήμασιν, πρὸς τῷ καὶ τὰ μέρη τοῦ
σώματος οὐχ ὁμοίως διακείμενα πάντας ἔχειν, ἀλλὰ τῷ μὲν ἧπαρ
ἀσθενέστερον εἶναι, τῷ δὲ σπλῆνα, τῷ δὲ γαστέρα, τῷ δὲ ἔντερον, τῷ
δὲ ἄλλο τι. δεχομένων οὖν ἀεὶ τῶν ἀσθενεστέρων μορίων τὴν ἐκ τῶν
ἰσχυροτέρων περιουσίαν, ἀκόλουθον ἦν καὶ κατὰ τὴν τῶν τόπων φύσιν
ἄλλον ἄλλο παθεῖν τῶν Θασίων. αἱ μὲν οὖν δυσεντερίαι καὶ οἱ
τεινεσμοὶ καὶ αἱ διάρροιαι καὶ λειεντερίαι ῥυέντων εἰς τὰ | ἔν-
τερα τῶν περιττῶν ἐγένοντο, δυσουρίαι δ' εἰς τὴν κύστιν τραπομένων,
ἔμετοι δ' ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἀφικομένων. ἀλλὰ ταῦτα μὲν ἔσωθεν
τοῦ σώματος ὥρμησε διὰ τὴν ἐκ τοῦ περιέχοντος ψῦξιν. ἐν δὲ τῷ θέρει
ταῖς θερμοτέραις κράσεσι τῶν σωμάτων ἰσχυρά τε τὰ ἔνδον ἐχούσαις
εἰκὸς ἦν ἱδρῶτας γενέσθαι, καὶ τισὶ μὲν αὐτῶν ἄνευ πυρετῶν τοῦτο
συμβῆναι, μηδέπω σῆψιν ἱκανὴν ἐσχηκυίας τῆς περιουσίας, ἐνίοις δὲ
καὶ μετὰ τοῦ πυρέττειν. ἐν δὲ τῷ χρόνῳ προήκοντι καὶ πυρετοὺς
γενέσθαι ποικίλους, ἄλλον ἄλλης ἰδέας, ἐπειδὴ καὶ οἱ σηπόμενοι χυμοὶ
διαφέροντες ἦσαν. οὐ γὰρ ἐγεννήθησαν ὑπὸ τοῦ περιέχοντος, ἀλλ'
Γαληνός ιατρός In Hippocratis librum primum epidemiarum
commentarii iii Kühn τομ. 17a, σε. 117, γρ. 11
Πρόδηλόν ἐστιν, ὅτι τῆς πλειάδοσι οὐ τῆς ἐν τῇ νῦν καταστά-
σει δύσεως ἐμνημόνευσεν, ἀλλὰ τῆς μετὰ τὴν ὅλην κατάστασιν ἐν τῷ
δευτέρῳ ἔτει, καθότι καὶ πρόσθεν ἐλέγομεν. ἐπὶ τέλει γὰρ ἐκείνης τῆς
καταστάσεως ἔγραψε· “ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισι πολλὰ
πάλιν ὕδατα.” καὶ μετὰ τοῦτο δὲ περὶ τῆς ὕστερον καταστάσεως οὐ-
δὲν εἶπεν, ὡς ἐπὶ τὸ κατὰ φύσιν ἤδη τῆς τῶν ὡρῶν τάξεως ἀφιγ-
μένης καὶ ἅμα καὶ τοῦ φθινοπώρου τοῦ λοιποῦ παντός, τοῦ μετὰ
τὸν ἀρκτοῦρον, ὥσπερ γε καὶ τοῦ μετὰ τοῦτο χειμῶνος. εἰκότως
οὖν ὅσα τῆς πρώτης καταστάσεως ἦν λείψανα, κατὰ τὸ φθινόπωρον
ἐπέφθη καὶ τοῦ χειμῶνος οὐδεμίαν οὐκέτι νόσον ἐπιδήμιον ἐνό-
σησαν οἱ Θάσιοι.
Γαληνός ιατρός In Hippocratis librum primum epidemiarum
commentarii iii Kühn τομ. 17a, σε. 163, γρ. 7
189
Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο καῦ-
σοι καὶ διετέλεον ἀπ' ἰσημερίης ἄχρι [πρὸς τὸ] θέρους.
ὅσοι μὲν οὖν ἦρος | καὶ θέρους ἀρχομένου αὐτίκα νοσεῖν
ἤρξαντο, οἱ πλεῖστοι διεσῴζοντο, ὀλίγοι δέ τινες ἔθνῃ-
σκον.
Δῆλόν ἐστιν, ὡς οὐκ αὐτῶν ἕκαστον τῶν ἀρξαμένων καύσων
πρωῒ τοῦ ἦρος ἄχρι θέρους ἐκταθῆναί φησιν, ἀλλὰ τὴν ἐπιδη-
μίαν αὐτῶν τῶν γενομένων· ἐν ἅπαντι χρόνῳ συμβῆναι, ποτὲ μὲν ἄλλῳ
δηλονότι χρόνῳ, ποτὲ δ' ἄλλῳ τῶν Θασίων ἁλισκομένων τῷ τοι-
ούτῳ πυρετῷ. γέγραπται δ' οὐχ ὡσαύτως ἐν ἅπασι τοῖς ἀντιγράφοις
ἡ ῥῆσις, ἀλλ' ἔγωγε τὴν ἀρίστην γραφὴν εἱλόμην. κατὰ μὲν τὴν ἑξῆς
ῥῆσιν ἐδήλωσεν, ὅτι καὶ διὰ τοῦ θέρους ὅλου παρέμενεν ἡ γένεσις
τῶν καύσων, καὶ ὡς ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι καὶ οὐ
θανατώδεις ἦσαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου πολλοὶ τῶν ἁλισκομέ-
νων αὐτοῖς ἀπώλοντο. τὸ μὲν οὖν ἄχρι πολλοῦ τοὺς καύσους ἐπι-
εικεῖς γενέσθαι λόγον ἔχειν εἰκότα φαίνεται· μέτριοι γὰρ ἐγίνοντο,
καθάπερ οἱ ἐν τῇ πρὸ ταύτης καταστάσει, καὶ οὐκ ἀκριβεῖς, ὡς ἂν
οὔθ' ὑπὸ | θερμῆς ἀκριβῶς καὶ ξηρᾶς καταστάσεως ἀποτελεσθέντες
οὔτε μὴν πάσαις ἐπισυμβάντες κράσεσιν, ἀλλὰ μόνον ταῖς τὸ χολῶ
Plato Phil., Ion “Platonis opera, vol. 3”, Ed. Burnet, [Link]: Clarendon
Press, 1903, Repr. [Link] σε. 530, section d, γρ. 1
τῷ ἀρίστῳ καὶ θειοτάτῳ τῶν ποιητῶν, καὶ τὴν τούτου διά-
νοιαν ἐκμανθάνειν, μὴ μόνον τὰ ἔπη, ζηλωτόν ἐστιν. οὐ
γὰρ ἂν γένοιτό ποτε ἀγαθὸς ῥαψῳδός, εἰ μὴ συνείη τὰ
λεγόμενα ὑπὸ τοῦ ποιητοῦ. τὸν γὰρ ῥαψῳδὸν ἑρμηνέα δεῖ
τοῦ ποιητοῦ τῆς διανοίας γίγνεσθαι τοῖς ἀκούουσι· τοῦτο δὲ
καλῶς ποιεῖν μὴ γιγνώσκοντα ὅτι λέγει ὁ ποιητὴς ἀδύνατον.
ταῦτα οὖν πάντα ἄξια ζηλοῦσθαι.
{ΙΩΝ.} Ἀληθῆ λέγεις, ὦ Σώκρατες· ἐμοὶ γοῦν τοῦτο
πλεῖστον ἔργον παρέσχεν τῆς τέχνης, καὶ οἶμαι κάλλιστα
ἀνθρώπων λέγειν περὶ Ὁμήρου, ὡς οὔτε Μητρόδωρος ὁ
Λαμψακηνὸς οὔτε Στησίμβροτος ὁ Θάσιος οὔτε Γλαύκων
οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων ἔσχεν εἰπεῖν οὕτω
πολλὰς καὶ καλὰς διανοίας περὶ Ὁμήρου ὅσας ἐγώ.
{ΣΩ.} Εὖ λέγεις, ὦ Ἴων· δῆλον γὰρ ὅτι οὐ φθονήσεις
μοι ἐπιδεῖξαι.
190
{ΙΩΝ.} Καὶ μὴν ἄξιόν γε ἀκοῦσαι, ὦ Σώκρατες, ὡς εὖ
κεκόσμηκα τὸν Ὅμηρον· ὥστε οἶμαι ὑπὸ Ὁμηριδῶν ἄξιος
εἶναι χρυσῷ στεφάνῳ στεφανωθῆναι.
{ΣΩ.} Καὶ μὴν ἐγὼ ἔτι ποιήσομαι σχολὴν ἀκροάσασθαί
σου, νῦν δέ μοι τοσόνδε ἀπόκριναι· πότερον περὶ Ὁμήρου
μόνον δεινὸς εἶ ἢ καὶ περὶ Ἡσιόδου καὶ Ἀρχιλόχου;
Στησίμβροτος Στησίμβροτος: Θάσιος συγγραφέας και σοφιστής, που έζησε στην Αθήνα στους
χρόνους του Κίμωνα. Έγραψε εναντίον του Περικλή και άλλων δημοσίων αντρών.
Stesimbrotos of Thasos (Ancient Greek: Στησίμβροτος; c. 470 BC – c. 420 BC), doubtless raised
at Thasos, was a sophist, a rhapsode and logographer, a writer ...
Διόδωρος Σικελός Ιστορική βιβλιοθήκη (lib. 1-20) Book 11, chapter
70, section 1, γρ. 5
Ἀρταξέρξης καὶ τὸν φονέα τοῦ πατρὸς τετιμωρημένος
παρέλαβε τὴν τῶν Περσῶν βασιλείαν. Ξέρξης μὲν
οὖν τὸν εἰρημένον τρόπον ἐτελεύτησε, βασιλεύσας
τῶν Περσῶν ἔτη πλείω τῶν εἴκοσι, τὴν δὲ ἀρχὴν
διαδεξάμενος ὁ Ἀρταξέρξης ἐβασίλευσεν ἔτη τεττα-
ράκοντα.
Ἐπ' ἄρχοντος δ' Ἀθήνησιν Ἀρχεδημίδου Ῥωμαῖοι
μὲν κατέστησαν ὑπάτους Αὖλον Οὐεργίνιον καὶ
Τίτον Μινούκιον, ὀλυμπιὰς δ' ἤχθη ἑβδομηκοστὴ
καὶ ἐνάτη, καθ' ἣν ἐνίκα στάδιον Ξενοφῶν Κορίν-
θιος. ἐπὶ δὲ τούτων ἀποστάντες Θάσιοι ἀπὸ Ἀθη-
ναίων, μετάλλων ἀμφισβητοῦντες, ἐκπολιορκηθέντες
ὑπὸ τῶν Ἀθηναίων ἠναγκάσθησαν πάλιν ὑπ' ἐκεί-
νους τάττεσθαι. ὁμοίως δὲ καὶ Αἰγινήτας ἀποστάν-
τας Ἀθηναῖοι χειρωσόμενοι τὴν Αἴγιναν πολιορκεῖν
ἐπεχείρησαν· αὕτη γὰρ ἡ πόλις τοῖς κατὰ θάλατταν
ἀγῶσι πολλάκις εὐημεροῦσα φρονήματός τε πλήρης
ἦν καὶ χρημάτων καὶ τριήρων εὐπορεῖτο, καὶ τὸ
σύνολον ἀλλοτρίως ἀεὶ διέκειτο πρὸς Ἀθηναίους.
διόπερ στρατεύσαντες ἐπ' αὐτὴν τὴν χώραν ἐδῄωσαν,
καὶ τὴν Αἴγιναν πολιορκοῦντες ἔσπευδον ἑλεῖν κατὰ
Διόδωρος Σικελός Ιστορική βιβλιοθήκη (lib. 1-20)
Book 12, chapter 68, section 4, γρ. 3
Ἅγνωνος ἡγουμένου. περιμαχήτου δ' αὐτῆς πολλά-
191
κις γεγενημένης, ἔσπευδεν ὁ Βρασίδας κύριος γενέ-
σθαι τῆς πόλεως. διὸ καὶ στρατεύσας ἐπ' αὐτὴν
ἀξιολόγῳ δυνάμει, καὶ στρατοπεδεύσας πλησίον τῆς
γεφύρας, τὸ μὲν πρῶτον εἷλε τὸ προάστειον τῆς
πόλεως, τῇ δ' ὑστεραίᾳ καταπληξάμενος τοὺς Ἀμφι-
πολίτας παρέλαβε τὴν πόλιν καθ' ὁμολογίαν, ὥστ'
ἐξεῖναι τῷ βουλομένῳ τὰ ἑαυτοῦ λαβόντα ἀπελθεῖν
ἐκ τῆς πόλεως. εὐθὺς δὲ καὶ τῶν πλησιοχώρων
πόλεων πλείονας προσηγάγετο, ἐν αἷς ἦσαν ἀξιολο-
γώταται Οἰσύμη καὶ Γαληψός, ἀμφότεραι Θασίων
ἄποικοι, καὶ Μύρκινον, Ἠδωνικὸν πολισμάτιον.
ἐπεβάλετο δὲ καὶ ναυπηγεῖσθαι τριήρεις πλείους
ἐπὶ τῷ Στρυμόνι ποταμῷ, καὶ στρατιώτας ἔκ τε
Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων συμμάχων μετε-
πέμπετο. κατεσκεύαζε δὲ καὶ πανοπλίας πολλάς, καὶ
τοῖς ἀόπλοις τῶν νέων ἀνεδίδου ταύτας, καὶ βελῶν
καὶ σίτου καὶ τῶν ἄλλων ἁπάντων παρασκευὰς
ἐποιεῖτο. ὡς δ' αὐτῷ πάντα παρεσκεύαστο, ἀνέζευ-
ξεν ἐκ τῆς Ἀμφιπόλεως μετὰ τῆς δυνάμεως, καὶ
παραγενόμενος εἰς τὴν καλουμένην Ἀκτὴν
Διόδωρος Σικελός Ιστορική βιβλιοθήκη (lib. 1-20)
Book 16, chapter 3, section 7, γρ. 1
ελθὼν τῇ πόλει παρεκάλει τοὺς ἐν ταῖς Αἰγαῖς προς-
δέξασθαι τὴν κάθοδον καὶ γενέσθαι τῆς αὐτοῦ βασι-
λείας ἀρχηγούς. οὐδενὸς δ' αὐτῷ προσέχοντος ὁ μὲν
ἀνέκαμπτεν εἰς τὴν Μεθώνην, ὁ δὲ Φίλιππος ἐπι-
φανεὶς μετὰ στρατιωτῶν καὶ συνάψας μάχην πολλοὺς
μὲν ἀνεῖλε τῶν μισθοφόρων, τοὺς δὲ λοιποὺς εἴς τινα
λόφον καταφυγόντας ὑποσπόνδους ἀφῆκεν, λαβὼν παρ'
αὐτῶν ἐκδότους τοὺς φυγάδας.
Φίλιππος μὲν οὖν ταύτην πρώτην μάχην νικήσας
εὐθαρσεστέρους ἐποίησε τοὺς Μακεδόνας πρὸς τοὺς
ἐφεξῆς ἀγῶνας. ἅμα δὲ τούτοις πραττομένοις Θάσιοι
μὲν ᾤκισαν τὰς ὀνομαζομένας Κρηνίδας, ἃς ὕστερον
ὁ βασιλεὺς ἀφ' ἑαυτοῦ ὀνομάσας Φιλίππους ἐπλήρωσεν
οἰκητόρων. τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος τὴν
ἀρχὴν τῶν περὶ Φίλιππον ἱστοριῶν ἐντεῦθεν ποιησά-
μενος γέγραφεν βύβλους ὀκτὼ πρὸς ταῖς πεντήκοντα,
ἐξ ὧν πέντε διαφωνοῦσιν.
192
Pseudo-Λουκιανός Amores “Lucian, vol. 8”, Ed. Macleod,
[Link], Mass.: Harvard University Press, [Link] 27, γρ. 10
ἢ Σιδωνίας ὑέλου διαφεγγέστερον ἀπαστράπτει.
τί δ' οὐχὶ τῶν ἡδονῶν καὶ τὰς ἀντιπαθεῖς
μεταδιωκτέον, ἐπειδὰν ἐξ ἴσου τοῖς διατιθεῖσιν οἱ
πάσχοντες εὐφραίνωνται; σχεδὸν γὰρ οὐ κατὰ
ταὐτὰ τοῖς ἀλόγοις ζῴοις τὰς μονήρεις διατριβὰς
ἀσμενίζομεν, ἀλλά πως φιλεταίρῳ κοινωνίᾳ συζυγέν-
τες ἡδίω τά τε ἀγαθὰ σὺν ἀλλήλοις ἡγούμεθα καὶ τὰ
δυσχερῆ κουφότερα μετ' ἀλλήλων. ὅθεν εὑρέθη
τράπεζα κοινή· καὶ φιλίας μεσῖτιν ἑστίαν παραθέ-
μενοι γαστρὶ τὴν ὀφειλομένην ἀπομετροῦμεν ἀπό-
λαυσιν, οὐ μόνοι τὸν Θάσιον, εἰ τύχοι, πίνοντες
οἶνον οὐδὲ καθ' αὑτοὺς τῶν πολυτελῶν πιμπλάμενοι
σιτίων, ἀλλὰ δοκεῖ τερπνὸν ἑκάστῳ τὸ μετ' ἄλλου,
καὶ τὰς ἡδονὰς κοινωσάμενοι μᾶλλον εὐφραινόμεθα.
αἱ μὲν γυναικεῖοι σύνοδοι τῆς ἀπολαύσεως ἀντίδοσιν
ὁμοίαν ἔχουσιν· ἀλλήλους γὰρ ἐξ ἴσου διαθέντες
ἡδέως ἀπηλλάγησαν, εἴ γε μὴ δικαστῇ Τειρεσίᾳ
προσεκτέον, ὅτι ἡ θήλεια τέρψις ὅλῃ μοίρᾳ πλεονεκ-
τεῖ τὴν ἄρρενα. καλὸν δ' οἶμαι, μὴ φιλαύτως
ἀπολαῦσαι θελήσαντας, ὅπως ἰδίᾳ τι χρηστὸν
ἀποίσονται σκοπεῖν ὅλην παρά του λαμβάνοντας
Λουκιανός Quomodo historia conscribenda sit (0062: 053)
“Lucian, vol. 6”, Ed. Kilburn, [Link], Mass.: Harvard University
Press, 1959, Repr. [Link] 35, γρ. 9
Κόνωνος Τίτορμον ἢ ἀπὸ Λεωτροφίδου Μίλωνα
ἐξεργάσασθαι.
Ἀλλὰ ποῦ τὸ τῆς τέχνης καὶ τὸ τῆς συμβουλῆς
χρήσιμον; οὐκ ἐς ποίησιν τῶν προσόντων, ἀλλ' ἐς
χρῆσιν αὐτῶν τὴν προσήκουσαν. οἷόν τι ἀμέλει
καὶ Ἴκκος καὶ Ἡρόδικος καὶ Θέων καὶ εἴ τις
ἄλλος γυμναστὴς ὑπόσχοιντο ἄν σοι οὐ τὸν
Περδίκκαν παραλαβόντες – εἰ δὴ οὗτός ἐστιν ὁ
τῆς μητρυιᾶς ἐρασθεὶς καὶ διὰ ταῦτα κατεσκληκώς,
ἀλλὰ μὴ Ἀντίοχος ὁ τοῦ Σελεύκου – ἀποφαίνειν
ὈλυμπιοΝίκην καὶ Θεαγένει τῷ Θασίῳ ἢ Πολυδάμαντι τῷ Σκοτουσσαίῳ
ἀντίπαλον, ἀλλὰ τὴν
193
δοθεῖσαν ὑπόθεσιν εὐφυᾶ πρὸς ὑποδοχὴν τῆς
γυμναστικῆς παρὰ πολὺ ἀμείνω ἀποφαίνειν μετὰ
τῆς τέχνης. ὥστε ἀπέστω καὶ ἡμῶν τὸ ἐπίφθονον
τοῦτο τῆς ὑποσχέσεως εἰ τέχνην φαμὲν ἐφ' οὕτω
μεγάλῳ καὶ χαλεπῷ τῷ πράγματι εὑρηκέναι· οὐ
γὰρ ὁντινοῦν παραλαβόντες ἀποφαίνειν συγγραφέα
φαμέν, ἀλλὰ τῷ φύσει συνετῷ καὶ ἄριστα πρὸς
λόγους ἠσκημένῳ ὑποδείξειν ὁδούς τινας ὀρθάς
(εἰ δὴ τοιαῦται φαίνονται) αἷς χρώμενος θᾶττον
Σκύλαξ περιηγητής Periplus Scylacis (0065: 001)“Geographi Graeci
minores, vol. 1”, Ed. Müller, [Link]: Didot, 1855, Repr. [Link]
67, γρ. 5
... Ἑλληνὶς, Ἀρέθουσα Ἑλληνὶς, Βολβὴ λίμνη,
Ἀπολλωνία Ἑλληνίς. Εἰσὶ δὲ καὶ ἄλλαι Μακεδονίας
ἐν μεσογείᾳ πολλαί. Ἔστι δὲ κολπώδης· παράπλους
δὲ περὶ τοὺς κόλπους δύο ἡμερῶν. Μετὰ δὲ Μακεδο-
νίαν Στρυμὼν ποταμός· οὗτος ὁρίζει Μακεδονίαν καὶ
Θρᾴκην.
ΘΡΑιΚΗ. Διήκει δὲ ἡ Θρᾴκη ἀπὸ Στρυμόνος
ποταμοῦ μέχρι Ἴστρου ποταμοῦ τοῦ ἐν τῷ Εὐξείνῳ
Πόντῳ. Εἰσὶ δὲ ἐν Θρᾴκῃ πόλεις Ἑλληνίδες αἵδε·
Ἀμφίπολις, Φάγρης, Γαληψὸς, Οἰσύμη καὶ ἄλλα
ἐμπόρια Θασίων. Κατὰ ταῦτά ἐστι Θάσος νῆσος καὶ
πόλις καὶ λιμένες δύο· τούτων ὁ εἷς κλειστός. Ἐπάν-
ειμι δὲ πάλιν ὅθεν ἐξετραπόμην. Νεάπολις, κατὰ
ταύτην Δάτον πόλις Ἑλληνὶς, ἣν ᾤκισε Καλλίστρατος
Ἀθηναῖος, καὶ ποταμὸς Νέστος, Ἄβδηρα πόλις, Κού-
δητος ποταμὸς καὶ πόλεις Δίκαια καὶ Μαρώνεια.
Κατὰ ταῦτα Σαμοθρᾴκη νῆσος καὶ λιμήν. Κατὰ
ταύτην ἐν τῇ ἠπείρῳ ἐμπόρια Δρῦς, Ζώνη, ποταμὸς
Ἕβρος καὶ ἐπ' αὐτῷ τεῖχος Δουρίσκος, Αἶνος πόλις
καὶ λιμὴν, τείχη Αἰνίων ἐν τῇ Θρᾴκῃ, Μέλας κόλπος,
Μέλας ποταμὸς, Δερὶς ἐμπόριον, Κῶβρυς ἐμπόριον
Σκύλαξ περιηγητής Σωζόμενα (0065: 002)“FGrH #709”.Τομ. -
Jacobyʹ-T 3c,709,T, fragment 6, γρ. 8
nobili natus Sige,Rhodoque Bacoris (V) ortus, Euctemon (V) quoque
popularis urbis Atticae, Siculus Cleon (V),Herodotus ipse Thurius, tum
qui decusmagnum loquendi est Atticus Thucydides.
MARCIAN. Epit. Peripl. Menipp. 2: γράφω δὲ ταῦτα πολλοῖς μὲν
194
ἐντυχὼν
περίπλοις ..... οἱ γὰρ δὴ δοκοῦντες ταῦτα μετὰ λόγων ἐξητακέναι
Τιμοσθένης ὁ
Ῥόδιός (V) ἐστιν, ἀρχικυβερνήτης τοῦ δευτέρου Πτολεμαίου γεγονώς,
καὶ μετ' ἐκεῖνον
Ἐρατοσθένης (V) ..., πρὸς δὲ τούτοις Πυθέας τε ὁ Μασσαλιώτης (V) καὶ
Ἰσίδωρος ὁ
Χαρακηνὸς (781) καὶ Σώσανδρος ὁ κυβερνήτης ὁ τὰ κατὰ τὴν Ἰνδικὴν
γράψας (714)
Σιμμέας τε (V) ὁ τῆς οἰκουμένης ἐνθεὶς τὸν περίπλουν, ἔτι μὴν Ἀπελλᾶς
ὁ Κυρηναῖος (V) καὶ Εὐθυμένης ὁ Μασσαλιώτης (V) καὶ Φιλέας ὁ
Ἀθηναῖος (V) καὶ Ἀνδροσθένης ὁ Θάσιος (711) καὶ Κλέων ὁ Σικελιώτης
(V) Εὔδοξός τε ὁ Ῥόδιος (79 T 2) καὶ Ἄννων ὁ Καρχηδόνιος (V), οἱ μὲν
μερῶν τινων, οἱ δὲ τῆς ἐντὸς πάσης θαλάττης, οἱ δὲ τῆς ἐκτὸς
περίπλουν ἀναγράψαντες. οὐ μὴν ἀλλὰ καὶ Σκύλαξ ὁ Καρυανδεὺς καὶ †
Βωτθαῖος· οὗτοι δὲ ἑκάτεροι διὰ τῶν ἡμερησίων πλῶν, οὐ διὰ τῶν
σταδίων τὰ διαστήματα τῆς θαλάσσης ἐδήλωσαν. καὶ ἕτεροι δὲ πλείους
εἰσίν, οὓς περιττὸν οἶμαι καταριθμεῖν.
Σκύμνος γεωγράφος Ad Nicomedem regem, vv. 1–980 (sub titulo
Orbis descriptio) (0068: 001)“Geographi Graeci minores, vol. 1”, Ed.
Müller, [Link]: Didot, 1855, Repr. 1965.Γρ. 657
Ἄκανθός ἐστιν, Ἀνδρίων ἀποικία,
παρ' ἣν διῶρυξ δείκνυται τετμημένη
ἑπταστάδιος· Ξέρξην δὲ λέγετ' αὐτὴν τεμεῖν·
εἶτ' Ἀμφίπολις. Στρυμὼν δὲ παρὰ ταύτην μέγας
ποταμὸς παραρρεῖ μέχρι θαλάττης φερόμενος
κατὰ τοὺς λεγομένους κεῖσε Νερῄδων χορούς·
ἐφ' οὗ κατὰ μεσόγειον Ἀντιφάνους πατρίς
κεῖται λεγομένη Βέργα, τοῦ δὴ γεγραφότος
ἄπιστον ἱστορίας τε μυθικῆς γέλων.
Μετ' Ἀμφίπολιν δ' ἡ πρότερον Οἰσύμη πόλις
Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων,
ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη.
Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος,
ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος,
ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου
ἐκ τῆς Ἀσίας διαβάντες· ἔλαβε δ' ἡ Θάσος
ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ', ὡς καὶ νῦν ἔχει.
Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ
Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι.
195
Τῶν δ' ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις
Ἄβδηρ', ἀπ' Ἀβδήρου μὲν ὠνομασμένη
Dionysius Geogr., Per Bosporum navigatio (0083: 003)“Dionysii
Byzantii anaplus Bospori una cum scholiis x saeculi, 2nd edn.”, Ed.
Güngerich, [Link]: Weidmann, [Link] 48, γρ. 5
καὶ βωμὸς Ἀπόλλωνος· ἡ δ' ἀκτὴ προμήκης καὶ πᾶσα τοῖς ἀφ'
ἑσπέρας καὶ μεσημβρίας πνεύμασιν ἐπίδρομος. μετὰ τοῦθ' οἱ Ῥοδίων
Περίβολοι, καθ' ὧν ἀναπτόμενοι τὰ πείσματα Ῥόδιοι τοῖς περὶ τῆς
θαλάσσης σφίσι διαμφισβητοῦσιν ἐφώρμουν· τούτων οἱ μὲν εἰς ἡμᾶς
ἔτι σώζονται λίθοι τρητοὶ νεῶν ἀπόδεσμοι, προὔπεσον δ' οἱ πλείους
ὑπὸ τοῦ χρόνου.
Τούτοις ἕπεται τὸ καλούμενον Ἀρχεῖον(?)· αὐτὸ μὲν πεδίον ἐπι-
εικῶς εὔγειον καὶ φιλάμπελον ἑκατέρωθέν τε τοῖς ἐπανισταμένοις
καὶ προπίπτουσιν ἐπὶ τὴν θάλατταν λόφοις συγκλειόμενον· διὰ μέσου
δ' αὐτοῦ κάτεισι ποταμὸς εἰς μαλακὴν καὶ βαθεῖαν ᾐόνα· τοῦτ' ᾤκισεν
Ἀρχίας Θάσιος - 93-62 B.C. Ἀρχίας (Table P-. PZ38) ...(Χρονογραφίαι); De vetere
comoedia (Περὶ τῆς ἀρχαίας ...Hegemon, of Thasus, 5th century B.C. Ἡγήμων ὁ Θάσιος. -
Ἀριστωνύμου παῖς καὶ πόλιν ἐν αὐτῷ κτίζειν ἠξί-
ωσεν· ἀλλὰ γὰρ ὑπὸ Χαλκηδονίων εἴργεται, δεδιότων ἐπ' αὐτοῖς
οἰκισθῆναι τὸ χωρίον· Ἀρχίας μὲν δὴ μεταναστὰς Αἶνον οἰκίζεται,
τῷ τόπῳ δ' ἀπολείπει τοὔνομα.
Μετὰ δὲ τὸ Ἀρχεῖον πολὺς καὶ εἰς βάθος διερρωγὼς ἐπανί-
σταται κρημνός· προπίπτων δὲ τῇ τῆς ἄκρας ὑπεροχῇ, πρῶτος
ἀθρόαν ἐκδέχεται τοῦ πελάγους τὴν ὕβριν ῥοώδει κοπτόμενος θαλάσσῃ.
κατὰ κορυφὴν δ' αὐτοῦ Γέρων Ἅλιος ἵδρυται· τοῦτον οἱ μὲν Νηρέα
φασίν, οἱ δὲ Φόρκυν, ἄλλοι δὲ Πρωτέα, τινὲς δὲ πατέρα Σημύστρας,
οἱ δ' Ἰάσονι καὶ τοῖς σὺν αὐτῷ φραστῆρα τοῦ πλοῦ καὶ τῆς ἐκβολῆς
τῶν στενῶν ἡγεμόνα γενέσθαι. Λακιάδης (?) δέ τις μάντις Μεγα
Αριστοτέλης Mirabilium auscultationes “Aristotelis opera, vol. 2”, Ed.
Bekker, [Link]: Reimer, 1831, Repr. [Link] σε. 839b, γρ. 7
καὶ τιμῶνται καθ' ὑπερβολὴν ὑπὸ τῶν περιοίκων θυσίαις
ἐπιμελῶς· ὧν καὶ τὰ ὀνόματα μνημονεύοντες καλοῦσι τὴν
μὲν Παρθενόπην, τὴν δὲ Λευκωσίαν, τὴν δὲ τρίτην Λίγειαν.
Λέγεται δὲ μεταξὺ τῆς Μεντορικῆς καὶ τῆς Ἰστριανῆς
ὄρος τι εἶναι τὸ καλούμενον Δέλφιον, ἔχον λόφον ὑψηλόν.
ἐπὶ τοῦτον τὸν λόφον ὅταν ἀναβαίνωσιν οἱ Μέντορες οἱ ἐπὶ
τοῦ Ἀδρίου οἰκοῦντες, ἀποθεωροῦσιν, ὡς ἔοικε, τὰ εἰς τὸν Πόν-
196
τον εἰσπλέοντα πλοῖα. εἶναι δὲ καί τινα τόπον ἐν τοῖς
ἀνὰ μέσον διαστήμασιν, εἰς ὃν ἀγορᾶς κοινῆς γινομένης
πωλεῖσθαι παρὰ μὲν τῶν ἐκ τοῦ Πόντου ἐμπόρων ἀναβαι-
νόντων τὰ Λέσβια καὶ Χῖα καὶ Θάσια, παρὰ δὲ τῶν ἐκ
τοῦ Ἀδρίου τοὺς Κερκυραϊκοὺς ἀμφορεῖς.
Φασὶ δὲ καὶ τὸν Ἴστρον ῥέοντα ἐκ τῶν Ἑρκυνίων κα-
λουμένων δρυμῶν σχίζεσθαι, καὶ τῇ μὲν εἰς τὸν Πόντον
ῥεῖν, τῇ δὲ εἰς τὸν Ἀδρίαν ἐκβάλλειν. σημεῖον δὲ οὐ μόνον
ἐν τοῖς νῦν καιροῖς ἑωράκαμεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀρχαίων
μᾶλλον, οἷον τὰ ἐκεῖ ἄπλωτα εἶναι· καὶ γὰρ Ἰάσονα τὸν
μὲν εἴσπλουν κατὰ Κυανέας, τὸν δὲ ἐκ τοῦ Πόντου ἔκπλουν
κατὰ τὸν Ἴστρον ποιήσασθαί φασι· καὶ φέρουσιν ἄλλα τε
τεκμήρια οὐκ ὀλίγα, καὶ κατὰ μὲν τὴν χώραν βωμοὺς
ὑπὸ τοῦ Ἰάσονος ἀνακειμένους δεικνύουσιν,
Αριστοτέλης Poetica Bekker σε. 1448a, γρ. 12
δὲ τούτους ἢ σπουδαίους ἢ φαύλους εἶναι (τὰ γὰρ ἤθη σχεδὸν
ἀεὶ τούτοις ἀκολουθεῖ μόνοις, κακίᾳ γὰρ καὶ ἀρετῇ τὰ ἤθη
διαφέρουσι πάντες), ἤτοι βελτίονας ἢ καθ' ἡμᾶς ἢ χείρονας
ἢ καὶ τοιούτους, ὥσπερ οἱ γραφεῖς· Πολύγνωτος μὲν γὰρ
κρείττους, Παύσων δὲ χείρους, Διονύσιος δὲ ὁμοίους εἴκαζεν.
δῆλον δὲ ὅτι καὶ τῶν λεχθεισῶν ἑκάστη μιμήσεων ἕξει
ταύτας τὰς διαφορὰς καὶ ἔσται ἑτέρα τῷ ἕτερα μιμεῖσθαι
τοῦτον τὸν τρόπον. καὶ γὰρ ἐν ὀρχήσει καὶ αὐλήσει καὶ
κιθαρίσει ἔστι γενέσθαι ταύτας τὰς ἀνομοιότητας, καὶ [τὸ]
περὶ τοὺς λόγους δὲ καὶ τὴν ψιλομετρίαν, οἷον Ὅμηρος μὲν
βελτίους, Κλεοφῶν δὲ ὁμοίους, Ἡγήμων δὲ ὁ Θάσιος ὁ τὰς
παρῳδίας ποιήσας πρῶτος καὶ Νικοχάρης ὁ τὴν Δειλιάδα
χείρους· ὁμοίως δὲ καὶ περὶ τοὺς διθυράμβους καὶ περὶ τοὺς
νόμους, ὥσπερ †γᾶς† Κύκλωπας Τιμόθεος καὶ Φιλόξενος
μιμήσαιτο ἄν τις. ἐν αὐτῇ δὲ τῇ διαφορᾷ καὶ ἡ τραγῳ-
δία πρὸς τὴν κωμῳδίαν διέστηκεν· ἡ μὲν γὰρ χείρους ἡ δὲ
βελτίους μιμεῖσθαι βούλεται τῶν νῦν.
Ἔτι δὲ τούτων τρίτη διαφορὰ τὸ ὡς ἕκαστα τούτων
μιμήσαιτο ἄν τις. καὶ γὰρ ἐν τοῖς αὐτοῖς καὶ τὰ αὐτὰ
μιμεῖσθαι ἔστιν ὁτὲ μὲν ἀπαγγέλλοντα, ἢ ἕτερόν τι γιγνό-
μενον ὥσπερ Ὅμηρος ποιεῖ ἢ ὡς τὸν αὐτὸν καὶ μὴ...
Αριστοτέλης Poetica Bekker σε. 1461a, γρ. 22
κας· καὶ τὸν Δόλωνα, “ὅς ῥ' ἦ τοι εἶδος μὲν ἔην κακός”,
197
οὐ τὸ σῶμα ἀσύμμετρον ἀλλὰ τὸ πρόσωπον αἰσχρόν, τὸ γὰρ
εὐειδὲς οἱ Κρῆτες τὸ εὐπρόσωπον καλοῦσι· καὶ τὸ “ζωρό-
τερον δὲ κέραιε” οὐ τὸ ἄκρατον ὡς οἰνόφλυξιν ἀλλὰ τὸ
θᾶττον. τὸ δὲ κατὰ μεταφορὰν εἴρηται, οἷον “πάντες μέν
ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι”· ἅμα δέ φησιν
“ἦ τοι ὅτ' ἐς πεδίον τὸ Τρωικὸν ἀθρήσειεν, αὐλῶν συρίγγων
τε ὅμαδον”· τὸ γὰρ πάντες ἀντὶ τοῦ πολλοί κατὰ μετα-
φορὰν εἴρηται, τὸ γὰρ πᾶν πολύ τι. καὶ τὸ “οἴη δ' ἄμμο-
ρος” κατὰ μεταφοράν, τὸ γὰρ γνωριμώτατον μόνον. κατὰ δὲ
προσῳδίαν, ὥσπερ Ἱππίας ἔλυεν ὁ Θάσιος, τὸ “δίδομεν δέ οἱ
εὖχος ἀρέσθαι” καὶ “τὸ μὲν οὗ καταπύθεται ὄμβρῳ”. τὰ δὲ
διαιρέσει, οἷον Ἐμπεδοκλῆς “αἶψα δὲ θνήτ' ἐφύοντο τὰ πρὶν
μάθον ἀθάνατ' εἶναι ζωρά τε πρὶν κέκρητο”. τὰ δὲ ἀμφιβολίᾳ,
“παρῴχηκεν δὲ πλέω νύξ·” τὸ γὰρ πλείω ἀμφίβολόν ἐστιν.
τὰ δὲ κατὰ τὸ ἔθος τῆς λέξεως. τὸν κεκραμένον οἶνόν φασιν
εἶναι, ὅθεν πεποίηται “κνημὶς νεοτεύκτου κασσιτέροιο”·
καὶ χαλκέας τοὺς τὸν σίδηρον ἐργαζομένους, ὅθεν εἴρηται
ὁ Γανυμήδης Διὶ οἰνοχοεύειν, οὐ πινόντων οἶνον. εἴη δ' ἂν
τοῦτό γε καὶ κατὰ μεταφοράν. δεῖ δὲ καὶ ὅταν ὄνομά
τι ὑπεναντίωμά τι δοκῇ σημαίνειν,
Αριστοτέλης Σωζόμενα (0086: 055)“FGrH #646”.Τομ. -Jacobyʹ-T
3c,646,T, fragment 2b, γρ. 20
.... οἱ πάλαι δὲ βασιλεῖς οὐ πάνυ ἐφρόντισαν τῶν τοιούτων, καίπερ οἰκεῖοι
σοφίας γεγο-
νότες καὶ αὐτοὶ καὶ οἱ ἱερεῖς, μεθ' ὧν ἦν αὐτοῖς ὁ πλείων βίος, ὥστε [καὶ]
θαυμάζειν ἄξιον
καὶ διὰ τοῦτο καὶ διότι Σέσωστρις τὴν Αἰθιοπίαν ἐπῆλθεν ἅπασαν μέχρι
τῆς Κινναμω-
μοφόρου ... Καμβύσης τε ... προῆλθε καὶ μέχρι τῆς Μερόης (673 F 15;
155) ....
θαυμαστὸν οὖν, πῶς ἐκ τῶν τοιούτων ἀφορμῶν οὐ τελέως ἐναργὴς ἦν ἡ
περὶ τῶν ὄμβρων
ἱστορία τοῖς τότε .... εἰ γὰρ ἆρα, τοῦτ' ἐχρῆν ζητεῖν, ὅπερ καὶ νῦν ἔτι
ζητεῖται, τί δήποτε
θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ τῆι Θηβαίδι καὶ τῆι
περὶ Συήνην
οὐ συμπίπτουσιν ὄμβροι· τὸ δ' ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν,
μηδὲ τοιούτων
δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος (87 F 79) εἴρηκε· φησὶ γὰρ
Καλλισθένη
198
(124 F 12) λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν, παρὰ Ἀριστο-
τέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου – τῶν
ἀρχαίων
δὲ φυσικῶν εἷς οὗτος (Vorsokr.5 35) – , ἐκεῖνον δὲ παρ' †ἄλλου, τὸν δὲ
παρ' Ὁμήρου (Od.
δ 477) διιπετέα φάσκοντος τὸν Νεῖλον – »ἂψ δ' εἰς Αἰγύπτοιο διιπετέος
ποταμοῖο».
PROKL. in Plat. Tim. 22 E (I 121, 8 Diehl): Ἐρατοσθένης
δὲ οὐκέτι φησὶν πρόβλημα εἶναι οὐδὲ ζητεῖν χρῆναι περὶ τῆς αὐξήσεως τοῦ
Νείλου,
σαφῶς καὶ ἀφικομένων τινῶν εἰς τὰς τοῦ Νείλου πηγὰς καὶ τοὺς ὄμβρους
τοὺς γιγνομένους
ἑωρακότων, ὥστε κρατύνεσθαι τὴν Ἀριστοτέλους ἀπόδοσιν. JOH.
LYDUS De mens. 4, 107: ἀλλὰ καὶ Θρασυάλκης ὁ Θάσιος τοὺς ἐτησίους
φησὶν ἐξωθεῖν τὸν Νεῖλον· τῆς γὰρ Αἰθιοπίας ὑψηλοῖς παρὰ τὰ καθ' ἡμᾶς
ὄρεσι διεζωσμένης ὑποδεχομένης τε τὰς νεφέλας πρὸς τῶν ἐτησίων
ὠθουμένας, ἐκδιδόναι τὸν Νεῖλον. ὡς καὶ Καλλισθένης ... Ηράκλειτος (540 -
480 π.Χ.) Αλκμαίων ο Κροτωνιάτης (6ος π.Χ. αιώνας) Παρμενίδης ο Ελεάτης (6ος π.Χ.
αιώνας) Θρασυάλκης ο Θάσιος (6ος - 5ος π.Χ. αιώνας)...
Αριστοτέλης Σωζόμενα Τομ. -Jacobyʹ-T 3c,646,T, fragment 2d, γρ. 2
δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος (87 F 79) εἴρηκε· φησὶ γὰρ
Καλλισθένη
(124 F 12) λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν, παρὰ Ἀριστο-
τέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου – τῶν
ἀρχαίων
δὲ φυσικῶν εἷς οὗτος (Vorsokr.5 35) – , ἐκεῖνον δὲ παρ' †ἄλλου, τὸν δὲ
παρ' Ὁμήρου (Od.
δ 477) διιπετέα φάσκοντος τὸν Νεῖλον – »ἂψ δ' εἰς Αἰγύπτοιο διιπετέος
ποταμοῖο».
PROKL. in Plat. Tim. 22 E (I 121, 8 Diehl): Ἐρατοσθένης
δὲ οὐκέτι φησὶν πρόβλημα εἶναι οὐδὲ ζητεῖν χρῆναι περὶ τῆς αὐξήσεως τοῦ
Νείλου,
σαφῶς καὶ ἀφικομένων τινῶν εἰς τὰς τοῦ Νείλου πηγὰς καὶ τοὺς ὄμβρους
τοὺς γιγνομένους
ἑωρακότων, ὥστε κρατύνεσθαι τὴν Ἀριστοτέλους ἀπόδοσιν.
JOH. LYDUS De
mens. 4, 107: ἀλλὰ καὶ Θρασυάλκης ὁ Θάσιος τοὺς ἐτησίους φησὶν
ἐξωθεῖν τὸν Νεῖλον·
τῆς γὰρ Αἰθιοπίας ὑψηλοῖς παρὰ τὰ καθ' ἡμᾶς ὄρεσι διεζωσμένης
ὑποδεχομένης τε τὰς
199
νεφέλας πρὸς τῶν ἐτησίων ὠθουμένας, ἐκδιδόναι τὸν Νεῖλον. ὡς καὶ
Καλλισθένης
ὁ Περιπατητικὸς ἐν τῶι τετάρτωι βιβλίωι τῶν Ἑλληνικῶν (124 F 12) φησιν
ἑαυτὸν
συστρατεύσασθαι Ἀλεξάνδρωι τῶι Μακεδόνι, καὶ γενόμενον ἐπὶ τῆς
Αἰθιοπίας εὑρεῖν τὸν Νεῖλον ἐξ ἀπείρων ὄμβρων κατ' ἐκείνην γενομέ-
νων καταφερόμενον.
Αίλιος Ηρωδιανός καθλική προσωδία (0087: 001)“Grammatici Graeci,
vol. 3.1”, Ed. Lentz, [Link]: Teubner, 1867, Repr. [Link]+τομ.
3,1, σε. 120, γρ. 11
εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου· οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφο-
κλῆς. Συρακόσσιος διὰ δύο σσ καὶ διὰ τοῦ ο, δημόσιος, δια-
πρύσιος, διακόσιοι, τριακόσιοι, πεντακόσιοι, Ὑπάτιος,
Εὐστράτιος, Ἀέτιος, Φιλοίτιος, Μενοίτιος, ὑστάτιος, ὁσσά-
τιος, Μελέτιος, Ἀχερόντιος, Ἀθανάσιος, Θριάσιος, Τιθρά-
σιος, Ἀναγυράσιος ἀπὸ Ἀναγυροῦντος δήμου. ἐζήτηται δὲ πῶς
ἔχει τὸ α, ἔδει γὰρ ὡς Ῥαμνούσιος. ἀλλ' ἔοικε τὸ ρ αἴτιον εἶναι, φι-
ληδοῦν τῇ συντάξει τοῦ α. Ἄσιος ὁ Ζεὺς παρὰ Ἄσον πολίχνιον Κρή-
της. Αὐγάσιος ἔθνος Μασσαγετῶν. Στράβων ἑνδεκάτῃ (p. 513). Βου-
πράσιος. θαυμάσιος καὶ Θαυμάσιος ἔθνος Ἀρκαδίας. Θηράσιος,
Θάσιος, Ἰάσιος, Ἰμβράσιος, Καυκάσιος, Κορυφάσιος, Κρα-
βάσιος, Νικάσιος τὸ ἐθνικὸν καὶ τὸ κύριον. Νυμφάσιος, Ὀρε-
στάσιος, Παρράσιος, Πτελεάσιος, Ταμάσιος, Φυλάσιος, Φλιά-
σιος· οὕτω Λακεδαιμόνιοι τῶν μηνῶν ἕνα καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς
καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιού-
σιος, πλεονασμῷ δὲ τοῦ α Φλιάσιος. Γέσιος κύριον ὄνομα ἐπιχωριά-
ζον ἐν Πέτραις Ἀραβίας. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακή-
σιος καὶ κατὰ συγκοπὴν Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος,
ὡς Μενδήσιος, Ἀκυλήσιος. Ἀλήσιος «οὐ γὰρ Ἀλήσιοί ἐστε» Εὐ-
φορίων. Ἁλοννήσιος,
Aelius Herodianus et Pseudo-Herodianus Gramm., Rhet., Περὶ
ὀρθογραφίας Part+τομ. 3,2, σε. 492, γρ. 31
δίκτυον: παρὰ τὸ δικεῖν ὅ ἐστι βάλλειν.
Διομήδεια: ει.
Διόνυσος: οἱ μὲν Διόνυξον αὐτὸν ὀνομάζουσιν, ὅτι σὺν κέρασι
γεννώμενος ἔνυξε τὸν Διὸς μηρὸν ὡς Στησίμβροτος, οἱ δὲ Δεύνυσον.
Ἀνακρέων «πολλὰ δ' ἐρίβρομον Δεύνυσον»· τοῦ ι τραπέντος εἰς ε
γίνεται Δεόνυσος – οὕτω γὰρ οἱ Σάμιοι προφέρουσι – καὶ συναιρέσει
200
Δεύνυσος ὡς Θεόδοτος Θεύδοτος. ἔνιοι φασίν, ὅτι, ἐπειδὴ ἐβασίλευσε
Νύσης, δεῦνον δὲ τὸν βασιλέα λέγουσιν οἱ Ἰνδοί, ὡς Ἰόβας. οἱ δὲ ἀπὸ
τοῦ Διὸς καὶ τῆς Νύσσης τοῦ ὄρους ὀνομάσθαι, ἐπεὶ ἐν τούτῳ ἐγεν-
νήθη, ὡς Πίνδαρος, καὶ ἀνετράφη. οἱ δὲ ἀπὸ τοῦ πολλὰ διανύσαι
καὶ κατορθῶσαι, ὡς Ἀλέξανδρος ὁ Θάσιος. οἱ δὲ ἀπὸ τοῦ δονεύειν
καὶ κινεῖν τὰ σώματα πλεονασμῷ τοῦ ι ὡς πυκνός πυκινός. οἱ δὲ ἀπὸ
τοῦ Διὸς ὑετοῖς κεράννυσθαι ὅ ἐστιν ὕδασιν, ὡς πιθανεύεται
Ἀριστόδημος. δῖος: ι. Διπόλεια: τὸ δι ι κατὰ τὴν ἀρχὴν παρὰ τὴν Διΐ
δοτικήν, κατὰ δὲ τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου, γράφεται δὲ
καὶ Διπόλια (e. g. Arist. Pac. 420). δίς: τρίς τετράκις καὶ τὰ ἑξῆς
ἐπιρρήματα ἀριθμητικὰ διὰ τοῦ ι πάντα. δισσά: διττά.
διφᾶν: ὅ ἐστι ψηλαφᾶν διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἅπτω
Theophrastus Phil., De causis plantarum (lib. 1) “Theophrastus. De
causis plantarum, book one”, Ed. Dengler, [Link]: University
of Pennsylvania Press, [Link] 1, chapter 9, section 1, γρ. 7
δυσαυξῆ καὶ δύστροφα. δεῖ γὰρ μὴ κρατεῖσθαι μηδὲ κωλύεσθαι τὴν
τροφὴν
ὑπὸ τοῦ περιέχοντος· ἐπεὶ καὶ τὸ εὐθυπορεῖν προσδεῖται δυνάμεως καὶ
τῆς κατεργαστικῆς καὶ τῆς ἀπαθοῦς· ἄλλως δ' οὐδὲν ὄφελος. εὐαυξῆ μὲν
οὖν καὶ δυσαυξῆ τοῖς τοιούτοις ἀφοριστέον.
Ἅπαντα δὲ χείρω τὰ ἐκ σπέρματος ὡς ἐπὶ πᾶν ἔν γε τοῖς ἡμέροις
οἷον ῥόα συκῆ ἄμπελος ἀμυγδαλῆ. καὶ γὰρ ὅλως τὰ γένη μεταβάλλει
καὶ ἐξαγριοῦται πολλάκις ἔνια, καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται.
τούτου δ' αἴτιον ἡ ἀσθένεια τῶν σπερμάτων. κρατεῖται γὰρ ὑπὸ τῆς
ἐπιρροῆς πλείονος οὔσης· καὶ ὥσπερ ἄκαρπα γίνεται διὰ πλῆθος τροφῆς
οὐ δυνάμενα πέττειν οὕτως καὶ χείρω γίνεται διὰ τὸ μὴ κρατεῖν. καὶ
διὰ τοῦτο Θάσιοι τὰς ἀμυγδαλᾶς ὅταν προσαυξηθῶσιν ἐνοφθαλμίζουσιν·
ἐκ γὰρ μαλακῶν σκληραὶ γίνονται μετὰ τὴν φυτείαν· εἴη δ' ἂν τοῦτο καὶ
ἐπὶ τῶν ἄλλων ποιεῖν.
ὅσα δ' ἰσχυρὰ τῶν σπερματικῶν ταῦτα διαμένει μᾶλλον ὥσπερ ὅ τε
φοῖνιξ καὶ πεύκη ἡ κωνοφόρος καλουμένη καὶ πίτυς ἡ φθειροφόρος.
ὡσαύτως δὲ καὶ τὰ τῶν ἀγρίων· ἴσως δ' οὐκ ἔχει ταῦτά γε μετάβασιν εἰς
τὸ χεῖρον· ἡ γὰρ ἀγριότης ἔσχατον. ἀλλ' ἡ εὐχυλία καὶ ἡ εὐσαρκία
τούτων πρὸς ἄλληλα γίνεται διὰ τὸν ἀέρα καὶ ἁπλῶς τοὺς τόπους. ἐπεὶ
καὶ τὰ ἥμερα εἰς τοῦτο διαφέρει· δύνανται γάρ τινες χῶραι διατηρεῖν τὰς
φύσεις, αἱ μὲν μέχρι τινός, αἱ δ' ἁπλῶς· αἱ δὲ καὶ μεθίσταναι πρὸς τὸ
βέλτιον καθάπερ εἴρηται περί τε τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ ῥοῶν·
201
Theophrastus Phil., De causis plantarum (lib. 2–6) (0093: 014)
“Theophrasti Eresii opera, quae supersunt, omnia”, Ed. Wimmer, F.
Paris: Didot, 1866, Repr. [Link] 2, chapter 11, section 3, γρ. 11
Οὐ μόνον (δ') οὕτω τὰ ὑπερκαρπήσαντα ἀλλὰ καὶ τὰ
πολυκαρπήσαντα πονεῖ
πολλάκις δὲ καὶ φθείρεται· κενωθὲν γὰρ ἅπαν ἀσθενὲς
ἐν ἀσθενεῖ δὲ καὶ τὸ μὴ ἰσχυρόν· διὰ τοῦτο καὶ τὰ
γεωργούμενα τῶν ἀγεωργήτων θᾶττον γηράσκει καὶ
τὰ βελτίω τῶν χειρόνων καὶ τὰ ἥμερα ὅλως τῶν
ἀγρίων· καίτοι τάχ' ἂν δόξειεν ἄτοπον εἰ τὰ μᾶλλον
τυγχάνοντα θεραπείας· ἀλλ' ἡ θεραπεία πρὸς καρπο-
γονίαν οὐ πρὸς ἰσχύν· αὕτη δὲ ἀναιρεῖ, τὸ δὲ μακρό-
βιον ἐν τῷ ἰσχύειν, ἰσχυρὸν δὲ τὸ πυκνὸν καὶ στέρι-
φον. Ὅθεν καὶ Θάσιοι τὰς γεωργίας ἀπομισθοῦντες
οὐ φροντίζουσι τῶν ἄλλων ἐτῶν ἀλλὰ καὶ βούλονται
κακουργεῖν ὑπὲρ δὲ τοῦ τελευταίου συγγράφονται πρὸς
τὴν αὐτῶν κατάληψιν.
Συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ
τῶν ζώων· καὶ γὰρ τὰ ὅλως εὔτοκα βραχύβια καὶ
τὰ ὑπερτοκήσαντα πολλάκις ἀπόλλυται καὶ μάλιστα
εἴ τι ἀεὶ ὡς τῶν γε συνανθρωπευομένων αἱ ὄρνιθες· αὕτη
τε δὴ βραχυβιότητος αἰτία καὶ ἡ ἐναντία δῆλον ὅτι μα-
κροβιότητος ὥσπερ εἴρηται. Καὶ ὅσα δι' ἀσθένειαν
εὔφθαρτα, μὴ πάντως ὄντα πολύκαρπα ἀλλ' ἔνια καὶ
Zenobius Sophista Paroemiogr., Epitome collectionum Lucilli Tarrhaei
et Didymi
Centuria 3, section 12, γρ. 2
γὰρ καὶ θεοὺς βιάζεται. Καὶ Πλάτων φησὶν, Ἀνάγ-
κην δὲ οὐδὲ θεός ἐστι δυνατὸς βιάζεσθαι.
Δακτύλου ἡμέρα: ἐπὶ τῶν εὐημερούντων. Δά-
κτυλος γάρ τις ἀνὴρ γέγονεν Ἀθηναῖος, μεγίστων λαχὼν
τιμῶν.
Δάτος ἀγαθῶν: πόλεως ὄνομα ἣν ἀπῴκησαν
Θάσιοι· ἐφ' ᾗ καὶ παροιμία ἐλέχθη, Δάτος ἀγαθῶν, ὡς
οὔσης καλλίστης· ἔχει δὲ καὶ χρύσεα μέταλλα καὶ ἔστιν
εὐδαίμων.
Δαφνίνην φορῶ βακτηρίαν: τοῦτο λέγειν εἰ-
ώθασιν οἱ ὑπό τινων ἐπιβουλευόμενοι· παρόσον ἀλεξιφάρ-
μακον ἡ δάφνη.
202
Δι' ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων.
Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην.
Δαυλίαν κορώνην: ἀντὶ τοῦ ἀηδόνα. Δαυλία
δὲ ἐλέχθη διὰ τὸ τὰ περὶ τὸν Τηρέα ἐν Δαυλίδι τῆς
Φωκίδος συστῆναι· οἱ δὲ, ὅτι περὶ τὴν Δαυλίαν κατα-
λαμβανόμεναι αἱ περὶ τὴν Πρόκνην μετέβαλον εἰς ὄρνι-
θας· ἔνιοι δὲ τὴν δασεῖαν ἀκούουσι· δαυλὸν γάρ ἐστι τὸ
δασύ. Τὰ δὲ περὶ τὸν Τηρέα καὶ τὴν Πρόκνην οὕτως
ἔχει· Πανδίων θυγατέρας ἐσχηκὼς δύο,
Στράβων (0099: 001)“Strabonis geographica, 3 vols.”, Ed. Meineke, A.
Leipzig: Teubner, 1877, Repr. [Link] 7, chapter 5, section 9, γρ. 13
ταύτης ὄνομα τοῦτ' ἐστίν, ὁ δ' Ἀδρίας τῆς ἐντὸς μέχρι
τοῦ μυχοῦ, νυνὶ δὲ καὶ τῆς συμπάσης. φησὶ δ' ὁ Θεό-
πομπος τῶν ὀνομάτων τὸ μὲν ἥκειν ἀπὸ ἀνδρὸς ἡγη-
σαμένου τῶν τόπων ἐξ Ἴσσης τὸ γένος, τὸν Ἀδρίαν
δὲ ποταμοῦ ἐπώνυμον γεγονέναι. στάδιοι δ' ἀπὸ τῶν
Λιβυρνῶν ἐπὶ τὰ Κεραύνια μικρῷ πλείους ἢ δισχίλιοι.
Θεόπομπος δὲ τὸν πάντα ἀπὸ τοῦ μυχοῦ πλοῦν ἡμε-
ρῶν ἓξ εἴρηκε, πεζῇ δὲ τὸ μῆκος τῆς Ἰλλυρίδος καὶ
τριάκοντα· πλεονάζειν δέ μοι δοκεῖ. καὶ ἄλλα δ' οὐ
πιστὰ λέγει, τό τε συντετρῆσθαι τὰ πελάγη ... ἀπὸ
τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ Θάσιον ἐν τῷ
Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ πελάγη ἀπό
τινος ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων * τιθείς,
ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ τὸ τὸν
Ἴστρον ἑνὶ τῶν στομάτων εἰς τὸν Ἀδρίαν ἐμβάλλειν.
τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους ἔνια παρακούσματά
ἐστι λαοδογματικά, καθάπερ Πολύβιός φησι καὶ περὶ
αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων.
Τὸν μὲν οὖν παράπλουν ἅπαντα τὸν Ἰλλυρικὸν
σφόδρα εὐλίμενον εἶναι συμβαίνει καὶ ἐξ αὐτῆς τῆς
συνεχοῦς ᾐόνος καὶ ἐκ τῶν πλησίον νήσων, ὑπεναν
Στράβων Book 7a, chapter 1, section 44, γρ. 20
πεινοτέρου τῆς θαλάττης ἱπποκρατούμενον τὸν Ἡρα-
κλέα, ἡνίκα ἦλθεν ἐπὶ τὰς τοῦ Διομήδους ἵππους, διο-
ρύξαι τὴν ᾐόνα καὶ τὴν θάλατταν ἐπαφέντα τῷ πεδίῳ
κρατῆσαι τῶν ἐναντίων. δείκνυται δὲ καὶ τὸ βασίλειον
203
Διομήδους ἀπὸ συμβεβηκότος καλούμενον Καρτερὰ
κώμη διὰ τὴν ἐρυμνότητα. μετὰ δὲ τὴν ἀνὰ μέσον λί-
μνην Ξάνθεια Μαρώνεια καὶ Ἴσμαρος, αἱ τῶν Κικό-
νων πόλεις· καλεῖται δὲ νῦν Ἰσμάρα πλησίον τῆς Μα-
ρωνείας· πλησίον δὲ καὶ ἡ Ἰσμαρὶς ἐξίησι λίμνη· κα-
λεῖται δὲ τὸ ῥεῖθρον ἠδύ ... γειον· αὐτοῦ δὲ καὶ αἱ
Θασίων λεγόμεναι κεφαλαί. Σαπαῖοι δ' εἰσὶν οἱ ὑπερ-
κείμενοι. E. Ὅτι τὰ Τόπειρα ἔστι πρὸς Ἀβδήροις καὶ Μαρω-
νείᾳ. E. Ὅτι Σιντοὶ ἔθνος Θρᾳκικὸν κατῴκει τὴν Δῆμνον
νῆσον· ὅθεν Ὅμηρος Σίντιας αὐτοὺς καλεῖ λέγων
“ἔνθα με Σίντιες ἄνδρες.” Epit.
Ὅτι μετὰ τὸν Νέστον ποταμὸν πρὸς ἀνατολὰς
Ἄβδηρα πόλις, ἐπώνυμος Ἀβδήρου, ὃν οἱ τοῦ Διομή-
δους ἵπποι ἔφαγον· εἶτα Δίκαια πόλις πλησίον, ἧς
ὑπέρκειται λίμνη μεγάλη ἡ Βιστονίς· εἶτα πόλις
Στράβων Book 10, chapter 3, section 20, γρ. 4
παρασχεῖν πρόφασιν τοῖς Πρασίοις ὥστε λέγειν, ὡς
εἶεν Κορύβαντες δαίμονές τινες Ἀθηνᾶς καὶ Ἡλίου
παῖδες. ἔτι δὲ Κρόνου τινές, ἄλλοι δὲ Διὸς καὶ Καλ-
λιόπης φασὶ τοὺς Κορύβαντας τοὺς αὐτοὺς τοῖς Κα-
βείροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σαμοθρᾴκην
καλουμένην πρότερον Μελίτην, τὰς δὲ πράξεις αὐτῶν
μυστικὰς εἶναι.
Ταῦτα δ' οὐκ ἀποδεξάμενος ὁ Σκήψιος ὁ τοὺς μύ-
θους συναγαγὼν τούτους, ὡς μηδενὸς ἐν Σαμοθρᾴκῃ
μυστικοῦ λόγου περὶ Καβείρων λεγομένου, παρατίθη-
σιν ὁμοίως καὶ Στησιμβρότου τοῦ Θασίου δόξαν, ὡς
τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς Καβείροις ἐπιτελοῖτο· κα-
λεῖσθαι δέ φησιν αὐτοὺς ἐκεῖνος ἀπὸ τοῦ ὄρους τοῦ ἐν
τῇ Βερεκυντίᾳ Καβείρου. οἱ δ' Ἑκάτης προπόλους
νομίζουσι τοὺς Κουρῆτας τοὺς αὐτοὺς τοῖς Κορύβα-
σιν ὄντας. φησὶ δὲ πάλιν ὁ Σκήψιος ἐν τῇ Κρήτῃ
τὰς τῆς Ῥέας τιμὰς μὴ νομίζεσθαι μηδὲ ἐπιχωριά-
ζειν, ὑπεναντιούμενος τῷ τοῦ Εὐριπίδου λόγῳ, ἀλλ'
ἐν τῇ Φρυγίᾳ μόνον καὶ τῇ Τρῳάδι, τοὺς δὲ λέγοντας
μυθολογεῖν μᾶλλον ἢ ἱστορεῖν, πρὸς τοῦτο δὲ καὶ τὴν
τῶν τόπων ὁμωνυμίαν συμπρᾶξαι τυχὸν ἴσως αὐτοῖς·
Στράβων Book 16, chapter 3, section 2, γρ. 14
ὥστ' ἐξ Ἁρμόζοντος, τῆς Καρμανίας ἀκρωτηρίου, τῆς
204
Ἀραβίας ἀφορᾶται τὸ ἐν Μάκαις· ἀπὸ δὲ τοῦ στόμα-
τος ἡ ἐν δεξιᾷ παραλία περιφερὴς οὖσα κατ' ἀρχὰς μὲν
ἀπὸ τῆς Καρμανίας πρὸς ἕω μικρόν, εἶτα πρὸς ἄρκτον
νεύει, καὶ μετὰ ταῦτα πρὸς τὴν ἑσπέραν μέχρι Τερη-
δόνος καὶ τῆς ἐκβολῆς τοῦ Εὐφράτου· περιέχει δὲ τήν
τε Καρμανίων παραλίαν καὶ τὴν Περσῶν καὶ Σουσίων
καὶ Βαβυλωνίων ἀπὸ μέρους, ὅσον μυρίων οὖσα στα-
δίων· περὶ ὧν καὶ ἡμεῖς εἰρήκαμεν· τὸ δ' ἐντεῦθεν
ἑξῆς ἐπὶ τὸ στόμα πάλιν ἄλλοι τοσοῦτοι, καθάπερ καὶ
Ἀνδροσθένη λέγειν φησὶ τὸν Θάσιον, τὸν καὶ Νεάρχῳ
συμπλεύσαντα ... καθ' αὑτόν· ὥστε δῆλον ἐκ τού-
των εἶναι διότι μικρὸν ἀπολείπεται τῷ μεγέθει τῆς
κατὰ τὸν Εὔξεινον θαλάττης αὕτη ἡ θάλαττα· λέγειν
δέ φησιν ἐκεῖνον περιπεπλευκότα στόλῳ τὸν κόλπον,
ὅτι ἀπὸ Τερηδόνος ἑξῆς ἐν δεξιᾷ ἔχοντι τὴν ἤπειρον ὁ
παράπλους ἔχει προκειμένην νῆσον Ἴκαρον, καὶ ἱερὸν
Ἀπόλλωνος ἅγιον ἐν αὐτῇ καὶ μαντεῖον Ταυροπόλου.
Παραπλεύσαντι δὲ τῆς Ἀραβίας εἰς δισχιλίους καὶ
τετρακοσίους σταδίους ἐν βαθεῖ κόλπῳ κεῖται πόλις
Γέρρα, Χαλδαίων φυγάδων ἐκ Βαβυλῶνος οἰκούντων
Στράβων Book 17, chapter 1, section 5, γρ. 39
τοῖς τότε, καὶ ταῦτα τῶν ἱερέων φιλοπραγμονέστερον
ἀναφερόντων εἰς τὰ ἱερὰ γράμματα καὶ ἀποτιθεμένων,
ὅσα μάθησιν περιττὴν ἐπιφαίνει. εἰ γὰρ ἄρα, τοῦτ'
ἐχρῆν ζητεῖν ὅπερ καὶ νῦν ἔτι ζητεῖται, τί δή ποτε θέ-
ρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ
τῇ Θηβαΐδι καὶ τῇ περὶ Συήνην οὐ συμπίπτουσιν ὄμ-
βροι· τὸ δ' ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν,
μηδὲ τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος
εἴρηκε. φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων
αἰτίαν τῶν θερινῶν παρὰ Ἀριστοτέλους λαβόντα,
ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρχαίων
δὲ φυσικῶν εἷς οὗτος) ἐκεῖνον δὲ παρ' ἄλλου, τὸν δὲ
παρ' Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον “ἂψ δ'
“εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο.” ἀλλ' ἐῶ ταῦτα
πολλῶν εἰρηκότων ὧν ἀρκέσει δύο μηνῦσαι τοὺς ποιή-
σαντας καθ' ἡμᾶς τὸ περὶ τοῦ Νείλου βιβλίον, Εὔδω-
ρόν τε καὶ Ἀρίστωνα τὸν ἐκ τῶν περιπάτων· πλὴν γὰρ
τῆς τάξεως τά γε ἄλλα καὶ τῇ φράσει καὶ τῇ ἐπιχειρή-
σει ταὐτά ἐστι κείμενα παρ' ἀμφοτέροις. ἐγὼ γοῦν
205
ἀπορούμενος ἀντιγράφων εἰς τὴν ἀντιβολὴν ἐκ θατέ-
ρου θάτερον ἀντέβαλον· πότερος δ' ἦν ὁ τἀλλότρια
Archilochus Eleg., Iamb., Fragmenta “Iambi et elegi Graeci, vol. 1”,
Ed. West, [Link]: Clarendon Press, [Link] 20, γρ. 1
⊗ Αἰσιμίδη, δήμου μὲν ἐπίρρησιν μελεδαίνων
οὐδεὶς ἂν μάλα πόλλ' ἱμερόεντα πάθοι.
Γλαῦκ', ἐπίκουρος ἀνὴρ τόσσον φίλος ἔσκε μάχηται,
πάντα Τύχη καὶ Μοῖρα Περίκλεες ἀνδρὶ δίδωσιν.
πάντα πόνος τεύχει θνητοῖς μελέτη τε βροτείη.
παῖδ' Ἄρεω μιηφόνου.
⊗ “οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει,
οὐδ' εἷλέ πώ με ζῆλος, οὐδ' ἀγαίομαι θεῶν ἔργα, μεγάλης δ' οὐκ ἐρέω
τυραννίδος· ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν.” κλαίω τὰ Θασίων,
οὐ τὰ Μαγνήτων κακά. ἥδε δ' ὥστ' ὄνου ῥάχις ἕστηκεν ὕλης ἀγρίης
ἐπιστεφής, οὐ γάρ τι καλὸς χῶρος οὐδ' ἐφίμερος οὐδ' ἐρατός, οἷος ἀμφὶ
Σίριος ῥοάς.
Archilochus Eleg., Iamb., Απόσπασμα 91, γρ. 44
..]τ̣α Θά̣σ̣ια ̣ ̣[.].......[..].[
ε̣[.].δ̣[.]...ε̣ι̣[....].ε̣α̣.[
σ̣ῶζ̣ ̣ε̣ν̣ η μεθ̣[..]..τ̣[
]α̣τ..φυλ[ –⏑–
τ̣ο.[ ⏑–×–⏑ ]σαι..ι̣...θο̣..υ̣ παρ̣α[ ⏑–
– ]τροφα̣[ ×–⏑– ]εκεμ̣[..]ο.[....]μ̣εν
ωντολα.[ × ]ει̣πε̣ α̣σ̣[...×]ι̣ων̣ ̣ πάϊς Πεισιστράτου
ἄνδρας ..(.)ωλ̣ε̣ῦ̣ν̣τ̣ας αὐλὸν καὶ λύρην ἀνήγαγεν
ἐς Θάσον κ̣υσ ̣ ὶ̣ Θρέϊξιν δῶρ' ἔχων ἀκήρατον
χρυσόν, οἰκείωι δὲ κέρδει ξύν' ἐποίησαν κακά –
τῶν δ' Ἀθηναίη μ̣ά̣χηι ...
Hermippus Comic., Fragmenta “Comicorum Atticorum fragmenta, vol.
1”, Ed. Kock, [Link]: Teubner, [Link] 82, γρ. 3
ἃ τόθ' ἥσθην, ταῦτα νῦν ἀνήδομαι. σὺ δὲ τὴν κεφαλὴν ψάθαλλέ μου.
τὴν κεφαλὴν ὅσην ἔχει. ὅσην κολοκύντην. ἐγώ σου σήμερον
τύπτων τὸ πρόσωπον αἱμορυγχίαν ποιήσω.
ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ' ἀγαθῷ μεμνημένοι
πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον εἰς τὰς ἁλμάδας.
206
Μενδαῖον, τοῦ μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ
στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον
καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
ταῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον
τῶν ἄλλων οἴνων, μετ' ἀμύμονα Χῖον ἄλυπον.
ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσιν,
οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων
ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ' ὑακίνθου.
ὀσμὴ θεσπεσίη κατὰ πᾶν δ' ἔχει ὑψερεφὲς δῶ.
ἀμβροσία καὶ νέκταρ ὁμοῦ τοῦτ' ἐστὶ τὸ νέκταρ.
τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ
τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ' ἐχθροῖς ἐκ Πεπαρήθου.
προδόσει πίνειν
Hermippus Comic., Fragmenta (0252: 002)“Fragmenta comicorum
Graecorum, vol. 2.1”, Ed. Meineke, [Link]: Reimer, 1839, Repr.
[Link] Pho, fragment 2, γρ. 3
ἡ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους.
αὐτὰρ ἀπ' Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα·
ἀνδράποδ' ἐκ Φρυγίας, ἀπὸ δ' Ἀρκαδίας ἐπικούρους.
αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσιν.
τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα
Παφλαγόνες παρέχουσι· τὰ γάρ τ' ἀναθήματα δαιτός.
Φοινίκη καρπὸν φοίνικος καὶ σεμίδαλιν·
Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.
Μενδαίῳ μὲν ἐνουροῦσιν καὶ θεοὶ αὐτοί
στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον
καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον
τῶν ἄλλων οἴνων, μετ' ἀμύμονα Χῖον ἄλυπον.
ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσιν,
οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων
ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ' ὑακίνθου
ὀδμὴ θεσπεσίη, κατὰ πᾶν δ' ἔχει ὑψερεφὲς δῶ
ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ' ἐστὶ τὸ νέκταρ,
Simonides Lyr., Epigrammata (0261: 003); AG 5.159; 6.2, 509.700,
757–758; 10.105; 13.11, 14, 19–20, 26, 28, 30; 16.2–3, 23–24, 26, 60, 82,
204, [Link] 9, epigram 700, γρ. 1
207
Γράψε Πολύγνωτος Θάσιος γένος, Ἀγλαοφῶντος υἱός, περθομένην
Ἰλίου ἀκρόπολιν.
Αίλιος Αριστείδης Ἡρακλῆς (0284: 005)“Aristides, vol. 1”, Ed.
Dindorf, W.
Leipzig: Reimer, 1829, Repr. [Link] σε. 36, γρ. 1
Ἥρας δὲ κηδεία καὶ Ἥβης γάμος ἀρχαῖα λέγειν. τοσοῦ-
τον γὰρ, ὡς ἔοικεν, αὐτῷ τὸ τῆς ῥώμης ἀπεδόθη ὥστε
πάντων θεῶν ἀκμήτων ὄντων δι' αἰῶνος, διαφερόντως
Ἡρακλῆς δοκεῖ τὴν ἥβην ἔχειν. ἀλλὰ μὴν Ἑρμοῦ γε καὶ
Ἡρακλέους ἔστι νῦν ἀγάλματα κοινά· πρὸς τοσοῦτον
ἥκουσι τῆς ἑταιρίας. ἴδοις δ' ἂν καὶ ἐν ὄρεσι μέσοις
Ἡρακλέα παρὰ μητρὶ θεῶν καὶ ἐν ἄστεσι καὶ πάλιν αὖ
σὺν Διοσκούροις. λουτρῶν τε τὰ ἥδιστα Ἡράκλεια ἐπωνυ-
μίαν ἔχοντά ἐστι· χωρὶς δὲ πηγαὶ ποταμίων ὑδάτων ἐπώ-
νυμοι καὶ αὐταὶ τοῦ θεοῦ. τοσαύτην παρὰ ταῖς Νύμφαις
εἴληχε τὴν προεδρίαν. εἰ δ' ὀρθὴ δόξα τοῦ Θασίου ξένου
ἤτοι Μακεδόνος γε, ὃς ἔφη ποτὲ παιᾶνα δόξαι ᾄδειν ὑπ'
ἐμοῦ πεποιημένον, εἶναι δ' αὐτῷ τοῦτο ἐπᾳδόμενον, ἰὴ
Παιὰν Ἥρακλες Ἀσκληπιὲ, εἰ ταῦτ' ἀληθῆ καὶ κύρια,
καλὸν ἄν τι χρῆμα καὶ τοῦτο συζυγίας πεφηνὸς, ὁ καλ-
λίνικος ἅμα τῷ σωτῆρι. οὕτω καὶ ἐν πόνοις καὶ ἐν θυ-
μηδίαις καὶ ἐν θεραπείαις σώματος καὶ πανταχοῦ καιρὸν
ἔχων ἐστὶν ὁ θεός. ἅπασι μὲν οὖν ἀνθρώποις ἐν μνήμῃ
καὶ τιμαῖς Ἡρακλῆς, ἐμοὶ δέ τι καὶ φιλίας ἴδιον πρὸς
αὐτόν ἐστιν, ἔκ τινος φωνῆς θείας γενομένης.
Αίλιος Αριστείδης Παναθηναϊκός (0284: 013)“Aristides, vol. 1”, Ed.
Dindorf, [Link]: Reimer, 1829, Repr. [Link] σε. 154, γρ. 18
Ἕλληνας ἢ πρὸς βαρβάρους, ᾧ κατέκλεισε τότε τὰς
πράξεις ἡ πόλις; καὶ ταῦτα μέντοι τὰ τοσαῦτα καὶ τοι-
αῦτα διῆλθε σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων
καὶ πάντων ὥσπερ ἀνθελκόντων, ἀφεστηκότων μὲν τῇ
γνώμῃ Λακεδαιμονίων, Βοιωτῶν δ' ἐναντία πολεμούντων,
Αἰγινητῶν δ' ἐναντία ναυμαχούντων, οὓς εἶναι τὰ ναυτικὰ
πρώτους ἓν ἐκώλυσεν, ἡ πόλις πολὺ νικῶσα· πρὸς δὲ
τούτοις Κορινθίων διὰ Μεγαρέας παρωξυμμένων καὶ
πολεμούντων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Ἐπιδαυ-
ρίων δὲ καὶ Σικυωνίων σὺν Κορινθίοις ἐξεταζομένων,
208
Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων κακῶς περὶ τῆς
συμμαχίας βουλευομένων, καλούντων δὲ Φωκέων, καλούν-
των δ' αὖ Λακεδαιμονίων, θαυμαστοῦ δὲ κύκλου πραγ-
μάτων ὄντος κατὰ τὴν Ἑλλάδα· ὥστ', εἰ καὶ μόνοις
τούτοις ἐξήρκεσε καὶ μόνας τὰς Ἑλληνικὰς πράξεις εἴχο-
μεν αὐτῆς εἰπεῖν ἐν τῷ τότε συμβάσας, Μηδικαὶ δὲ μη-
δαμοῦ προσῆσαν λαμπρότητες, ἐξαρκεῖν ἂν τοῖς χρόνοις
εἰς ἀφήγησιν. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ
πόλει οὐ μόνον τῆς ῥώμης χάριν, ἀλλὰ καὶ τῆς μεγα-
λοψυχίας· τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων
πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων
Κλαύδιος Πτολεμαίος Geographia (lib. 4–8) (0363: 014)“Claudii
Ptolemaei geographia, vols. 1–2”, Ed. Nobbe, [Link]: Teubner,
1:1843; 2:1845, Repr. [Link] 4, chapter 3, section 33, γρ. 3
Ἀουΐττα ................. λγ ʹ λ δʹ
Τόβρος ........... λδ λ ʹ
Εἰλίκα .................. λδ ʹ λ γʹ
Τοῦκκα ................. λδ κθ ʹγ
Δαβία .................. λγ κθ ʹδ
Βένδινα ἢ Βένδηνα ......... λδ ʹ κθ γʹ
Οὐάζουα ................ λγ γʹ κθ ϛʹ
Νῆνσα (ἢ Νένσα) .......... λδ ϛʹ κη ʹδ
Ὕδατα θερμά ...... λγ γοʹ κη δʹ
Ζίγιρα .................. λγ ϛʹ κζ ʹγ
Θασία .................. λγ κζ ʹδ
Θούνουβα ............... λγ γʹ κζ ʹ
Μούστη ................. λγ γοʹ κζ ʹ
Θεμισούα ................ λδ γοʹ κη γοʹ
Ζαμαμιζὼν (ἢ Ζάμα μείζων) ... λδ γʹ κη
Τιμίκα .................. λδ ʹγ κζ γοʹ
Αλέξις κωμικός Απόσπασμα 230, γρ. 4
ΤΟΚΙΣΤΗΣ Η ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ
{Α.} μὴ παντελῶς αὐτῷ δίδου
ὑδαρῆ. κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. καλῶς.
{Β.} ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη;
{ΤΡ.} Θάσιος. {Β.} ὅμοιον. καὶ δίκαιον τοὺς ξένους
209
πίνειν ξενικόν, τοὺς δ' ἐγγενεῖς ἐπιχώριον.
εὐδαίμων ἐγώ, μὰ τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν οὐχ ὅτι
ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι,
ἀλλ' ὅτι διαρραγήσομ', ἂν θεὸς θέλῃ.
τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.
Αλέξις κωμικός Απόσπασμα 274-275-276, γρ. 3
ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν . . .
στεφάνῳ κυλιστῷ κοκκυμήλων. {Β.} Ἡράκλεις.
[πεπόνων]
ἑόρακας ἤδη πώποτ' ἐσκευασμένον
ἤνυστρον ἢ σπλῆν' ὀπτὸν ὠνθυλευμένον,
ἢ κοκκυμήλων σπυρίδα πεπόνων; (νὴ Δία,)
τοιοῦτ' ἔχει τὸ μέτωπον.
Λεσβίου δὲ πώματος
οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν.
Θασίοις οἰναρίοις καὶ Λεσβίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
ἡδύς γ' ὁ Βρομίου τὴν ἀτέλειαν Λεσβίου
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε,
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ' ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
ὡς ἔστι κατακεῖσθαι πρὸ δείπνου συμφορά·
οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν' ἂν λάβοι,
οὔθ' ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν·
Αλέξις κωμικός Fragmenta Play Tok, fragment 1, γρ. 4
* * λέγε τι καὶ διατριβήν γε τῷ πότῳ
ποιῶμεν. Ὁ Κόρυδος οὗτος, ὁ τὰ γελοῖ' εἰθισμένος
λέγειν, Βλεπαῖος βούλετ' εἶναι. {Β.} νοῦν γ' ἔχων·
πλουτεῖ γὰρ ὁ Βλεπαῖος.
Ἤδη γὰρ ὁ βίος οὑ'μὸς ἑσπέραν ἄγει.
ΤΟΚΙΣΤΗΣ Η ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.
210
Μὴ παντελῶς αὐτῷ δίδου
ὑδαρῆ. κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. καλῶς.
{Β.} ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη;
{ΤΡ.} Θάσιος. {Β.} ὅμοιον. καὶ δίκαιον τοὺς ξένους
πίνειν ξενικόν, τοὺς δ' ἐγγενεῖς ἐπιχώριον.
Εὐδαίμων ἐγώ, μὰ τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι
ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι,
ἀλλ' ὅτι διαρραγήσομ', ἂν θεὸς θέλῃ.
τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.
Ἀλλ' ἔγχεον
αὐτῷ Διός γε τήνδε σωτῆρος, θεῶν
θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ.
{Β.} ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ,
Αλέξις κωμικός Fragmenta Play FIF, fragment 4-6, γρ. 3
Ἑόρακας πώποτε ἤνυστρον ἐσκευασμένον
ἢ σπλῆν' ὀπτὸν μεμονθυλευμένον, ἢ κοκκυμήλων σπυρίδα πεπόνων;
τοιοῦτ' ἔχει τὸ μέτωπον. Λεσβίου δὲ πώματος οὐκ ἔστιν ἄλλος οἶνος
ἡδίων πιεῖν.
Θασίοις οἰναρίοις καὶ Λεσβίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
Ἡδύς γ' ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε,
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ' ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
Ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων
εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς,
ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος
Antidotus Comic., Fragmenta “Comicorum Atticorum fragmenta, vol.
2”, Ed. Kock, [Link]: Teubner, [Link] 4, γρ. 1
ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ
Θάσιον ἔγχει . . ὃ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν,
ὅταν πίω τοῦτ', εὐθὺς ὑγιὴς γίνεται.
Ἀσκληπιὸς κατέβρεξεν.
211
Antidotus Comic., Fragmenta (0409: 002)“Fragmenta comicorum
Graecorum, vol. 3”, Ed. Meineke, [Link]: Reimer, 1840, Repr.
[Link] EFI, fragment 1, γρ. 1
.
EX FABULA INCERTA.
Θάσιον ἔγχει ὃ γὰρ ἂν λαβόν μου καταφάγῃ τὴν καρδίαν,
ὅταν πίω τοῦτ', εὐθὺς ὑγιὴς γίγνεται.
Ἀσκληπιὸς κατέβρεξεν.
Αντιφάνης κωμικός Fragmenta (0410: 001)“Comicorum Atticorum
fragmenta, vol. Αντιφάνης κωμικός Απόσπασμα 140, γρ. 1
ΛΕΠΤΙΝΙΣΚΟΣ
οἶνον Θάσιον πίνοις ἄν; {Β.} εἴ τις ἐγχέαι.
{Α.} πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; {Β.} εἰρηνικῶς.
μαλακὰς σφόδρα, δι' ἃς μέλιτι προσπαίζειν βία.
{Α.} μελίπηκτα δ' εἴ σοι προσφέροι; {Β.} τρώγοιμι καὶ
ᾠὸν δὲ καταπίνοιμ' ἄν. {Α.} ἄλλου δεῖ τινος;
Αντιφάνης κωμικός Απόσπασμα 242, γρ. 2
οὕτω τὸ γῆρας σωφρονοῦν οὐκ εὐτυχεῖ.
σφόδρ' ἐστὶν ἡμῶν ὁ βίος οἴνῳ
ὅταν ᾖ τὸ λοιπὸν μικρόν, ὄξος γίνεται.
πρὸς γὰρ τὸ γῆρας ὥσπερ ἐργαστήριον
ἅπαντα τἀνθρώπεια προσφοιτᾷ κακά.
δέσποιν', ὅταν τις ὀμνύοντος καταφρονῇ,
ᾧ μὴ σύνοιδε πρότερον ἐπιωρκηκότι,
οὗτος καταφρονεῖν τῶν θεῶν ἐμοὶ δοκεῖ
καὶ πρότερον ὀμόσας αὐτὸς ἐπιωρκηκέναι.
πάρεστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ,
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα·
ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς
πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.
βίος θεῶν γάρ ἐστιν ὅταν ἔχῃς ποθὲν
212
τἀλλότρια δειπνεῖν μὴ προσέχων λογίσμασιν.
{Β.} μακάριος ὁ βίος· δεῖ μ' ἀεὶ καινὸν πόρον
εὑρεῖν ὅπως μάσημα ταῖς γνάθοις ἔχω.
ἐς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με.
ἑφθὸν κομιδῆ πεποίηκεν, ἀποκναίσειεν ἂν
κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος.
οὕτω στερεόν τι πρᾶγμα θερμόν ἐσθ' ὕδωρ.
Αντιφάνης κωμικός Fragmenta Play Lep, fragment 1, γρ. 1
ΛΕΠΤΙΝΙΣΚΟΣ.
Οἶνον Θάσιον πίνοις ἄν; {Β.} εἴ τις ἐγχέαι.
{Α.} πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; {Β.} εἰρηνικῶς.
μαλακὰς σφόδρα, δι' ἃς μέλιτι προσπαίζειν βία.
{Α.} μελίπηκτα δ' εἴ σοι προσφέροι; {Β.} τρώγοιμι καὶ
ᾠὸν δὲ καταπίνοιμ' ἄν. {Α.} ἄλλου δεῖ τινος;
ΛΕΥΚΑΔΙΟΣ.
Ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,
σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,
βατανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,
καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.
Ἐνταῦθ' ἀναρίστητος εὐθὺς κιθαριεῖ.
Αντιφάνης κωμικός Fragmenta Play IFF, fragment 28, γρ. 2
Μακάριος ὁ βίος· δεῖ μ' ἀεὶ καινὸν πόρον
εὑρεῖν ὅπως μάσημα ταῖς γνάθοις ἔχω.
Ἄριστον ἐν ὅσῳ ὁ μάγειρος ποιεῖ.
Συνακρατίσασθαι πῶς ἔχεις μετ' ἐμοῦ;
Οὐδ' ἧψεν κρέα
οὐδ' ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας.
οὕτω σφόδρ' ἦν ἀρχαῖος.
Ἔστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ,
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα.
Στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο,
καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί.
Μέλι, πέρδικες,
213
φάτται, νῆτται, χῆνες, ψᾶρες,
κίττα, κολοιός, κόψιχος, ὄρτυξ,
ὄρνις θήλεια.
Cratinus Comic., Fragmenta “Fragmenta comicorum Graecorum, vol.
2.1”, Ed. Meineke, [Link]: Reimer, 1839, Repr. [Link] Arch,
fragment 3, γρ. 1
ΑΡΧΙΛΟΧΟΙ.
Κἀγὼ γὰρ ἤυχουν Μητρόβιος ὁ γραμματεύς
σὺν ἀνδρὶ θείῳ καὶ φιλοξενωτάτῳ
καὶ πάντ' ἀρίστῳ τῶν Πανελλήνων πρόμῳ
Κίμωνι, λιπαρὸν γῆρας εὐωχούμενος
αἰῶνα πάντα συνδιατρίψειν· ὁ δὲ λιπών
βέβηκε πρότερος.
Οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε.
Εἶδες τὴν Θασίαν ἅλμην οἷ' ἄττα βαΰζει;
ὡς εὖ καὶ ταχέως ἀπετίσατο καὶ παραχρῆμα.
οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι.
Ἔνθα Διὸς μεγάλου θᾶκος πεσσοί τε καλοῦνται.
Ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς.
Ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.
Ὠμολίνοις κόμη βρύουσ', ἀτιμίας πλέως.
Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων.
Epilycus Comic., Fragmenta “Comicorum Atticorum fragmenta, vol. 1”,
Ed. Kock, [Link]: Teubner, [Link] 6, γρ. 1
Χῖος καὶ Θάσιος ἠθημένος ὀστολόγος ψωμός
ΚΩΡΑΛΙΣΚΟΣ.
Ποττὰν κοπίδ', οἰῶ, σῶμαι
ἐν Ἀμυκλαῖον· πάρα Γέλλωσιν
βάρακες πολλοὶ κἄρτοι
καὶ δωμός τις μάλα ἁδύς.
EX INCERTIS FABULIS.
214
Χῖος καὶ Θάσιος ἠθημένος. πλοῖόν τε λαβὼν κατ' ἐμαυτὸν
Epilycus Comic., Fragmenta (0453: 002)“Fragmenta comicorum
Graecorum, vol. 2.2”, Ed. Meineke, [Link]: Reimer, 1840, Repr.
[Link] Eif, fragment 1, γρ. 1
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
Χῖος καὶ Θάσιος ἠθημένος ὀστολόγος ψωμός
EX INCERTIS FABULIS.
Χῖος καὶ Θάσιος ἠθημένος.
πλοῖόν τε λαβὼν κατ' ἐμαυτὸν
κἀμφίβληστρον τήν τε τρίαιναν.
Epinicus Comic., Fragmenta “Comicorum Atticorum fragmenta, vol. 3”,
Ed. Kock, [Link]: Teubner, [Link] 1, γρ. 6
ΜΝΗΣΙΠΤΟΛΕΜΟΣ
ἐπ' ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ
ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
ἔγραψα, καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι,
κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ' εὐτελές,
σεμνὸν δύναται τοῦθ' ἡ δύναμις ἡ 'μὴ ποιεῖν.
’γέροντα Θάσιον τόν τε γῆς ἀπ' Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρὸν
κατῃσίμωσε πῶμα, καύματος λύσιν.’
Epinicus Comic., Fragmenta (0454: 002)“Fragmenta comicorum
Graecorum, vol. 4”, Ed. Meineke, [Link]: Reimer, 1841, Repr.
215
[Link] Mne, fragment 1, γρ. 6
ΜΝΗΣΙΠΤΟΛΕΜΟΣ.
Ἐπ' ἀλφίτου πίνοντα τοῦ θέρους ποτέ
ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
ἔγραψα, καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι
κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ' εὐτελές,
σεμνὸν δύναται τοῦθ' ἡ δύναμις ἡ 'μὴ ποιεῖν.
“γέροντα Θάσιον τόν τε γῆς ἀπ' Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκύν,
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν
κατῃσίμωκα πῶμα, καύματος λύσιν.”
Ευβουλος κωμικός Fragmenta (0458: 001)“Comicorum Atticorum
fragmenta, vol. 2”, Ed. Kock, [Link]: Teubner, [Link] 124-
125, γρ. 1
ἀλλ' οὐδὲ μίαν ἄλλην ἑταίραν εἶδέ τις
αὐτῶν, ἑαυτοὺς δ' ἔδεφον ἐνιαυτοὺς δέκα.
πικρὰν στρατείαν δ' εἶδον, οἵτινες πόλιν
μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ
τῆς πόλεος ἀπεχώρησαν, ἧς εἷλον τότε.
{Α.} θὲς ἑπτάκλινον. {Β.} ἑπτάκλινος οὑτοσί.
{Α.} καὶ πέντε κλίνας Σικελικάς. {Β.} λέγ' ἄλλο τι.
{Α.} Σικελικὰ προσκεφάλαια πέντε. ({Β.} πέντ', ἰδού.
{Α.} καὶ πέντε τρίποδας.) {Β.} τρίποδες οὗτοι πέντε σοι.
{Α.} καὶ πέντε – {Β.} πεντηκοστολόγος γενήσομαι.
Θάσιον ἢ Χῖον λαβὼν ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.
{Β.} ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ παρὰ ταῖς ἑταίραις τὸν
παλαιόν, ἄνδρα δὲ
Ευβουλος κωμικός Fragmenta (0458: 002)“Fragmenta comicorum
Graecorum, vol. 3”, Ed. Meineke, [Link]: Reimer, 1840, Repr.
[Link] IFF, fragment 4, γρ. 1
τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεί
ἕψοντά γ' οὐ πεποίηκεν αὐτῶν οὐδένα.
216
ἀλλ' οὐδὲ μίαν ἄλλην ἑταίραν εἶδέ τις
αὐτῶν, ἑαυτοὺς δ' ἔδεφον ἐνιαυτοὺς δέκα,
πικρὰν στρατείαν δ' εἶδον, οἵτινες πόλιν
μίαν λαβόντες, εὐρυπρωκτότεροι πολύ
τῆς πόλεος ἀπεχώρησαν, ἧς εἷλον τότε.
Ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεί
παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δέ
μὴ τὸν παλαιὸν ἀλλὰ τὸν νεώτερον.
Θάσιον ἢ Χῖον λαβών ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.
Σίκων ἐγώ βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος.
{Β.} πέπωκας οὗτος; {Α.} ναὶ μὰ Δία πέπωκ' ἐγώ Μενδαῖον.
Hegemon Parodius, Fragmentum (0463: 003)“Parodorum epicorum
Graecorum et Archestrati reliquiae”, Ed. Brandt, [Link]: Teubner,
1888; Corpusculum poesis epicae Graecae Ludibundae, fasc. 1.Γρ. 7
ΦΙΛΙΝΗ
Μάλα ταχέως αὐτῶν πρίω μοι πουλύπουν,
καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.
Ἐς δὲ Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλον
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
’ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ' ἀνέπεισεν
καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ' ἀναβῆναι;’
τοῖσι δ' ἐγὼ πᾶσιν πυκινὸν μετὰ τοῦτ' ἔπος εἶπον·
’λῆμμ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀναβῆναι
καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει
εὐκούρων βδελυρῶν, ὀλλύντων τ' ὀλλυμένων τε
ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·
οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα.’
αὖθις δ' οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους δὲ
μηδὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω,
μή τίς μοι κατὰ οἶκον Ἀχαϊάδων νεμεσήσῃ,
πεσσομένης ἀλόχου τὸν ἀχάινον ἄρτον ἀεικῶς,
καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ' ἐσιδοῦσα·
’πῶς; φιλίων ὁρμὴν παρ' Ἀθηναίοισιν ἀείσας
πεντήκοντ' ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω;’
217
Hegemon Parodius, Fragmentum Γρ. 11
Ἐς δὲ Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλον
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
’ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ' ἀνέπεισεν
καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ' ἀναβῆναι;’
τοῖσι δ' ἐγὼ πᾶσιν πυκινὸν μετὰ τοῦτ' ἔπος εἶπον·
’λῆμμ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀναβῆναι
καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει
εὐκούρων βδελυρῶν, ὀλλύντων τ' ὀλλυμένων τε
ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·
οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα.’
αὖθις δ' οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους δὲ
μηδὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω,
μή τίς μοι κατὰ οἶκον Ἀχαϊάδων νεμεσήσῃ,
πεσσομένης ἀλόχου τὸν ἀχάινον ἄρτον ἀεικῶς,
καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ' ἐσιδοῦσα·
’πῶς; φιλίων ὁρμὴν παρ' Ἀθηναίοισιν ἀείσας
πεντήκοντ' ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω;’
Ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη
χρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ τε φωνῇ·
’δεινὰ παθοῦσα Φακῆ βδελυρή, χώρει 'ς τὸν ἀγῶνα’.
καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.
Machon Comic., Fragmenta “Machon. The fragments”, Ed. Gow,
[Link]: Cambridge University Press, [Link] 16, γρ. 266
βέλτιστέ, φησιν, ὑπό τι γὰρ δέδοικά σε
μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.
Παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτέ,
Ψυχρόν γ', ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν', ἔχεις.
Τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε,
εἰς αὐτό γ' αἰεὶ δραμάτων ἐμβάλλομεν.
Πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε
ἐπὶ δεῖπνον, ὡς λέγουσι τοῖς Ἀφροδισίοις,
τιμώμενος μάλιστα τῶν ἐρωμένων
† ληθητ' † ὑπ' αὐτῆς ἐκτενῶς ἀγαπώμενος,
παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα,
μύρον, στεφάνους, τραγήματ', ἔριφον, ταινίας,
ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ' αὐλητρίδα.
καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου
218
πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ' ἕνα
αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ
φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον
μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη,
τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν
πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν
τὴν χιόνα δ' εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ·
Παυσανίας Book 1, chapter 18, section 6, γρ. 8
ἄκρους τοὺς πόδας. τὰ μὲν δὴ δύο εἶναι Κρητικὰ καὶ
Φαίδρας ἀναθήματα ἔλεγον αἱ γυναῖκες, τὸ δὲ ἀρχαιό-
τατον Ἐρυσίχθονα ἐκ Δήλου κομίσαι.
πρὶν δὲ ἐς τὸ ἱερὸν ἰέναι τοῦ Διὸς τοῦ Ὀλυμπίου
– Ἀδριανὸς ὁ Ῥωμαίων βασιλεὺς τόν τε ναὸν ἀνέ-
θηκε καὶ τὸ ἄγαλμα θέας ἄξιον, οὗ μεγέθει μέν, ὅτι
μὴ Ῥοδίοις καὶ Ῥωμαίοις εἰσὶν οἱ κολοσσοί, τὰ λοιπὰ
ἀγάλματα ὁμοίως ἀπολείπεται, πεποίηται δὲ ἔκ τε ἐλέ-
φαντος καὶ χρυσοῦ καὶ ἔχει τέχνης εὖ πρὸς τὸ μέγε-
θος ὁρῶσιν – , ἐνταῦθα εἰκόνες Ἀδριανοῦ δύο μέν
εἰσι Θασίου λίθου, δύο δὲ Αἰγυπτίου· χαλκαῖ δὲ ἑστᾶσι
πρὸ τῶν κιόνων ἃς Ἀθηναῖοι καλοῦσιν ἀποίκους πό-
λεις. ὁ μὲν δὴ πᾶς περίβολος σταδίων μάλιστα τεσσά-
ρων ἐστίν, ἀνδριάντων δὲ πλήρης· ἀπὸ γὰρ πόλεως
ἑκάστης εἰκὼν Ἀδριανοῦ βασιλέως ἀνάκειται, καὶ σφᾶς
ὑπερεβάλοντο Ἀθηναῖοι τὸν κολοσσὸν ἀναθέντες ὄπισθε
τοῦ ναοῦ θέας ἄξιον. ἔστι δὲ ἀρχαῖα ἐν τῷ περιβόλῳ
Ζεὺς χαλκοῦς καὶ ναὸς Κρόνου καὶ Ῥέας καὶ τέμενος
Γῆς [τὴν] ἐπίκλησιν Ὀλυμπίας. ἐνταῦθα ὅσον ἐς
πῆχυν τὸ ἔδαφος διέστηκε, καὶ λέγουσι μετὰ τὴν ἐπομ-
βρίαν τὴν ἐπὶ Δευκαλίωνος συμβᾶσαν ὑπορρυῆναι
Παυσανίας Book 5, chapter 25, section 12, γρ. 1
[ἔργον] Αἰγινήτεω, τὸν γείνατο παῖδα Μίκων.
οὐ πόῤῥω δὲ τοῦ Ἀχαιῶν ἀναθήματος καὶ Ἡρακλῆς
ἐστιν ὑπὲρ τοῦ ζωστῆρος μαχόμενος πρὸς τὴν Ἀμαζόνα
ἔφιππον γυναῖκα· τοῦτον Εὐαγόρας μὲν γένος Ζαγ-
κλαῖος ἀνέθηκεν, ἐποίησε δὲ Κυδωνιάτης Ἀριστοκλῆς.
ἐν δὲ τοῖς μάλιστα ἀρχαίοις καταριθμήσασθαι καὶ τὸν
Ἀριστοκλέα ἔστι· καὶ σαφῶς μὲν ἡλικίαν οὐκ ἔχοι τις
ἂν εἰπεῖν αὐτοῦ, δῆλα δὲ ὡς πρότερον ἔτι ἐγένετο
219
πρὶν ἢ τῇ Ζάγκλῃ τὸ ὄνομα γενέσθαι τὸ ἐφ' ἡμῶν
Μεσσήνην.
Θάσιοι δέ, Φοίνικες τὸ ἀνέκαθεν ὄντες καὶ ἐκ Τύ-
ρου καὶ Φοινίκης τῆς ἄλλης ὁμοῦ Θάσῳ τῷ Ἀγήνορος
κατὰ ζήτησιν ἐκπλεύσαντες τὴν Εὐρώπης, ἀνέθεσαν
Ἡρακλέα ἐς Ὀλυμπίαν, τὸ βάθρον χαλκοῦν ὁμοίως τῷ
ἀγάλματι· μέγεθος μὲν δὴ τοῦ ἀγάλματός εἰσι πήχεις
δέκα, ῥόπαλον δὲ ἐν τῇ δεξιᾷ, τῇ δὲ ἀριστερᾷ χειρὶ
ἔχει τόξον. ἤκουσα δὲ ἐν Θάσῳ τὸν αὐτὸν σφᾶς Ἡρα-
κλέα ὃν καὶ Τύριοι σέβεσθαι, ὕστερον δὲ ἤδη τελοῦν-
τας ἐς Ἕλληνας νομίσαι καὶ Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος
νέμειν τιμάς. τῷ δὲ ἀναθήματι τῷ ἐς Ὀλυμπίαν Θασίων ἔπεστιν ἐλεγεῖον·
Παυσανίας Book 5, chapter 25, section 13, γρ. 2
Θάσιοι δέ, Φοίνικες τὸ ἀνέκαθεν ὄντες καὶ ἐκ Τύ-
ρου καὶ Φοινίκης τῆς ἄλλης ὁμοῦ Θάσῳ τῷ Ἀγήνορος
κατὰ ζήτησιν ἐκπλεύσαντες τὴν Εὐρώπης, ἀνέθεσαν
Ἡρακλέα ἐς Ὀλυμπίαν, τὸ βάθρον χαλκοῦν ὁμοίως τῷ
ἀγάλματι· μέγεθος μὲν δὴ τοῦ ἀγάλματός εἰσι πήχεις
δέκα, ῥόπαλον δὲ ἐν τῇ δεξιᾷ, τῇ δὲ ἀριστερᾷ χειρὶ
ἔχει τόξον. ἤκουσα δὲ ἐν Θάσῳ τὸν αὐτὸν σφᾶς Ἡρα-
κλέα ὃν καὶ Τύριοι σέβεσθαι, ὕστερον δὲ ἤδη τελοῦν-
τας ἐς Ἕλληνας νομίσαι καὶ Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος
νέμειν τιμάς. τῷ δὲ ἀναθήματι τῷ ἐς Ὀλυμπίαν Θασίων ἔπεστιν ἐλεγεῖον·
υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν
αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων.
τὸν δὲ Ὀνάταν τοῦτον ὅμως, καὶ τέχνης ἐς τὰ ἀγάλ-
ματα ὄντα Αἰγιναίας, οὐδενὸς ὕστερον θήσομεν τῶν
ἀπὸ Δαιδάλου τε καὶ ἐργαστηρίου τοῦ Ἀττικοῦ.
Μεσσηνίων δὲ τῶν Δωριέων οἱ Ναύπακτόν ποτε
παρὰ Ἀθηναίων λαβόντες ἄγαλμα ἐν Ὀλυμπίᾳ Νίκης
ἐπὶ τῷ κίονι ἀνέθεσαν· τοῦτό ἐστιν ἔργον μὲν Μεν-
δαίου Παιωνίου, πεποίηται δὲ ἀπὸ ἀνδρῶν πολε-
μίων,
Παυσανίας Book 6, chapter 6, section 5, γρ. 5
τούτου, ποταμοῦ δὲ οἱ ἐπιχώριοι τοῦ Καικίνου φασίν,
ὃς τὴν Λοκρίδα καὶ Ῥηγίνην ὁρίζων τὸ ἐς τοὺς τέττι-
γας παρέχεται θαῦμα. οἱ μὲν γὰρ τέττιγες οἱ ἐντὸς
220
τῆς Λοκρίδος ἄχρι τοῦ Καικίνου κατὰ τὰ αὐτὰ τοῖς
ἄλλοις τέττιξιν ᾄδουσι· διαβάντων δὲ τὸν Καικίνην
οὐδεμίαν ἔτι οἱ ἐν τῇ Ῥηγίνῃ τέττιγες ἀφιᾶσι τὴν
φωνήν. τούτου μὲν δὴ παῖδα εἶναι λέγεται τὸν Εὔ-
θυμον· ἀνελομένῳ δέ οἱ πυγμῆς ἐν Ὀλυμπίᾳ Νίκην
τετάρτῃ πρὸς ταῖς ἑβδομήκοντα ὀλυμπιάδι οὐ κατὰ τὰ
αὐτὰ ἐς τὴν ἐπιοῦσαν ὀλυμπιάδα ἔμελλε χωρήσειν·
Θεαγένης γὰρ ὁ Θάσιος ὀλυμπιάδι ἐθέλων τῇ αὐτῇ
πυγμῆς τε ἀνελέσθαι καὶ παγκρατίου νίκας ὑπερεβάλετο
πυκτεύων τὸν Εὔθυμον, οὐ μὴν οὐδὲ ὁ Θεαγένης ἐπὶ
τῷ παγκρατίῳ λαβεῖν ἐδυνήθη τὸν κότινον ἅτε προ-
κατεργασθεὶς τῇ μάχῃ πρὸς τὸν Εὔθυμον. ἐπὶ τούτῳ
δὲ ἐπιβάλλουσιν οἱ Ἑλλανοδίκαι τῷ Θεαγένει τάλαντον
μὲν ἱερὰν ἐς τὸν θεὸν ζημίαν, τάλαντον δὲ βλάβης
τῆς ἐς Εὔθυμον, ὅτι ἐπηρείᾳ τῇ ἐς ἐκεῖνον ἐδόκει
σφίσιν ἐπανελέσθαι τὸ ἀγώνισμα τῆς πυγμῆς· τούτων
ἕνεκα καταδικάζουσιν αὐτὸν ἐκτῖσαι καὶ ἰδίᾳ τῷ Εὐ-
θύμῳ χρήματα. ἕκτῃ δὲ ὀλυμπιάδι ἐπὶ ταῖς ἑβδομή
Παυσανίας Book 6, chapter 11, section 2, γρ. 2
αὐτῷ κατειλεγμένους πυγμῆς, Ἐπικράδιον μὲν καὶ
Ἀγιάδαν, τὸν μὲν αὐτῶν Πτόλιχος Αἰγινήτης ἐποίησε,
τὸν δὲ Ἀγιάδαν Σήραμβος, γένος καὶ οὗτος Αἰγινή-
της· Λυκίνου δέ ἐστιν ὁ ἀνδριὰς Κλέωνος τέχνη·
τὸν δὲ Τέλλωνα ὅστις εἰργάσατο, οὐ μνημονεύουσιν.
ἐφεξῆς τούτων ἀναθήματά ἐστιν Ἠλείων, Φίλιππος
ὁ Ἀμύντου καὶ Ἀλέξανδρος ὁ Φιλίππου καὶ Σέλευκός
τε καὶ Ἀντίγονος· τοῖς μὲν δὴ ἐφ' ἵππων, Ἀντιγόνῳ
δὲ ἀνὴρ πεζός ἐστιν ἡ εἰκών.
τῶν δὲ βασιλέων τῶν εἰρημένων ἕστηκεν οὐ πόρρω
Θεαγένης ὁ Τιμοσθένους Θάσιος· Θάσιοι δὲ οὐ Τιμο-
σθένους παῖδα εἶναι Θεαγένην φασίν, ἀλλὰ ἱερᾶσθαι
μὲν Ἡρακλεῖ τὸν Τιμοσθένην Θασίῳ, τοῦ Θεαγένους
δὲ τῇ μητρὶ Ἡρακλέους συγγενέσθαι φάσμα ἐοικὸς
Τιμοσθένει. ἔνατόν τε δὴ ἔτος εἶναι τῷ παιδὶ καὶ
αὐτὸν ἀπὸ τῶν διδασκάλων φασὶν ἐς τὴν οἰκίαν ἐρχό-
μενον ἄγαλμα ὅτου δὴ θεῶν ἀνακείμενον ἐν τῇ ἀγορᾷ
χαλκοῦν – χαίρειν γὰρ τῷ ἀγάλματι αὐτόν – , ἀνα-
σπάσαι τε δὴ τὸ ἄγαλμα καὶ ἐπὶ τὸν ἕτερον τῶν ὤμων
221
ἀναθέμενον ἐνεγκεῖν παρ' αὑτόν. ἐχόντων δὲ ὀργὴν
ἐς αὐτὸν ἐπὶ τῷ πεποιημένῳ τῶν πολιτῶν,
Παυσανίας Book 6, chapter 11, section 6, γρ. 7
τας ἐς τὸν δόλιχον ἐκράτησεν· ἦν δέ οἱ πρὸς Ἀχιλλέα
ἐμοὶ δοκεῖν τὸ φιλοτίμημα, ἐν πατρίδι τοῦ ὠκίστου
τῶν καλουμένων ἡρώων ἀνελέσθαι δρόμου Νίκην. τοὺς
δὲ σύμπαντας στεφάνους τετρακοσίους τε ἔσχε καὶ χι-
λίους. ὡς δὲ ἀπῆλθεν ἐξ ἀνθρώπων, ἀνὴρ τῶν τις
ἀπηχθημένων ζῶντι αὐτῷ παρεγίνετο ἀνὰ πᾶσαν νύκτα
ἐπὶ τοῦ Θεαγένους τὴν εἰκόνα καὶ ἐμαστίγου τὸν χαλ-
κὸν ἅτε αὐτῷ Θεαγένει λυμαινόμενος· καὶ τὸν μὲν ὁ
ἀνδριὰς ἐμπεσὼν ὕβρεως παύει, τοῦ ἀνθρώπου δὲ τοῦ
ἀποθανόντος οἱ παῖδες τῇ εἰκόνι ἐπεξῄεσαν φόνου.
καὶ οἱ Θάσιοι καταποντοῦσι τὴν εἰκόνα ἐπακολουθή-
σαντες γνώμῃ τῇ Δράκοντος, ὃς Ἀθηναίοις θεσμοὺς
γράψας φονικοὺς ὑπερώρισε καὶ τὰ ἄψυχα, εἴγε ἐμπε-
σόν τι ἐξ αὐτῶν ἀποκτείνειεν ἄνθρωπον. ἀνὰ χρόνον
δέ, ὡς τοῖς Θασίοις οὐδένα ἀπεδίδου καρπὸν ἡ γῆ,
θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἔχρη-
σεν ὁ θεὸς καταδέχεσθαι τοὺς δεδιωγμένους. καὶ οἱ
μὲν ἐπὶ τῷ λόγῳ τούτῳ καταδεχθέντες οὐδὲν τῆς ἀκαρ-
πίας παρείχοντο ἴαμα· δεύτερα οὖν ἐπὶ τὴν Πυθίαν
ἔρχονται, λέγοντες ὡς καὶ ποιήσασιν αὐτοῖς τὰ χρη-
σθέντα διαμένοι τὸ ἐκ τῶν θεῶν μήνιμα.
Παυσανίας Book 6, chapter 11, section 8, γρ. 7
σεν ὁ θεὸς καταδέχεσθαι τοὺς δεδιωγμένους. καὶ οἱ
μὲν ἐπὶ τῷ λόγῳ τούτῳ καταδεχθέντες οὐδὲν τῆς ἀκαρ-
πίας παρείχοντο ἴαμα· δεύτερα οὖν ἐπὶ τὴν Πυθίαν
ἔρχονται, λέγοντες ὡς καὶ ποιήσασιν αὐτοῖς τὰ χρη-
σθέντα διαμένοι τὸ ἐκ τῶν θεῶν μήνιμα. ἐνταῦθα
ἀπεκρίνατό σφισιν ἡ Πυθία·
Θεαγένην δ' ἄμνηστον ἀφήκατε τὸν μέγαν ὑμέων.
ἀπορούντων δὲ αὐτῶν ὁποίᾳ μηχανῇ τοῦ Θεαγένους
τὴν εἰκόνα ἀνασώσωνται, φασὶν ἁλιέας ἀναχθέντας ἐς
τὸ πέλαγος ἐπὶ ἰχθύων θήραν περισχεῖν τῷ δικτύῳ
τὴν εἰκόνα καὶ ἀνενεγκεῖν αὖθις ἐς τὴν γῆν· Θάσιοι
222
δὲ ἀναθέντες, ἔνθα καὶ ἐξ ἀρχῆς ἔκειτο, νομίζουσιν
ἅτε θεῷ θύειν. πολλαχοῦ δὲ καὶ ἑτέρωθι ἔν τε Ἕλλη-
σιν οἶδα καὶ παρὰ βαρβάροις ἀγάλματα ἱδρυμένα Θεα-
γένους καὶ νοσήματά τε αὐτὸν ἰώμενον καὶ ἔχοντα παρὰ
τῶν ἐπιχωρίων τιμάς. ὁ δὲ ἀνδριὰς τοῦ Θεαγένους
ἐστὶν ἐν τῇ Ἄλτει, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου.
πλησίον δὲ ἅρμα τέ ἐστι χαλκοῦν καὶ ἀνὴρ ἀνα-
βεβηκὼς ἐπ' αὐτό, κέλητες δὲ ἵπποι παρὰ τὸ ἅρμα
εἷς ἑκατέρωθεν ἕστηκε καὶ ἐπὶ τῶν ἵππων καθέζονται
παῖδες· ὑπομνήματα δὲ ἐπὶ νίκαις Ὀλυμπικαῖς ἐστιν
Παυσανίας Book 6, chapter 15, section 3, γρ. 8
ται καὶ ὅπλου νίκῃ· παρὰ δὲ αὐτὸν Ἀγέλης Χῖος κρα-
τήσας πυγμῇ παῖδας, Θεομνήστου Σαρδιανοῦ τέχνη.
Κλειτομάχου δὲ Θηβαίου τὴν μὲν εἰκόνα ἀνέθηκεν
Ἑρμοκράτης ὁ [τοῦ] Κλειτομάχου πατήρ, τὰ δὲ οἱ ἐς
δόξαν ἦν τοιάδε. ἐν Ἰσθμῷ παλαιστὰς κατεπάλαισεν
ἄνδρας καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς τούς τε ἐς τὴν
πυγμὴν καὶ τοὺς ἐς τὸ παγκράτιον ἐσελθόντας ἐκράτει
τῇ μάχῃ· αἱ δὲ Πυθοῖ νῖκαι παγκρατίου μέν εἰσιν
αὐτῷ πᾶσαι, τρεῖς δὲ ἀριθμόν· ἐν δὲ Ὀλυμπίᾳ δεύτε-
ρος ὁ Κλειτόμαχος οὗτος μετὰ τὸν Θάσιον Θεαγένην
ἐπὶ παγκρατίῳ τε ἀνηγορεύθη καὶ πυγμῇ. παγκρατίου
μὲν οὖν μιᾷ πρὸς ταῖς τεσσαράκοντα καὶ ἑκατὸν
ὀλυμπιάσιν ἔφθανεν ἀνῃρημένος Νίκην· ἡ δὲ ὀλυμπιὰς
ἡ ἐφεξῆς εἶχε μὲν τὸν Κλειτόμαχον τοῦτον παγκρατίου
καὶ πυγμῆς ἀγωνιστήν, εἶχε δὲ καὶ Ἠλεῖον Κάπρον
ἐπὶ ἡμέρας τῆς αὐτῆς παλαῖσαί τε ὁμοῦ καὶ παγκρα-
τιάσαι προθυμούμενον. γεγονυίας δὲ ἤδη τῷ Κάπρῳ
νίκης ἐπὶ τῇ πάλῃ, ἀνεδίδασκεν ὁ Κλειτόμαχος τοὺς
Ἑλλανοδίκας γενήσεσθαι σὺν τῷ δικαίῳ σφίσιν, εἰ τὸ
παγκράτιον ἐσκαλέσαιντο πρὶν ἢ πυκτεύσαντα αὐτὸν
Παυσανίας Book 10, chapter 27, section 4, γρ. 9
οἴκου τοῦ Ἀντήνορος. γέγραπται δὲ Θεανώ τε καὶ οἱ
παῖδες, Γλαῦκος μὲν καθήμενος ἐπὶ θώρακι γυάλοις
συνηρμοσμένῳ, Εὐρύμαχος δὲ ἐπὶ πέτρᾳ. παρὰ δὲ αὐ-
τὸν ἕστηκεν Ἀντήνωρ καὶ ἐφεξῆς θυγάτηρ Ἀντήνορος
Κρινώ· παιδίον δὲ ἡ Κρινὼ φέρει νήπιον. τῶν προς-
ώπων δὲ ἅπασιν οἷον ἐπὶ συμφορᾷ σχῆμά ἐστι. κιβω-
223
τὸν δὲ ἐπὶ ὄνον καὶ ἄλλα τῶν σκευῶν εἰσιν ἀνατι-
θέντες οἰκέται· κάθηται δὲ καὶ ἐπὶ τοῦ ὄνου παιδίον
μικρόν. κατὰ τοῦτο τῆς γραφῆς καὶ ἐλεγεῖόν ἐστι
Σιμωνίδου·
γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
τὸ δὲ ἕτερον μέρος τῆς γραφῆς τὸ ἐξ ἀριστερᾶς
χειρός, ἔστιν Ὀδυσσεὺς καταβεβηκὼς ἐς τὸν Ἅιδην ὀνο-
μαζόμενον, ὅπως Τειρεσίου τὴν ψυχὴν περὶ τῆς ἐς τὴν
οἰκείαν ἐπέρηται σωτηρίας· ἔχει δὲ οὕτω τὰ ἐς τὴν
γραφήν. ὕδωρ εἶναι ποταμὸς ἔοικε, δῆλα ὡς ὁ Ἀχέ-
ρων, καὶ κάλαμοί τε ἐν αὐτῷ πεφυκότες καὶ ἰχθύες·
ἔστι δ' ἀμυδρὰ οὕτω δή τι τὰ εἴδη τῶν ἰχθύων ὡς
σκιὰς μᾶλλον ἢ ἰχθῦς εἰκάσεις. καὶ ναῦς ἐστιν ἐν τῷ
ποταμῷ καὶ ὁ πορθμεὺς ἐπὶ ταῖς κώπαις. ἐπηκολούθησε
Παυσανίας Book 10, chapter 32, section 1, γρ. 1
μότερον ὅσῳ καὶ θεοὺς ἐπίπροσθεν ἡρώων.
ὑπὸ τούτῳ δὲ τῷ πίθῳ Τάνταλος καὶ ἄλλα ἔχων
ἐστὶν ἀλγεινὰ ὁπόσα Ὅμηρος ἐπ' αὐτῷ πεποίηκεν, ἐπὶ
δὲ αὐτοῖς πρόσεστίν οἱ καὶ τὸ ἐκ τοῦ ἐπηρτημένου
λίθου δεῖμα. Πολύγνωτος μὲν δῆλός ἐστιν ἐπακολου-
θήσας τῷ Ἀρχιλόχου λόγῳ· Ἀρχίλοχος δὲ οὐκ οἶδα
εἴτε ἐδιδάχθη παρὰ ἄλλων τὰ ἐς τὸν λίθον εἴτε καὶ
αὐτὸς ἐς τὴν ποίησιν ἐσηνέγκατο.
τοσαύτη μὲν πλῆθος καὶ εὐπρεπείας ἐς τοσοῦτόν
ἐστιν ἥκουσα ἡ τοῦ Θασίου γραφή· τοῦ περιβόλου δὲ
τοῦ ἱεροῦ θέατρον ἔχεται θέας ἄξιον, ἐπαναβάντι δὲ
ἐκ τοῦ περιβόλου ** Διονύσου δὲ ἄγαλμα ἐνταῦθα
Κνιδίων ἐστὶν ἀνάθημα. στάδιον δέ σφισιν ἀνωτάτω
τῆς πόλεως τοῦτό ἐστιν· ἐπεποίητο δὲ ἐκ τῆς πέτρας
ὁποῖαι περὶ τὸν Παρνασσόν εἰσιν αἱ πολλαί, ἄχρις
Ἀθηναῖος Ἡρώδης λίθῳ τῷ Πεντελῆσιν αὐτὸ μετε-
κόσμησεν.
Callisthenes Hist., Fragmenta (0534: 002)“FGrH #124”.Τομ. -Jacobyʹ-
F 2b,124,F, fragment 12a, γρ. 2
Σικελίαν ὑπὸ Τιμολέοντος ἡττῶντο τῆι ἑβδόμηι φθίνοντος, περὶ ἣν δοκεῖ
καὶ τὸ Ἴλιον ἁλῶναι [Θαργηλιῶνος], ὡς Ἔφορος (70 F 226) καὶ Καλλι-
σθένης καὶ Δαμάστης (5 F 7) καὶ Φύλαρχος (81 F 74) ἱστορήκασιν.
224
STEPH. BYZ. s. Τεγύρα· πόλις Βοιωτίας, ἐν ἧι Ἀπόλλωνά
φασι γεννηθῆναι ..... Καλλισθένης ἐν γ τῶν Ἑλληνικῶν εἶναι μαντεῖά
φησι «τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφώνιον ἐν
Λεβαδείαι, τὸ δὲ ἐν Ἀβαῖς λεγόμενον ἐν Φωκεῦσι, τὸ δὲ
κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρη-
κέναι τὴν ἐν Τεγύραι **.»
JOHANN. LYD. De mens. IV 107 p. 146, 16 Wü: ἀλλὰ
καὶ Θρασυάλκης ὁ Θάσιος (24 a Diels) τοὺς ἐτησίους φησὶν ἐξωθεῖν
τὸν Νεῖλον· τῆς γὰρ Αἰθιοπίας ὑψηλοῖς παρὰ τὰ καθ' ἡμᾶς ὄρεσι διεζω-
σμένης ὑποδεχομένης τε τὰς νεφέλας πρὸς τῶν ἐτησίων ὠθουμένας ἐκδι-
δόναι τὸν Νεῖλον. ὡς καὶ Καλλισθένης ὁ Περιπατητικὸς ἐν τῶι τετάρτωι
βιβλίωι τῶν Ἑλληνικῶν φησιν, ἑαυτὸν συστρατεύσασθαι Ἀλεξάνδρωι
τῶι Μακεδόνι καὶ γενόμενον ἐπὶ τῆς Αἰθιοπίας εὑρεῖν τὸν Νεῖλον ἐξ
ἀπείρων ὄμβρων κατ' ἐκείνην γενομένων καταφερόμενον.
STRABON XVII 1, 5: φησὶ γὰρ (sc. Ποσειδώνιος 87 F 79)
Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν, παρὰ
Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ
Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος), ἐκεῖνον
δὲ παρ' † ἄλλου, τὸν δὲ παρ' Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον
(Od. δ 477) ‘ἂψ δ' εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο’.
ANON. FLOR. Περὶ τῆς τ. Ν. ἀναβ. (Athen. I 130, 30 Mein):
Καλλισθένης δ' ὁ
ἱστοριογράφος πρὸς τὰ μικρῶι πρότερον εἰρημένα ὑπ' Ἀναξαγόρου τε καὶ
Εὐριπίδου ἀντεῖπεν. αὐτὸς δὲ τὴν αὑτοῦ γνώμην φησίν, ὑδάτων πολλῶν
καὶ λαμπρῶν γινομένων κατὰ τὴν Αἰθιοπίαν κατὰ τὰς τοῦ Κυνὸς
ἀνατολὰς
ἕως τῆς ἐπιτολῆς Ἀρκτούρου, καθ' οὓς χρόνους καὶ οἱ ἐτησίαι πνέουσιν
ἄνεμοι· τούτους γάρ φησι τοὺς ἀνέμους μάλιστα τὰ νέφη φέρειν πρὸς τὴν
Αἰθιοπίαν· ὧν καὶ προσπιπτόντων πρὸς τὰ ὄρη καταρρήγνυσθαι πολὺ ...
Ephorus Hist., Fragmenta Τομ. -Jacobyʹ-F 2a,70,F, fragment 98, γρ. 4
σθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἡ δὲ
τῶι ἀνδρὶ θάνατον ἐβούλευσεν.»
STEPH. BYZ. s. Βοιωτία ... Ἔφορος δέ φησιν ὅτι Ἀθη-
ναῖοι περὶ τὴν ναυτικὴν δύναμιν, Θετταλοὶ περὶ τὴν
ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ περὶ τὴν τῆς γυμνασίας
ἐπιμέλειαν, Κυρηναῖοι περὶ τὴν διφρευτικὴν ἐπιστήμην
ἠσχόληνται· «ἡμεῖς δὲ περὶ τὴν τῶν νόμων εὐταξίαν.»
TATIAN. πρ. Ἕλλην. 31 p. 31, 16 Schw (EUSEB. PE X 11
p. 491 D): περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου
καθ' ὃν ἤκμασε προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος
... καὶ Στησίμβροτος ὁ Θάσιος (107 F 21) καὶ Ἀντίμαχος ... Ἡρόδοτός
225
τε (II 53) ... καὶ Διονύσιος ὁ Ὀλύνθιος (VI)· μετὰ δὲ ἐκείνους Ἔφορος ὁ
Κυμαῖος καὶ Φιλόχορος (III) ... Μεγακλείδης (VI) τε καὶ Χαμαιλέων (IV)
οἱ περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος ...
VIT. HOM. ROM. p. 30, 27 Wil: Ἱππίας (6 F 13) δ' αὖ
καὶ Ἔφορος Κυμαῖον (sc. Ὅμηρόν φασιν). ὁ δ' Ἔφορος καὶ εἰς
Χαρίφημον
ἀνάγει τὸ γένος αὐτοῦ· ὁ δὲ Χαρίφημος οὗτος Κύμην ὤικησεν.
SCHOL. HESIOD. Opp. 633 p. 300, 2 Gaisf: Ἔφορος δέ
φησιν τοῦτον (sc. τὸν Ἡσιόδου πατέρα) εἰς Ἄσκρην ἐλθεῖν, οὐ δι'
ἐμπορίαν
ἀλλὰ φόνον ἐμφύλιον ἐργασάμενον. s. F 1.
Lysias Orat., In Agoratum (0540: 013)“Lisia. I discorsi”, Ed. Albini, U.
Florence: Sansoni, [Link] 54, γρ. 1
ράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν κομισθῆναι, ὅτ' ἐπὶ τοῦ
βωμοῦ ἐκάθητο Μουνιχίασι, σωθῆναι· καὶ γὰρ πλοῖα
παρεσκεύαστο καὶ οἱ ἐγγυηταὶ ἕτοιμοι ἦσαν συναπ-
ιέναι. καίτοι εἰ ἐκείνοις ἐπείθου καὶ ἠθέλησας ἐκπλεῦσαι
μετ' ἐκείνων, οὔτ' ἂν ἑκὼν οὔτε ἄκων τοσούτους Ἀθηναίων
ἀπέκτεινας· νῦν δὲ πεισθεὶς ὑφ' ὧν τότε ἐπείσθης, εἰ τῶν
στρατηγῶν καὶ τῶν ταξιάρχων τὰ ὀνόματα μόνον εἴποις,
μέγα τι ᾤου παρ' αὐτῶν διαπράξεσθαι. οὔκουν τούτου
ἕνεκα δεῖ σε παρ' ἡμῶν συγγνώμης τινὸς τυχεῖν, ἐπεὶ
οὐδὲ ἐκεῖνοι παρὰ σοῦ οὐδεμιᾶς ἔτυχον, οὓς σὺ ἀπέκτεινας.
καὶ Ἱππίας μὲν ὁ Θάσιος καὶ Ξενοφῶν ὁ Κουριεύς, οἳ
ἐπὶ τῇ αὐτῇ αἰτίᾳ τούτῳ ὑπὸ τῆς βουλῆς μετεπέμφθησαν,
οὗτοι μὲν ἀπέθανον, ὁ μὲν στρεβλωθείς, Ξενοφῶν, ὁ δὲ
Ἱππίας οὕτω, διότι οὐκ ἄξιοι ἐδόκουν τοῖς τριάκοντα
σωτηρίας εἶναι (οὐδένα γὰρ Ἀθηναίων ἀπώλλυσαν)· Ἀγό-
ρατος δὲ ἀφείθη, διότι ἐδόκει ἐκείνοις τὰ ἥδιστα πεποιη-
κέναι.
Lysias Orat., In Agoratum Section 61, γρ. 3
ΨΗΦΙΣΜΑ
Μετὰ τοῦτο τοίνυν προσιόντες τῷ Ἀριστοφάνει οἱ
πράττοντες τότε τὰ πράγματα ἐδέοντο αὐτοῦ κατειπεῖν
καὶ σῴζεσθαι, καὶ μὴ κινδυνεύειν ἀγωνισάμενον τῆς ξενίας
τὰ ἔσχατα παθεῖν. ὁ δὲ οὐκ ἔφη οὐδέποτε· οὕτω χρηστὸς
226
ἦν καὶ περὶ τοὺς δεδεμένους καὶ περὶ τὸν δῆμον τὸν Ἀθη-
ναίων, ὥστε εἵλετο μᾶλλον ἀποθανεῖν ἢ κατειπεῖν καὶ
ἀδίκως τινὰς ἀπολέσαι. ἐκεῖνος μὲν τοίνυν καὶ ὑπὸ σοῦ
ἀπολλύμενος τοιουτοσὶ ἐγένετο [καὶ Ξενοφῶν ὁ στρεβλωθεὶς
καὶ Ἱππίας ὁ Θάσιος]· σὺ δ' οὐδὲν τοῖς ἀνδράσιν ἐκείνοις
συνειδώς, πεισθεὶς δὲ ὡς σύ γε, ἐὰν ἐκεῖνοι ἀπόλωνται,
μεθέξεις τῆς τότε πολιτείας καθισταμένης, ἀπέγραφες καὶ
ἀπέκτεινας Ἀθηναίων πολλοὺς καὶ ἀγαθούς.
Βούλομαι δ' ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδεῖξαι οἵων
ἀνδρῶν ὑπ' Ἀγοράτου ἀπεστέρησθε. εἰ μὲν οὖν μὴ
πολλοὶ ἦσαν, καθ' ἕκαστον ἂν περὶ αὐτῶν ἠκούετε, νῦν
δὲ συλλήβδην περὶ πάντων. οἱ μὲν γὰρ στρατηγήσαντες
ὑμῖν πολλάκις μείζω τὴν πόλιν τοῖς διαδεχομένοις στρα-
τηγοῖς παρεδίδοσαν· οἱ δ' ἑτέρας μεγάλας ἀρχὰς ἄρξαντες
καὶ τριηραρχίας πολλὰς τριηραρχήσαντες
Μένανδρος κωμικός Colax (0541: 019)“Menandri reliquiae selectae”,
Ed. Sandbach, [Link]: Clarendon Press, 1972.Γρ. 48
κατέπτηκέν ποθεν πόλ[ιν προδούς τι]ν' ἢ σατράπην ἢ στ[ρατόπεδον
..[ ]ν̣εστι. δῆλός ἐστι. {(?Φε)} πῶς;
{(?Γν)} οὐθεὶς ἐπλούτησεν ταχέως δίκαιος ὤν·
ὁ μὲν γὰρ αὑτῶι συλλέγει καὶ φείδεται,
ὁ δὲ τὸν πάλαι τηροῦντ' ἐνεδρεύσας πάντ' ἔχει.
{(?Φε)} ὡς ἄδι[κον ]
{(?Γν)} ὀμνύω τὸν Ἥλιον,
εἰ μὴ φέ[ρων ὁ παῖ]ς ὄπισθ' ἐβάδιζέ μου
τὰ Θάσ[ια καί τις] ἦν ὑπόνοια κραιπάλης,
ἐβόων [ἂν αὐτῶι παρα]κολουθῶν ἐν ἀγορᾶι·
“ἄνθρωπε, πέρυσιν πτωχὸς ἦσθα καὶ νεκρός,
νυνὶ δὲ πλουτεῖς. λέγε, τίν' εἰργάζου τέχνην;
τοῦτο γ' ἀπόκριναι· πόθεν ἔχεις ταῦτ'; οὐκ ἄπει
ἐκ τῆς ὁδοῦ 'τέρ]ωσε; τί διδάσκεις κακά;
τί λυσιτελεῖν ἡμῖν ἀποφαίνεις τἀδικεῖν;”
]με{:} ναί{:}
Μένανδρος κωμικός Fragmenta longiora apud alios auctores servata
(0541: 036)“Menandri reliquiae selectae”, Ed. Sandbach, [Link]:
Clarendon Press, [Link] 264, γρ. 5
ΜΕΘΗ
227
εἶτ' οὐχ ὅμοια πράττομεν καὶ θύομεν,
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
Μενδαῖον, ἐγχέλεις, Θάσιον, τυρόν, μέλι,
μικροῦ ταλάντου; γίνεται τὸ κατὰ λόγον,
δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
ἡμᾶς, ἐὰν καὶ καλλιερηθῆι τοῖς θεοῖς,
τούτων δὲ πρὸς ταῦτ' ἀντανελεῖν τὴν ζημίαν.
πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν
ὀσφῦν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.
Μένανδρος κωμικός Fragmenta (“Comicorum Graecorum fragmenta in
papyris reperta”, Ed. Austin, [Link]: De Gruyter, [Link] 163, γρ. 47
ευπ̣[.... πεν]τ̣ήκ ̣ ο̣ ντα πα[ῖ]δες· ἐχομε[
οπο[....]..[.]ης ὄ[πι]σθεν [] οἴχομαι. { – }
{ – }τ̣ι̣κ[......... ]κατέπτηκέν ποθε[ν
πο̣λ̣[.........]ν̣ ἢ σατράπην ἢ ς.[
..[...........]ν̣εστι δῆλός ἐστι. { – } πῶς; { – }
οὐθ⌊εὶς ἐπλούτη⌋σεν ταχέως δίκαιος ὤν·
ὁ μὲ⌊ν γὰρ αὑτῶι συλλ⌋έγει καὶ φείδεται,
ὁ δὲ τ⌊ὸν πάλαι τηροῦ⌋ντ' ἐνε⌊δ⌋ρεύσας πάντ⌊' ἔχει.
{ – }ὡς ἀδ.[.........]. { – } ὀμνύω τὸν Ἥλιον·
{ – }εἰ μὴ φέ[ρων ὁ παῖ]σ̣ ὄπισθ' ἐβάδιζ[έ] μου
τὰ Θάσ[ι]α [καί τις] ἦ̣ν ὑπόνοια κραιπάλης,
ἐβόω[ν ἂν αὐτῶι π]α̣ρ̣ακολουθῶν ἐν ἀγορᾶι·
’ἄνθρωπ⌊ε, π⌋έ⌊ρυσι⌋ πτωχὸς ἦσθα καὶ νεκρός,
νυν⌊ὶ⌋ δὲ πλου⌊τεῖς·⌋ λέγε, τίν' εἰργάζου τέχνην;
τοῦτό γ' ἀπόκρ[ιν]αι, πόθεν ἔχεις ταῦτ'; οὐκ ἄπει
ἐκ τῆς [.......].ως|ε· τί διδάσκεις κακά;
τί λυσιτελεῖν ἡμῖν ἀπ|οφαίνεις τἀδικεῖν;’ { – }
Μένανδρος κωμικός Fragmenta (0541: 039)“Comicorum Atticorum
fragmenta, vol. 3”, Ed. Kock, [Link]: Teubner, [Link] 319, γρ. 5
ΜΕΘΗ
228
εἶτ' οὐχ ὅμοια πράττομεν καὶ θύομεν;
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι,
μικροῦ τάλαντον, γίνεταί τε κατὰ λόγον
δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,
τούτων δὲ πρὸς ταῦτ' ἀνελεῖν τὴν ζημίαν,
πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
ἐγὼ μὲν οὖν ὤν γ' ὁ θεὸς οὐκ εἴασα τὴν
ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν εἷς τῶν συγγενῶν.
ἐμὲ γὰρ διέτριψεν ὁ
Μένανδρος κωμικός Fragmenta (0541: 045)“Menandri quae supersunt,
vol. 2, 2nd edn.”, Ed. Körte, A., Thierfelder, [Link]: Teubner,
[Link] 264, γρ. 5
ΜΕΘΗ
εἶτ' οὐχ ὅμοια πράττομεν καὶ θύομεν·
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
Μενδαῖον, ἐγχέλεις, Θάσιον, τυρόν, μέλι
μικροῦ ταλάντου· γίνεται τὸ κατὰ λόγον,
δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,
τούτων δὲ πρὸς ταῦτ' ἀντανελεῖν τὴν ζημίαν.
πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν
ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.
Ιούλιος Πολυδεύκης ονομαστικόν (0542: 001)“Pollucis onomasticon, 2
vols.”, Ed. Bethe, [Link]: Teubner, 9.1:1900; 9.2:1931, Repr. 1967;
Lexicographi Graeci 9.1–[Link] 6, section 15, γρ. 7
229
καδίσκος κρωσσός βῖκος, ὡς Ξενοφῶν (An I 9. 25), κεράμιον, ἀμ-
φορεύς ἀμφορίσκος, σταμνίον, ἀγγεῖον οἰνοφόρον ὑάλου ἢ κεράμου
πεποιημένον, πίθος ἢ πιθάκνη· Ὑπερείδης (fg 265 Bl) δὲ καὶ πι-
θάκνιον εἴρηκεν. εἰ δὲ καὶ Ἀριστοφάνης (fg 423) ὠνόμασεν ὕρχας
οἴνου, δηλοῖ μὲν ἡ λέξις τῷ βίκῳ προσεοικὸς κεράμιον, ἔστι δ'
Αἰολικὸν τοὔνομα. τὰς δ' ἀποθήκας τοῦ οἴνου Ξενοφῶν (Hellen VI. 2. 6)
μὲν οἰνῶνας εἴρηκεν, Εὔπολις (437) δὲ πιθῶνας. κρατῆρες δ' ὁ μὲν
πρῶτος Διὸς Ὀλυμπίου καὶ Ὀλυμπίων θεῶν, ὁ δὲ δεύτερος ἡρώων,
ὁ δὲ τρίτος Διὸς σωτῆρος τελείου, ὅτι καὶ τὰ τρία πρῶτος τέλειος
ἀριθμός. καὶ ὁ μὲν οἶνος πόμα καὶ πῶμα καὶ ποτόν, ἡδύς, ἐπαγω-
γός, γλυκύς, αὐστηρός, μελιηδής, ἀνθοσμίας, Θάσιος, Χῖος καὶ ὁ τού-
του ἄριστος Ἀριούσιος, Μενδαῖος, Μενδήσιος, Ἰσμαρικός, Λέσβιος,
Πεπαρήθιος, Χαλυβώνιος, Πράμνειος, Μαρωνείτης· οὔπω γὰρ οἱ
παλαιοὶ τὸν Ἰταλιώτην ᾔδεσαν ἀκριβῶς, ἐπεὶ οὐκ ἔστιν ὅντινα ἂν
τούτου προύθεσαν. καί που γλυκὺς καὶ Πόλλιος· ἔστι μὲν ἐκ Συρακου-
σῶν, Πόλλις δ' αὐτὸν ὁ Ἀργεῖος πρῶτος ἐπεσκεύασεν, ἀφ' οὗ καὶ τοὔ-
νομα, ἢ ἀπὸ τοῦ Συρακουσίων βασιλέως Πόλλιδος, ὡς Ἀριστοτέλης
(fg 585 R) λέγει. καὶ σίραιον δ' ἐκάλουν τὸν ἐκ γλεύκους ἡψημένον
γλυκύν, καὶ Θήραιον τὸν ἐκ Κρήτης. ἦν δέ τις καὶ μυρίνης οἶνος,
μύρῳ κεκραμένος·
Ιούλιος Πολυδεύκης ονομαστικόν Book 6, section 63, γρ. 8
λουν, ὡς τὰ ἄγρια κιχόρια, καὶ ἰσχνὰ λάχανα τὰ λεπτά. οἱ κωμικοὶ
(III p 603. 1196) δ' ὠνόμαζον τὰ περικόμματα καὶ χναύματα. τὰ
δ' αὐτὰ καὶ νωγαλίσματα· ἀλλὰ τοῦτο ποιητικὸν ἐσχάτως.
ἰστέον δ' ὅτι παρὰ τοῖς παλαιοῖς εὐδοκίμουν μύραινα ἐκ πορ-
θμοῦ καὶ μύραινα Ταρτησσία, καὶ θύννος Τύριος, καὶ κεστρεὺς ἐκ Σκιά-
θου, καὶ ἔριφος ἐκ Μήλου, καὶ κόγχαι Πελωρῖναι, ὅθεν ἴσως καὶ αἱ
νῦν καλούμεναι Πελωρίδες ὠνομάσθησαν, τεῦτλον ἐξ Ἄσκρης, μαινίδες
ἐκ Λιπάρας, γογγύλαι ἐκ Μαντινείας, Μηθυμναῖοι κτένες, γαλεὸς ἐκ
Ῥόδου, ψῆτται ἐξ Ἐλευσῖνος, ἀφύαι Φαληρικαί, τρίγλαι Αἰξωνικαί, ἐγ-
χέλυες ἐκ Βοιωτίας αἱ Κωπᾷδες, ὡς ἐκ Σικελίας αἱ πλωταί, καὶ
Θασία ἅλμη καὶ Θάσιαι ῥαφανῖδες, καὶ τυρὸς Κύθνιός τε καὶ Σικε-
λικός, καὶ ἅλες Τραγασαῖοι· λίμνη δ' αἱ Τραγάσαι Τρωικὴ ἢ πεδίον
Ἠπειρωτικόν, ἀπὸ Τραγάσου, ᾧ χαριζόμενος ὁ Ποσειδῶν τοὺς ἅλας
ἔπηξεν.
Ιούλιος Πολυδεύκης ονομαστικόν Book 7, section 149, γρ. 5
ἐν αὐτοῖς σκώληκες ἢ σχαδόνες ἢ νύμφαι, ἐπειδὰν ἤδη πτεροφυῶ-
σιν. οὓς δὲ σκαπτῆρας καλεῖ Ξενοφῶν(?), οὗτοί εἰσιν οἱ σκα-
230
πανεῖς. σκαφέας δ' αὐτοὺς Ἄρχιππος καλεῖ (I 688. 44 Ko)
σκαφεῦσι κηπωροῖσι τοῖς τ' ὀνηλάταις,
καὶ ταῖς γυναιξὶ προσέτι ταῖς ποαστρίαις.
τὴν δὲ σμινύην Ἀριστοφάνης (fg 855) σμινύδιον καλεῖ. τῶν δὲ σκα-
πανέων ἐργαλεῖόν ἐστιν ἡ σκαπάνη. καὶ τὸ μὲν καρποῦσθαι
κάρπωσιν λέγει Ξενοφῶν (Cyr IV 5. 16), ἣν οἱ νῦν καρπείαν, αὐτὸ
δὲ τὸ καρποῦσθαι καὶ καρπίσασθαι Ὑπερείδης ἐν τῷ πρὸς Λυσίδη-
μον (fg 144 T). καὶ τὸ ῥῆμα καρπεύειν· λέγει γοῦν ἐν τῷ
πρὸς Θασίους ‘εὐθὺς δὲ καρπεύειν ἀγαθὴν καὶ πλείστην χώραν.’
τὰ δὲ καρπεῖα ἐν τῷ Γηρυτάδῃ Ἀριστοφάνης (fg 177) εἰπὼν τὸ
εὐκαρπεῖν ἐν Ταγηνισταῖς (fg 517) καρπεύειν λέγει. τὸ μέντοι ῥι-
ζοῦσθαι τὸν σῖτον συγκαρκινοῦσθαι ἔλεγον, ὅθεν καὶ Φερεκράτης ἐν
τοῖς Αὐτομόλοις (I 151. 20 Ko) ἔφη ‘ἵνα τὰ λῇα συγκαρκινωθῇ.’
τὸ δὲ ἀμῆσαι καὶ θερίσαι· καὶ τὸ πρᾶγμα οὐ μόνον θέρος ἀλλὰ καὶ
θερισμὸν Αἰσχίνης εἴρηκεν ὁ Σωκρατικός (fg 58 Dittmar), Ἀριστο-
φάνης δὲ καὶ γυναῖκα θερίστριαν (fg 788) καὶ φρυγανίστριαν
(fg 887). τὸ μέντοι τῆς Πραμνίας ἀμπέλου κλῆμα πράμνημα κα-
λεῖται. καὶ τὸ μὲν ξύλον ἐν ᾧ τοὔλαιον πιέζεται ὄρος, τὸ δὲ
σχοινίον ᾧ τὰ ξύλα καταδεῖται τοπεῖον.
Ιούλιος Πολυδεύκης ονομαστικόν Book 9, section 84, γρ. 5
τάχα δ' ἄν τις φιλότιμον εἶναι νομίζοι καὶ τὸν ἐπὶ τῷ νομίς-
ματι λόγον ἐπιζητεῖν, εἴτε Φείδων πρῶτος ὁ Ἀργεῖος ἔκοψε νό-
μισμα, εἴτε Δημοδίκη ἡ Κυμαία συνοικήσασα Μίδᾳ τῷ Φρυγί – παῖς
δ' ἦν Ἀγαμέμνονος Κυμαίων βασιλέως – εἴτε Ἀθηναίοις Ἐριχθόνιος
καὶ Λύκος, εἴτε Λυδοί, καθά φησι Ξενοφάνης (fg 4 Vorsokr D), εἴτε
Νάξιοι κατὰ τὴν Ἀγλωσθένους δόξαν· οὐ γὰρ ἀξιώσει τις ἡμᾶς ἐν
τῷ παρόντι πολυπραγμονεῖν, εἰ Μιτυληναῖοι μὲν Σαπφὼ τῷ νομίς-
ματι ἐνεχαράξαντο, Χῖοι δὲ Ὅμηρον, Ἰασεῖς δὲ παῖδα δελφῖνι
ἐποχούμενον, Δαρδανεῖς δὲ ἀλεκτρυόνων μάχην, Ἀσπένδιοι δὲ πα-
λαιστάς, καὶ Ῥηγῖνοι μὲν λαγών, Κεφαλλῆνες δὲ ἵππον, Θάσιοι δὲ
Πέρσην, Ἀργεῖοι δὲ μῦν· οὔτε γὰρ κατὰ τὴν ὑπόθεσιν τῶν βιβλίων
ἡ πολυπραγμοσύνη, καὶ ἄλλοις ἤδη τὰ τοιαῦτα ἔστι συνειλεγμένα.
ἴσως δὲ τῶν ὀνομάτων καταλόγῳ προσήκουσιν οἱ Κροίσειοι στατῆρες
καὶ Φιλίππειοι καὶ Δαρεικοί, καὶ τὸ Βερενίκειον νόμισμα καὶ Ἀλεξ-
άνδρειον καὶ Πτολεμαϊκὸν καὶ Δημαρέτειον, ὧν τοὺς ἐπωνύμους
γνωριζόντων ἁπάντων, ἡ Δημαρέτη Γέλωνος οὖσα γυνή, κατὰ τὸν
πρὸς τοὺς Λίβυας πόλεμον ἀποροῦντος αὐτοῦ τὸν κόσμον αἰτησα-
μένη παρὰ τῶν γυναικῶν, συγχωνεύσασα νόμισμα ἐκόψατο.
τοῦτό γε μὲν οὐκ ἄκαιρον, ὅτι τὸ μὲν Ἀττικὸν τάλαντον ἑξ-
ακισχιλίας ἐδύνατο δραχμὰς Ἀττικάς
231
Ιούλιος Πολυδεύκης ονομαστικόν Book 10, section 72, γρ. 5
τὰς ἔφη. Φιλόχορος δὲ ἐν τῇ Ἀτθίδι (FHG I 155a) παρὰ τοῖς
παλαιοῖς φησὶ τὸν ἀμφορέα καλεῖσθαι κάδον καὶ τὸ ἡμιαμφόριον
ἡμικάδιον· Ἐπίχαρμος μέντοι ἐν Φιλοκλίνῃ (fg 133 Kaib) διακρίνειν
ἔοικε κάδον καὶ ἀμφορέα, εἰπὼν
οὔτ' ἐν κάδῳ δηλοίμην οὔτ' ἐν ἀμφορεῖ.
ἐκ δὲ τῶν οἰνοφόρων ἀγγείων ἀσκὸς καὶ ἀσκίδιον, ὡς ἐν Ἀχαρ-
νεῦσιν Ἀριστοφάνης (immo Eccl 307) ἔφη, καὶ πυτίνη, καὶ λάγυνος
καὶ λαγύνιον· Δίφιλος δ' ἄμφω λέγει, τὸ μὲν ἐν τῇ Ἑκάτῃ (II p 548.
29 Ko) πολλάκις, τὸ δὲ λαγύνιον ἐν Ἀδελφοῖς (p 541. 3). καὶ κρατὴρ
καὶ κρατηρίδιον καὶ κρατήριον, καὶ στάμνος καὶ σταμνίον. καὶ ἔνιοι
μὲν οὕτως οἴονται καλεῖσθαι μόνον τὸ Θάσιον, Ἀριστοφάνης δὲ ἐν
Τελμισσεῦσι λέγει (fg 531)
οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον·
καὶ οὐ μόνον ἐπὶ τοῦ Χίου τὸν στάμνον εἴρηκεν, ἀλλὰ καὶ ἐπὶ
τοῦ Θασίου ἐν τοῖς Ἀχαρνεῦσι ... ‘τὰ Θάσι' ἀμφορείδια (Eccl
1119).’ Εὔπολις δ' ἐν τῷ Μαρικᾷ (I p 313. 204 Ko) καὶ σταμνά-
ριον εἴρηκεν. ἐν δὲ τούτοις ὀνομάζεται καὶ βίκος καὶ κοτύλη καὶ
χοῦς· ἔνιοι μέντοι τὸν χοῦν καὶ πελίκην κεκλῆσθαι νομίζουσι,
καὶ εἶναι τοὔνομα Βοιωτιόν. ἀλλὰ καὶ ἀσκοπυτίνη· καὶ γὰρ
τοῦτ' ἄν τις εὕροι ἐν Ἀντιφάνους Μελεάγρῳ (II p 72. 150 Ko).
’ἀσκοπυτίνην τινὰ δίψους ἀρωγόν·
Πολύβιος ιστορικός Book 15, chapter 24, section 1, γρ. 3
δευτέραν δὲ τὴν Καλχηδονίων, τρίτην δὲ τὴν Κια-
νῶν ἐξηνδραποδίσατο, στρατηγοῦ παρ' Αἰτωλῶν ἐν
αὐτῇ διατρίβοντος καὶ προεστῶτος τῶν κοινῶν.
Προυσίας δέ, καθὸ μὲν ἡ πρόθεσις αὐτοῦ συντε-
λείας ἔτυχε, περιχαρὴς ἦν, καθὸ δὲ τὰ μὲν ἆθλα
τῆς ἐπιβολῆς ἕτερος ἀπέφερεν, αὐτὸς δὲ πόλεως
οἰκόπεδον ἔρημον ἐκληρονόμει, δυσχερῶς διέκειτο,
ποιεῖν δ' οὐδὲν οἷός τ' ἦν. –
Ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἐφ'
ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ
μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν, καὶ ταύ-
την φιλίαν οὖσαν ἐξηνδραποδίσατο. –
Θάσιοι εἶπον πρὸς Μητρόδωρον τὸν Φιλίππου
στρατηγὸν παραδοῦναι τὴν πόλιν εἰ 8διατηρήσοι αὐ-
232
τοὺς ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύ-
τους, νόμοις χρῆσθαι τοῖς ἰδίοις. –
Συγχωρεῖν τὸν βασιλέα Θασίους ἀφρουρήτους,
ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι
τοῖς ἰδίοις. ἐπισημηναμένων δὲ μετὰ κραυγῆς πάν-
των τὰ ῥηθέντα παρήγαγον τὸν Φίλιππον εἰς τὴν
πόλιν. –
Πολύβιος ιστορικός Book 34, chapter 12, section 1, γρ. 3
VIII. DE THRACIA, MACEDONIA, GRAECIA.
Καὶ ἄλλα δ' οὐ πιστὰ λέγει, τό τε συντετρῆσθαι τὰ
πελάγη *** ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ
Θάσιον ἐν τῷ Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ
πελάγη ἀπό τινος ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων
*τιθείς, ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ
τὸ τὸν Ἴστρον ἑνὶ τῶν στομάτων εἰς τὸν Ἀδρίαν ἐμ-
βάλλειν. τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους ἔνια παρ-
ακούσματά ἐστι λαοδογματικά, 8καθάπερ Πολύβιός φησι
καὶ περὶ αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων. –
Ἐκ δὲ τῆς Ἀπολλωνίας εἰς Μακεδονίαν ἡ
Ἐγνατία ἐστὶν ὁδὸς πρὸς ἕω, 8βεβηματισμένη κατὰ μίλιον
καὶ κατεστηλωμένη μέχρι Κυψέλων καὶ Ἕβρου ποταμοῦ·
Σέξτος Εμπειρίκος Pyrrhoniae hypotyposes Book 1, sec 84, γρ. 7
...πέραν τῆς Μερόης παρὰ τὸν Ἀστάπουν ποταμὸν οἰκοῦντες
σκορπίους καὶ ὄφεις καὶ τὰ παραπλήσια ἀκινδύνως ἐσθίουσιν.
καὶ Ῥουφῖνος δὲ ὁ ἐν Χαλκίδι πίνων ἑλλέβορον οὔτε ἤμει
οὔτε ὅλως ἐκαθαίρετο, ἀλλ' ὥς τι τῶν συνήθων προσεφέρετο
καὶ ἔπεσσεν. Χρύσερμος δὲ ὁ Ἡροφίλειος εἴ ποτε πέπερι
προσηνέγκατο, καρδιακῶς ἐκινδύνευεν. καὶ Σωτήριχος δὲ ὁ
χειρουργὸς εἴ ποτε σιλούρων ᾔσθετο κνίσσης, χολέρᾳ ἡλίσκετο.
Ἄνδρων δὲ ὁ Ἀργεῖος οὕτως ἄδιψος ἦν ὡς καὶ διὰ τῆς ἀνύδρου
Λιβύης ὁδεύειν αὐτὸν μὴ ἐπιζητοῦντα ποτόν. Τιβέριος δὲ ὁ
Καῖσαρ ἐν σκότῳ ἑώρα. Ἀριστοτέλης δὲ ἱστορεῖ
Θάσιόν τινα ᾧ ἐδόκει ἀνθρώπου εἴδωλον
προηγεῖσθαι αὐτοῦ διὰ παντός. τοσαύτης οὖν παρ-
αλλαγῆς οὔσης ἐν τοῖς ἀνθρώποις κατὰ τὰ σώματα, ἵνα ὀλίγα
ἀπὸ πολλῶν τῶν παρὰ τοῖς δογματικοῖς κειμένων ἀρκεσθῶ-
μεν εἰπόντες, εἰκός ἐστι καὶ κατ' αὐτὴν τὴν ψυχὴν διαφέ-
ρειν ἀλλήλων τοὺς ἀνθρώπους· τύπος γάρ τίς ἐστι τὸ σῶμα
233
τῆς ψυχῆς, ὡς καὶ ἡ φυσιογνωμονικὴ σοφία δείκνυσιν. τὸ
δὲ μέγιστον δεῖγμα τῆς κατὰ τὴν διάνοιαν τῶν ἀνθρώπων
πολλῆς καὶ ἀπείρου διαφορᾶς ἡ διαφωνία τῶν παρὰ τοῖς
δογματικοῖς λεγομένων περί τε τῶν ἄλλων καὶ περὶ τοῦ
τίνα μὲν αἱρεῖσθαι προσήκει τίνα δὲ ἐκκλίνειν.
Κλαύδιος Αιλιανός De natura animalium Book 7, sect38, γρ. 10
Ὑρκανοῖς καὶ Μάγνησιν οἱ κύνες συνεστρατεύ-
οντο, καὶ ἦν καὶ τοῦτο συμμαχικὸν ἀγαθὸν αὐτοῖς
καὶ ἐπικουρικόν. συστρατιώτην δέ τις Ἀθηναῖος ἐν
τῇ μάχῃ τῇ ἐν Μαραθῶνι ἐπήγετο κύνα, καὶ γραφῇ
εἴκασται ἐν τῇ Ποικίλῃ ἑκάτερος, μὴ ἀτιμασθέντος
τοῦ κυνός, ἀλλὰ ὑπὲρ τοῦ κινδύνου μισθὸν εἰληφό-
τος ὁρᾶσθαι σὺν τοῖς ἀμφὶ τὸν Κυνέγειρον καὶ Ἐπί-
ζηλόν τε καὶ Καλλίμαχον. ἔστι δὲ καὶ οὗτοι καὶ ὁ
κύων Μίκωνος γράμμα. οἳ δὲ οὐ τούτου, ἀλλὰ τοῦ
Θασίου Πολυγνώτου φασίν.
Ὅσοι λέγουσι θῆλυν ἔλαφον κέρατα οὐ φύειν,
οὐκ αἰδοῦνται τοὺς τοῦ ἐναντίου μάρτυρας, Σοφο-
κλέα μὲν εἰπόντα νομὰς τέ τις κεροῦσσ' ἀπ' ὀρθίων πάγων
καθεῖρπεν ἔλαφος·
Κλαύδιος Αιλιανός Varia historia Book 4, section 3, γρ. 1
ἀνδράσιν ἑταιρεῖν, ἅπαξ δὲ καταζευχθείσας σωφρο-
νεῖν· τὴν δὲ ἁμαρτάνουσαν ἐς ἕτερον συγγνώμης
τυχεῖν ἀδύνατον ἦν.
Νικόστρατον τὸν κιθαριστὴν λόγος τις περίεισι
λέγων Λαοδόκῳ τῷ κιθαρῳδῷ διαφερόμενον ὑπὲρ
μουσικῆς εἰπεῖν ὅτι ἄρα ἐκεῖνος μέν ἐστιν ἐν μεγάλῃ
τῇ τέχνῃ μικρός, αὐτὸς δὲ ἐν μικρᾷ μέγας. οὐ μόνον
δὲ ἄρα ἐστὶ σεμνὸν οἰκίαν αὐξῆσαι καὶ πλοῦτον, ἀλλὰ
γὰρ καὶ τέχνην, εἴ γέ τι δεῖ προσέχειν Νικοστράτῳ
εὖ καὶ καλῶς τοῦτο εἰπόντι.
Πολύγνωτος ὁ Θάσιος καὶ Διονύσιος ὁ Κολοφώ-
νιος γραφέε ἤστην. καὶ ὁ μὲν Πολύγνωτος ἔγραφε
τὰ μεγάλα, καὶ ἐν τοῖς τελείοις εἰργάζετο τὰ ἆθλα·
τὰ δὲ τοῦ Διονυσίου πλὴν τοῦ μεγέθους τὴν τοῦ
Πολυγνώτου τέχνην ἐμιμεῖτο ἐς τὴν ἀκρίβειαν, πάθος
καὶ ἦθος καὶ σχημάτων χρῆσιν καὶ ἱματίων λεπτότη-
234
τας καὶ τὰ λοιπά.
Κλαύδιος Αιλιανός Varia historia Book 12, section 31, γρ. 4
μεθύειν δὲ περὶ πλήθουσαν ἀγοράν. ἐς τοσοῦτον δὲ
ἄρα Κυρηναῖοι τρυφῆς ἐξώκειλαν, ὥστε Πλάτωνα
παρεκάλουν, ἵνα αὐτοῖς γένηται νομοθέτης. τὸν δὲ
ἀπαξιῶσαί φασι διὰ τὴν ἐξ ἀρχῆς ῥᾳθυμίαν αὐτῶν.
ὁμολογεῖ δὲ καὶ Εὔπολις ἐν τῷ Μαρικᾷ, ὅστις αὐτῶν
εὐτελέστατος, σφραγῖδας εἶχε δέκα μνῶν. παρῆν δὲ
θαυμάζεσθαι καὶ τοὺς διαγλύφοντας τοὺς δακτυλίους.
Φέρε οἴνων Ἑλληνικῶν διὰ σπουδῆς ἰόντων ἐν
τοῖς πάλαι ὀνόματα καταλέξω ὑμῖν. Πράμνειόν τινα
ἐκάλουν, ἱερὸς δὲ ἦν ἄρα οὗτος τῆς Δήμητρος. καὶ
Χῖος οἶνος ἐκ τῆς νήσου, καὶ Θάσιος ἄλλος, καὶ Λέ-
σβιος. καὶ ἐπὶ τούτοις Γλυκύς τις ἐκαλεῖτο, πρέπων
τῷ ὀνόματι τὴν γεῦσιν, καὶ Κρὴς ἄλλος. καὶ ἐν Συ-
ρακούσαις Πόλλιος· ἐκλήθη δὲ ἀπό τινος ἐγχωρίου
βασιλέως. ἔπινον δὲ καὶ Κῷον οἶνον, καὶ οὕτως
αὐτὸν ἐκάλουν· καὶ Ῥόδιον, κατὰ τὰ αὐτὰ ὀνομάζον-
τες. τί δέ; οὐκ ἐκεῖνα τοῖς Ἕλλησι τρυφῆς ἀπόδειξις;
μύρῳ γὰρ οἶνον μιγνύντες οὕτως ἔπινον, καὶ ὑπερ-
ησπάζοντο τὴν τοιαύτην κρᾶσιν· καὶ ἐκαλεῖτο ὁ
οἶνος Μυρίνης. μέμνηται δὲ αὐτοῦ Φιλιππίδης ὁ
τῆς κωμῳδίας ποιητής.
Κλαύδιος Αιλιανός Epistulae rusticae (0545: 003)“Claudii Aeliani de
natura animalium libri xvii, varia historia, epistolae, fragmenta, vol. 2”,
Ed. Hercher, [Link]: Teubner, 1866, Repr. [Link] 8, γρ. 6
Ὀπώρα Δερκύλλῳ.
Σὺ μὲν εἴτε σπουδάζεις ἐς τὸ ὄνομα τὸ ἐμὸν εἴτε
παίζεις οἶσθα δήπου αὐτός, ἐγὼ δὲ οἷς πέμπεις οὐκ
ἀξιῶ πρός με ὡραΐζεσθαι. καλὰ γάρ σου τὰ δῶρα
ἀκρόδρυα δυοῖν ὀβολοῖν καὶ ὑβριστὴς οἶνος διὰ νεό-
τητα· πίοι δ' ἂν ἡ Φρυγία αὐτόν· ἐγὼ δὲ Λέσβιον
πίνω καὶ Θάσιον καὶ ἀργυρίου δέομαι· ὀπώραν δὲ
Ὀπώρᾳ ἀποστέλλειν αὐτόχρημα πῦρ ἐπὶ πῦρ φέρειν
ἐστί. κἀκεῖνο δέ σε οὐ χεῖρον εἰδέναι ταύτῃ ᾗπερ
οὖν καὶ αὐτὴ νοῶ. τοῦ γὰρ χρηματίζεσθαι παρὰ τῶν
235
βουλομένων μοι προσιέναι καὶ τὸ ὄνομα αἴτιον· παι-
δεύει γάρ με ὅτι καὶ τὸ κάλλος τῶν σωμάτων ὀπώρᾳ
ἔοικεν. ἕως οὖν ἀκμάζει, καὶ τὴν ὑπὲρ αὐτοῦ χάριν
προσῆκόν ἐστιν ἀνταπολαμβάνειν· ἐὰν δὲ ἀπορρεύσῃ,
τί ἂν ἄλλο εἴη τὸ ἡμέτερον ἢ δένδρον καρπῶν ἅμα καὶ
φύλλων γυμνόν; καίτοιγε ἐκείνοις μὲν ἡ φύσις δίδωσιν
ἀναθῆλαι·
Αναξιμένης Fragmenta Τομ. -Jacobyʹ-F 2a,72,F, fragment 41, γρ. 10
stantiam perdidit. ob hanc rem a canibus suis devoratus esse dicitur.
[DEMOSTH.] or. XII: Ἐπιστολὴ Φιλίππου. Φίλιππος Ἀθηναίων τῆι
βουλῆι καὶ τῶι δήμωι χαίρειν. Ἐπειδὴ πολλάκις μου πρέσβεις
ἀποστείλαντος,
ἵν' ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν ἐποιεῖσθ'
ἐπιστροφήν,
ὤιμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ θαυμάσητε
δὲ τὸ
μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν
ἐστιν ὑπὲρ
ἁπάντων δηλῶσαι καθαρῶς.
(2) πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς χώρας τῆς
ἐμῆς, οὐχ ὅτι τοῖς παρανομοῦσιν ἐπετιμήσατε τὴν δίκην, ἀλλὰ τὸν
ἀδικούμενον εἵρξατε δέκα μῆνας· ἃς δ' ἔφερε παρ' ἡμῶν ἐπιστολάς,
ἀνέγνωτ' ἐπὶ τοῦ βήματος.
ἔπειτα Θασίων ὑποδεχομένων τὰς Βυζαντίων τριήρεις καὶ τῶν ληιστῶν
τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρρήδην λεγουσῶν
πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦντας. (3) ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς
χρόνους Διοπείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν
Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θράικην ἐπόρθησε, τέλος δ'
εἰς τοῦτ' ἦλθε παρανομίας ὥστ' Ἀμφίλοχον ὑπὲρ τῶν
αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας
ἐπιθεὶς ἀπελύ-
τρωσε ταλάντων ἐννέα· καὶ ταῦτα τῶι δήμωι συνδοκοῦντ' ἐποίησεν. (4)
καίτοι τὸ
παρανομεῖν εἰς κήρυκα καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι
δοκεῖ καὶ
μάλισθ' ὑμῖν· Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνελόντων εἰς τοῦτ' ἐλήλυθεν
ὁ δῆμος
ὥστε μυστηρίων μὲν εἶργον αὐτούς, ὑπόμνημα δὲ τῆς ἀδικίας ἔστησαν
ἀνδριάντα
πρὸ τῶν πυλῶν. καίτοι πῶς οὐ δεινόν, ἐφ' οἷς παθόντες οὕτως ἐμισήσατε
τοὺς
236
Αναξιμένης Fragmenta Τομ. -Jacobyʹ-F 2a,72,F, fragment 41, γρ. 91
πῶς οὐκ ἐκείνοις ὀργίζεσθε καταλαβοῦσι τὴν ἀλλοτρίαν;
(16) εἰς τοῦτο δὲ προβεβήκαμεν ἔχθρας ὥστε βουλόμενος ταῖς ναυσὶν εἰς
τὸν Ἑλλήσποντον παραβαλεῖν ἠναγκάσθην αὐτὰς παραπέμψαι διὰ
Χερρονήσου τῆι στρατιᾶι, τῶν μὲν κληρούχων κατὰ τὸ Πολυκράτους
δόγμα πολεμούντων ἡμῖν, ὑμῶν δὲ τοιαῦτα ψηφιζομένων, τοῦ δὲ
στρατηγοῦ Βυζαντίους τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς
ἅπαντας ὅτι πολεμεῖν αὐτῶι προστάττετε, ἂν καιρὸν λάβηι. τοιαῦτα δὲ
πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας ἀπεσχόμην,
ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν ἢ πάντα, καὶ διατετέλεκα προκαλούμενος
ὑμᾶς εἰς κρίσιν ἐλθεῖν ὑπὲρ ὧν αἰτιώμεθ' ἀλλήλους. (17) καίτοι
σκοπεῖσθε πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι,
καὶ πότερον αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους· καὶ λογίζεσθ'
ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μαρωνίτας ἀναγκάσαι περὶ
Στρύμης διακριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι περὶ
ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γιγνώσκοντας ὅτι
νικηθέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες
δὲ λήψεσθε τὰ νῦν ὑφ' ἡμῖν ὄντα.
(18) πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμψαντος ἐμοῦ
πρέσβεις
ἀπὸ τῆς συμμαχίας πάσης, ἵν' ὦσι μάρτυρες, καὶ βουλομένου ποιήσασθαι
πρὸς ὑμᾶς
δικαίας ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ τοὺς περὶ τούτων λόγους
ἐδέξασθε παρὰ
τῶν πρεσβευόντων, ἐξὸν ὑμῖν ἢ τῶν κινδύνων ἀπαλλάξαι τοὺς δυσχερὲς
ὑποπτεύοντάς
τι καθ' ἡμῶν ἢ φανερῶς ἐξελέγξαι με φαυλότατον ὄντα τῶν ἁπάντων.
(19) τῶι μὲν
οὖν δήμωι ταῦτα συνέφερε, τοῖς δὲ λέγουσιν οὐκ ἐλυσιτέλει. φασὶ γὰρ οἱ
τῆς πολιτείας
τῆς παρ' ὑμῖν ἔμπειροι τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ
πόλεμον εἰρήνην·
Κλήμης Αλεξανδρινός Paedagogus Clément d'Alexandrie. Le
pédagogue, 3 vols.”, Ed. Marrou, H.–I., Harl, M., Mondésert, C., Matray,
[Link]: Cerf, 1:1960; 2:1965; 3:1970; Sources chrétiennes 70, 108,
[Link] 2, chapter 2, subchapter 30, sect 2, γρ. 1
παραφυλάττοντας τὸν ὄλισθον ἀκριβῶς· ἀκροσφαλὴς γὰρ ἡ τοῦ
οἴνου παρείσδυσις. Οὕτω δ' ἂν καὶ ἡ ψυχὴ ἡμῶν ὑπάρξαι καθαρὰ
237
καὶ ξηρὰ καὶ φωτοειδής, «αὐγὴ δὲ ψυχὴ ξηρὰ σοφωτάτη καὶ ἀρίστη».
Ταύτῃ δὲ καὶ ἐποπτική, οὐδέ ἐστιν κάθυγρος ταῖς ἐκ τοῦ οἴνου
ἀναθυμιάσεσιν νεφέλης δίκην σωματοποιουμένη.
Οὐ πολυπραγμονητέον τοίνυν τὸν οἶνον τὸν Χῖον, ἂν ἀπῇ,
οὐδὲ τὸν Ἀριούσιον, ὅταν μὴ παρῇ. Δίψα γὰρ ἐνδείας τινός ἐστι
πάθος καὶ τὸ κατάλληλον ἐπιζητεῖ βοήθημα πρὸς ἀναπλήρωσιν, οὐ
τετυφωμένον ποτόν. Πλαδώσης δὲ ὀρέξεως δι' ἀκρασίαν αἱ διαπόν-
τιοι οἰνηγίαι, παραφρονούσης καὶ πρὸ τῆς μέθης περὶ τὰς ἐπιθυμίας
τῆς ψυχῆς. Θάσιός τε γὰρ ὁ εὐώδης καὶ ὁ εὔπνους Λέσβιος καὶ
Κρής τις γλυκὺς καὶ Συρακούσσιος ἡδὺς καὶ Μενδήσιός τις Αἰγύπτιος
καὶ ὁ νησιώτης Νάξιος καὶ ἀνθοσμίας τις ἄλλος τῆς Ἰταλῶν γῆς,
πολλὰ ταῦτα ὀνόματα· σώφρονι συμπότῃ οἶνος εἷς, ἑνὸς γεώργιον
θεοῦ. Τί γὰρ οὐκ ἀπόχρη ὁ ἐπιχώριος ἀποπληρῶσαι τὴν ἐπιθυμίαν;
Εἰ μή τι καὶ τὸ ὕδωρ ἐποίσονται, ὡς οἱ βασιλεῖς οἱ ἀνόητοι [Χόασπις
ποταμὸς οὕτω λεγόμενος τῆς Ἰνδικῆς, οὗ κάλλιστον ὕδωρ εἰς πόσιν]
τὸ Χοάσπειον, καθάπερ καὶ τοὺς φίλους, οὕτω δὲ καὶ τὸ ὕδωρ
ἐπαγόμενοι. Ταλανίζει τοὺς πλουσίους εἰς τρυφὴν κἀνταῦθα τὸ ἅγιον
πνεῦμα διὰ τοῦ Ἀμὼς ἐκφωνῆσαν· «Οἱ πίνοντες τὸν διυλισμένον
οἶνον καὶ ἐπὶ κλίνης ἐλεφαντίνης», φησί, «κατακείμενοι»,
Κλήμης Αλεξανδρινός Stromata “Clemens Alexandrinus, vols. 2, 3rd
edn. and 3, 2nd edn.”, Ed. Stählin, O., Früchtel, L., Treu, [Link]:
Akademie–Verlag, 2:1960; 3:1970; Die griechischen christlichen
Schriftsteller 52(15), 17Book 1, chapter 21, section 133, subsect 2, γρ. 5
ἡ Ταραξάνδρα ἡ Μακέτις ἡ Θετταλὴ ἡ Θεσπρωτίς, Κάλχας τε αὖ
καὶ Μόψος, οἳ κατὰ τὰ Τρωϊκὰ γεγόνασι, πρεσβύτερος δὲ ὁ Μόψος,
ὡς ἂν συμπλεύσας τοῖς Ἀργοναύταις. φασὶ δὲ τὴν Μόψου καλου-
μένην Μαντικὴν συντάξαι τὸν Κυρηναῖον Βάττον, Δωρόθεός τε ἐν
τῷ πρώτῳ πανδέκτῃ ἀλκυόνος καὶ κορώνης ἐπακοῦσαι τὸν Μόψον
ἱστορεῖ. προγνώσει δὲ καὶ Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ
Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ Ἀριστέας ὁ Προκοννήσιος Ἐπιμενίδης
τε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ Ζωροάστρης ὁ Μῆδος
Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ Λάκων, ναὶ μὴν
Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμός τε ὁ Συρακούσιος ἐπί τε τούτοις
Σωκράτης ὁ Ἀθηναῖος μάλιστα· «ἔστι γάρ μοι», φησὶν ἐν τῷ Θεάγει,
»ἐκ παιδὸς ἀρξάμενον θείᾳ μοίρᾳ παραγινόμενον δαιμόνιον σημεῖον,
τοῦτο δέ ἐστι φωνή, ἣ ὅταν γένηται, ἐπίσχει τοῦτο ὃ μέλλω πράτ-
τειν, προτρέπει δὲ οὐδέποτε.» Ἐξήκεστός τε ὁ Φωκέων τύραννος
δύο δακτυλίους φορῶν γεγοητευμένους τῷ ψόφῳ τῷ πρὸς ἀλλήλους
διῃσθάνετο τοὺς καιροὺς τῶν πράξεων, ἀπέθανεν δὲ ὅμως δολοφο-
νηθείς, καίτοι προσημήναντος τοῦ ψόφου, ὥς φησιν Ἀριστοτέλης ἐν
238
τῇ Φωκέων πολιτείᾳ. ἀλλὰ καὶ τῶν παρ' Αἰγυπτίοις ἀνθρώπων
ποτέ, γενομένων δὲ ἀνθρωπίνῃ δόξῃ θεῶν, Ἑρμῆς τε ὁ Θηβαῖος καὶ
Ἀσκληπιὸς ὁ Μεμφίτης, Τειρεσίας τε αὖ καὶ Μαντὼ ἐν Θήβαις, ...
Πολυάρατος. Είδος Ονόματος: Ανθρωπωνύμιο. Φύλο: Αρσενικό. Χρονολόγηση: 4ος αι. π.Χ.
2ος αι. π.Χ. Πηγές/τεκμήρια: (1) Μακεδονία < Αίγυπτος 130 π.Χ.
Heron Mech., Definitiones (0559: 008)“Heronis Alexandrini opera quae
supersunt omnia, vol. 4”, Ed. Heiberg, [Link]: Teubner, [Link]
136, section 1, γρ. 9
ἐστι τὰ ἔργα, τοιαῦτα φαίνεται ἐν πολλῷ ἀναστήματι
τιθέμενα.
Εὕρηται ἡ γεωμετρία πρῶτον μὲν ἐκ τῶν Αἰγυπτίων,
ἤγαγε δὲ εἰς τοὺς Ἕλληνας Θαλῆς. μετὰ δὲ τὸν Θαλῆν
Μαμέρτιος ὁ Στησιχόρου ποιητοῦ ἀδελφὸς καὶ Ἱππίας
ὁ Ἠλεῖος καὶ μετὰ ταῦτα ὁ Πυθαγόρας ἄνωθεν τὰς
ἀρχὰς αὐτῆς ἐπισκοπούμενος καὶ ἀύλως καὶ νοερῶς τὰ
θεωρήματα διερευνώμενος καὶ μετὰ τοῦτον Ἀναξαγόρας
καὶ ὁ Πλάτων καὶ Οἰνοπίδης ὁ Χῖος καὶ Θεόδωρος ὁ
Κυρηναῖος καὶ Ἱπποκράτης πρὸ τοῦ Πλάτωνος. μετὰ
ταῦτα καὶ Λεωδάμας ὁ Θάσιος καὶ Ἀρχύτας ὁ Ταραν-
τῖνος καὶ Θεαίτητος ὁ Ἀθηναῖος, Εὔδοξος ὁ Κνίδιος·
καὶ τρισὶν ἀναλογίαις ἄλλας τρεῖς προσέθηκε· καὶ
ἄλλοι πολλοί. οὐ πολὺ δὲ τούτων νεώτερός ἐστιν ὁ
Εὐκλείδης ὁ τὰ Στοιχεῖα συναγαγών, γέγονε δὲ οὗτος
ἐπὶ τοῦ πρώτου Πτολεμαίου νεώτερος μὲν τοῦ Πλά-
τωνος, ἀρχαιότερος δὲ τοῦ Ἐρατοσθένους καὶ Ἀρχιμή-
δους· οὗτοι γὰρ σύγχρονοι ἀλλήλοις ἦσαν.
Θεοπομπός Fragmenta (0566: 002)“FGrH #115”.Τομ. -Jacobyʹ-F
2b,115,F, fragment 22, γρ. 4
τοῦ Κυζικην̣οῦ καὶ τὰς [ἀμφοῖν] πρὸς ἀλλήλους ἐνσπόνδους διαλέξεις, ἃς
ἐν τῆι τετάρτηι (IV 1, 29 ff.) Ξενοφῶν ἀνέγραψε πάνυ χαριέντως καὶ
πρεπόντως ἀμφοῖν, εἰς τὴν ἑνδεκάτην τῶν Ἑλληνικῶν μεταθεὶς ὁ Θεό-
πομπος ἀργά τε καὶ ἀκίνητα πεποίηκε καὶ ἄπρακτα. λόγου γὰρ δύναμιν
καὶ διὰ τὴν κλοπὴν ἐξεργασίαν ἐμβάλλειν καὶ ἐπιδείκνυσθαι σπουδάζων,
βραδὺς καὶ μέλλων καὶ ἀναβαλλομένωι ἐοικὼς φαίνεται καὶ τὸ ἔμψυχον
καὶ ἐνεργὸν τὸ Ξενοφῶντος διαφθείρων.
ATHEN. XIV 74 p. 657 BC: χηνῶν δὲ σιτευτῶν καὶ
239
μόσχων Θεόπομπος ἐν ιγ Φιλιππικῶν (F 106) καὶ ια Ἑλληνικῶν, ἐν οἷς
ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως·
«καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάωι προσιόντι πρόβατα
παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ
καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δ'
Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ
πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ' ἔγνω (κατε-
κεκάλυπτο γάρ), ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέ-
λευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι
τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων
’δότε’, φησίν ‘φέροντες ἐκείνοις’, δείξας [αὐτοῖς] τοὺς
εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώ-
γοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας
Θεοπομπός Fragmenta Τομ. -Jacobyʹ-F 2b,115,F, fragment 22, γρ. 11
ATHEN. XIV 74 p. 657 BC: χηνῶν δὲ σιτευτῶν καὶ
μόσχων Θεόπομπος ἐν ιγ Φιλιππικῶν (F 106) καὶ ια Ἑλληνικῶν, ἐν οἷς
ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως·
«καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάωι προσιόντι πρόβατα
παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ
καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δ'
Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ
πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ' ἔγνω (κατε-
κεκάλυπτο γάρ), ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέ-
λευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι
τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων
’δότε’, φησίν ‘φέροντες ἐκείνοις’, δείξας [αὐτοῖς] τοὺς
εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώ-
γοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας
Λακεδαιμονίων.»
SCHOL. EURIP. Androm. 1: τὴν ἐν Ἀσίαι λέγει
Ὑποπλάκιον Θήβην ..... Φιλέας (V) δὲ καὶ ἐν Θεσσαλίαι φησὶν ἐν τῶι
Φθιωτικῶι τέλει Θήβας εἶναι. Θεόπομπος δὲ ἐν τοῖς Ἑλληνικοῖς καὶ περὶ
τὴν Μυκάλην ἄλλας εἶναί φησι, ταύτας δὲ Μιλησίους ἀλλάξασθαι πρὸς
Σαμίους.
Θεοπομπός Fragmenta Τομ. -Jacobyʹ-F 2b,115,F, fragment 129*, γρ. 10
... κτισθῆναι. STRABON VII 5, 9: τὸ μὲν οὖν στόμα κοινὸν ἀμφοῖν
ἐστι, διαφέρει δὲ ὁ Ἰόνιος, διότι τοῦ πρώτου μέρους τῆς θαλάττης ταύτης
240
ὄνομα τοῦτ' ἐστίν, ὁ δ' Ἀδρίας τῆς ἐντὸς μέχρι τοῦ μυχοῦ, νυνὶ δὲ καὶ
τῆς συμπάσης. φησὶ δὲ ὁ Θεόπομπος τῶν ὀνομάτων τὸ μὲν ἥκειν ἀπὸ
ἀνδρὸς ἡγησαμένου τῶν τόπων, ἐξ Ἴσσης τὸ γένος, τὸν Ἀδρίαν δὲ
ποταμοῦ ἐπώνυμον γεγονέναι. στάδιοι δ' ἀπὸ τῶν Λιβυρνῶν ἐπὶ τὰ
Κεραύνια μικρῶι πλείους ἢ δισχίλιοι. Θεόπομπος δὲ τὸν πάντα ἀπὸ τοῦ
μυχοῦ πλοῦν ἡμερῶν ἓξ εἴρηκε, πεζῆι δὲ τὸ μῆκος τῆς Ἰλλυρίδος καὶ
τριάκοντα· πλεονάζειν δέ μοι δοκεῖ. καὶ ἄλλα δ' οὐ πιστὰ λέγει, τό τε
συντετρῆσθαι τὰ πελάγη ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ
Θάσιον ἐν τῶι Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ πελάγη ἀπό τινος
ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων τινὰς τοσαύτας εἶναι τὸ μέγεθος,
ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ τὸ τὸν Ἴστρον ἑνὶ τῶν
στομάτων εἰς τὸν Ἀδρίαν ἐμβάλλειν. τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους
(V) ἔνια παρακούσματά ἐστι λαοδογματικά, καθάπερ Πολύβιός φησι καὶ
περὶ αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων.
Φιλόχορος Fragmenta (0583: 002)“FGrH #328”.Τομ. -Jacobyʹ-F
b,328,F, fragment 43, γρ. 2
παρὰ τὸν πυλῶνα τὸν ἀστικόν.
HARPOKR. (SUDA; ET. M. p. 734, 37; SCHOL. DEMOSTH.
14, 17) s.v. συμμορία· Δημοσθένης Κατ' Ἀφόβου α (27, 7). οὐχ ἅπαν τὸ
πλῆθος, ὥσπερ παρ' ἡμῖν, διήιρητο εἰς τὰς συμμορίας Ἀθήνησιν ἀλλὰ
μόνοι
οἱ πλούσιοι καὶ εἰσφέρειν τῆι πόλει δυνάμενοι ... διηιρέθησαν δὲ πρῶτον
Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι
Φιλόχορος ἐν τῆι ε Ἀτθίδος.
LEX. DEMOSTH. P. Berol. 5008 A 1: ὅτι δὲ ἀπές[τη Κότυ]ος
Φιλόχορος δεδήλωκεν ἐν τῆι ε τῆς Ἀ̣[τθίδος].
HARPOKR. s.v. Στρύμη· Δημοσθένης ἐν τῶι περὶ τοῦ
τριηραρχήματος (50, 20/3) .... ἐστὶ δὲ ἐμπόριον Θασίων. μνημονεύει
τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως
Φιλόχορος ἐν ε, Ἀρχίλοχον (F 146 Bgk4) ἐπαγόμενος μάρτυρα.
HARPOKR. s.v. Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων·
ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία ‘Δάτος ἀγαθῶν’. δεδηλώκασι
δὲ
περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας, ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως
λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ (70 F 37)·
ἅπαξ δ' ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γ Φιλιππικῶν (115 F 43).
μετωνο-
μάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ
Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορος τέ φησιν
Philostephanus Hist., Fragmenta (0584: 002)“FHG 3”, Ed. Müller, K.
241
Paris: Didot, [Link] 19, γρ. 3
[ΠΕΡΙ ΣΤΡΥΜΗΣ.]
Harpocratio V. Στρύμη: Ἡρακλείδης ἢ Φιλοστέφανος ἐν τῷ Περὶ νήσων
φησίν· «Ἀποικίαι δέ εἰσι Θασίων τῆς Θρᾴκης Γάληψος καὶ Στρύμη ἡ
νῆσος.» Ἔστι δὲ ἐμπόριον Θασίων.
Polemon Perieg., Fragmenta (0586: 001)“FHG 3”, Ed. Müller, K.
Paris: Didot, [Link] 45, γρ. 21
καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονό-
τας. Εὑρετὴν μὲν οὖν γένους Ἱππώνακτα φατέον τὸν
ἰαμβοποιόν. Λέγει γὰρ οὗτος ἐν ταῖς ἑξαμέτροις·
Μοῦσά μοι Εὐρυμεδοντιάδεα τὴν ποντοχάρυβδιν
τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον,
ἔννεφ' ὅπως ψηφῖδι κακῇ κακὸν οἶτον ὄληται,
βουλῇ δημοσίῃ παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο.
Κέχρηται δὲ καὶ ὁ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τινι
τῶν δραμάτων ἐπ' ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας
κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις, καὶ τῶν κατ' αὐτὸν
Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. Λέγει γὰρ
οὕτως·
Ἐς δὲ Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλον
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
Ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ' ἀνέπεισεν
ἐς καλὴν κρηπῖδα ποσὶν τοιοῖσδ' ἀναβῆναι;
Τοῖσι δ' ἐγὼ πᾶσι σμικρὸν μετὰ τοῦτ' ἔπος εἶπον·
Λῆμμ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀναβῆναι
καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλει
εὐκούρων βδελυρῶν, ὀλλύντων τ' ὀλλυμένων τε
ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·
Antisthenes Phil., Rhet., Fragmenta varia (0591: 002)“Antisthenis
fragmenta”, Ed. Caizzi, [Link]: Istituto Editoriale Cisalpino,
[Link] 117, γρ. 49
αὐτῶν οὐκ ἂν εὐξαίμην, ἧττον δέ· οὕτω μοι δοκεῖ ἔνια
αὐτῶν ἡδίω εἶναι τοῦ συμφέροντος. πλείστου δ' ἄξιον
κτῆμα ἐν τῷ ἐμῷ πλούτῳ λογίζομαι εἶναι ἐκεῖνο,
ὅτι εἴ μού τις καὶ τὰ νῦν ὄντα παρέλοιτο, οὐδὲν οὕτως
242
ὁρῶ φαῦλον ἔργον ὁποῖον οὐκ ἀρκοῦσαν ἂν τροφὴν ἐμοῖ
παρέχοι. καὶ γὰρ ὅταν ἡδυπαθῆσαι βουληθῶ, οὐκ ἐκ
τῆς ἀγορᾶς τὰ τίμια ὠνοῦμαι (πολυτελῆ γὰρ γίνεται),
ἀλλ' ἐκ τῆς ψυχῆς ταμιεύομαι. καὶ πολὺ πλέον διαφέρει
πρὸς ἡδονήν, ὅταν ἀναμείνας τὸ δεηθῆναι προσφέρωμαι
ἢ ὅταν τινὶ τῶν τιμίων χρῶμαι, ὥσπερ καὶ νῦν τῷδε τῷ
Θασίῳ οἴνῳ ἐντυχὼν οὐ διψῶν πίνω αὐτόν. ἀλλὰ μὴν
καὶ πολὺ δικαιοτέρους γε εἰκὸς εἶναι τοῦς εὐτέλειαν
μᾶλλον ἢ πολυχρηματίαν σκοποῦντας. οἷς γὰρ μάλιστα
τὰ παρόντα ἀρκεῖ ἥκιστα τῶν ἀλλοτρίων ὀρέγονται.
ὀρέγονται. ἄξιον δ' ἐννοῆσαι ὡς καὶ ἐλευθερίους ὁ τοιοῦτος
πλοῦτος παρέχεται. Σωκράτης τε γὰρ οὗτος παρ' οὗ
ἐγὼ τοῦτον ἐκτησάμην οὔτε ἀριθμῷ οὔτε σταθμῷ ἐπήρκει
μοι, ἀλλ' ὁπόσον ἐδυνάμην φέρεσθαι, τοσοῦτόν μοι πα-
ρεδίδου· ἐγώ τε νῦν οὐδενὶ φθονῶ, ἀλλὰ πᾶσι τοῖς φίλοις
καὶ ἐπιδεικνύω τὴν ἀφθονίαν καὶ μεταδίδωμι τῷ βου
Rhetorica Anonyma, Περὶ τῶν τοῦ λόγου σχημάτων (0598: 019)
“Rhetores Graeci, vol. 3”, Ed. Spengel, [Link]: Teubner, 1856, Repr.
1966.Τομ. 3, σε. 122, γρ. 17
ΠΕΡΙ ΤΟΥ ΕΙΣ ΤΗΝ ΕΑΥΤΟΥ ΓΝΩΜΗΝ ΑΝΑΦΕΡΕΙΝ
ΤΙ ΤΩΝ ΡΗΘΗΣΟΜΕΝΩΝ.
Ἐκ τῆς ἐπιστολῆς Φιλίππου, καὶ λογίζεσθε, ὡς
ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μα-
ρωνείτας ἀναγκάσαι περὶ Στρύμης διακρι-
θῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ δια-
λύσασθαι περὶ ὧν ἀμφισβητοῦσι τὸν τρόπον
τοῦτον, ἄλλως τε καὶ γινώσκοντας, ὅτι νικη-
θέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες
δὲ λήψεσθε τὰ νῦν ὑφ' ἡμῖν ὄντα. πάντων δέ
μοι δοκεῖ παραλογώτατον εἶναι. καὶ παρὰ Θου-
κυδίδῃ, Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυ-
νάμει προὔχων. καὶ περὶ τῶν πρὸς Ἀλέξανδρον
συνθηκῶν, ἄξιον ἀποδέχεσθαι, ὦ Ἀθηναῖοι,
Δίων Χρυσόστομος Orationes Oration 6, section 13, γρ. 1
κραιπάλης δὲ καὶ λήθης τὰς ψυχὰς γέμοντες. ὅθεν δὴ καὶ ἐπιμη-
χανῶνται αὑτοῖς καὶ σιτία πονηρὰ καὶ βαλανεῖα τούτου χάριν, τῆς
243
δ' αὐτῆς ἡμέρας πολλάκις δέονται μὲν ἀνέμου, δέονται δὲ ἐσθῆτος,
δέονται δὲ ὁμοῦ χιόνος καὶ πυρός, τὸ δὲ πάντων ἀτοπώτατον,
ἐπιθυμοῦσι καὶ λιμοῦ καὶ δίψους. ἀκόλαστοι δὲ ὄντες οὐχ ἥδονται
ἀφροδισίοις διὰ τὸ μὴ περιμένειν ὀρέγεσθαι αὐτῶν· ὅθεν ζητοῦσιν
ἀχαρίτους καὶ ἀτερπεῖς ἡδονάς. ὁ δὲ λιμῷ μὲν ἐχρῆτο καὶ δίψει
πρὸ τῆς τροφῆς ἑκάστοτε, καὶ ἐνόμιζε τοῦτο ἱκανώτατον καὶ δρι-
μύτατον τῶν ὄψων. τοιγαροῦν ἥδιον μὲν προσεφέρετο μᾶζαν ἢ
οἱ ἄλλοι τὰ πολυτελέστατα τῶν σιτίων, ἥδιον δὲ ἔπινε τοῦ ῥέοντος
ὕδατος ἢ οἱ ἄλλοι τὸν Θάσιον οἶνον. κατεγέλα δὲ τῶν, ὁπότε
διψῷεν, τὰς μὲν κρήνας παρερχομένων, ζητούντων δὲ πάντως ὁπό-
θεν ὠνήσονται Χῖον ἢ Λέσβιον, καὶ πολὺ ἔφασκεν ἀφρονεστέρους
εἶναι τῶν βοσκημάτων· ἐκεῖνα γὰρ οὐδέποτε διψῶντα κρήνην οὐδὲ
ῥεῦμα καθαρὸν παρελθεῖν οὐδὲ πεινῶντα ἀπέχεσθαι τῶν ἁπαλω-
τάτων φύλλων καὶ πόας τῆς ἱκανῆς τρέφειν· οἰκίας δὲ τὰς καλ-
λίστας καὶ ὑγιεινοτάτας ἐν ἁπάσαις ταῖς πόλεσιν ἔχειν ἀναπε-
πταμένας τά τε ἱερὰ καὶ τὰ γυμνάσια. ἱμάτιον δὲ ἓν ἐξήρκει τοῦ
θέρους αὐτῷ καὶ τοῦ χειμῶνος· τοῦ γὰρ ἀέρος ἠνείχετο ῥᾳδίως,
ἅτε δὴ συνήθης αὐτῷ γενόμενος. τοὺς δὲ πόδας οὐδέποτε ἔσκεπεν·
οὐ γὰρ ἔφη τρυφερωτέρους εἶναι τῶν ὀφθαλμῶν
Δίων Χρυσόστομος Orationes Oration 31, section 97, γρ. 2
περὶ τὰ κοινά, ἀλλ' ὡς οἷόν τε ἄριστος. ἐντεῦθεν, ὅπερ εἰκός,
εἰς ἔχθραν τινὶ προῆλθε τῶν πολιτευομένων. ὁ δὲ ζῶντι μὲν
ἐφθόνει μόνον, τελευτήσαντος δὲ πρᾶγμα πάντων ἀνοητότατον καὶ
ἀσεβέστατον ἐποίει· τὸν γὰρ ἀνδριάντα αὐτοῦ τὸν ἑστῶτα ἐν μέσῃ
τῇ πόλει νύκτωρ ἐμαστίγου. τοιγαροῦν εἴτε ἀπὸ τύχης εἴτε δαι-
μονίου τινὸς νεμεσήσαντος αὐτῷ κινηθείς ποτε ἐκ τῆς βάσεως ἠ-
κολούθησεν ἅμα τῇ μάστιγι καὶ κτείνει τὸν ἄνδρα. νόμου δὲ ὄντος
καταποντίζειν κρίναντας, ἐάν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ
τινά, οἱ τοῦ τεθνεῶτος προσήκοντες αἱροῦσι δίκῃ τὸν ἀνδριάντα
καὶ κατεπόντωσαν. λοιμοῦ δὲ συμβάντος, ὥς φασι, χαλεπωτάτου,
καὶ τῶν Θασίων οὐδενὶ τρόπῳ λῆξαι δυναμένων τῆς νόσου, καὶ
τελευταῖον χρωμένων, τοὺς φυγάδας αὐτοῖς ἀνεῖπε κατάγειν ὁ θεός.
ὡς δὲ πλέον οὐδὲν ἦν ἁπάντων κατεληλυθότων, χρωμένοις αὖθις
λέγεται τὴν Πυθίαν οὕτως ἀνειπεῖν·
Θεαγένους δ' ἐλάθεσθε ἐνὶ ψαμάθοισι πεσόντος·
κεῖθ' ὑμῖν ὁ πρὶν μυριάεθλος ἀνήρ.
Δίων Χρυσόστομος Orationes Oration 31, section 98, γρ. 5
244
ὡς δὲ πλέον οὐδὲν ἦν ἁπάντων κατεληλυθότων, χρωμένοις αὖθις
λέγεται τὴν Πυθίαν οὕτως ἀνειπεῖν·
Θεαγένους δ' ἐλάθεσθε ἐνὶ ψαμάθοισι πεσόντος·
κεῖθ' ὑμῖν ὁ πρὶν μυριάεθλος ἀνήρ.
ᾧ καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον οὐχὶ τῶν φυγάδων ἕνεκα τοῦτο
ἐχρήσθη καὶ τὸ συμβὰν οὐ δι' ἄλλην τινὰ αἰτίαν ἐγένετο. καὶ
μηδεὶς ἐκεῖνο ὑπολάβῃ· τί οὖν; ἡμεῖς τοὺς ἀνδριάντας ἀφανίζομεν
ἢ ῥιπτοῦμεν; ἀλλ' ἀτιμάζετε ἐκείνους ὧν εἰσι καὶ ἀφαιρεῖσθε τοὺς
ἔχοντας, ὅπερ καὶ τότε δεινὸν ἔδοξε τῷ θεῷ· ἐπεὶ τοῦ χαλκοῦ
οὐκ εἰκὸς ἦν φροντίσαι αὐτόν. μὴ τοίνυν τοῦ Θασίου μὲν ἡγεῖσθε
ὑβρισθέντος οὕτως ἀγανακτῆσαι τὸ δαιμόνιον, τῶν δὲ παρ' ὑμῖν
τετιμημένων μηδένα θεοφιλῆ εἶναι μηδὲ ἥρωα. οὐ τοίνυν οὐδὲ
τοῦτο ἔστιν εἰπεῖν ὡς οὐκ ἂν καὶ πρὸς ἔχθραν ὑπ' ἐνίων τοῦτο
γένοιτο, ἐὰν ἄρα τύχῃ τις τῶν στρατηγούντων μισῶν τινα τῶν πρὸ
αὐτοῦ. τὸ γοῦν τοῦ Θεαγένους ἀκηκόατε ὡς συνέβη διὰ τὸν φθόνον
καὶ τὴν ζηλοτυπίαν τὴν ἐκ τῆς πολιτείας. καὶ γὰρ εἰ νῦν ἐπὶ μό-
νοις τοῖς παλαιοῖς αὐτό φασι ποιεῖν, χρόνου γε προϊόντος, ὥσπερ
ἐπὶ πάντων ἀεὶ συμβαίνει τῶν φαύλων ἐθῶν, ἀνάγκη καὶ τοῦτ'
ἐπὶ πλέον προελθεῖν. οὐδὲ γὰρ οὐδ' αἰτιάσασθαι οἷόν τε, ἐπ'
αὐτῷ γε ὅλου τοῦ πράγματος ὄντος. νὴ Δί', ἀλλὰ κωλύσουσιν
Δίων Χρυσόστομος Orationes Oration 66, section 26, γρ. 9
τινος, βάναυσος· ἐὰν σχολάζων περιπατῇς, ἀργός· ἐὰν ἐσθῆτα
μαλακωτέραν ἀναλάβῃς, ἀλαζὼν καὶ τρυφερός· ἐὰν ἀνυπόδητος ἐν
τριβωνίῳ, μαίνεσθαί σε φήσουσιν. Σωκράτην διαφθείρειν τοὺς
νέους ἔφασαν, εἰς τὸ θεῖον ἀσεβεῖν· καὶ οὐκ εἶπον ταῦτα μόνον·
ἧττον γὰρ ἂν ἦν δεινόν· ἀλλὰ καὶ ἀπέκτειναν αὐτόν, ἀνυποδη-
σίας δίκην λαμβάνοντες. Ἀριστείδην ἐξωστράκισαν Ἀθηναῖοι,
καίτοι πεπεισμένοι σαφῶς ὅτι δίκαιος ἦν. τί οὖν δεῖ δόξης ἐπι-
θυμεῖν, ἧς καὶ ἐὰν τύχῃ, πολλάκις οὐκ ἐπ' ἀγαθῷ [πολλάκις] ἀπώ-
νατο; [δέον πολλάκις εὐλαβεῖσθαι, κἂν ἄρα συμβαίνῃ τινί **]
τῷ Βίωνι δοκεῖ μὴ δυνατὸν εἶναι τοῖς πολλοῖς ἀρέσκειν, εἰ μὴ
πλακοῦντα γενόμενον ἢ Θάσιον· εὐήθως, [ὡς] ἐμοὶ δοκεῖν. πολλάκις
γὰρ οὐδὲ ἐν δείπνῳ δέκα ἀνθρώπων ὁ πλακοῦς ἤρεσε πᾶσιν, ἀλλ'
ὁ μὲν ἕωλον εἶναί φησιν, ὁ δὲ θερμόν, ὁ δὲ λίαν γλυκύν· εἰ μὴ νὴ
Δία Βίων φησὶν ὅτι καὶ θερμὸν πλακοῦντα καὶ ἕωλον δεῖ γενέσθαι
[καὶ ψυχρόν]. καθόλου δὲ οὐ τοιοῦτόν ἐστι τὸ πρᾶγμα· πόθεν;
ἀλλὰ καὶ μύρον δεῖ καὶ αὐλητρίδα γενέσθαι καὶ μειράκιον ὡραῖον
καὶ Φίλιππον τὸν γελωτοποιόν. λείπεται δὲ ἓν ἴσως, ὃ δεήσει
γενέσθαι τὸν θέλοντα ἀρέσαι τοῖς πολλοῖς, ἀργύριον. οὔκουν, κἂν
ἀργύριον γένηταί τις, εὐθὺς ἤρεσεν· ἀλλὰ δεῖ ῥάττεσθαι καὶ δάκνε-
245
σθαι. τί οὖν ἔτι διώκεις, ὦ κακόδαιμον, πρᾶγμα ἀκίχητον; οὔτε γὰρ
μύρον οὔτε στέφανος οὔτε οἶνος σὺ γένοιό ποτ' ἂν οὔτ' ἀργύριον.
Πολύαινος Στρατηγήματα (0616: 001)“Polyaeni strategematon libri
viii”, Ed. Woelfflin, E., Melber, [Link]: Teubner, 1887, Repr.
[Link] 1, chapter 45, section 4, γρ. 1
ὑπεσήμηνεν ἐπίπλουν, καὶ οἱ Λάκωνες εἰρεσίᾳ πολλῇ
ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι
ἐκβάντας· οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ ἄλλος ἄλλο τι
ἔδρα, γυμνοὶ πάντες. οἱ Λάκωνες ἄφνω προσπεσόντες
ὡπλισμένοι γυμνοῖς, συντεταγμένοι ἀσυντάκτοις ἐνί-
κησαν· αἱροῦσιν αἰχμαλώτους καὶ τὰς τριήρεις ἁπάσας,
ὅτι μὴ μία ἡ Πάραλος ἔφυγεν Ἀθήναζε μόνη τῆς
ἥττης ἄγγελος.
Λύσανδρος παρήγγελλεν ἐξαπατᾶν χρῆναι παῖδας
μὲν ἀστραγάλοις, πολεμίους δὲ ὅρκοις.
Λύσανδρος ἐκράτησε Θασίων, παρ' οἷς ἦσαν ἀτ-
τικίζοντες πολλοὶ κρυπτόμενοι [φόβῳ] τοῦ Λάκωνος. ὁ
δὲ τοὺς Θασίους ἐς τὸ τοῦ Ἡρακλέους ἱερὸν συν-
αγαγὼν φιλανθρώπους λόγους διεξῆλθεν· ὡς δέον συγ-
γνώμην ἔχειν τοῖς κρυπτομένοις ἐν τῇ μεταβολῇ τῶν
πραγμάτων καὶ θαρρεῖν αὐτοῖς προσῆκον ὡς μηδὲν
δεινὸν πεισομένους τῶν λόγων ἐν ἱερῷ γιγνομένων
καὶ ταῦτα ἐν Ἡρακλέους (πόλει) τοῦ πατρῴου. οἱ μὲν
κεκρυμμένοι τῶν Θασίων πιστεύσαντες τῇ φιλανθρωπίᾳ
τῶν λόγων προῆλθον, Λύσανδρος δὲ διαλιπὼν ὀλίγας
ἡμέρας, ὅπως ἀδεέστεροι γένοιντο, προσέταξε
Πολύαινος Στρατηγήματα Book 2, chapter 1, section 27, γρ. 9
ἐτράποντο· ὁ δὲ καιρὸν ἔσχε πέμψας μηνῦσαι Λαμ-
ψακηνοῖς, ὡς χρὴ τὴν πόλιν ἀσφαλῶς φυλάττειν.
Ἀγησίλαος, ἀντικαθημένων Λακεδαιμονίων καὶ
Θηβαίων, μέσου [τοῦ] ποταμοῦ διείργοντος, ὁρῶν τοὺς
Λακεδαιμονίους διαβαίνειν τὸν Εὐρώταν προθυμου-
μένους, δεδοικὼς πλείονας τοὺς Θηβαίους ὄντας μετὰ
τῶν συμμάχων λογοποιοὺς καθῆκεν, ὡς ἄρα χρησμὸς
εἴη, τοὺς προτέρους τὸν ποταμὸν διαβάντας ἡττᾶσθαι.
οὕτως μὲν δὴ τοὺς Λακεδαιμονίους ἐπισχὼν, ὀλίγους
τῶν συμμάχων ἐγγὺς τοῦ ποταμοῦ καταλιπὼν καὶ στρα-
τηγὸν ἐπ' αὐτῶν τὸν Θάσιον Σύμμαχον, ἐντειλάμενος,
246
Θηβαίων τὸν ποταμὸν διαβάντων αὐτοὺς φεύγειν ὅτι
τάχος, ἄλλους τινὰς ἐς ἐνέδραν κατέκρυψεν ἐν τοῖς
κοίλοις χωρίοις, αὐτὸς δὲ τοὺς στρατιώτας ἐς ὀχυρὸν
καὶ δασὺ χωρίον ἀγαγὼν ἐπέστησεν. Θηβαῖοι τοὺς
περὶ Σύμμαχον ὀλίγους ὄντας ἰδόντες, θαρροῦντες,
διαβάντες, φεύγοντας διώκοντες, ἐς τὴν ἐνέδραν ἐμ-
πεσόντες ἀνῃρέθησαν ἑξακόσιοι.
Ἀγησίλαος ἐς τὴν Μεσσηνίαν ἐμβαλὼν ἔπεμψε κατά-
σκοπον. τοῦ δὲ ἀγγείλαντος, ὡς οὐ μόνον οἱ Μεσήνιοι
τῆς πόλεως ἔξω προΐασιν, ἀλλὰ καὶ αἱ γυναῖκες αὐτῶν
Πολύαινος Στρατηγήματα Book 2, chapter 33, section 1, γρ. 2
ΗΓΗΤΟΡΙΔΗΣ.
Θάσον ἐπολιόρκουν Ἀθηναῖοι. νόμον ἐκύρωσαν Θάσιοι· ‘τῷ γράψαντι
σπείσασθαι πρὸς Ἀθηναίους θάνατος ἔστω.’ Ἡγητορίδης Θάσιος ὁρῶν
πολλοὺς πολίτας ἀπολλυμένους μακρῷ πολέμῳ καὶ λιμῷ βρόχον
τῷ τραχήλῳ περιβαλὼν ἐς ἐκκλησίαν εἰσελθὼν ‘ἄνδρες’,
ἔφη, ‘πολῖται, ἐμοὶ μὲν ὡς βούλεσθε καὶ ὡς ὑμῖν
συμφέρει χρήσασθε, τοὺς δὲ ὑπολειπομένους πολίτας
διασώσατε τῷ ἐμῷ θανάτῳ λύσαντες τὸν νόμον.’ Θάσιοι
ταῦτα ἀκούσαντες καὶ τὸν νόμον ἔλυσαν καὶ τὸν Ἡγη-
τορίδην σῶον ἐφύλαξαν.
Πολύαινος Στρατηγήματα Book 8, chapter pin, section col4, γρ. 6
Μιλησία ............ α
Μηλίαι ............. α
Φωκίδες ............ α
Χῖαι ............... α
Θάσιαι ............. α
Ἀργολίδες ......... α
Πολύαινος Στρατηγήματα Book 8, chapter 67, section t, γρ. 1
Χίοις πρὸς Ἐρυθραίους πόλεμος ἦν Λευκωνίας
πέρι· καὶ δὴ συνέθεντο Χῖοι μὴ δυνάμενοι τοῖς πο-
λεμίοις ἀντέχειν ἐξελθεῖν ὑπόσπονδοι χλαῖναν μίαν
247
ἕκαστος καὶ ἱμάτιον ἔχοντες. αἱ Χῖαι γυναῖκες ἐσχε-
τλίαζον, εἰ τὰ ὅπλα προέμενοι γυμνοὶ φευξοῦνται. τῶν
δὲ ὀμωμοκέναι φασκόντων αἱ γυναῖκες συνεβούλευσαν
τὰ μὲν ὅπλα μηδαμῶς ἀφιέναι, λέγειν δὲ ὡς ἔθος
αὐτοῖς χλαῖναν μὲν καλεῖν τὸ ξυστὸν, χιτῶνα δὲ τὴν
ἀσπίδα. ταῖς γυναιξὶν ἐπείσθησαν οἱ Χῖοι καὶ τὰ ὅπλα
κατασχόντες φοβερώτεροι τοῖς Ἐρυθραίοις ἐγένοντο.
ΘΑΣΙΑΙ.
Θάσιοι πολιορκούμενοι μηχανήματα ἔνδον τῶν
τειχῶν ἐπαναστῆσαι τοῖς πολεμίοις βουλόμενοι σπάρ-
των ἠπόρουν, οἷς τὰ μηχανήματα συνδεῖν ἐχρῆν. αἱ
Θάσιαι τὰς κεφαλὰς ἀπεκείραντο καὶ σύνδεσμοι τῶν
μηχανημάτων ἐγένοντο τῶν γυναικῶν αἱ τρίχες.
Πολύαινος Excerpta Polyaeni (0616: 002)“Polyaeni strategematon libri
viii”, Ed. Woelfflin, E., Melber, [Link]: Teubner, 1887, Repr.
[Link] 56, section 12, γρ. 1
ὡς ἀπονοίᾳ μάχονται, ἣν χρὴ σκέπτεσθαι τὸν κατὰ λόγον
στρατηγοῦντα.
Ὅτι χρὴ σωροὺς ἀπὸ λίθων καὶ πηλῶν ἐπιχρίσει κατα-
σκευάσαι τινὰ τὸν ἐνδείᾳ πιεζόμενον· εἶτα σῖτον καὶ κρι-
θὴν τῇ ὄψει τῶν σωρῶν ἐπιχύσει, θρέψει δὲ καὶ ἡμιόνους
πιωτάτους καὶ ἐξεπιτηδὲς τοῖς πολεμίοις αὐτοὺς προδῷ, εἶτα
ἐπικηρυκεύσηται ὡς ἐπί τινι ὑποθέσει καὶ τῷ λόγῳ τούτῳ
δείξει τοῖς ἐπικηρυκευσαμένοις τῶν πολεμίων τοὺς σωροὺς,
ὡς ἂν ἀπατηθέντες τῇ πλησμονῇ τῶν διατροφῶν ὑπαναχω-
ρήσωσιν.
Ὅτι Θασίων μηχανήματα πρὸς βοήθειαν τῶν τειχῶν
μελλόντων ποιεῖν, ἐπειδὴ ἠπόρουν σπαρτίων, αἱ τούτων
γυναῖκες ἀποκειράμεναι καὶ πλῆθος τριχῶν ἐπισυνάξασαι,
σχοινία ποιήσαντες Θάσιοι τὴν χρείαν τῶν μηχανημάτων
ἐπλήρωσαν.
Archytas Phil., Σωζόμενα (0620: 001)“Die Fragmente der
Vorsokratiker, vol. 1, 6th edn.”, Ed. Diels, H., Kranz, [Link]:
248
Weidmann, 1951, Repr. [Link] 6, γρ. 2
λαβὼν θεωροῦντα ἤγγελλον τὰ γεγονότα. CIC. de
rep. I 10, 16 audisse te credo, Tubero, Platonem Socrate mortuo primum
in Aegyptum discendi causa, post in Italiam et in Siciliam contendisse,
ut Pythagorae inventa perdisceret, eumque et cum Archyta Tarentino et
cum Timaeo Locro multum fuisse et Philoleo commentarios esse
nanctum.
[DEMOSTH.] Erotic. or. 61 § 46 ... Ἀρχύταν τὴν Ταραντίνων πόλιν οὕτω
καλῶς
καὶ φιλανθρώπως διοικήσαντα καὶ κύριον αὐτῆς καταστάντα, ὥστ' εἰς
ἅπαντας τὴν
ἐκείνου μνήμην διενεγκεῖν· ὃς ἐν ἀρχῆι καταφρονούμενος ἐκ τοῦ Πλάτωνι
πλησιάσαι
τοσαύτην ἔλαβεν ἐπίδοσιν.
PROCL. in Eucl. prol. II 66, 14
ἐν δὲ τούτωι τῶι χρόνωι καὶ Λεωδάμας ὁ Θάσιος ἦν καὶ Ἀ. ὁ
Ταραντῖνος καὶ Θεαίτητος ὁ Ἀθηναῖος, παρ' ὧν ἐπηυξήθη τὰ θεωρήματα
καὶ
προῆλθεν εἰς ἐπιστημονικωτέραν σύστασιν.
IAMBL. V. P. 197 Σπίνθαρος γοῦν διηγεῖτο πολλάκις
περὶ Ἀρχύτου τοῦ Ταραντίνου ὅτι διὰ χρόνου (τινὸς) εἰς ἀγρὸν ἀφικόμενος
ἐκ στρατείας νεωστὶ παραγεγονώς, ἣν ἐστρατεύσατο ἡ πόλις εἰς
Μεσσαπίους, ὡς
εἶδε τόν τε ἐπίτροπον καὶ τοὺς ἄλλους οἰκέτας οὐκ εὖ τῶν περὶ τὴν
γεωργίαν
ἐπιμέλειαν πεποιημένους, ἀλλὰ μεγάληι τινὶ κεχρημένους ὀλιγωρίας
ὑπερβολῆι, ὀρ-
γισθείς τε καὶ ἀγανακτήσας οὕτως, ὡς ἂν ἐκεῖνος, εἶπεν, ὡς ἔοικε (?), πρὸς
τοὺς
οἰκέτας, ὅτι εὐτυχοῦσιν, ὅτι αὐτοῖς ὤργισται· εἰ γὰρ μὴ τοῦτο συμβεβηκὸς
ἦν,
οὐκ ἄν ποτε αὐτοὺς ἀθώιους γενέσθαι τηλικαῦτα ἡμαρτηκότας.
Ιπποκράτης ιατρός De morbis i–iii (0627: 023)
“Oeuvres complètes d'Hippocrate, vols. 6–7”, Ed. Littré, É.Paris:
Baillière, 6:1849; 7:1851, Repr. [Link] 3, section 11, γρ. 10
κακῷ περιπέσῃ. Νοῦσος ἴκτερος· ἴκτερος τοιόσδε ἐστὶν ὁ ὀξὺς καὶ διὰ
τάχεος
ἀποκτείνων· ἡ χροιὴ ὅλη σιδιοειδὴς σφόδρα ἐστὶν ἢ χλωροτέρη οἵη
οἱ σαῦροι οἱ χλωροί· παρόμοιος δὲ καὶ ὁ χρὼς, καὶ τῷ οὔρῳ ὑφίσταται
οἷον ὀρόβιον πυῤῥόν· καὶ πυρετὸς καὶ φρίκη βληχρὴ ἔχει· ἐνίοτε δὲ
249
καὶ τὸ ἱμάτιον οὐκ ἀνέχεται ἔχων, ἀλλὰ δάκνεται, καὶ ξύεται, καὶ
ἄσιτος ἐὼν τὰ ἑωθινὰ τὰ σπλάγχνα ἀμύσσεται ὡς ἐπιτοπουλὺ, καὶ
ὁκόταν ἐγείρῃ τις αὐτὸν ἢ προσδιαλέγηται, οὐκ ἀνέχεται. Οὗτος
ὡς ἐπιτοπολὺ ἀποθνήσκει ἐντὸς τεσσαρεσκαίδεκα ἡμερέων· ταύτας δὲ
διαφυγὼν ὑγιὴς γίνεται. Χρὴ δὲ θερμολουτέειν, καὶ πίνειν μελίκρη-
τον σὺν καρύων Θασίων λεπισθέντων καὶ ἀψινθίου κόμης ἴσον, ἀνίσου
σεσησμένου ἥμισυ, πίνειν ὁλκῆς τριώβολον νῆστις, καὶ πάλιν ἐς κοί-
την τὸ μελίκρητον τοῦτο, καὶ οἶνον παλαιὸν λεπτὸν, καὶ ῥοφήματα·
ἀσιτέειν δὲ μή.
Τέτανος· οἱ τέτανοι ὅταν ἐπιλάβωσιν, αἱ γένυες πεπήγασιν
ὡς ξύλα, καὶ τὸ στόμα διοίγειν οὐ δύνανται, καὶ οἱ ὀφθαλμοὶ δακρύ-
ουσί τε καὶ ἰλλαίνονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα
οὐ δύνανται συνάγειν, ὁμοίως οὐδὲ τὼ χεῖρε, καὶ τὸ πρόσωπον ἐρεύ-
θει, καὶ σφόδρα ὀδυνᾶται, καὶ ὁκόταν ἀποθνήσκειν μέλλῃ, ἀνεμέει
διὰ τῶν ῥινῶν καὶ τὸ πόμα καὶ τὸ ῥόφημα καὶ τὸ φλέγμα. Οὗτος
τριταῖος ἢ πεμπταῖος ἢ ἑβδομαῖος ἢ τεσσαρεσκαιδεκαταῖος ἀπόλλυ
Ιπποκράτης ιατρός De morbis i-iii Book 3, section 17, γρ. 41
κέῃ μᾶλλον ὑπάγειν, τὴν λινόζωστιν προσκατακύκα. Τοῦτο δὲ, ἡμι-
χοίνικον καχρύων εὖ ἀποπλύνας, ἐν ὕδατος χοῒ ζέσας δὶς ἢ τρὶς, ψυ-
χρὸν δίδου. Τοῦτο δὲ, πτισάνης χυλὸν κάθεφθον λεπτὸν καὶ οἶνον
γλυκὺν δίδου· τοῦτο οὐκ ἄγει. Τοῦτο δὲ, σικύου πέπονος ἄνευ τοῦ
δέρματος πάλης, ἐφ' ὕδατι· τοῦτο οὐρέεται καὶ ψύχει καὶ τὴν δίψαν
παύει. Τοῦτο δὲ, ὀρόβους ἐν ὕδατι προεψήσας, εἶτα χύτρην καινὴν
ἐν χύτρῃ μείζονι θεὶς πλέῃ ὕδατος, ἐπιχέας ἕτερον ὕδωρ τοῖσιν ὀρό-
βοισιν, ἕψε ὀλίγον χρόνον, εἶτα ἀποχέας τὸ τρίτον μέρος, ἐπειδὰν
κάθεφθοι ἔωσιν οἱ ὄροβοι, ψύξας δίδου, κατὰ κύαθον ἐπιπάσσων τῆς
τοῦ σικύου πάλης τὴν ἐκ τῶν ὀρόβων πάλην· τοῦτο δὲ βεβαίως δί-
ψαν παύει. Τοῦτο δὲ, Θάσιον οἶνον παλαιὸν, πέντε καὶ εἴκοσιν ὕδα-
τος καὶ ἕνα οἴνου δίδου. Τοῦτο δὲ, τρίφυλλον, τὸ σικυῶδες ἐν ὕδατι
καὶ κρίμνα κριθέων βρέχων δίδου. Τοῦτο δὲ, σέλινα, ὅσον τρὶς τῇ
χειρὶ περιλαβεῖν, καὶ γλήχους δραχμίδας δύο ἑψῶν ἐν ὄξους κοτύλῃσι
δέκα ἕως τρίτον μέρος λείπῃς· τοῦτο μέλιτι καὶ ὕδατι κεραννὺς
ὑδαρὲς πινέτω, ἀδιάντου δραχμίδα ἐμβαλών· τοῦτο οὖρον ἄγει καὶ
τὴν κοιλίην λύει. Τοῦτο δὲ, μῆλα εὐώδεα γλυκέα φλάσας, καὶ ἐν
ὕδατι ἀποβρέξας, δίδου πίνειν τὸ ὕδωρ. Τοῦτο δὲ, μῆλα κυδώνια
ὡσαύτως, ἢν ἡ κοιλίη λελυμένη ᾖ, ἐν πυρετῷ καυσώδεϊ. Ἰκτέρου δὲ
ἐπιλαβόντος, ἀστάφιδος λευκῆς ἄνευ γιγάρτων καὶ ἐρεβίνθων λευκῶν,
ἡμικοτύλιον ἀμφοτέρων, καὶ κριθέων ἀχιλληΐδων ἴσον,
250
Flavius Philostratus Soph., Heroicus (0638: 004)“Flavii Philostrati
opera, vol. 2”, Ed. Kayser, [Link]: Teubner, 1871, Repr.
[Link] σε. 675, γρ. 21
συῶν τε καὶ ἐλάφων γενόμενος ἀφικνεῖται κατὰ με-
σημβρίαν καὶ καθεύδει ἐκταθείς.
{Φ.} Ποῦ δὲ τῇ Λαοδαμείᾳ ξύνεστιν;
{Ἀ.} Ἐν Ἅιδου, ξένε. καὶ λέγει αὐτὴν εὐδοκι-
μώτατα γυναικῶν πράττειν ἀριθμουμένην ἐν αἷς
Ἀλκηστίς τε ἡ Ἀδμήτου καὶ Εὐάδνη ἡ Καπανέως,
καὶ αἱ ταύταις ἴσαι σώφρονές τε καὶ χρησταί.
{Φ.} Ξυσσιτοῦνται δὲ ἀλλήλοις ἢ οὐ θέμις;
{Ἀ.} Οὔπω, ξένε, σιτουμένῳ ἐνέτυχον οὐδὲ πί-
νοντα ἔγνων. καίτοι σπένδω γε αὐτῷ κατὰ ἑσπέραν
ἀπὸ τουτωνὶ τῶν Θασίων ἀμπέλων, ἃς φυτεύει αὐ-
τός, καὶ τρωκτὰ δὲ ὡραῖα προτίθεμαι κατὰ μεσημ-
βρίαν, ἐπειδὰν θέρος τε ἥκῃ καὶ μετόπωρον ἱστῆται,
σελήνης τε ἰούσης ἐς κύκλον ἐν τῇ τοῦ ἦρος ὥρᾳ
γάλα ἐγχέας ἐς τὸν ψυκτῆρα τοῦτον “ἰδού σοι”
λέγω “τὸ τῆς ὥρας νᾶμα, σὺ δὲ πῖνε”, κἀγὼ μὲν
εἰπὼν ταῦτα ἀπαλλάττομαι, τὰ δὲ βέβρωταί τε καὶ
πέποται θᾶττον ἢ καταμύσαι.
Aristophanes Gramm., Aristophanis historiae animalium epitome
subjunctis Aeliani Timothei aliorumque eclogis Chapter 2, section 203,
γρ. 7
κατὰ τοῦ φασκωλίου, κατὰ τὸν αὐτὸν χρόνον καὶ τὴν φρουρὰν καὶ τὴν
ψυχὴν ἀφῆκεν. οὔκουν οὐδὲ ὁ Ἄργος ὁ κύων μυθοποίημα ἦν, ὦ θεῖε
Ὅμηρε, σόν, οὐδὲ κόμπος ποιητικός, εἴπερ οὖν καὶ τῷ Τηΐῳ ταῦτα ἀπήν-
τησεν ὅσα προεῖπον.
Ὑρκανοῖς καὶ Μάγνησιν οἱ κύνες συνεστρατεύοντο, καὶ ἦν καὶ
τοῦτο συμμαχικὸν ἀγαθὸν αὐτοῖς καὶ ἐπικουρικόν. συστρατιώτην δέ τις
Ἀθηναῖος ἐν τῇ μάχῃ τῇ ἐν Μαραθῶνι ἐπήγετο κύνα, καὶ γραφῇ εἴκασται
ἐν τῇ Ποικίλῃ ἑκάτερος, μὴ ἀτιμασθέντος τοῦ κυνός, ἀλλ' ὑπὸ τοῦ
κινδύνου
μισθὸν εἰληφότος ὁρᾶσθαι σὺν τοῖς ἀμφὶ τὸν Κυναίγειρον καὶ Ἐπίζηλόν
τε
καὶ Καλλίμαχον. ἔστι δὲ καὶ οὗτοι καὶ ὁ κύων Νίκωνος γράμμα· οἱ δὲ
οὐ τούτου, ἀλλὰ τοῦ Θασίου Πολυγνώτου φασί.
Ἴδια δὲ ἄρα κυνῶν καὶ ἐκεῖνα, εὐνοίας ὑπερβολὴν πᾶσαν ἐκ-
νενικηκότα. Πώλῳ μὲν τῶν τῆς τραγῳδίας ὑποκριτῶν ὁ κύων ὁ τρόφιμος
αὐτοῦ τεθνεῶτι καὶ καιομένῳ ἑαυτὸν συγκατέπρησε τῇ πυρᾷ ἐμπηδήσας.
251
καιομένῳ δὲ καὶ Μέντορι σκύλακες Ἐρετρικαὶ ἑαυτὸς συγκατέπρησαν
ἑκοῦσαι
κοινωνήσασαι τοῦ τέλους. Θεόδωρον δὲ ἄνδρα ψαλτικὴν ἀγαθόν, τὸν μὲν
ἐς τὴν σορὸν ἐνέθεσαν οἱ προσήκοντες, κυνίδιον δὲ Μελιταῖον ἑαυτὸ
ἐνέβαλε
εἰς τὴν θήκην τοῦ νεκροῦ καὶ συνετάφη. πέπυσμαι δὲ καὶ Αἰθιόπων εἶναι
ἔθνος, ἐν ᾧ βασιλεύει κύων, καὶ τῇ ἐκείνου ὁρμῇ πείθονται, καὶ
ὑλακτοῦν-
τος τὴν ὀργὴν συνιᾶσι. τοῦτο εἴ τῳ ἱκανὸς Ἕρμιππος τεκμηριῶσαι
μάρτυρά
οἱ τοῦ λόγου ἐπαγόμενος Ἀριστοκλέα, πειθέτω· ἐμὲ δὲ μὴ λαθὸν εἶτα ἐν
Dioscorides Pedanius Med., De materia medica (0656: 001)“Pedanii
Dioscuridis Anazarbei de materia medica libri quinque, 3 vols.”, Ed.
Wellmann, [Link]: Weidmann, 1:1907; 2:1906; 3:1914, Repr.
[Link] 4, chapter 188, section 2, γρ. 6
κνῆκος· φύλλα ἔχει ἐπιμήκη, ἐντετμημένα, τραχέα,
ἀκανθώδη, καυλοὺς διπήχεις, ἐφ' ὧν κεφάλια κατὰ μέγεθος
ἐλαίας, ἄνθος κρόκῳ ὅμοιον, σπέρμα λευκὸν καὶ πυρρόν, ἐπίμηκες,
γεγωνιωμένον. τούτου τῷ ἄνθει χρῶνται εἰς τὰ προσοψήματα.
τὸ δὲ σπέρμα κοπτόμενον καὶ χυλιζόμενον σὺν ὑδρομέλιτι
ἢ ζωμῷ ὄρνιθος κοιλίαν καθαίρει· κακοστόμαχον δέ ἐστι. γί-
νεται δὲ καὶ κοπτάρια κοιλίας μαλακτικὰ δι' αὐτοῦ πτισθέντος
καὶ μιγέντος ἀμυγδάλοις καὶ νίτρῳ καὶ ἀνήσσῳ καὶ μέλιτι
ἑφθῷ· δεῖ δὲ πρὸ δείπνου λαμβάνειν εἰς τέσσαρα διελόντας ὡς
βασιλικοῦ καρύου μέγεθος δύο ἢ τρία. σκευάζειν δὲ δεῖ τὸν
τρόπον τοῦτον· κνήκου λευκοῦ ξέστην ἕνα, Θασίων πεφωγμένων
καὶ λελεπισμένων κυάθους τρεῖς, ἀνήσσου δραχμὴν μίαν, ἀφρο-
νίτρου δραχμὴν μίαν, μέλιτος τὸ ἀρκοῦν, ἰσχάδων τῆς σαρκὸς
ἀριθμῷ τριάκοντα. πήττει δὲ καὶ γάλα ὁ χυλὸς τοῦ σπέρματος
καὶ λυτικώτερον ποιεῖ.
Praecepta Salubria, Praecepta salubria (0663: 001)“Poetae bucolici et
didactici”, Ed. Bussemaker, [Link]: Didot, 1862.Γρ. 69
Αἴσιόν ἐστι καὶ νέοις καὶ πρεσβύταις,
Αἰσθήσεων τε λαμπρύνει τὰς ἐκκρίτους,
Πλὴν ὠμὸν αὐτὸ μήτ' ἀφέψων ἐσθίῃς.
Ἰντύβιον Φακῆν τε πυκνῶς ἐσθίων,
Ἀναφρόδιτον τὴν φύσιν ἐξεργάσῃ.
Ἂν μνήμονα νοῦν ἐγκαταστῆσαι θέλῃς,
252
Ὕδατι συνέψησον, εἴτ' οὖν ἀκράτῳ
Ὀρίγανον πρὸς ἄκραν ἐκκαύσας ζέσιν,
Καὶ κατὰ γένναν τῆς σελήνης ἐκρόφα.
Τηροῦσιν ἀμέθυσον ἄνδρα τὸν πότην
Ἀμύγδαλα Θάσια πικρίζοντά τε,
Βρωθέντα πέντε τάχα ὑπὲρ πεντάδα,
Αίτιος ιατρός Iatricorum liber xi Chapter 29, γρ. 157
αʹ, σελίνου σπέρματος βʹ, ἐν ὕδατος ξ̸ αʹ· ἕψε νάρδου στάχυν, σέλινον,
εἶτα τῷ
ἀφεψήματι μίγνυται τὰ προειρημένα· δίδου κυʹ βʹ, θερμάνας πρὸς τὰς
ἐπιτεταμένας
δήξεις.
Ἄλλο· Ἀμύλου ηʹ, μύρτων μελάνων πεπείρων τῆς σαρκὸς ηʹ, μήκωνος
σπέρ-
ματος ιϛʹ, γλυκέως προτρόπου ὅσον ἐξαρκεῖ· σκεύαζε καὶ δίδου καρύου
ποντικοῦ
μέγεθος, μετὰ γλυκέως.
Τροχίσκος ὁ διὰ φυσαλίδων ὡς Ἥρας, πρὸς τὰς ἐν νεφροῖς καὶ κύστει
διαθέσεις.
Κἂν πῦον ἀπούρηται ἢ αἷμα ἢ μυξώδη σώματα ἢ ἰνώδη ἢ παχέα, ποιεῖ
καὶ πρὸς τὰς
ψωρώδεις διαθέσεις καὶ στραγγουρίας τὰς δυσεπουλώτους ἑλκώσεις. Τὸ
αὐτὸ καὶ πί-
νεται καὶ ἐνίεται εἰς τὴν κύστιν. Φυσαλίδος βοτάνης τῶν κόκκων ἀριθμῷ
κεʹ (ἐοίκασι
δὲ ἁλικακάβῳ, μείζονες μέντοι), ἀμυγδάλων Θασίων λελεπισμένων,
κρόκου, στρο-
βίλων πεφωγμένων, λαπάθου ἡμέρου σπέρματος λελεπισμένου ἀνὰ γʹ,
κωνείου
σπέρματος, ὀπίου, μαραθροῦ σπέρματος, ἀνὰ γʹ, ὑοσκυάμου λευκοῦ
σπέρματος,
σελίνου σπέρματος, ἀνὰ ϛʹ, σικύου ἡμέρου σπέρματος λελεπισμένου ιβʹ·
ἀναλάμ-
βανε γλυκεῖ καὶ δίδου αʹ, ἀπυρέτοις μετὰ γλυκέως κεκραμένου κυ. γʹ,
πυρέττουσι
δὲ μεθ' ὕδατος· ὅταν δὲ σφοδραὶ ὦσιν αἱ περιωδυνίαι, δίδου καὶ εἰς τὴν
κοίτην, ἔνιε
δὲ καὶ διὰ καθετῆρος· χρῶ ὡς ἐνεργεστάτῳ. Ἔνιοι καὶ καρύων ποντικῶν
πεφωγμένων
γʹ ἐμβάλλουσιν.
253
Αίτιος ιατρός Iatricorum liber xii (0718: 012)“Ἀετίου λόγος
δωδέκατος”, Ed. Kostomiris, [Link]: Klincksieck, [Link] 37,
γρ. 24
μαντικοῖς βοηθήμασιν· διόπερ μετὰ τὰς καθάρσεις τοῖς θερμαντικωτέ-
ροις βοηθήμασι καταθαρρεῖν χρή, πρὸ δὲ τῆς καθάρσεως τοῖς στύψεως
ὀλίγης μετέχουσι χρῆσθαι καὶ μᾶλλον κατ' ἀρχὰς τῶν ῥευμάτων. τῆς
μέντοι διὰ τῶν καθαρτηρίων κενώσεως γενέσθαι μὴ δυναμένης, ἥτις
ἱκανὴ μόνη γίγνεται πολλάκις πρὸς τὰς τῶν ῥευματικῶν παθῶν ἀποθε-
ραπείας, ταῖς ἀσιτίαις χρῆσθαι ἐπὶ πλείους ἡμέρας· καὶ γὰρ φέρουσιν
αὐτὰς οἱ φλεγματικοὶ τὴν φύσιν. χρῆσθαι δὲ καὶ ταῖς διαφορητικαῖς τρί-
ψεσιν, ἔτι τε κλυστῆρσι δραστικωτέροις καὶ τοῖς διουρητικοῖς φαρμά-
κοις. ἔστω δὲ τὰ λόγῳ τροφῆς διδόμενα σιτία φύσει ξηρὰ καὶ ἀτροφώ-
τερα, οἷά ἐστιν ὁ τῆς ὀρύζης χυλὸς καὶ ὁ τῶν βρόμων τά τε βασιλικὰ
κάρυα ὀλίγα πιστάκιά τε καὶ Θάσια καὶ σταφίδες καὶ κάππαρις σὺν
ὀξυμέλιτι, καί ποτε καὶ τῶν μικρῶν πετραίων ἰχθύων καὶ στρουθίων
τῶν ὀρείων ὀπτῶν διδομένων. οἶνον δὲ δοτέον ἐλάχιστον ἐν τοῖς διαλείμ-
μασι λεπτὸν καὶ κιρρὸν καὶ παλαιόν. καταπλάσματα δὲ τοῖς ψυχροῖς
ῥεύμασιν ἁρμόδια κατ' ἀρχὰς μὲν τερμίνθου φύλλα χλωρά τε καὶ ἁπαλὰ
σὺν στέατι χοιρείῳ παλαιῷ καὶ ῥοδίνῳ, κηροῦ βραχέος ἐπεμβαλλομένου,
ἐπιτήδεια δὲ αὐτοῖς καὶ τὰ τῆς κυπαρίσσου φύλλα καὶ τὰ σφαιρία οἴνῳ
ἡψημένα καὶ τὰ τῆς ῥάμνου φύλλα καὶ κυπέρου αἱ ῥίζαι. μετὰ δὲ τὴν
ἀρχὴν ἐπιτήδεια τοῖς φλεγματικοῖς· τὸ διὰ τῶν ὀρόβων τε καὶ τῶν αἰρῶν
καὶ τῆς τήλεως κατάπλασμα, καθάπερ γε καὶ τὰ τῶν ἐρεβίνθων καὶ
ἀριστολοχίας ῥίζης λείας μιγνυμένης, κενταυρείου τε καὶ γεντιανῆς καὶ
Αίτιος ιατρός Iatricorum liber xiii (0718: 013)“”Ἀετίου Ἀμιδηνοῦ περὶ
δακνόντων
Aretaeus Med., De curatione diuturnorum morborum libri duo
(0719: 004)
“Aretaeus, 2nd edn.”, Ed. Hude, [Link]: Akademie–Verlag, 1958;
Corpus medicorum Graecorum, vol. [Link] 2, chapter 12, section 2, γρ.
7
προσβολῇσι τοῦ πάθεος. ἢν δὲ ἐκ πολλῶν μὲν ἤδη χρόνων ἔῃ, ἀτὰρ
καὶ ἐκ διαδέξιος πατέρων φανῇ, ξυναποθνῄσκει ἡ νοῦσος. ἐς δὲ τοὺς
παροξυσμοὺς τῶν ἄρθρων τάδε χρὴ πρήσσειν. εἴρια μὲν ἔστω ἐξ ὄϊος
τὰ οἰσυπώδεα· τέγξιες δὲ διὰ ῥοδίνου καὶ οἴνου· μετεξετέροισι δὲ καὶ
σπογγιὴ ξὺν ὀξυκρήτῳ ὤνησεν. ἔπειτα ἐπίπλασμα, ἄρτος ξὺν τοῖσι
ψύχουσι κολοκύνθης καὶ πέπονος καὶ σικύη λιτὴ καὶ ἀρνόγλωσσον ἡ
254
βοτάνη καὶ ῥόδων τὰ φύλλα· ἀτὰρ καὶ ἡ σιδηρῖτις ἄπονος ξὺν ἄρτῳ
καὶ βρύον καὶ ξυμφύτου ῥίζα καὶ πεντάφυλλος ἡ βοτάνη καὶ πράσιος
ἡ τοῖσι φύλλοισι λεπτή. τῆσδε μέντοι τὸ μὲν ἀφέψημα ἐπάντλημα
ἄπονον· αὐτὴ δὲ ἐπίπλασμα ξὺν ψιξὶ ἢ κριθῶν ἀλήτῳ. μήλων τε τῶν
κιτρίων τὸ ἄβρωτον ξὺν ἀλφίτοισι ἄριστον· σῦκα ξηρὰ καὶ Θάσια ξύν
τινι τῶν ἀλήτων. ἥδε μέντοι ψύξιος ἡ ὕλη· καὶ τόδε μέντοι ἄλλοτε
ἄλλον ὤνησε καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ. μετεξετέροισι δὲ τὰ ἀλεαίνοντα
ξυμφέρει, καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ ὠφέλησε. λόγος δὲ καὶ τόδε κάρτα
ἄπονον ἔμμεναι· αἶγα χρὴ βοτάνης τῆς ἴριδος ἐμφαγεῖν, ἐπὴν δὲ πλη-
σθῇ, διαλιπόντα ὁκόσον ἡ νομὴ ἐν τῇ γαστρὶ μαχθείη, καταθῦσαι τὴν
αἶγα ἠδὲ ἐντὸς τῆς γαστρὸς ἐς τὴν κόπρον ἐγκρύψαι τὼ πόδε. φάρ-
μακα δὲ μυρία· καὶ γὰρ τοὺς νοσέοντας ἑωυτῶν φαρμακέας εὐπόρους
τίθησι ἡ ξυμφορή· τῶν δὲ ἰητρῶν τὰ φάρμακα ἐν τῇσι γραφῇσι λελέξεται.
Θεραπεία ἐλέφαντος. Τῶν νούσων μέζονα χρὴ τὰ ἄκεα
Ορειβάσιος ιατρός Collectiones medicae (lib. 1-16, 24-25, 43-50) Book
12, chapter omicron, section 3, γρ. 1
καυλὸν δ' ἀνίησι πηχυαῖον, ὀποῦ μεστόν, ἐφ' οὗ ἄνθη πορφυρᾶ,
στοιχηδὸν ἀπ' ἀλλήλων διεστῶτα· καρπὸν στρογγύλον· ῥίζας δύο, τὴν
μίαν ἐπὶ τῆς ἑτέρας καθημένην ὥσπερ βολβία μικρά· τούτων ἡ μὲν
κάτω ἰσχνή, ἡ δ' ἄνωθεν ἁδροτέρα. φύεται μάλιστα ἐν ἀρούραις.
Οἰνάνθη τὰ μὲν φύλλα ἔχει ὥσπερ σταφυλῖνος· ἄνθη δὲ λευκά,
παχὺν καυλὸν σπιθαμιαῖον· καρπὸν δ' ὥσπερ ἀτραφάξυος· ῥίζαν
μεγάλην, κεφαλὰς ἔχουσαν πλείονας, στρογγύλας. φύεται ἐν πέτραις.
Οἰνάνθη καλεῖται καὶ ὁ τῆς ἀγρίας ἀμπέλου καρπός, ὁπότε
ἀνθεῖ. ἀποτίθεσθαι δὲ δεῖ αὐτὸν εἰς ἀκώνητον ἀγγεῖον ὀστράκινον
συλλέγοντας καὶ ξηραίνοντας ἐπ' ὀθονίου ἐν σκιᾷ.
Ὀμφάκιόν ἐστι χυλὸς ὄμφακος Θασίας σταφυλῆς μήπω περκα-
ζούσης ἢ Ἀμινναίας· δεῖ δὲ πρὸ Κυνὸς ἐκθλίβειν τὸν χυλὸν ἡλιάζειν
τε ἐν χαλκώματι ἐρυθροῦ χαλκοῦ ἐσκεπασμένου ὀθονίῳ, μέχρις οὗ
συστραφῇ ὅλον, ἀεὶ τὸ περιπηγνύμενον μιγνύντας τῷ ὑγρῷ, νύκτωρ
μέντοι αἴρειν αὐτὸ ἀπὸ τοῦ αἰθρίου· κωλύουσι γὰρ αἱ δρόσοι τὴν
σύστασιν. ἐκλέγου δὲ τὸ ξανθὸν καὶ εὐθρυβές, στῦφον ἱκανῶς καὶ
δάκνον τὴν γλῶσσαν· ἔνιοι δ' ἕψοντες τὸν χυλὸν συστρέφουσιν.
Ὀνάγραν (οἱ δ' ὀνόγυριν) θάμνος ἐστὶ δενδρώδης, εὐμεγέθης,
φύλλα ἔχων ἀμυγδαλῇ παραπλήσια, πλατύτερα καὶ ἐμφερῆ τοῖς τοῦ
κρίνου· ἄνθη ῥοδοειδῆ, μεγάλα· ῥίζαν μακράν, λευκήν· ξηρανθεῖσα
οἴνου ὀδμὴν ἀποδίδωσιν. φύεται ἐν ὀρεινοῖς χωρίοις.
Ορειβάσιος ιατρός Eclogae medicamentorum Chapter 63, section 10,
γρ. 4
255
λεως ἀφεψήματι. ἁρμόζουσι δ' ἐπειγούσης τῆς διαθέσεως καὶ σικύαι
μετ' ἀμύξεως, κηρωτὴ δὲ πρὸς τὰ αὐτὰ ἐπιτηδειοτάτη. ἀγρίας μαλάχης
ῥίζαι ἑψῶνται Σικυωνίῳ ἐλαίῳ μετ' ὀλίγου ὕδατος, ἕως ξηραὶ γένων-
ται, καὶ αὐταὶ μὲν ῥίπτονται, τὸ δ' ἔλαιον μίγνυται χυλῷ πηγάνου
ὡς εἶναι τοῦτο τέταρτον, καὶ κηροῦ καὶ καστορίου τὸ ἀρκοῦν. πότιμα
δὲ τοῖς οὕτω διακειμένοις ἁρμόζει διουρητικά, ἀφέψημα πετροσελίνου
ἢ μαράθου ῥίζης ἢ σταφυλίνου ἢ μήου ἢ ἀκόρου ἢ κρήθμου ἢ ἀσάρου
ῥίζης ἢ δαύκου Κρητικοῦ ἤ τινος ὁμοίου. – Πρὸς ἕλκωσιν κύ-
στεως. Ἡλκωμένοις κύστιν δοτέον σικύους καὶ πέπονας χωρὶς ἐμβάμ-
ματος καὶ τὰ σπέρματα αὐτῶν, σῦκα ξηρὰ καὶ καρυωτοὺς φοίνικας
καὶ Θάσια πεφρυγμένα, οἴνους δὲ Θηραίους, Σκυβελίτας, προτρόπους,
μελαμψιθίους λευκούς, † θεατὰς Ἰταλικοὺς ἢ γλυκεῖς Ἀλβανούς, Φαλε-
ρίνους, καὶ πάντων μᾶλλον Καίκουβον καὶ χρυσαττικὸν θερινόν. –
Πρὸς παράλυσιν κύστεως. Οἱ παραλυθέντες τὴν κύστιν οἱ μὲν
ἀπροαιρέτως ἐκκρίνουσι τὸ οὖρον, καὶ ὅσον ἐπὶ τούτῳ ἔχουσιν ἀκιν-
δυνότερον, οἱ δ' οὐκ ἀποκρίνουσιν, ἀλλὰ κατέχοντες διατείνονται τὴν
κύστιν καὶ τὴν ὀσφὺν καὶ τὸ ἦτρον καὶ ἐν οἰδήματι τοὺς μηροὺς
ἔχουσι καὶ μὴ ἐξουρήσαντες νεκροῦνται τὰ ὑποκείμενα καὶ οὐκ εἰς
μακρὰν τελευτῶσιν· ὅθεν ἀνυπερθέτως αὐτοὺς καθετηριστέον καὶ
συνεχῶς εἰς ὑδρέλαιον ἐγκαθιστέον καὶ ἐξαντλητέον πολλάκις τῆς τε
Ορειβάσιος ιατρός Synopsis ad Eustathium filium Book 4, chapter 36,
secti 2, γρ. 2
Ὅσα ἀντὶ ἐλαίου ὑποτρίβειν χρή.
Ὑποτρίβειν εἰς πᾶν ῥόφημα ἀντὶ ἐλαίου πλὴν εἰς φακὴν τὸ τοῦ
σικύου σπέρμα ὠμόν. διηθῶν μίσγε τῇ πτισάνῃ καὶ τοῖς λοιποῖς ἑψή-
μασιν ἢ τοῦ κώνου [ἢ] τὸ κάρυον ἢ τὰ Ποντικὰ ἢ τὰ Θάσια κάρυα
ἢ τὰ ἀμύγδαλα. τοῖς δὲ κατὰ κοιλίαν ἐνοχλουμένοις ἀντὶ ἐλαίου ὑπο-
τρίβειν τὴν λευκὴν μήκωνα ἡσυχῇ φώξαντα σὺν τῷ ἐλύτρῳ· ὑποτρίβειν
δὲ χρὴ πρὸς τὰς κοιλίας καὶ τὰ κάστανα σὺν τῷ ἐντὸς λέμματι.
Hymni Anonymi, Hymni e papyris magicis collecti (0742: 016)
“Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1,
2nd edn.”, Ed. Heitsch, E. Göttingen: Vandenhoeck & Ruprecht,
[Link] 9, γρ. 36
256
ολκιτι λοφαιη φασγανων θυμαντρια
παιωνια πολυκλειτη
νυσσα ποδαρκη αλκιμη πορφυρεη
σκοτειη Βριμω αμβροτε επηκοε
Περσια νομαιε Αλκυονη χρυσοστεφη
πρεσβειρα φαεννω πελαγιη ειδωνη
ινδαλιμη δειχτειρα βαριδουχε ευστοχε
αυτοφυης μιτριη ανδρειη στρατηλατι
Δωδωνιη Ιδαια νεοπενθης λυκω
στηλιτι ουλοη αρκιη χαροπη οξυβοη
Θασια Μηνη πηματ', ηγκαλισμενη
ακτινας, η σωτειρα παγγαιη κυων
Κλωθαιη πανδωτειρα δολιχη κυδιμη
ανασσα αρηγε αγλαη ευρυστοχε
αιζηιη αγια ημερη αφθιτε
λιγεια λιπαροπλοκαμε θαλια ζαθεη
χρυσωπι τερψιμβροτε Μινωα λοχιας
Θηβαια τλητη δολοεσσα ατασθαλη
ἀκτινοχαῖτι, ἰοχέαιρα, παρθένε,
δόλου γέμουσα καὶ φόβου σωτηρίη.
ἦ σ' οἶδα, πάντων ὡς μάγων ἀρχηγέτης,
Posidonius Phil., Fragmenta (1052: 001)“Posidonios. Die Fragmente,
vol. 1”, Ed. Theiler, [Link]: De Gruyter, [Link] 63, γρ. 6
Eustathios Il. 2,782
Ἑτέρωθι δέ φησιν [sc. ὁ Στράβων] ὅτι Ἄριμοι κατὰ Ποσειδώνιον οὐ
τόπος Συρίας ἢ Κιλικίας, ἀλλὰ αὐτὴ ἡ Τυρία, ἤγουν ἡ περὶ Τύρον χώρα·
Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ.
Strabo 17,1,5
Εἰ γὰρ ἄρα, τοῦτ' ἐχρῆν ζητεῖν ὅπερ καὶ νῦν ἔτι ζητεῖται, τί δή ποτε
θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ τῇ Θηβαΐδι καὶ
τῇ περὶ Συήνην οὐ συμπίπτουσιν ὄμβροι· τὸ δ' ὅτι ἐξ ὄμβρων αἱ
ἀναβάσεις
μὴ ζητεῖν, μηδὲ τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος εἴρηκε.
φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν
παρὰ Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου
(τῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος), ἐκεῖνον δὲ παρὰ Θαλοῦ, τὸν δὲ παρ'
Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον “ἂψ δ' εἰς Αἰγύπτοιο διιπετέος
ποταμοῖο”. ἀλλ' ἐῶ ταῦτα πολλῶν εἰρηκότων ὧν ἀρκέσει δύο μηνῦσαι
257
τοὺς ποιήσαντας καθ' ἡμᾶς τὸ περὶ τοῦ Νείλου βιβλίον, Εὔδωρόν τε καὶ
Ἀρίστωνα τὸν ἐκ τῶν περιπάτων. Strabo 17,1,35 – 36
Posidonius Phil., Fragmenta (1052: 003)“FGrH #87”.Τομ. -Jacobyʹ-F
2a,87,F, fragment 79, γρ. 26
τῆι τε νήσωι καὶ τῆι πόλει τοῦτο παρ' ἐκείνου τεθῆναί φασιν, ἐκεῖ τῆς
ἀδελφῆς
ἀποθανούσης αὐτῶι Μερόης (οἱ δὲ γυναῖκά φασι)· τὴν ἐπωνυμίαν οὖν
ἐχαρίσατο
αὐτῆι τιμῶν τὴν ἄνθρωπον. θαυμαστὸν οὖν πῶς ἐκ τῶν τοιούτων
ἀφορμῶν οὐ τελέως
ἐναργὴς ἦν ἡ περὶ τῶν ὄμβρων ἱστορία τοῖς τότε, καὶ ταῦτα τῶν ἱερέων
φιλοπρα-
γμονέστερον ἀναφερόντων εἰς τὰ ἱερὰ γράμματα καὶ ἀποτιθεμένων, ὅσα
μάθησιν
περιττὴν ἐπιφαίνει. εἰ γὰρ ἄρα, τοῦτ' ἐχρῆν ζητεῖν, ὅπερ καὶ νῦν ἔτι
ζητεῖται, τί
δήποτε θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ τῆι
Θηβαίδι καὶ τῆι
περὶ Συήνην οὐ συμπίπτουσιν ὄμβροι. τὸ δ' ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις,
μὴ
ζητεῖν μηδὲ τοιούτων δεῖσθαι μαρτύρων, οἵους Ποσειδώνιος εἴρηκε. φησὶ
γὰρ
Καλλισθένη (124 F 12) λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν,
παρὰ
Ἀριστοτέλους λαβόντα· ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν
ἀρχαίων
δὲ φυσικῶν εἷς οὗτος)· ἐκεῖνον δὲ παρ' † ἄλλου· τὸν δὲ παρ' Ὁμήρου
διιπετέα
φάσκοντος τὸν Νεῖλον – ’ἂψ δ' εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο’ (Od. δ
477).
STRABON XVII 3, 10: Ποσειδώνιος δ' οὐκ οἶδ' εἰ ἀληθεύει
φήσας ὀλίγοις καὶ μικροῖς διαρρεῖσθαι ποταμοῖς τὴν Λιβύην· αὐτοὺς γὰρ,
οὓς Ἀρτεμίδωρος (V) εἴρηκε, τοὺς μεταξὺ τῆς Λυγγὸς καὶ Καρχηδόνος,
καὶ πολλοὺς εἴρηκε καὶ μεγάλους. ἐν δὲ τῆι μεσογαίαι ταῦτ' ἀληθέστερον
εἰπεῖν. εἴρηκε δὲ τούτου τὴν αἰτίαν αὐτός· μὴ γὰρ κατομβρεῖσθαι τοῖς
ἀρκτικοῖς μέρεσι, καθάπερ οὐδὲ τὴν Αἰθιοπίαν φασί. διὸ πολλάκις
λοιμικὰ
ἐμπίπτειν ὑπὸ αὐχμῶν καὶ τὰς λίμνας τελμάτων πίμπλασθαι καὶ τὴν
ἀκρίδα ἐπιπολάζειν. ἔτι φησὶ τὰ μὲν ἀνατολικὰ ὑγρὰ εἶναι (τὸν γὰρ
Anonymi Historici (FGrH), Victores Olympici (fort. auctore Phlegonte
258
vel Eratosthene) (P. Oxy. 2.222) (1139: 026)“FGrH #415”.Τομ. -
Jacobyʹ-F 3b,415,F, fragment 1, γρ. 8
ἐστιν, οὗ ἕτερος ὁ μίσθιος λεγόμενος. οὕτως μέρος τι νῦν σύνηθες γέγονε
τὸ
Κολωνὸν καλεῖν τὸ ὄπισθεν τῆς Μακρᾶς Στοᾶς. ἀλλ' οὐκ ἔστι· Μελίτη
γὰρ
ἅπαν ἐκεῖνο, ὡς ἐν τοῖς Ὁρισμοῖς γέγραπται τῆς πόλεως.
P. Ox. 222: (Col. I: ol. 75; 480) [Ξε]νοπίθης Χεῖος παιδ στάδιον·
/ [...]κων Ἀργεῖος παιδ πάλην·[...]φάνης Ἡραιεὺς παιδ πύξ·[Ἀστ]ύ-
λος Συρακόσιος ὁπλείτην·[Δαι]τώνδα καὶ Ἀρσιλόχου Θηβα[ίων τεθ]·
[Ἀργ]ε̣ίων δημόσιος κέλης.
οϛ [Σκά]μανδρος Μυτιληναῖος στ[άδιον]·[Δά]ν̣δις Ἀρ̣[γ]εῖ[ο]ς δίαυ-
λον·[....] ⟦..⟧]...ν̣ Λ̣[ά]κ̣ων δόλιχον·[........] Ταραντῖνος πενταθ·
[...... Μα]ρ̣ων̣ ̣είτης πάλην·[Εὔθυμος Λο]κρὸς ἀπ' Ἰταλίας πύξ·[Θεο-
γένης Θ]άσιος παγκράτιον·[....... Λ]άκων παιδ στάδιον·[Θεόγνητος
Αἰγι]νήτης παιδ πάλην·[Ἀγ]ησί̣[δα]μος Λοκρὸς ἀπ' Ἰταλίας παιδ πύξ·
[Ἀστ]ύλος Συρακόσιος ὁπλειτ· ο κρατις(?) [.]α·[Θήρ]ωνος Ἀκραγαντίνου
τεθρι·[Ἱέρ]ωνος Συρακοσίου κέλης.
// [οζ Δάν]δις Ἀργεῖος στάδιον·[...]γης Ἐπιδαύριος δίαυλον·
[Ἐργ]οτέλης Ἱμεραῖος δόλιχον·[...]αμος Μιλήσιος πένταθλον·[Εὐρυ]-
μένης(?) Σάμιος πάλην·[Εὔθ]υμος Λοκρὸς ἀπ' Ἰταλίας πύξ·[Κα]λ̣λίας
Ἀθηναῖος παγκράτιον·[Ἀγη]σ̣ανδρίδας Κορίνθιος παιδ στάδιον·[Ἐπι]-
κρατίδας Ταραντῖνος παιδ πάλην·[Τέλ]λ̣ων Μαινάλιος παίδων πύξ·
[...]γ̣ίας Ἐπιδάμνιος ὁπλειτ δίς·[Ἀγρ]είων δημόσιον τέθριππον·[Ἱέρ]ωνος
Συρακο[σίου κ]έλης.
Αρχέστρατος Απόσπασμα 60, γρ. 1
τόν τ' ἀπὸ Φοινίκης ἱερῆς τὸν Βύβλινον αἰνῶ,
οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν· ἐὰν γὰρ
ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,
εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι
μᾶλλον, ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον·
πινόμενος δ' ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίῃ δέ.
εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,
ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
οὐ προσέχω τὸν νοῦν αὐτοῖς, χαίρειν δὲ κελεύω.
ἔστι δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ
πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις.
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
259
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ' ὀνομῆναι·
ἀλλ' οὐδὲν τἄλλ' ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον,
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ' αὑτοῖς.
πρὸς δὲ μιῇ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ.
ἔστωσαν δ' ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες
ἢ τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη
μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν.
αἰεὶ δὲ στεφάνοισι κάρη παρὰ δαῖτα πυκάζου
Αρχέστρατος Fragmenta et tituli Fragment 190, γρ. 15
τόν τ' ἀπὸ Φοινίκης ἱερῆς τὸν Βύβλινον αἰνῶ,
οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ
ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,
εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι
μᾶλλον, ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον·
πινόμενος δ' ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ὅμοιον ἔχειν γέρας, ἀμβροσίῃ δέ.
εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,
ὡς ἥδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
οὐ προσέχω τὸν νοῦν αὐτοῖς
ἔστι δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ
πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις.
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ' ὀνομῆναι.
ἀλλ' οὐθὲν τἆλλ' ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον.
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ' αὑτοῖς.
Artemon Gramm., Fragmenta (1197: 001)“FHG 4”, Ed. Müller, K.
Paris: Didot, [Link] 13, γρ. 2
ἐπιβάλλων ἐχρῆτο, καὶ πάλιν ἑτέραν. Οὕτω δ' ὀξέως ὑπὸ τὴν χεῖρα
προσῆγεν αὐτῷ τὰ συστήματα ἡ τῆς βάσεως εὐκινησία τῷ ποδὶ
ψαυομένη, καὶ τὴν χειροθε-σίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν, ὥστ',
εἴ τις μὴ ξυνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον ρί-
νοι, νομίζειν τριῶν κιθαριστῶν ἀκούειν διαφόρως ἡρμο-σμένων. Καὶ
τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ
τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως.»
ΠΕΡΙ ΖΩΓΡΑΦΩΝ.
Harpocratio v. Πολύγνωτος: Περὶ Πολυγνώτου τοῦ Ζωγράφου, Θασίου
μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθη-τοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς
260
Ἀθηναίων πολιτείας, ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα,ἢ ὡς
ἕτεροι, τὰς ἐν τῷ θησαυρῷ καὶ τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε
καὶ Ἀρτέμων ἐν τῷ Περὶ ζωγρά-φων καὶ Ἰόβας ἐν τοῖς Περὶ γραφικῆς.
Demetrius De elocut. 223: Ἀρτέμων μὲν οὖν, ὁ τὰς Ἀριστοτέλους
ἀναγράψας ἐπιστολὰς, φησὶν ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε
γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ
διαλόγου.
Athenagoras Apol., Legatio sive Supplicatio pro Christianis
“Athenagoras. Legatio and De resurrectione”, Ed. Schoedel, W.R.
Oxford: Clarendon Press, [Link] 14, section 1, γρ. 8
τί δέ μοι ὁλοκαυτώσεων, ὧν μὴ δεῖται ὁ θεός; καὶ προσφέρειν,
δέον ἀναίμακτον θυσίαν τὴν λογικὴν προσάγειν λατρείαν;
Ὁ δὲ περὶ τοῦ μὴ προσιέναι καὶ τοὺς αὐτοὺς ταῖς πόλεσιν
θεοὺς ἄγειν πάνυ αὐτοῖς εὐήθης λόγος· ἀλλ' οὐδὲ οἱ ἡμῖν ἐπικα-
λοῦντες ἀθεότητα, ἐπεὶ μὴ τοὺς αὐτοὺς οἷς ἴσασι νομίζομεν, σφίσιν
αὐτοῖς συμφωνοῦσιν περὶ θεῶν [μάτην], ἀλλ' Ἀθηναῖοι μὲν Κελεὸν
καὶ Μετάνειραν ἵδρυνται θεούς, Λακεδαιμόνιοι δὲ Μενέλεων καὶ
θύουσιν αὐτῷ καὶ ἑορτάζουσιν, Ἰλιεῖς δὲ οὐδὲ τὸ ὄνομα ἀκούοντες
Ἕκτορα φέρουσιν, Κεῖοι Ἀρισταῖον, τὸν αὐτὸν καὶ Δία καὶ
Ἀπόλλω νομίζοντες, Θάσιοι Θεαγένην, ὑφ' οὗ καὶ φόνος Ὀλυμ-
πίασιν ἐγένετο, Σάμιοι Λύσανδρον ἐπὶ τοσαύταις σφαγαῖς καὶ
τοσούτοις κακοῖς, † Ἀλκμὰν καὶ Ἡσίοδος Μήδειαν ἢ Νιόβην †
Κίλικες, Σικελοὶ Φίλιππον τὸν Βουτακίδου, Ὀνησίλαον Ἀμαθούσιοι,
Ἀμίλκαν Καρχηδόνιοι· ἐπιλείψει με ἡ ἡμέρα τὸ πλῆθος καταλέγοντα.
ὅταν οὖν αὐτοὶ αὑτοῖς διαφωνῶσιν περὶ τῶν κατ' αὐτοὺς θεῶν, τί
ἡμῖν μὴ συμφερομένοις ἐπικαλοῦσιν; τὸ δὲ κατ' Αἰγυπτίους μὴ
καὶ γελοῖον ᾖ· τύπτονται γὰρ ἐν τοῖς ἱεροῖς τὰ στήθη κατὰ τὰς
261
πανηγύρεις ὡς ἐπὶ τετελευτηκόσιν καὶ θύουσιν ὡς θεοῖς. καὶ οὐδὲν
θαυμαστόν· οἵ γε καὶ τὰ θηρία θεοὺς ἄγουσιν καὶ ξυρῶνται ἐπεὶ
ἀποθνῄσκουσιν, καὶ θάπτουσιν ἐν ἱεροῖς καὶ δημοτελεῖς κοπετοὺς
Bion Phil., Fragmenta (1224: 001)“Bion of Borysthenes”, Ed.
Kindstrand, [Link]: Uppsala University Press, [Link] 18, γρ. 2
γρᾴδια φυστὴν φαγόντα τερετίζοντα; ἢ οὐκ ὄψον ἀδάπανον καὶ
ἀτρύφερον
παρασκευάζω σοι τὴν πεῖναν; ἢ οὐχ ὁ πεινῶν ἥδιστα ἐσθίει καὶ ἥκιστα
ὄψου
δεῖται; καὶ ὁ διψῶν ἥδιστα πίνει καὶ ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένει;
ἢ
πεινᾷ τις πλακοῦντα ἢ διψᾷ Χῖον; ἀλλ' οὐ ταῦτα διὰ τρυφὴν ζητοῦσιν
ἄνθρωποι;
ἢ οἰκήσεις οὐ παρέχω σοι προῖκα, τὸν μὲν χειμῶνα τὰ βαλανεῖα, θέρους
δὲ τὰ
ἱερά; ποῖον γάρ σοι τοιοῦτον οἰκητήριον, φησὶν ὁ Διογένης, τοῦ θέρους,
οἷον ἐμοὶ
ὁ Παρθενὼν οὗτος, εὔπνους καὶ πολυτελής;’ εἰ ταῦτα λέγοι ἡ πενία, τί ἂν
ἔχοις
ἀντειπεῖν; ἐγὼ μὲν γὰρ ἂν δοκῶ ἄφωνος γενέσθαι.
Dio Prusaensis 66.26
Τῷ Βίωνι δοκεῖ μὴ δυνατὸν εἶναι τοῖς πολλοῖς ἀρέσκειν, εἰ μὴ πλακοῦντα
γενόμενον ἢ Θάσιον. εὐήθως [ὡς] ἐμοὶ δοκεῖν.
Stobaeus, Florilegium 3.4.87
Βίων ἐρωτηθεὶς τί ἐστιν ἄνοια, εἶπε ‘προκοπῆς ἐμπόδιον.’
Diogenes Laertius 4.50
Τὴν οἴησιν ἔλεγε προκοπῆς ἐγκοπήν.
Teles, Περὶ αὐταρκείας ap. Stobaeum, Florilegium 3.1.98 (= fr. II, p. 9.2
–8
Hense)
Ὁ δὲ Βίων, ὥσπερ τῶν θηρίων, φησί, παρὰ τὴν λῆψιν ἡ δῆξις γίνεται, κἀν
μέσου
τοῦ ὄφεως ἐπιλαμβάνῃ, δηχθήσῃ, ἐὰν τοῦ τραχήλου, οὐδὲν πείσῃ· οὕτω
καὶ τῶν
πραγμάτων, φησί, παρὰ τὴν ὑπόληψιν ἡ ὀδύνη γίνεται, καὶ ἐὰν μὲν οὕτως
ὑπολάβῃς περὶ αὐτῶν, ὡς ὁ Σωκράτης, οὐκ ὀδυνήσῃ, ἐὰν δὲ ὡς ἑτέρως,
ἀνιάσῃ,
Carystius Hist., Fragmenta (1245: 001)“FHG 4”, Ed. Müller, [Link]:
Didot, 1841–[Link] 15, γρ. 4
262
... πολυήμερος, ἧς ἐν μιᾷ οἱ δοῦλοι μετὰ τῶν πο-
λιτῶν κοινῇ τε ἀστραγαλίζουσι, καὶ οἱ κύριοι τοὺς
δούλους ἑστιῶσιν, ὡς ὁ αὐτός φησι Καρύστιος.
Idem I: Ὅτι Καρύστιος ὁ Περγαμη-
νὸς ἱστορεῖ, τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν
σφαιριζούσας ᾄδειν. Σφαιρίζουσι δὲ παρ' Ὁμήρῳ οὐ
μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες.
Schol. Aristoph. Av. 574: [Αὐτίκα Νίκη πέτα-
ται] Νεωτερικὸν τὸ τὴν Νίκην καὶ τὸν Ἔρωτα ἐπτε-
ρῶσθαι. Ἄρχεννον γάρ φασι, τὸν Βουβάλου καὶ Ἀθή-
νιδος πατέρα, οἱ δὲ Ἀγλαοφῶντα, τὸν Θάσιον ζωγράφον,
πτηνὴν ἐργάσασθαι τὴν Νίκην, ὡς οἱ περὶ Καρύστιον
τὸν Περγαμηνόν φασιν.
Schol. Theocrit. XIII, 22: [Κυανέων] Καρύ-
στιος ὁ Περγαμηνός φησι Κυανέας μὲν ὑπὸ ἀνθρώ-
πων, ὑπὸ δὲ θεῶν Φόρκου πύλας κεκλῆσθαι.
.
ΧαμαιλέωνFragmenta (1251: 001)“Phainias von Eresos. Chamaileon.
Praxiphanes”, Ed. Wehrli, [Link]: Schwabe, 1957; Die Schule des
Aristoteles, vol. 9, 2nd edn..Fragment 14, γρ. 4
Clemens Stromateis I cap. XXVI 170, 3: τόν τε Μίνω παρὰ
Διὸς δι' ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ
τοῦ
Διὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν
Ἀπόλ-
λωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ
Ἀριστοτέλης καὶ
Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης καὶ
Ἀριστοτέλης ἐν τῇ
Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους
λαμβά-
νειν ἀπομνημονεύουσιν.
Tatianus Ad Graecos 31 p. 31 Schwartz (Eusebius Praep.
evang. X 11, 3): περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ
χρόνου
καθ' ὃν ἤκμασεν προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος
κατὰ
Καμβύσην γεγονὼς καὶ Στησίμβροτος ὁ Θάσιος καὶ Ἀντίμαχος ὁ
Κολοφώνιος
263
Ἡρόδοτός τε Ἁλικαρνασσεὺς καὶ Διονύσιος ὁ Ὀλύνθιος· μετὰ δὲ
ἐκείνους Ἔφο-
ρος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος Μεγακλείδης τε καὶ
Χαμαιλέων οἱ
Περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος Ἀριστοφάνης Καλλίμαχος
Κράτης
Ἐρατοσθένης Ἀρίσταρχος Ἀπολλόδωρος.
Schol. vetus in Apollonii Rhodii Argonautica I 139 – 144a:
Χαμαιλέων φησὶ τὸν Θέστορα Ἴδμονα παρὰ τοῖς ἀρχαίοις καλεῖσθαι διὰ
τὸ ἔμπειρον εἶναι.
Schol. Venet. A Homer. M 231: Πουλυδάμα· αἱ Ἀριστάρχου
χωρὶς τοῦ ν, παρὰ τὴν ἀναλογίαν· Ζηνόδοτος δὲ καὶ Χαμαιλέων σὺν τῷ
ν, Πουλυδάμαν.
ΧαμαιλέωνΑπόσπασμα 44, γρ. 2
ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς
πρώτοις,
ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων
ὁ Ἡρα-
κλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε· “Ἀναξανδρίδης διδάσκων
ποτὲ
διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ' ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ
ἄσματος.
ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα
καὶ
κράσπεδα χρυσᾶ. πικρὸς δ' ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς
κωμῳδίας·
ὅτε γὰρ μὴ νικώῃ, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ
οὐ μετε-
σκεύαζεν ὥσπερ οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων
ἠφάνιζε,
δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας”.
Athenaeus 406 e: Χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαί-
ας κωμῳδίας·” Ἡγήμων, φησίν, ὁ Θάσιος τὰς παρῳδίας γράψας Φακῆ
ἐπεκαλεῖτο
καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν·
ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον·
δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει 'ς τὸν ἀγῶνα.
καὶ τότ' ἐγὼ θάρσησα.
εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων
πλῆρες τὸ
264
ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς.
καὶ ὀλίγον
διαλιπὼν εἶπε·
Eudemus Phil., Fragmenta (1357: 001)“Eudemos von Rhodos”, Ed.
Wehrli, [Link]: Schwabe, 1969; Die Schule des Aristoteles, vol. 8, 2nd
edn..Fragment 133, γρ. 31
πραγματείαν καὶ τὴν τῶν κοσμικῶν σχημάτων σύστασιν ἀνεῦρεν. μετὰ δὲ
τοῦτον
Ἀναξαγόρας ὁ Κλαζομένιος πολλῶν ἐφήψατο τῶν κατὰ γεωμετρίαν καὶ
Οἰνο-
πίδης ὁ Χῖος, ὀλίγῳ νεώτερος ὢν Ἀναξαγόρου, ὧν καὶ ὁ Πλάτων ἐν τοῖς
Ἀντε-
ρασταῖς ἐμνημόνευσεν ὡς ἐπὶ τοῖς μαθήμασι δόξαν λαβόντων. ἐφ' οἷς
Ἱπποκράτης
ὁ Χῖος ὁ τὸν τοῦ μηνίσκου τετραγωνισμὸν εὑρών, καὶ Θεόδωρος ὁ
Κυρηναῖος
ἐγένοντο περὶ γεωμετρίαν ἐπιφανεῖς. πρῶτος γὰρ ὁ Ἱπποκράτης τῶν
μνημονευο-
μένων καὶ στοιχεῖα συνέγραψεν. Πλάτων δ' ἐπὶ τούτοις γενόμενος
μεγίστην ἐποίη-
σεν ἐπίδοσιν τά τε ἄλλα μαθήματα καὶ τὴν γεωμετρίαν λαβεῖν διὰ τὴν
περὶ αὐτὰ
σπουδήν, ὅς που δῆλός ἐστι καὶ τὰ συγγράμματα τοῖς μαθηματικοῖς
λόγοις κατα-
πυκνώσας καὶ πανταχοῦ τὸ περὶ αὐτὰ θαῦμα τῶν φιλοσοφίας
ἀντεχομένων ἐπε-
γείρων. ἐν δὲ τούτῳ τῷ χρόνῳ καὶ Λεωδάμας ὁ Θάσιος ἦν καὶ Ἀρχύτας
ὁ Ταραν-
τῖνος καὶ Θεαίτητος ὁ Ἀθηναῖος, παρ' ὧν ἐπηυξήθη τὰ θεωρήματα καὶ
προῆλθεν
εἰς ἐπιστημονικωτέραν σύστασιν. Λεωδάμαντος δὲ νεώτερος ὁ
Νεοκλείδης καὶ ὁ
τούτου μαθητὴς Λέων, οἳ πολλὰ προσευπόρησαν τοῖς πρὸ αὐτῶν, ὥστε
τὸν Λέοντα
καὶ τὰ στοιχεῖα συνθεῖναι τῷ τε πλήθει καὶ τῇ χρείᾳ τῶν δεικνυμένων
ἐπιμελέστε-
ρον, καὶ διορισμοὺς εὑρεῖν, πότε δυνατόν ἐστι τὸ ζητούμενον πρόβλημα
καὶ πότε
ἀδύνατον. Εὔδοξος δὲ ὁ Κνίδιος, Λέοντος μὲν ὀλίγῳ νεώτερος, ἑταῖρος
δὲ τῶν
περὶ Πλάτωνα γενόμενος, πρῶτος τῶν καθόλου καλουμένων
265
θεωρημάτων τὸ
πλῆθος ηὔξησεν καὶ ταῖς τρισὶν ἀναλογίαις ἄλλας τρεῖς προσέθηκεν καὶ
τὰ περὶ
τὴν τομὴν ἀρχὴν λαβόντα παρὰ Πλάτωνος εἰς πλῆθος προήγαγεν καὶ ταῖς
ἀνα-
λύσεσιν ἐπ' αὐτῶν χρησάμενος. Ἀμύκλας δὲ ὁ Ἡρακλεώτης, εἷς τῶν
Πλάτωνος
Favorinus Phil., Rhet., Fragmenta (1377: 003)“Favorino di Arelate.
Opere”, Ed. Barigazzi, [Link]: Monnier, [Link] 57, γρ. 4
εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόρᾳ ἐν τοῖς Ἀντιλογικοῖς
(fr. 5, I 265 Diels) φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας
δευτέρῳ.
Versio armena Alex. hist. (R. Raabe, ἱστορία Ἀλεξάνδρου,
die arm. Uebers. 1886, p. 8) (post Alexandri educatores me-
moratos) ἐμνήσθη δὲ καὶ Παφώρανος (= Φαβωρῖνος) τούτων ἐν
τῷ τετάρτῳ τόμῳ ἐν ταῖς Παντοδαπαῖς Χαριέσσαις Ἱστορίαις αὐτοῦ.
Diog. L. III 24 (de Platone) οὗτος πρῶτος ἐν ἐρωτήσει
λόγον παρήνεγκεν, ὥς φησι Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστο-
ρίας· καὶ πρῶτος τὸν κατὰ τὴν ἀνάλυσιν τῆς ζητήσεως τρόπον
εἰσηγήσατο Λεωδάμαντι τῷ Θασίῳ· καὶ πρῶτος ἐν φιλοσοφίᾳ
ἀντίποδα ὠνόμασε καὶ στοιχεῖον καὶ διαλεκτικὴν καὶ ποιότητα
καὶ τοῦ ἀριθμοῦ τὸν προμήκη καὶ τῶν περάτων τὴν ἐπίπεδον ἐπι-
φάνειαν καὶ θεοῦ πρόνοιαν.
Diog. L. VIII 12 (de Pythagora) λέγεται δὲ καὶ πρῶτος
κρέασιν ἀσκῆσαι ἀθλητὰς .... τῶν πρότερον ἰσχάσι ξηραῖς καὶ τυροῖς
ὑγροῖς, ἀλλὰ καὶ πυροῖς, σωμασκούντων αὐτούς, καθάπερ ὁ αὐτὸς
Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστορίας φησίν.
Diog. L. VIII 47 – 48 (de Pythagora) Ἐρατοσθένης δέ φησι,
Αρποκρατίων Lex in decem oratores Atticos Σε. 254, γρ. 4
8πομπεῖα δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη,
ὡς ὁ αὐτὸς ῥήτωρ κατ' Ἀνδροτίωνος ὑποσημαίνει. “πομπείοις δέ”
φησι Φιλόχορος “πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας
“τῶν λʹ κατασκευασθεῖσιν. ὀψὲ δέ” φησι “καὶ Ἀνδροτίων ἄλλα
“κατεσκεύασεν.”
Πόριος: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πόρος
ἐστὶ δῆμος τῆς Ἀκαμαντίδος· ὁ δὲ δημότης Πόριος.
266
Πορθμός: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Εὐ-
βοίας.
Πολύγνωτος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. περὶ Πολυ-
γνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ
Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν
Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ Θησείῳ καὶ
τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ περὶ
ζωγράφων καὶ Ἰόβας ἐν τοῖς περὶ γραφικῆς.
Πολύστρατος: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος.
Πολύστρατος αἰτίαν ἔχων τοὺς Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθη-
ναίων. ἕτερος δ' ἂν εἴη Πολύστρατος ὑπὲρ οὗ λόγος ἐστὶ Λυσίᾳ ἐπι-
γραφόμενος ‘ὑπὲρ Πολυστράτου δήμου καταλύσεως ἀπολογία.’ ἄλ-
λος δ' ἂν εἴη Πολύστρατος οὗ Δημοσθένης μνημονεύει ἐν Φιλιππι-
κοῖς, λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι
Αρποκρατίων Lexicon in decem oratores Atticos Σε. 281, γρ. 3
Στρεπτούς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πλακοῦντος
εἶδός ἐστιν οἱ στρεπτοὶ, ὡς καὶ παρ' ἑτέροις.
Στρομβιχίδης: Λυσίας ἐν τῷ ὑπὲρ Δεξιοῦ ἀποστασίου. ὄνομα
κύριον.
Στρούθης: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. σατράπης τις
βασιλέως ἦν.
Στροφάδες νῆσοι: Δείναρχος Τυρρηνικῷ. νῆσοί τινές εἰσι με-
ταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι.
Στρύμη: Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. Ἡρα-
κλείδης ἢ Φιλοστέφανος ἐν τῷ περὶ νήσων φησὶν “ἀποικίαι δέ εἰσι
“Θασίων ἐπὶ τῆς Θρᾴκης Γαληψὸς καὶ Στρύμη ἡ νῆσος.” ἔστι δὲ
ἐμπόριον Θασίων. μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ
τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν εʹ, Ἀρχίλοχον ἐπαγό-
μενος μάρτυρα.
Στύραξ: Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. στύραξ καλεῖται τὸ
κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασιν,
ὡς Θουκυδίδης πού φησι “στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησά-
“μενος εἰς τὸν μοχλόν.”
Στρωτήρ: Λυκοῦργος κατ' Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ
ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος.
ἔστι τοὔνομα καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνους.
Αρποκρατίων Lexicon in decem oratores Atticos Σε. 281, γρ. 4
267
εἶδός ἐστιν οἱ στρεπτοὶ, ὡς καὶ παρ' ἑτέροις. Στρομβιχίδης: Λυσίας
ἐν τῷ ὑπὲρ Δεξιοῦ ἀποστασίου. ὄνομα κύριον. Στρούθης: Λυσίας ἐν
τῷ κατὰ Θρασυβούλου. σατράπης τις βασιλέως ἦν.
Στροφάδες νῆσοι: Δείναρχος Τυρρηνικῷ. νῆσοί τινές εἰσι με-
ταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι.
Στρύμη: Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. Ἡρα-
κλείδης ἢ Φιλοστέφανος ἐν τῷ περὶ νήσων φησὶν “ἀποικίαι δέ εἰσι
“Θασίων ἐπὶ τῆς Θρᾴκης Γαληψὸς καὶ Στρύμη ἡ νῆσος.” ἔστι δὲ
ἐμπόριον Θασίων. μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ
τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν εʹ, Ἀρχίλοχον ἐπαγό-
μενος μάρτυρα.
Στύραξ: Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. στύραξ καλεῖται τὸ
Hegesander Hist., Fragmenta (1392: 001)“FHG 4”, Ed. Müller, K.
Paris: Didot, 1841–[Link] 23, γρ. 13
πίνικος γοῦν, Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμέ-
νου τῶν ἱστοριῶν, ἐν αἷς ἐγέγραπτο ὡς Σέλευκος ἀπηλ-
φίτισε, γράψας δρᾶμα Μνησιπτόλεμον καὶ κωμῳδῶν
αὐτὸν καὶ περὶ τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φω-
ναῖς, ἐποίησε λέγοντα·
Ἐπ' ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ
ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα,
ἔγραψα, καὶ παρέδειξα τοῖς πολλοῖς, ὅτι,
κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ' εὐτελὲς,
σεμνὸν δύναται τοῦθ' ἡ δύναμις ἡ μὴ ποιεῖν.
Γέροντα Θάσιον τόν τε γῆς ἀπ' Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν,
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρὸν,
κατῃσίμωκα πῶμα, καύματος λύσιν.
Ὁ δ' αὐτὸς ἱστορεῖ, κἀν Θηράσι ταῖς (Θηρασίαις?)
νήσοις ἐπιτάττοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ
λέγεσθαι ταύτην τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων.
Idem I: Ἡγήσανδρος δ' ὁ Δελφὸς Ἀγχί-
μολον καὶ Μόσχον φησὶ, τοὺς ἐν Ἤλιδι σοφιστεύσαν-
τας, ὑδροποτῆσαι πάντα τὸν βίον, καὶ μόνα σῦκα
Ηρακλείδης Ποντικός Fragmenta (1409: 001)“Herakleides Pontikos”,
268
Ed. Wehrli, [Link]: Schwabe, 1969; Die Schule des Aristoteles, vol. 7,
2nd edn..
Fragment 90, γρ. 5
αὐτόν, ὅτ' ἀπέπλει ἐκ Τροίας, ἀναθεῖναι τῷ Ἀπόλλωνι τὴν ἀσπίδα δια-
σεσηπυῖαν ἤδη, μόνον δὲ διαμένειν τὸ ἐλεφάντινον πρόσωπον). ἐπειδὴ
δὲ
Ἑρμότιμος ἀπέθανε, γενέσθαι Πύρρον τὸν Δήλιον ἁλιέα. καὶ πάντα
πάλιν
μνημονεύειν, πῶς πρόσθεν Αἰθαλίδης, εἶτ' Εὔφορβος, εἶτα Ἑρμότιμος,
εἶτα Πύρρος γένοιτο. ἐπειδὴ δὲ Πύρρος ἀπέθανε, γενέσθαι Πυθαγόραν
καὶ
πάντων τῶν εἰρημένων μεμνῆσθαι.
Clemens Stromateis I cap. XXI 133, 2: προγνώσει δὲ καὶ
Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ
Ἀριστέας
ὁ Προκοννήσιος Ἐπιμενίδης τε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ
Ζωροάστρης ὁ Μῆδος Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ
Λάκων, ναὶ μὴν Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμός τε ὁ Συρακούσιος
ἐπί τε τούτοις Σωκράτης ὁ Ἀθηναῖος μάλιστα. Proclus In Platonis rem
publicam comment. II p. 121, 26 Kroll: εἰσὶν καὶ ἔσονται πολλαχοῦ γῆς
τῶν θείων καὶ ταῖς αἰσθήσεσιν ἡμῶν ἀλήπτων ἐξηγηταὶ κατά τινας θείας
τε καὶ δαιμονίας ἐπιπνοίας· οἱ μὲν μετὰ τοῦ
σώματος τῶν τοιούτων ἵστορες, ὥσπερ Ἐμπεδότιμον λόγος, οἱ δὲ ἄνευ
σώματος,
ὥσπερ τὸν Ἀθηναῖον Κλεώνυμον· καὶ πλήρεις αἱ παραδόσεις τούτων. εἰ
δὲ μὴ
πλείονές εἰσιν αὐτοπτικαὶ τῶν ὄντων ἐν ἡμῖν καταλήψεις, οὐδὲν
θαυμαστόν·
σώμασι γὰρ χρώμενοι καὶ τούτοις ἐνύλοις ὀλίγοι καὶ ἐν πολλῷ χρόνῳ
τούτων
ἀπολαύειν ἄνθρωποι δύνανται, καὶ διὰ τοῦτο καὶ ὁ Ἐμπεδότιμος σπάνιος
καὶ ὁ
Κλεώνυμος καὶ εἰ δή τις ἄλλος τῶν τοιούτων θεαμάτων λέγεται τυχεῖν. τὸ
γὰρ
Ηρακλείδης Ποντικός Απόσπασμα 125, γρ. 2
γενόμενος καὶ τῶν ἐκ τοῦ Περιπάτου μνησθῆναι. καὶ ὅ γε τῆς αἱρέσεως
πατήρ,
τῶν ὅλων οὐ νοήσας τὸν πατέρα, τὸν καλούμενον ὕπατον ψυχὴν εἶναι
τοῦ παντὸς
οἴεται, κτλ. ὁ δὲ Ἐρέσιος ἐκεῖνος Θεόφραστος ὁ Ἀριστοτέλους γνώριμος
269
πῇ μὲν
οὐρανόν, πῇ δὲ πνεῦμα τὸν θεὸν ὑπονοεῖ. Ἐπικούρου μὲν γὰρ μόνου καὶ
ἑκὼν
ἐκλήσομαι, ὃς οὐδὲν μέλειν οἴεται τῷ θεῷ, διὰ πάντων ἀσεβῶν. τί γὰρ
Ἡρακλείδης
ὁ Ποντικός; [οὐκ] ἔσθ' ὅπῃ οὐκ ἐπὶ τὰ Δημοκρίτου καὶ αὐτὸς
κατασύρεται εἴδωλα;
Stephanus Byz. s. v. Ὠλίαρος: νῆσος τῶν Κυκλάδων μία, περὶ
ἧς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν: Ὠλίαρος
Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιή. τὸ ἐθνικὸν Ὠλιάριος, ὡς
Ἄμυρος Ἀμύριος. Harpocratio s. v. Στρύμη: ... Ἡρακλείδης ἢ
Φιλοστέφανος ἐν τῷ περὶ νήσων φησίν: ἀποικίαι δέ εἰσι Θασίων τῆς
Θρᾴκης Γάληψος καὶ Στρύμη ἡ νῆσος.
Suda N 27 (cf. Stephanus Byz. s. v. Νάξος): ... καὶ Κυ-
κλὰς δὲ νῆσος ἐπίσημος ἡ Νάξος, ἢ ἀπό τινος Νάξου ἢ παρὰ τὸ νάξαι, ὅ
ἐστι θῦσαι. φασὶ δὲ τὰς ἐκεῖ Ναξίας γυναῖκας μόνας ὀκτάμηνα τίκτειν
κατὰ δωρεὰν Ἥρας. καὶ Διόνυσος δέ, φασίν, οὕτως ἐτέχθη. καὶ κρήνη
δὲ καθ' Ἡρακλείδην ἐκεῖ, ἐξ ἧς οἶνος ῥεῖ μάλα ἡδύς.
Hippias Soph., Απόσπασμα 20, γρ. 2
– – 42, 10 Πλουτάρχου ἐκ τοῦ Περὶ τοῦ διαβάλλειν. ‘Ἱ. φησίν,
ὅτι δεινόν ἐστιν ἡ διαβολία, οὕτως ὀνομάζων, ὅτι οὐδὲ τιμωρία τις κατ'
αὐτῶν γέγραπται ἐν τοῖς νόμοις ὥσπερ τῶν κλεπτῶν· καίτοι ἄριστον ὂν
κτῆμα
τὴν φιλίαν κλέπτουσιν, ὥστε ἡ ὕβρις κακοῦργος οὖσα δικαιοτέρα ἐστὶ
τῆς δια-
βολῆς διὰ τὸ μὴ ἀφανὴς εἶναι.’
VIT. HOMERI Rom. p. 30, 27 Wil. Ἱ. δ' αὖ καὶ Ἔφορος Κυμαῖον
[γεγονέναι φασὶ τὸν Ὅμηρον].
PAPYR. PETROPOL. n. 13, col. 2, 11 [ed. Jernstedt Journ. des
Unterrichtsmin. (russ.) 1901 Oktob. p. 51] ΙΠΠΙΟΥ.
ARISTOT. Poet. 25. 1461a 21 κατὰ δὲ προσωιδίαν [ὁρῶντα δεῖ
διαλύειν] ὥσπερ Ἱ. ἔλυεν ὁ Θάσιος τὸ ‘δίδομεν δέ οἱ’ καὶ ‘τὸ μὲν οὗ
καταπύθεται ὄμβρωι’. Soph. el. 4. 166b 1 παρὰ δὲ τὴν προσωιδίαν ἐν μὲν
τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥάιδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς
γεγραμμένοις καὶ ποιήμασι μᾶλλον οἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται
πρὸς τοὺς ἐλέγχοντας ὡς ἀτόπως εἰρηκότα ’τὸ μὲν οὐ καταπύθεται
ὄμβρωι’ [Ψ 328]. λύουσι γὰρ αὐτὸ τῆι προσωιδίαι λέγοντες τὸ ου
ὀξύτερον· καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτὸς ὁ Ζεὺς
εἶπεν ‘δίδομεν δέ οἱ εὖχος ἀρέσθαι’ [B 15], ἀλλὰ τῶι ἐνυπνίωι ἐνετέλλετο
διδόναι.
270
Juba II Rex Mauretaniae Hist., Fragmenta (1452: 003)“FHG 3”, Ed.
Müller, [Link]: Didot, 1841–[Link] 71, γρ. 2
LIBER SECUNDUS.
Harpocratio v. Πολύγνωτος. Περὶ Πολυγνώτου
τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μα-
θητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολι-
τείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα,
ἢ, ὡς ἕτεροι, τὰς ἐν τῷ θησαυρῷ καὶ τῷ Ἀνακείῳ
γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ Περὶ
ζωγράφων καὶ Ἰόβας ἐν τοῖς Περὶ γραφικῆς.
Οινόμαος Fragmenta (1548: 001)“Fragmenta philosophorum
Graecorum, vol. 2”, Ed. Mullach, [Link]: Didot, 1867, Repr.
[Link] 12, γρ. 48
τῷ σῷ πύκτῃ, Ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης,
ὃν θυσίαις τιμᾶθ' ὡς οὐκ ἔτι θνητὸν ἐόντα.
Μὴ γὰρ δὴ θαυμάσῃς, εἰ καὶ ὄναγρος ἐπιδικάσεται
ἀθανασίας, ἱκανῶς τὰ θεῖα. παρεσκευασμένος· καὶ
ἀκούσας μὴ ἀνασχέσθαι ἀλλ' ἀπειλῆσαι καὶ αὐτὸν τὸν
Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ
οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι
γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρων, ἅτε
μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς
χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα
ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ
θεοί, καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. Πι-
στεύομεν δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ
τῷ αὐτῷ. Ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα, ὅτι θεῖόν
τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ
οἰομένους εἶναι σοφοὺς ἐλελήθει· ἵν' ἀφέμενοι τοῦ καλοὶ
κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου(=πυκτός)· ᾧ ἀθα-
νασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν
δὲ μεγάλως οἱ θεοί. Οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀν-
δριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας,
Οινόμαος Απόσπασμα 12, γρ. 84
271
πων κατακαλουμένων, ὅσονπερ ἀνδριάντων. Ἀμέλει
οὐδὲν ἂν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι
νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν
θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον
ἀνδριάντα. Καὶ ἦν οὕτως. Ἅμα γὰρ ἀνεστάθη,
καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι
λοιπόν. Πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ
τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; Καὶ
γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν
οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς
ἰάσατο λόγιον σὸν ἔχον οὕτως·
Ἐν τιμῇ τὸν ἄτιμον ἔχων, τότε γαῖαν ἀρώσεις.
Οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον,
ἤ σε αὐτοῖς τούτου πρόξενον γενέσθαι. Ἀλλ' Εὐθυκλέα
τὸν πένταθλον ἐνέβαλον εἶς εἱρκτήν, αἰτιασάμενοι
αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον
τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας
ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνομένων
ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· καὶ ὑπὸ τοῦ
λιμοῦ διώλοντο ἄν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια,
λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους,
Philostratus Major Soph., Imagines “Philostrati maioris imagines”, Ed.
Benndorf, O., Schenkl, [Link]: Teubner, [Link] 2, chapter 26,
section 4, γρ. 3
ἐντεύξῃ ταύταις, ἀλλὰ γυμναῖς ἤδη τῆς δρόσου; καὶ
μηδὲ τραγημάτων ὑπερίδῃς, εἴ τί σοι μεσπίλου μέλει
καὶ Διὸς βαλάνων, ἃς τρέφει λειότατον φυτὸν ἐν
ὀξεῖ τῷ ἐλύτρῳ καὶ ἀτόπῳ λέπειν. ἐρρέτω καὶ τὸ
μέλι [τῆς τῶν ἰσχάδων συνθήκης] παρούσης παλάθης
ταυτησὶ καλουμένης καὶ ὅ τι ἂν εἴποις· οὕτως ἡδὺ
πέμμα. περιαμπίσχει δὲ αὐτὴν φύλλα οἰκεῖα παρ-
έχοντα τῇ παλάθῃ τὴν ὥραν. οἶμαι τὴν γραφὴν
ἀποφέρειν τὰ ξένια ταυτὶ τῷ τοῦ ἀγροῦ δεσπότῃ,
ὁ δὲ λούεται τάχα Πραμνείους ἢ Θασίους βλέπων
ἐνὸν τῆς γλυκείας τρυγὸς ἐπὶ τῇ τραπέζῃ πιεῖν, ὡς
εἰς ἄστυ κατιὼν ὄζοι στεμφύλου καὶ ἀπραγμοσύνης
καὶ κατὰ τῶν ἀστυτρίβων ἐρεύγοιτο... Το κρασί της Ικαρίας, ο Πράμνειος οίνος της
αρχαιότητας, έχει μακραίωνη ιστορία
Demetrius Gramm., Απόσπασμα 61, γρ. 8
272
γύρου ἐστὶ γενέθλη.” παρὰ ταύτην ἐλθεῖν Ῥέα λέγεται Δία φέ-
ρουσα νεογνόν. οἱ ταύτην οἰκοῦντες Ἄλυβες, ἀντὶ τῶν ἀργυρείων
μετάλλων σιδηρᾶ ἔχοντες.
Strab. X p. 472: ... ἔτι δὲ Κρόνου τινές, ἄλλοι δὲ Διὸς
καὶ Καλλιόπης φασὶ τοὺς Κορύβαντας τοὺς αὐτοὺς τοῖς Καβεί-
ροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σαμοθρᾴκην καλουμένην
πρότερον Μελίτην, τὰς δὲ πράξεις αὐτῶν μυστικὰς εἶναι. ταῦτα
δ' οὐκ ἀποδεξάμενος ὁ Σκήψιος ὁ τοὺς μύθους συναγαγὼν
τούτους, ὡς μηδενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Κα-
βείρων λεγομένου, παρατίθησιν ὁμοίως (ὅμως Xyl.) καὶ
Στησιμβρότου τοῦ Θασίου δόξαν ὡς τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς
Καβείροις ἐπιτελοῖτο· καλεῖσθαι δέ φησιν αὐτοῦς ἐκεῖνος ἀπὸ
τοῦ ὄρους τοῦ ἐν τῇ Βερεκυντίᾳ Καβείρου. οἱ δ' Ἑκάτης προ-
πόλους νομίζουσι τοὺς Κουρῆτας τοὺς αὐτοὺς τοῖς Κορύβασιν
ὄντας. φησὶ δὲ πάλιν ὁ Σκήψιος ἐν τῇ Κρήτῃ τὰς τῆς
Ῥέας τιμὰς μὴ νομίζεσθαι μηδὲ ἐπιχωριάζειν ὑπεναντιούμενος τῷ
τοῦ Εὐριπίδου λόγῳ (Bacch. vs. 55 sqq. cf. p. 469), ἀλλ' ἐν τῇ
Φρυγίᾳ μόνον καὶ τῇ Τρῳάδι, τοὺς δὲ λέγοντας μυθολογεῖν μᾶλ-
λον ἢ ἱστορεῖν, πρὸς τοῦτο δὲ καὶ τὴν τῶν τόπων ὁμωνυμίαν
συμπρᾶξαι τυχὸν ἴσως αὐτοῖς· Ἴδη γὰρ τὸ ὄρος τό τε Τρωικὸν
Tatianus Apol., Oratio ad Graecos “Die ältesten Apologeten”, Ed.
Goodspeed, E.J.Göttingen: Vandenhoeck & Ruprecht, [Link] 31,
section 2, γρ. 5
εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ' ἡμῖν,
ἔτι δὲ καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα. μάρτυρας
δὲ οὐ τοὺς οἴκοι παραλήψομαι, βοηθοῖς δὲ μᾶλλον Ἕλλησι
καταχρήσομαι. τὸ μὲν γὰρ ἄγνωμον, ὅτι μηδὲ ὑφ' ἡμῶν παρα-
δεκτόν, τὸ δ' ἂν ἀποδεικνύηται θαυμαστόν, ὅτ' ἂν ὑμῖν
διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων ἀνυπόπτους παρ'
ὑμῶν
τοὺς ἐλέγχους λαμβάνω. περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γέ-
νους τε αὐτοῦ καὶ χρόνου καθ' ὃν ἤκμασεν προηρεύνησαν πρεσβύ-
τατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος κατὰ Καμβύσην γεγονὼς
καὶ Στησίμβροτος ὁ Θάσιος καὶ Ἀντίμαχος ὁ Κολοφώνιος
Ἡρόδοτός τε ὁ Ἁλικαρνασσεὺς καὶ Διονύσιος ὁ Ὀλύνθιος, μετὰ
δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος Με-
γακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμμα-
τικοὶ Ζηνόδοτος Ἀριστοφάνης Καλλίστρατος Κράτης Ἐρατο-
σθένης Ἀρίσταρχος Ἀπολλόδωρος. τούτων δὲ οἱ μὲν περὶ Κρά-
τητα πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ
τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ Ἐρα-
273
τοσθένη μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως· οἱ δὲ
Vitae Homeri, Vita sexta (1805: 006)“Homeri opera, vol. 5”, Ed. Allen,
[Link]: Clarendon Press, 1912, Repr. 1969.Γρ. 15
ἐξειπεῖν τὸ ἀμφισβητήσιμον τοῦ ποιητοῦ. Ἀναξιμένης
Scrr. rer. Alex. magn. p. 39 fr. 20 μὲν οὖν καὶ Δαμάστης
F.H.G. II. 66 fr. 10 καὶ Πίνδαρος ὁ μελοποιὸς fr. 264
Χῖον αὐτὸν ἀποφαίνονται καὶ Θεόκριτος ἐν τοῖς ἐπιγράμ-
μασιν. ὁ δὲ Δαμάστης καὶ δέκατον αὐτὸν ἀπὸ Μουσαίου
φησὶ γεγονέναι· Ἱππίας δ' αὖ F.H.G. II. 62 fr. 8 καὶ
Ἔφορος fr. 164 Κυμαῖον· ὁ δ' Ἔφορος καὶ εἰς Χαρίφημον
ἀνάγει τὸ γένος αὐτοῦ, ὁ δὲ Χαρίφημος οὗτος Κύμην ᾤκησε·
Τιμόμαχος F.H.G. IV. 522 δὲ καὶ Ἀριστοτέλης fr. 66
R. ἐξ Ἴου τῆς νήσου. κατὰ δ' Ἀντίμαχον F.H.G. II.
58 fr. 18 Κολοφώνιος, κατὰ δὲ Στησίμβροτον τὸν Θάσιον
F.H.G. II. 58 fr. 18 Σμυρναῖος, κατὰ Φιλόχορον fr. 54 C
δ' Ἀργεῖος, κατὰ Καλλικλέα δὲ τῆς ἐν Κύπρῳ Σαλαμῖνος.
Ἀριστόδημος δ' ὁ Νυσαεὺς F.H.G. III. 307 Ῥωμαῖον
αὐτὸν ἀποδείκνυσιν ἔκ τινων ἐθῶν παρὰ Ῥωμαίοις μόνον
γινομένων, τοῦτο μὲν ἐκ τῆς τῶν πεσσῶν παιδιᾶς, τοῦτο δὲ
ἐκ τοῦ ἐπανίστασθαι τῶν θάκων τοὺς ἥσσονας τῶν βελτί-
στων ἑκόντας, ἃ καὶ νῦν ἔτι φυλάσσεται παρὰ Ῥωμαίοις
ἔθη. ἄλλοι δ' Αἰγύπτιον αὐτὸν εἶπον διὰ τὸ † ἠ † παράγειν
τοὺς ἥρωας ἐκ στόματος ἀλλήλους φιλοῦντας, ὅπερ ἐστὶν
ἔθος τοῖς Αἰγυπτίοις ποιεῖν. πατρὸς δὲ κατὰ μὲν Στησίμ
Metrodorus Major Phil., Σωζόμενα (1811: 001)“Die Fragmente der
Vorsokratiker, vol. 2, 6th edn.”, Ed. Diels, H., Kranz, [Link]:
Weidmann, 1952, Repr. [Link] 1, γρ. 2
PLAT. Ion p. 530c οἶμαι κάλλιστα ἀνθρώπων λέγειν περὶ
Ὁμήρου, ὡς οὔτε Μητρόδωρος ὁ Λαμψακηνὸς οὔτε Στησίμβροτος ὁ
Θάσιος οὔτε Γλαύκων οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων ἔσχεν
εἰπεῖν οὕτω πολλὰς καὶ καλὰς διανοίας περὶ Ὁμήρου, ὅσας ἐγώ.
DIOG. II 11 ἐπὶ πλεῖον δὲ [als Anaxagoras] προστῆναι
τοῦ λόγου Μητρόδωρον τὸν Λαμψακηνὸν γνώριμον ὄντα αὐτοῦ, ὃν καὶ
πρῶτον
σπουδάσαι τοῦ ποιητοῦ περὶ τὴν φυσικὴν πραγματείαν.
274
TATIAN. c. 21 καὶ Μ. δὲ ὁ Λαμψακηνὸς ἐν τῶι Περὶ Ὁμήρου λίαν
εὐήθως
διείλεκται πάντα εἰς ἀλληγορίαν μετάγων. οὔτε γὰρ Ἥραν οὔτε Ἀθηνᾶν
οὔτε
Δία τοῦτ' εἶναί φησιν ὅπερ οἱ τοὺς περιβόλους αὐτοῖς καὶ τεμένη
καθιδρύσαντες
νομίζουσιν, φύσεως δὲ ὑποστάσεις καὶ στοιχείων διακοσμήσεις. καὶ τὸν
Ἕκτορα
δὲ καὶ τὸν Ἀχιλλέα δηλαδὴ καὶ τὸν Ἀγαμέμνονα καὶ πάντας ἁπαξαπλῶς
Ἕλληνάς
Στησίμβροτος Fragmenta“FHG 2”, Ed. Müller, K. Paris: Didot, 1841–
[Link] 3, γρ. 1 : Στησίμβροτος; c. 470 BC – c. 420 BC
regem Molossorum confugit. Ἐκεῖ δ' αὐτῷ τὴν γυ-
ναῖκα καὶ τοὺς παῖδας ἐκκλέψας ἐκ τῶν Ἀθηνῶν Ἐπι-
κράτης ὁ Ἀχαρνεὺς ἀπέστειλεν, ὃν ἐπὶ τούτῳ Κίμων
ὕστερον κρίνας ἐθανάτωσεν, ὡς ἱστορεῖ Στησίμβροτος.
Εἶτ' οὐκ οἶδ' ὅπως ἐπιλαθόμενος τούτων ἢ τὸν Θεμιστο-
κλέα ποιῶν ἐπιλαθόμενον πλεῦσαί φησιν εἰς Σικελίαν καὶ
παρ' Ἱέρωνος αἰτεῖν τοῦ τυράννου τὴν θυγατέρα πρὸς
γάμον, ὑπισχνούμενον αὐτῷ τοὺς Ἕλληνας ὑπηκόους
ποιήσειν, ἀποστρεψαμένου δὲ τοῦ Ἱέρωνος οὕτως εἰς τὴν
Ἀσίαν ἀπᾶραι. Ταῦτα δ' οὐκ εἰκός ἐστιν οὕτω γενέσθαι.
Idem Κίμων . c. 4, 6: Στησίμβροτος δ' ὁ Θάσιος
περὶ τὸν αὐτὸν ὁμοῦ τι χρόνον τῷ Κίμωνι γεγονώς φη-
σιν αὐτὸν οὔτε μουσικὴν οὔτε ἄλλο τι μάθημα τῶν
ἐλευθερίων καὶ τοῖς Ἕλλησιν ἐπιχωριαζόντων ἐκδιδα-
χθῆναι, δεινότητός τε καὶ στωμυλίας Ἀττικῆς ὅλως
ἀπηλλάχθαι, καὶ τῷ τρόπῳ πολὺ τὸ γενναῖον καὶ ἀλη-
θὲς ἐνυπάρχειν καὶ μᾶλλον εἶναι Πελοποννήσιον τὸ
σχῆμα τῆς ψυχῆς τοῦ ἀνδρὸς,
Στησίμβροτος Απόσπασμα 4, γρ. 8
ὑπὲρ τοῦ πατρὸς καταδίκην ἐκτίνειν ἕτοιμος ὢν πρὸς τὸ
δημόσιον, αὐτήν τε πεισθῆναι καὶ τὸν Κίμωνα τῷ Καλ-
λίᾳ συνοικίσαι τὴν ἘλπιΝίκην.
Ib. c. 14: Ἐπεὶ δὲ τῶν Περσῶν τινες οὐκ ἐβούλοντο
τὴν Χερσόνησον ἐκλιπεῖν, ἀλλὰ καὶ τοὺς Θρᾷκας ἄνωθεν
ἐπεκαλοῦντο καταφρονοῦντες τοῦ Κίμωνος μετ' ὀλίγων
275
παντάπασι τριήρων Ἀθήνηθεν ἐκπεπλευκότος, ὁρμή-
σας ἐπ' αὐτοὺς τέσσαρσι μὲν ναυσὶ, τρισκαίδεκα τὰς
ἐκείνων ἔλαβεν, ἐξελάσας δὲ τοὺς Πέρσας καὶ κρατή-
σας τῶν Θρᾳκῶν, πᾶσαν ᾠκειώσατο τῇ πόλει τὴν
Χερσόνησον. Ἐκ δὲ τούτου Θασίους μὲν ἀποστάν-
τας Ἀθηναίων καταναυμαχήσας, τρεῖς καὶ τριάκοντα
ναῦς ἔλαβε καὶ τὴν πόλιν ἐξεπολιόρκησε καὶ τὰ χρυ-
σεῖα τὰ πέραν Ἀθηναίοις προσεκτήσατο καὶ χώραν,
ἧς ἐπῆρχον Θάσιοι, παρέλαβεν. Ἐκεῖθεν δὲ ῥᾳδίως
ἐπιβῆναι Μακεδονίας καὶ πολλὴν ἀποτεμέσθαι παρα-
σχὸν, ὡς ἐδόκει, μὴ θελήσας αἰτίαν ἔσχε δώροις ὑπὸ
τοῦ βασιλέως Ἀλεξάνδρου συμπεπεῖσθαι, καὶ δίκην
ἔφυγε, τῶν ἐχθρῶν συστάντων ἐπ' αὐτόν.
Στησίμβροτος Απόσπασμα 4, γρ. 12
τὴν Χερσόνησον ἐκλιπεῖν, ἀλλὰ καὶ τοὺς Θρᾷκας ἄνωθεν
ἐπεκαλοῦντο καταφρονοῦντες τοῦ Κίμωνος μετ' ὀλίγων
παντάπασι τριήρων Ἀθήνηθεν ἐκπεπλευκότος, ὁρμή-
σας ἐπ' αὐτοὺς τέσσαρσι μὲν ναυσὶ, τρισκαίδεκα τὰς
ἐκείνων ἔλαβεν, ἐξελάσας δὲ τοὺς Πέρσας καὶ κρατή-
σας τῶν Θρᾳκῶν, πᾶσαν ᾠκειώσατο τῇ πόλει τὴν
Χερσόνησον. Ἐκ δὲ τούτου Θασίους μὲν ἀποστάν-
τας Ἀθηναίων καταναυμαχήσας, τρεῖς καὶ τριάκοντα
ναῦς ἔλαβε καὶ τὴν πόλιν ἐξεπολιόρκησε καὶ τὰ χρυ-
σεῖα τὰ πέραν Ἀθηναίοις προσεκτήσατο καὶ χώραν,
ἧς ἐπῆρχον Θάσιοι, παρέλαβεν. Ἐκεῖθεν δὲ ῥᾳδίως
ἐπιβῆναι Μακεδονίας καὶ πολλὴν ἀποτεμέσθαι παρα-
σχὸν, ὡς ἐδόκει, μὴ θελήσας αἰτίαν ἔσχε δώροις ὑπὸ
τοῦ βασιλέως Ἀλεξάνδρου συμπεπεῖσθαι, καὶ δίκην
ἔφυγε, τῶν ἐχθρῶν συστάντων ἐπ' αὐτόν. Ἀπολογού-
μενος δὲ πρὸς τοὺς δικαστὰς, οὐκ Ἰώνων ἔφη προξενεῖν
οὐδὲ Θεσσαλῶν, πλουσίων ὄντων, ὥσπερ ἑτέρους, ἵνα
θεραπεύωνται καὶ λαμβάνωσιν, ἀλλὰ Λακεδαιμονίων,
μιμούμενος καὶ ἀγαπῶν τὴν παρ' αὐτοῖς εὐτέλειαν καὶ
σωφροσύνην, ἧς οὐδένα προτιμᾶν πλοῦτον, ἀλλὰ πλου-
τίζων ἀπὸ τῶν πολεμίων τὴν πόλιν ἀγάλλεσθαι.
Στησίμβροτος Απόσπασμα 9, γρ. 6
τος ἀθανάτους ἔλεγε γεγονέναι καθάπερ τοὺς θεούς· οὐ
γὰρ ἐκείνους αὐτοὺς ὁρῶμεν, ἀλλὰ ταῖς τιμαῖς, ἃς
276
ἔχουσι, καὶ τοῖς ἀγαθοῖς, ἃ παρέχουσιν, ἀθανάτους εἶ-
ναι τεκμαιρόμεθα· ταῦτ' οὖν ὑπάρχειν καὶ τοῖς ὑπὲρ
τῆς πατρίδος ἀποθανοῦσιν.
Plutarch. Pericl. c. 13, 14: Οἱ κωμικοὶ πολλὴν
ἀσέλγειαν αὐτοῦ (Περικλέους) κατεσκέδασαν ... Καὶ τί ἄν
τις ἀνθρώπους σατυρικοὺς τοῖς βίοις καὶ τὰς κατὰ τῶν
κρειττόνων βλασφημίας ὥσπερ δαίμονι κακῷ τῷ φθόνῳ
τῶν πολλῶν ἀποθύοντας ἑκάστοτε θαυμάσειεν, ὅπου καὶ
Στησίμβροτος ὁ Θάσιος δεινὸν ἀσέβημα καὶ μυθῶδες
ἐξενεγκεῖν ἐτόλμησεν εἰς τὴν γυναῖκα τοῦ υἱοῦ κατὰ
τοῦ Περικλέους; Οὕτως ἔοικε πάντη χαλεπὸν εἶναι
καὶ δυσθήρατον ἱστορίᾳ τἀληθὲς, ὅταν οἱ μὲν ὕστερον
γεγονότες τὸν χρόνον ἔχωσιν ἐπιπροσθοῦντα τῇ γνώσει
τῶν πραγμάτων, ἡ δὲ τῶν πράξεων καὶ τῶν βίων ἡλι-
κιῶτις ἱστορία τὰ μὲν φθόνοις καὶ δυσμενείαις, τὰ δὲ
χαριζομένη καὶ κολακεύουσα λυμαίνηται καὶ διαστρέφῃ
τὴν ἀλήθειαν.
Στησίμβροτος Απόσπασμα 10, γρ. 3
ἐξενεγκεῖν ἐτόλμησεν εἰς τὴν γυναῖκα τοῦ υἱοῦ κατὰ
τοῦ Περικλέους; Οὕτως ἔοικε πάντη χαλεπὸν εἶναι
καὶ δυσθήρατον ἱστορίᾳ τἀληθὲς, ὅταν οἱ μὲν ὕστερον
γεγονότες τὸν χρόνον ἔχωσιν ἐπιπροσθοῦντα τῇ γνώσει
τῶν πραγμάτων, ἡ δὲ τῶν πράξεων καὶ τῶν βίων ἡλι-
κιῶτις ἱστορία τὰ μὲν φθόνοις καὶ δυσμενείαις, τὰ δὲ
χαριζομένη καὶ κολακεύουσα λυμαίνηται καὶ διαστρέφῃ
τὴν ἀλήθειαν.
Athenaeus XIII, de Pericle: Ἦν δ'
οὗτος ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής· ὅστις καὶ
τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμβροτος ὁ Θάσιος
ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτῷ χρόνους γενόμενος καὶ
ἑωρακὼς αὐτὸν, ἐν τῷ ἐπιγραφομένῳ Περὶ Θεμιστο-
κλέους καὶ Θουκυδίδου καὶ Περικλέους.
Plutarch. Pericl. c. 36, 2: Ὁ γὰρ πρεσβύτατος
αὐτοῦ τῶν γνησίων υἱῶν Ξάνθιππος φύσει τε δαπανη-
ρὸς ὢν καὶ γυναικὶ νέᾳ καὶ πολυτελεῖ συνοικῶν, Τισάν-
δρου θυγατρὶ, τοῦ Ἐπιλύκου, χαλεπῶς ἔφερε τὴν τοῦ
πατρὸς ἀκρίβειαν γλίσχρα καὶ κατὰ μικρὸν αὐτῷ χορη-
γοῦντος. Πέμψας οὖν πρός τινα τῶν φίλων ἔλαβεν
ἀργύριον ὡς τοῦ Περικλέους κελεύσαντος.
277
Στησίμβροτος Απόσπασμα 14, γρ. 9
αὐτοὺς διὰ τῶν χειρῶν, Δάκτυλοι κληθῆναι. Σοφοκλῆς
δὲ αὐτοὺς Φρύγας καλεῖ ἐν Κωφοῖς Σατύροις.
Strabo X: Ἔτι δὲ Κρόνου τινὲς τοὺς Κο-
ρύβαντας, οἱ δὲ τοῦ Διὸς καὶ Καλλιόπης φασὶ τοὺς αὐ-
τοὺς τοῖς Καβείροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σα-
μοθρᾴκην, καλουμένην πρότερον μελίτην· τὰς δὲ πρά-
ξεις αὐτῶν μυστικὰς εἶναι. Ταῦτα δ' οὐκ ἀποδεξάμενος
ὁ Σκήψιος ὁ τοὺς μύθους τούτους συναγαγὼν, ὡς μη-
δενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Καβείρων
λεγομένου, παρατίθησιν ὅμως καὶ Στησιμβρότου τοῦ
Θασίου δόξαν, ὡς τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς Καβείροις
ἐπετελεῖτο· καλεῖσθαι δέ φησιν αὐτοὺς ἐκεῖνος ἀπὸ τοῦ
ὄρους τοῦ ἐν Βερεκυντίᾳ Καβείρου.
Apostol. Prov. XIX, 65: Τυφλότερος ἀσπά-
λακος· τοῦτο τὸ ζῷον οὐκ ἔχει ὀφθαλμούς· φησὶ δ' αὐτὸ
Στησίμβροτος ὑπὸ τῆς Γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν
τοὺς καρπούς.
Etym. M., v. Διόνυσος: Οἱ μὲν Διόνυξον αὐτὸν ὀνομάζουσιν, ὅτι σὺν
κέρασι γεννώμενος ἔνυξε τὸν Διὸς μηρὸν, ὡς Στησίμβροτος.
Themistius Phil., Rhet., In Aristotelis physica paraphrasis (2001: 039)
“Themistii in Aristotelis physica paraphrasis”, Ed. Schenkl, [Link]:
Reimer, 1900; Commentaria in Aristotelem Graeca 5.2.Τομ. 5,2, σε.
117, γρ. 28
ὁμοίως γε ἐκείνοις ἐξαλλάττοντα τὸ διάστημα καὶ ἐγίνετο ἂν ἐν ἄλλῳ καὶ
ἄλλῳ τόπῳ οὐ κατὰ συμβεβηκός, ὢν ἕκαστος τόπος μέρος τοῦ μείζονος
καὶ πάλιν ὁ μείζων τοῦ μείζονος, καὶ τοῦτο ἄχρι τοῦ μεγίστου τόπου καὶ
διαστήματος, ἐν ᾧπέρ ἐστιν ὁ οὐρανός. καὶ γὰρ δὴ καὶ τοῦτο ὑπάρχει
τῷ θαυμαστῷ λόγῳ τόπον τόπου μέρος ποιεῖν, καθάπερ καὶ διάστημα
διαστήματος· καὶ τοῦτο μὲν ἔξωθεν αὐτοῖς ἐπισυμβαίνει.
Ἐκεῖνο δὲ ὅρα. ἢ γὰρ καθ' αὑτὸν κινεῖσθαι τὸν οἶνον ἐν τοῖς κερα-
μείοις ἐροῦσιν, ὅταν ἐκεῖνα μετακομίζηται, καὶ εἴρηται, ὅσα ἄτοπα
ἀναδέξονται, ἢ παντάπασιν ἀκίνητον εἶναι· καὶ ὅσος ὁ γέλως ἀκίνητον
Ἀθήναζε τὸν Θάσιον μετακομίζεσθαι. οὐ γὰρ ἕξουσιν ἀποδιδόναι, πῶς
κινουμένου τοῦ σκεύους ὁ οἶνος δύναται καθ' ἑαυτὸν μὲν ἀκίνητος
μένειν, κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι, οἱ τόπον τὸ διάστημα λέγοντες.
ὅτι μὲν τοίνυν
278
οὐκ ἔστι τὸ διάστημα ὁ τόπος, ἱκανῶς εἴρηται· ἀποδέδεικται δὲ ὡς οὐδὲ
ἡ μορφὴ οὐδὲ ἡ ὕλη· χωρὶς γὰρ ὧν εἴπομεν πολλῶν ὄντων, ὅτι ἐνηρεμεῖν
δεῖ τοῖς τόποις τὰ σώματα (ἐνηρεμεῖ γὰρ τῇ ὕλῃ) καὶ μὴ χωρίζεσθαι, οὐδὲ
ἡ παραβολὴ τῆς ὕλης ἡ πρὸς τὸν τόπον ἔχει τινὰ ὁμοιότητα· ἐπ' ἐκείνης
μὲν
λέγομεν ‘ὃ πρότερον ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ’, ἐπὶ τοῦ τόπου δὲ ‘οὗ
πρότερον
ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ’. ἀλλ' ἐκεῖνο ὁμολογούμενόν γε ἤδη, ὡς εἴγε
μηδέν ἐστι
τῶν τριῶν ὁ τόπος, μήτε ὕλη μήτε εἶδος μήτε διάστημα, ἀνάγκη τὸ
λοιπὸν
τῶν τεσσάρων εἶναι, τουτέστι τὸ πέρας τοῦ περιέχοντος καθὸ συνάπτει
τῷ
Ευσέβιος εκκλ. συγγραφέας Προπαρασκευή Ευαγγελίων Book 5,
chapter 34, section 9, γρ. 3
καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς
ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ' ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ
ἐπὶ τῷ σῷ πύκτῃ· ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης,
ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. μὴ γὰρ δὴ θαυμάσῃς εἰ
καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ
θεῖα παρεσκευασμένος, καὶ ἀκούσας μὴ ἀνασχήσεται, ἀλλ' ἀπειλήσει καὶ
αὐτὸν
τὸν Κλεομήδη πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν καὶ οὐκ ἐπιτρέψειν
αὐτῷ
εἰς τὸν οὐρανὸν ἀναβῆναι· εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων
δώ-
ρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο
τοῖς ἱμᾶ-
σιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος
ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. πιστεύομεν
δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ
κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς
καὶ
οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν' ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι
ἤσκουν
τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ
ἔδωκαν,
ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. οὕτως καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέν
τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι
ἐχθρῷ κατά τινα, ὡς ἔοικεν, δαιμονίαν μέριμναν. ἀλλ' οἱ ἄφρονες Θάσιοι
καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ
279
ἀνδριάντι
καὶ δίκην εἰσεπράξαντο καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. οὐ
μὴν
Ευσέβιος εκκλ. συγγραφέας Προπαρασκευή Ευαγγελίων Book 5,
chapter 34, section 10, γρ. 1
στους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ' ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ ἐπὶ
τῷ σῷ πύκτῃ· ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης,
ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. μὴ γὰρ δὴ θαυμάσῃς εἰ
καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος,
καὶ ἀκούσας μὴ ἀνασχήσεται, ἀλλ' ἀπειλήσει καὶ αὐτὸν τὸν Κλεομήδη
πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν καὶ οὐκ ἐπιτρέψειν αὐτῷ
εἰς τὸν οὐρανὸν ἀναβῆναι· εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων
δώ-
ρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο
τοῖς ἱμᾶ-
σιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος
ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. πιστεύομεν
δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ
κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς
καὶ
οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν' ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι
ἤσκουν
τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ
ἔδωκαν,
ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. οὕτως καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέν
τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι
ἐχθρῷ κατά τινα, ὡς ἔοικεν, δαιμονίαν μέριμναν. ἀλλ' οἱ ἄφρονες Θάσιοι
καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ
ἀνδριάντι
καὶ δίκην εἰσεπράξαντο καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. οὐ
μὴν
διέφυγόν γε οἱ Θάσιοι, ἀλλ' οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ' αὐτῶν
ἐτολμήθη,
Ευσέβιος εκκλ. συγγραφέας Προπαρασκευή Ευαγγελίων Book 5,
chapter 34, section 15, γρ. 3
τὴν βοήθειαν αὐτοῖς ἔπεμψας λέγων· εἰς πάτρην φυγάδας κατάγων
Δήμητραν ἀμήσεις. ἀλλ' οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας
ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. τί γὰρ δὴ
280
καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις
θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων; ἀμέλει οὐδὲν ἐπὶ
τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ
ἐπιστα-
μένων τις τὸν θεῖον νοῦν συνῆκεν φυγάδα εἶναι τὸν καταπεποντωμένον
ἀνδριάντα.
καὶ ἦν οὕτως. ἅμα γὰρ ἀνεστάθη καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ
ἐκόμων
Δήμητρι λοιπόν. πῶς οὖν οὐ τεκμήρια ταῦτά ἐστιν ἐναργῆ τῆς θεοπρε-
ποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι
ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ
Θάσιοι,
ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν οὕτως ἔχον·
ἐν τιμῇ τὸν ἄτιμον ἔχων τότε γαῖαν ἀρώσεις·
οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον ἢ σὲ αὐτοῖς
τούτου πρόξε-
νον γενέσθαι. ἀλλ' Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτήν,
αἰτιασάμενοι
αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ
ἀποθανόν-
τος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν
γιγνο-
μένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· κἂν ὑπὸ τοῦ λιμοῦ
διώλοντο ἄν, εἰ
μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας
πεφατνευ-
μένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον ἢ οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι
βοῦς,
δι' ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως, ἀλλὰ
Λιβάνιος Declamationes 1-51 Declamation 30, (subdivision) 1, section
24, γρ. 6
τοῖς ἔξωθεν φαινομένοις ἐβουλήθην ὁ δυστυχὴς ἐγὼ
καὶ τὴν εἴσω θυρῶν εὐδαιμονίαν ἰδεῖν καὶ τὰ πρῶτα
φεύγων αὐτῷ συνδειπνεῖν, ἐν γὰρ δὴ τοῖς πολλοῖς
καὶ αὐτὸς ἐκαλούμην, ὁ πρότερον μόνος μόνῳ συζῶν
ὑπήκουσα καὶ τὸ κακὸν ἑκὼν ἐπεσπασάμην.
ὡς γὰρ εἰσῆλθον, πολλοῖς τοξεύμασιν ἐβαλλόμην τὴν
ψυχὴν διὰ τῶν ὀφθαλμῶν· ἑώρων ἡμικύκλιον ἠσκη-
μένον, τάπητας ἐπὶ βάθρων, τράπεζαν ἐξ ἀργύ-
ρου, ὀψοποιούς, οἰνοχόους, χρυσίδας, πινακίσκους, δί-
281
σκους, ὄψα ποικίλα, Θάσιον οἶνον, πλῆθος διακόνων,
σπουδὴν μετὰ σιγῆς, τὰ δὲ αὐτὰ βλέπειν τε ἐπειρώ-
μην ἀκριβῶς καὶ βλέπων ἠνιώμην. ἐπὶ πάντα μὲν
εἱλκόμην, πανταχόθεν δὲ ἐπληττόμην. μὴ θεάσασθαι
μὲν οὐκ ἠνειχόμην, θεώμενος δ' ἀπωλλύμην.
οἱ μὲν οὖν ἄλλοι δαιτυμόνες ἤσθιόν τε καὶ ἔπινον, ἐγὼ
δὲ ἴδιον, ἐκαλινδούμην, ἔτριβον τὴν κεφαλήν, οὐ μετ-
εῖχον ἐδωδῆς, ἀπεωθούμην ἐκπώματα καί που καὶ
σφοδρότερον ἀναστένων ἐξήλεγξα τὸ πάθος, ὥστε καὶ
Λιβάνιος Declamationes 1-51 Declamation 32, (subdivision) 1, section
40, γρ. 7
ἑτέρας ἐπῆγε χαλεπωτέρας. τέως γάρ, ἔφη, δείπνου
δεῖ τήμερον καὶ τοῦτο σὺ παρασκεύασον, ἵν'
ἅμα μοι καὶ συνδειπνῇς ἐγγὺς κατακείμενος,
τὸ δὲ δεῖπνον ἔστω μὴ πάνυ πολυτελές.
κἀγὼ
μὲν ἐλαίας που καὶ τυρὸν ἀκούσεσθαι προσεδόκων ἤ,
νὴ Δία γε, λάχανα καὶ ὠά, ἃ καὶ γαμοῦσιν
ἀνθρώποις ἀρκεῖ, καὶ πρὸς ταῦτα ἀπεκναιόμην οὐχ
ὡς παρέξων, ἀλλ' ὡς τῷ λόγῳ τέως ἀνιασόμενος. ἡ
δὲ κατέλεγε τράπεζαν ἣν φρίττω, νὴ τοὺς θεούς, καὶ
ὀνομάσαι βουλόμενος, Θάσιον οἶνον, ὄρνις, ἰχθῦς,
πλακοῦντας, ἄλλ' ἄττα ὧν οὐδὲ τὰ ὀνόματα ἠπιστάμην.
πρίω δέ, φησί, καὶ ἄνθη καὶ στεφάνους καὶ
μύρον. ὄζειν γὰρ δεῖ παρ' ἡμῖν καὶ τὸ οἰκίδιον
μύρου.
ἐξέκραγον ἐνθάδ' οὐκέτ' ἀνασχόμενος· μὴ
γὰρ βασιλέα τὸν μέγαν ἐραστὴν ἔχεις, ὦ γύναι;
μὴ γὰρ ἐκ γῆς καὶ θαλάττης προσόδους ἐκλέ-
γοντα; καίτοι κἀκεῖνος πτωχὸς ἂν γένοιτο οὐ
πολλοῦ, εἴ τις αὐτοῦ μνᾶς εἴκοσι εἰς δεῖπνον
τοιοῦτον ἀφέλοιτο. ἐμὲ δὲ πρὶν πτωχόν, νεκρὸν
Thrasyalces Phil., Σωζόμενα (2231: 001)“Die Fragmente der
Vorsokratiker, vol. 1, 6th edn.”, Ed. Diels, H., Kranz, [Link]:
Weidmann, 1951, Repr. [Link] 1, γρ. 4
STRABO XVII p. 790 τὸ δ' ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ
282
ζητεῖν μήτε τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος εἴρηκε. φησὶ
γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν παρὰ
Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν
ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος), ἐκεῖνον δὲ παρ' ἄλλου, τὸν δὲ παρ'
Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον ’ἂψ δ' εἰς Αἰγύπτοιο διιπετέος
ποταμοῖο’ (δ 581).
– I p. 29 εἰσὶ δέ τινες, οἵ φασιν εἶναι δύο τοὺς κυριωτάτους ἀνέμους
Βορέαν καὶ Νότον ... τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους ποιοῦνται μάρτυρας
Θρα-
συάλκην τε καὶ τὸν ποιητὴν αὐτὸν τῶι τὸν μὲν Ἀργεστὴν τῶι Νότωι
προσνέμειν
’ἀργεστᾶο Νότοιο’ (Λ 306 Φ 334), τὸν δὲ Ζέφυρον τῶι Βορέαι ‘Βορέης
καὶ Ζέφυρος, τώ τε Θρήικηθεν ἄητον’ (Ι 5).
Pythagoristae (D-K) Phil., Σωζόμενα et fragmenta (2239: 001)“Die
Fragmente der Vorsokratiker, vol. 1, 6th edn.”, Ed. Diels, H., Kranz,
[Link]: Weidmann, 1951, Repr. [Link] b1, γρ. 12
τούτοις Πυθαγόρας τὴν περὶ αὐτὴν [sc. γεωμετρίαν] φιλοσοφίαν εἰς
σχῆμα
παιδείας ἐλευθέρου μετέστησεν, ἄνωθεν τὰς ἀρχὰς αὐτῆς
ἐπισκοπούμενος καὶ
ἀύλως καὶ νοερῶς τὰ θεωρήματα διερευνώμενος, ὃς δὴ καὶ τὴν τῶν ἀνὰ
λόγον
πραγματείαν καὶ τὴν τῶν κοσμικῶν σχημάτων σύστασιν ἀνεῦρεν. μετὰ
δὲ τοῦτον Ἀναξαγόρας ὁ Κλαζομένιος πολλῶν ἐφήψατο τῶν κατὰ γεωμε-
τρίαν καὶ Οἰνοπίδης ὁ Χῖος ὀλίγωι νεώτερος ὢν Ἀναξαγόρου [c. 41 I 393,
6]
... ἐφ' οἷς Ἱπποκράτης ὁ Χῖος, ὁ τὸν τοῦ μηνίσκου τετραγωνισμὸν εὑρών
[c. 42, 3], καὶ Θεόδωρος ὁ Κυρηναῖος [c. 43] ἐγένοντο περὶ γεωμετρίαν
ἐπιφανεῖς.
πρῶτος γὰρ ὁ Ἱπποκράτης τῶν μνημονευομένων καὶ Στοιχεῖα
συνέγραψεν. Πλά-
των δ' ἐπὶ τούτοις γενόμενος ... ἐν δὲ τούτωι τῶι χρόνωι καὶ Λεωδάμας ὁ
Θάσιος ἦν καὶ Ἀρχύτας ὁ Ταραντῖνος [47 A 6] καὶ Θεαίτητος ὁ
Ἀθηναῖος,
παρ' ὧν ἐπηυξήθη τὰ θεωρήματα καὶ προῆλθεν εἰς ἐπιστημονικωτέραν
σύστασιν.
DIOG. VIII 24 φησὶ δὲ καὶ ὁ Ἀλέξανδρος ἐν ταῖς τῶν Φιλοσόφων
διαδοχαῖς
[fr. 140 FHG III 240] καὶ ταῦτα εὑρηκέναι ἐν Πυθαγορικοῖς
ὑπομνήμασιν· (25)
283
ἀρχὴν μὲν τῶν ἁπάντων μονάδα, ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα ὡς
ἂν ὕλην
τῆι μονάδι αἰτίωι ὄντι ὑποστῆναι, ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου
δυάδος τοὺς
ἀριθμούς, ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα, ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν
τὰ ἐπί-
πεδα σχήματα, ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα, ἐκ δὲ τούτων τὰ
αἰσθητὰ
σώματα, ὧν καὶ τὰ στοιχεῖα εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα, ἃ
μεταβάλλειν
καὶ τρέπεσθαι δι' ὅλων. καὶ γίγνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν,
σφαιροειδῆ,
μέσην περιέχοντα τὴν γῆν καὶ αὐτὴν σφαιροειδῆ καὶ περιοικουμένην·
(26) εἶναι
Θεαγένης Σωζόμενα (2275: 001)“Die Fragmente der Vorsokratiker,
vol. 1, 6th edn.”, Ed. Diels, H., Kranz, W. Berlin: Weidmann, 1951, Repr.
[Link] 1, γρ. 3
TATIAN. 31 p. 31, 16 Schw. περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε
αὐτοῦ καὶ χρόνου καθ' ὃν ἤκμασεν προηρεύνησαν πρεσβύτατοι μὲν
Θεαγένης τε ὁ Ῥηγῖνος κατὰ Καμβύσην γεγονὼς καὶ Στησίμβροτος ὁ
Θάσιος [FGrHist. 107 F 21 II 521] καὶ Ἀντίμαχος ὁ Κολοφώνιος
Ἡρόδοτός τε ὁ Ἁλικαρνασσεὺς [II 53. 116f.] καὶ Διονύσιος ὁ Ὀλύνθιος
κτλ. SCHOL. DIONYS. THRAC. p. 164, 23 Hilg. διττὴ δέ ἐστιν ἡ
γραμματική· ἡ μὲν γὰρ περὶ τοὺς χαρακτῆρας καὶ τὰς τῶν στοιχείων
ἐκφωνήσεις καταγίνεται, ἥτις καὶ γραμματικὴ λέγεται παλαιὰ οὖσα καὶ
πρὸ τῶν Τρωικῶν, σχεδὸν
δὲ καὶ ἅμα τῆι φύσει προελθοῦσα· ἡ δὲ περὶ τὸν ἑλληνισμόν, ἥτις καὶ
νεωτέρα
ἐστίν, ἀρξαμένη μὲν ἀπὸ Θεαγένους, τελεσθεῖσα δὲ παρὰ τῶν
Περιπατητικῶν
Πραξιφάνους τε καὶ Ἀριστοτέλους.
SCHOL. HOM. B zu Y 67 [Porphyr. I 240, 14 Schrad.] τοῦ ἀσυμφόρου
μὲν ὁ περὶ θεῶν ἔχεται καθόλου λόγος, ὁμοίως δὲ καὶ τοῦ ἀπρεποῦς· οὐ
γὰρ πρέποντας
Joannes Laurentius Lydus Hist., De mensibus (2580: 002)“Ioannis Lydi
liber de mensibus”, Ed. Wünsch, [Link]: Teubner, 1898, Repr.
[Link] 4, section 107, γρ. 53
284
πρὸς βορρᾶν ἐκκλίνοντα ἐκκαλεῖσθαι τὸν Νεῖλον, καὶ
διὰ ταύτην τὴν αἰτίαν αὐτὸν ἀναχεῖσθαι κατὰ τὸ θέ-
ρος. οἱ δὲ Αἰγύπτιοί φασι, τοὺς ἐτησίους πάσας ἐξ
ὑπερτέρου τὰς νεφέλας ἐπὶ τὸν νότον ἐξωθεῖν καὶ
ἐκεῖθεν βαρείας καταφερομένης βροχῆς ἀναβλύζειν τὸν
Νεῖλον. Ἔφορός γε μὴν ὁ Κυμαῖος ἐν τῇ πρώτῃ τῶν
ἱστοριῶν φησιν, ἀραιὰν εἶναι κατὰ φύσιν τὴν Αἴγυ-
πτον, καὶ κατ' ἔτος ἐπαγομένης ἰλύος ὑπὸ τοῦ Νείλου
στεγανοῦσθαι, τὸν δὲ ποταμὸν δίκην ἱδρῶτος κατὰ
τὸν καιρὸν τοῦ καύματος ἐπὶ τὰ κουφότερα καὶ ἀραιό-
τερα καταρρεῖν. ἀλλὰ καὶ Θρασυάλκης ὁ Θάσιος τοὺς
ἐτησίους φησὶν ἐξωθεῖν τὸν Νεῖλον· τῆς γὰρ Αἰθιο-
πίας ὑψηλοῖς παρὰ τὰ καθ' ἡμᾶς ὄρεσι διεζωσμένης,
ὑποδεχομένης τε τὰς νεφέλας πρὸς τῶν ἐτησίων ὠθου-
μένας ἐκδιδόναι τὸν Νεῖλον· ὡς καὶ Καλλισθένης ὁ
Περιπατητικὸς ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν Ἑλληνικῶν
φησιν, ἑαυτὸν συστρατεύσασθαι Ἀλεξάνδρῳ τῷ Μακε-
δόνι, καὶ γενόμενον ἐπὶ τῆς Αἰθιοπίας εὑρεῖν τὸν
Νεῖλον ἐξ ἀπείρων ὄμβρων κατ' ἐκείνην γενομένων
καταφερόμενον. ἀλλὰ καὶ Δικαίαρχος ἐν περιόδῳ γῆς
Manuel Philes Poeta, Scr. Rerum Nat., Carmina (2718: 001)“Manuelis
Philae Carmina, vols. 1–2”, Ed. Miller, [Link], 1855–1857, Repr.
[Link] 2, poem 8, γρ. 4
Τῷ αὐτῷ.
Πέμπε πρὸς ἡμᾶς, ἄφθονε χρυσοῤῥόα,
Νέκταρ πεπηγὸς, ἀπὸ καλάμου δρόσον,
Ὄχνην, σταφυλὴν, μῆλον ἐκ Θρᾴκης, ῥόαν,
Καρποὺς Δαμασκοῦ, Θάσια τραγήματα,
Καὶ πᾶν φίλον πρόσαρμα τοῖς ἐπὶ κλίνης·
Ἐξ ἥπατος γὰρ δυσκραὲς πνῖγος φλέγον
Διψῆν με ποιεῖ καὶ ῥοφεῖν ζητεῖν χύδην.
Εἰ δ' οὐκ ἔχεις, φάνηθι τῷ φίλῳ μόνον,
Καὶ ταῦτ' ἔσῃ ξύμπαντα καθάπαξ μόνος,
Σῶτερ γλυκασμὲ, παυσίκακον φάρμακον.
Manuel Philes Poeta, Scr. Rerum Nat., Carmina Cha 2, poem 136, γρ. 7
285
Ἢ συναγωγὴ περδίκων ἀρτίθυτος,
Ἢ διδύμων ἔρημος ἀλέκτωρ νέος,
Ἢ μακρόπους γέρανος, ἢ νήττα, πρόες·
Ἢ Θασίων σύντηξιν εἰς νέκταρ ζέσαν,
Ἢ πτηνὰ καὶ χέρσυδρα καὶ ζωΰφια,
Ἃ τῶν καλανδῶν ἑστιῶσι τὸν χρόνον,
Ἀρωματικῇ συντεθειμένα ζύμῃ,
Καὶ νοστίμων γέμοντα καρυκευμάτων,
Πέμπε πρὸς ἡμᾶς, ἢ χρυσοῦς ἔτι κρίκους,
Οἷς ὦτα λεπτὰ παρθένου φαιδρύνεται·
Συχνοῦ γὰρ αὐτοὺς ἐσφυρηλάτεις χρόνου·
Κἂν εἰς τὸ μηδὲν ἦσαν ἡμῖν οἱ ψόφοι,
Κἀνταῦθα πολλοῦ δυσφορῶν τάχα κρίνοις·
Constantinus VII Porphyrogenitus Imperator Hist., De virtutibus et
vitiis Τομ. 2, σε. 142, γρ. 15
ἐνειργάσατο πρὸς αὑτόν· ἄρτι γὰρ διαλελυμένος καὶ τὰς χεῖρας
ἐκτείνων πρὸς τὸ ἔθνος, οὐδεμιᾶς προφάσεως ἐγγινομένης, φίλων
ὑπαρχόντων καὶ συμμάχων Αἰτωλῶν Λυσιμαχαίων Χαλκηδονίων
Κιανῶν, βραχεῖ χρόνῳ πρότερον πρῶτον προσηγάγετο τὴν Λυσί-
μαχον πόλιν, ἀποσπάσας ἀπὸ τῆς τῶν Αἰτωλῶν συμμαχίας, δευ-
τέραν δὲ τὴν Χαλκηδονίων, τρίτην τὴν Κιανῶν ἐξηνδραπόδιστο,
στρατηγοῦ παρ' Αἰτωλῶν ἐν αὐτῇ διατρίβοντος καὶ προεστῶτος
τῶν κοινῶν.
53. Ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἑτέρῳ παρα-
σπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν
τῶν Θασίων πόλιν καὶ ταύτην φιλίαν οὖσαν ἐξηνδραποδίσατο.
54. Ὅτι Σωσίβιος ὁ ψευδεπίτροπος Πτολεμαίου ἐδόκει γεγο-
νέναι σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακοποιὸν ἐν βασι-
λείῳ, καὶ πρώτῳ μὲν ἀρτῦσαι φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσι-
νόης τῆς Λυσιμάχου καὶ Πτολεμαίου, δευτέρῳ δὲ Μάγᾳ τῷ
Πτολεμαίου καὶ Βερενίκης τῆς Μάγα, τρίτῃ δὲ Βερενίκῃ τῇ
Πτολεμαίου μητρὶ τοῦ Φιλοπάτορος, τετάρτῳ Κλεομένει τῷ
Σπαρτιάτῃ, πέμπτῃ θυγατρὶ Βερενίκης Ἀρσινόῃ.
Joannes Scylitzes Hist., Synopsis historiarum Emperor life Const7
iterum, section 10, γρ. 18
286
σεμνὸς καὶ μέτριος. τῆς ἐντελεστέρας δὲ ἡλικίας ἀρξάμενος ἤδη, καὶ καθ'
ἑαυτὸν βιοῦν ἐαθεὶς οὐδὲν τῶν αἰσχίστων καὶ παντελῶς ἀπηγορευ-
μένων πράττειν ἐνέλιπεν, ὠνίους προτιθεὶς τοὺς τῆς ἐκκλησίας βαθμοὺς
καὶ τὰς προβολὰς τῶν ἀρχιερέων, καὶ ἄλλα πράττων, ὅσα τοῖς ἀληθι-
νοῖς ἀρχιερεῦσιν ἀπεοικότα ἐτύγχανεν, ἱππομανῶν καὶ κυνηγεσίοις
ἐνασχολούμενος, καὶ λοιπὰς ἀπρεπεῖς διαπραττόμενος πράξεις, ἃς κατὰ
μέρος διεξιέναι πρὸς τῷ ἀπρεπεῖ καὶ ἀθέμιτον. μιᾶς δὲ δίκαιον ἐπιμνη-
σθῆναι εἰς ἔνδειξιν τῆς ἀπαιδεύτου γνώμης αὐτοῦ. ἔρως αὐτὸν κατεῖχεν
ἄσχετος τῆς τῶν ἵππων κτήσεως, καὶ λέγεται ὑπὲρ δισχιλίους πορίσασθαι,
ὧν τῆς κομιδῆς διὰ παντὸς ἐφρόντιζεν, οὐ χόρτον αὐτοῖς παρατιθεὶς
καὶ κριθάς, κώνων δὲ καρποὺς καὶ Θάσια καὶ πιστάκια, ἔτι τε φοινίκων
καὶ ἰσχάδων καὶ σταφίδων τὰ λιπαρώτερα, εὐωδεστάτῳ οἴνῳ μιγνύς,
καὶ κρόκον καὶ κιννάμωμον καὶ βάλσαμον καὶ ἕτερα ἀρώματα τοῖς
ῥηθεῖσι
συμφύρων, ἑκάστῳ τῶν ἵππων παρετίθει βρῶσιν. φασὶ δ', ὅτι λειτουρ-
γοῦντί ποτε αὐτῷ κατὰ τὴν μεγάλην τοῦ θείου δείπνου πέμπτην
ἡμέραν, καὶ τὰς εὐχὰς ἤδη τῶν μυστηρίων ἀναγινώσκοντι, ὁ τὴν ἐπι-
μέλειαν τῶν ἵππων ἐπιτετραμμένος διάκονος ἐπιστὰς εὐαγγέλιον τούτῳ
κεκόμικεν, ὡς ἄρα τετοκυῖα εἴη ἡ ἐπισημοτάτη φορβάς, προσθεὶς καὶ
τὸ ὄνομα. ὁ δ' ὑπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπόλοιπον
ὡς ἔτυχεν ἐκπληρώσας δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ
τὸν τεχθέντα πῶλον ἑωρακὼς καὶ τοῦ ἀλόγου θεάματος ἐμφορηθεὶς
Pseudo-Zonaras Lexicogr., Lexicon epsilon, σε. 744, γρ. 11
Ἐνέπασσεν. ἐνέβαλλεν. ἐνεποίκιλλεν.
Ἐνέπεσεν. συνέβη. ἐγένετο.
Ἔνεστιν. ἐνυπάρχει.
Ἐνέλιπεν. ὑστέρησεν.
Ἐνέφῃνεν. ἐνεδείξατο.
Ἐνεκότουν. ἐμνησικάκουν.
Ἐνεργεῖν. ἑτοίμως πράττειν.
Ἐνέχεεν. ἐνέβαλεν.
Ἐνέχεις. ἀντὶ τοῦ ἐκίρνας. Ἀριστοφάνης· εἰ Θάσιον ἐνέχεις, εἰκότως γε,
νὴ Δία. ὡς τοῦ Θασίου οἴνου εὐόσμου ὄντος. Ἐνεπάγησαν.
ἐνεπήχθησαν. ἐνηλώθησαν. Ἐνεχείρισαν. ἐνεπίστευσαν.
Ἐνεαρίζειν. κυρίως τὸ ἐν ἔαρι διάγειν.
Ἐνεπάγησαν. ἐνέπεσον.
Ἐνέγκατε. φέρετε.
287
Michael Critobulus Hist., Historiae Book 3, chapter 17, section 4, γρ. 7
ἐξοικισμὸς τῶν Φωκέων καὶ μετοικισμὸς ἐς τὴν Κωνσταντίνου
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις ἀποικίζει καὶ Φωκέας ἀμφοτέρους τοὺς
ἐν Ἰωνίᾳ τῆς Ἀσίας καὶ κατοικίζει καὶ αὐτοὺς ἐν τῇ Πόλει.
ἐξοικισμὸς τῶν νήσων Θάσου καὶ Σαμοθρᾴκης καὶ μετοικισμὸς ἐς
τὴν Πόλιν
ἐκπέμπει δὲ καὶ Ζάγανον τὸν Καλλιουπόλεως σατράπην καὶ ἡγεμόνα
τοῦ στόλου παντὸς μετὰ τεσσαράκοντα νεῶν ἐν ταῖς νήσοις· ὃς ἀφικό-
μενος ἀνίστησι Θασίους τε καὶ Σαμόθρᾳκας καὶ μετοικίζει ἐνταῦθα.
οὕτω σφοδρὸς ἔρως τῆς πόλεως ταύτης ἐνέπνευσεν αὐτοῦ τῇ ψυχῇ καὶ
τοῦ ταύτην αὖθις ἐν τῇ προτέρᾳ δυνάμει τε καὶ δόξῃ καὶ λαμπρότητι
καταστᾶσαν ἐπιδεῖν.
Marcianus Geogr., Menippi periplus maris interni (epitome Marciani)
“Geographi Graeci minores, vol. 1”, Ed. Müller, [Link]: Didot, 1855,
Repr. [Link] 2, γρ. 17
Τούτους δὴ ἀκριβέστερον ἐπισκοπήσομεν. Οἱ γὰρ δὴ
δοκοῦντες ταῦτα μετὰ λόγων ἐξητακέναι, Τιμοσθένης
ὁ Ῥόδιός ἐστιν, ἀρχικυβερνήτης τοῦ δευτέρου Πτολε-
μαίου γεγονὼς, καὶ μετ' ἐκεῖνον Ἐρατοσθένης, ὃν Βῆτα
ἐκάλεσαν οἱ τοῦ Μουσείου προστάντες, πρὸς δὲ τούτοις
Πυθέας τε ὁ Μασσαλιώτης καὶ Ἰσίδωρος ὁ Χαρακη-
νὸς καὶ Σώσανδρος ὁ κυβερνήτης, τὰ κατὰ τὴν Ἰν-
δικὴν γράψας, Σιμμέας τε ὁ τῆς οἰκουμένης ἐνθεὶς τὸν
περίπλουν· ἔτι μὴν Ἀπελλᾶς ὁ Κυρηναῖος καὶ Εὐθυ-
μένης ὁ Μασσαλιώτης καὶ Φιλέας ὁ Ἀθηναῖος καὶ
Ἀνδροσθένης ὁ Θάσιος καὶ Κλέων ὁ Σικελιώτης, Εὔ-
δοξός τε ὁ Ῥόδιος καὶ Ἄννων ὁ Καρχηδόνιος, οἱ μὲν
μερῶν τινων, οἱ δὲ τῆς ἐντὸς πάσης θαλάττης, οἱ δὲ
τῆς ἐκτὸς περίπλουν ἀναγράψαντες· οὐ μὴν ἀλλὰ καὶ
Σκύλαξ ὁ Καρυανδεὺς καὶ Βωτθαῖος· οὗτοι δὲ ἑκάτεροι
διὰ τῶν ἡμερησίων πλῶν, οὐ διὰ τῶν σταδίων τὰ δια-
στήματα τῆς θαλάσσης ἐδήλωσαν. Καὶ ἕτεροι δὲ πλείους
288
εἰσὶν, οὓς περιττὸν οἶμαι καταριθμεῖν.
Στέφανος γραμματικός Εθνικά επ. Σε. 599, γρ. 8
Λακωνικῆς, καὶ Ταιναρῖται οἱ ἐν αὐτῷ”.
Τάκομψος, κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιό-
πων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν
πρώτῳ. τὸ ἐθνικὸν Τακομψίτης, ὡς Κάνωβος Κανωβίτης,
Πεντάσχοινος Πεντασχοινίτης.
Ταλαρία, πόλις Συρακουσίων. Θεόπομπος ἐν Φιλιπ-
πικῶν μʹ. τὸ ἐθνικὸν Ταλαρῖνος, ὡς τῆς Πανδοσίας Πανδο-
σῖνος καὶ Πλακεντῖνος. Σικελικῶς καὶ γὰρ ἀμφότερα.
Τάμασος, πόλις Κύπρου, ἐν μεσογείᾳ, διάφορον ἔχουσα
χαλκόν. τὸ ἐθνικὸν Ταμασίτης, καὶ Ταμάσιος ὡς Ἐφέσιος
Θάσιος. ἐντεῦθέν τινες γράφουσιν “ἐς Τάμασιν μετὰ χαλκόν”.
ἀπιθάνως. ἔστι γὰρ καὶ Ταμέση πόλις τῆς Ἰταλίας καὶ πο-
ταμός. Πολύβιος δ' ἐν τῷ πρώτῳ Τεμέσειαν τὴν πόλιν κα-
λεῖ. τὸ ταύτης ἐθνικὸν Τεμεσαῖος. Τάμβραξ, πόλις Παρθυαίων. τὸ
ἐθνικὸν Ταμβράκιος, διὰ δὲ τὴν χώραν Ταμβρακηνός. Ταμίαθις, πόλις
Αἰγύπτου. λέγεται καὶ θηλυκῶς. ἡ γενικὴ Ταμιάθεως. [οὕτω Γεώργιος ὁ
Χοιροβοσκὸς ἐν τῷ ὀνοματικῷ.]
Michael Phil., In Aristotelis sophisticos elenchos commentarius (=
Pseudo–Alexander 1) (olim sub auctore Alexandro Aphrodisiensi)
Alexandri quod fertur in Aristotelis sophisticos elenchos commentarium”,
Ed. Wallies, [Link]: Reimer, 1898; Commentaria in Aristotelem
Graeca 2.3.Σε. 33, γρ. 27
Τινὲς οὖν ἐκάκιζον τὸν Ὅμηρον περισπωμένως τὸ ου ἀναγινώσκοντες
καὶ λέγοντες ἄτοπόν τι αὐτὸν εἰρηκέναι διὰ τούτου, ὡς λέγοντα δῆθεν ὅτι
τοῦ ξύλου ἐκείνου τοῦ ἐξανέχοντος, ὃ δρύινον ἢ πεύκινον ὀνομάζει, τὶ
μὲν
κατασήπεται, τὶ δὲ οὐ κατασήπεται· εἰ γὰρ μὴ καὶ τοῦτο ἐδήλωσεν
ἐναργῶς, τὸ ‘τὶ δὲ οὐ κατασήπεται’ λέγουσιν ἄντικρυς δηλοῦσθαι διὰ
τοῦ εἰρημένου τοῦ “οὗ τὸ μὲν καταπύθεται”, ὡς τινὸς μὲν ἐκ τῆς
πεύκης τοῦ δένδρου σηπομένου τοῖς ὀμβρίοις ὕδασι τινὸς δὲ μὴ
σηπομένου.
τινὲς μὲν οὖν ἐκάκιζον τὸν Ὅμηρον, ὡς εἶπον, ἀτόπως τόδε εἰρηκότα.
ἐπιδιορθοῦται δὲ τούτους [ἐν τῷ Περὶ ποιητικῆς], ὡς αὐτὸς Ἀριστοτέλης
ἐν τῇ Ῥητορικῇ φησιν, Ἱππίας ὁ Θάσιος μὴ περισπωμένως ἀναγινώσκων
τὸ ου ἀλλ' ἀποφατικῶς, ὅπερ αὐτὸς ὀξύτερον εἴρηκεν, ἵνα ᾖ τὸ λεγό-
289
μενον ὡς ἡ πεύκη τὸ δένδρον οὐ καταπύθεται ὄμβρῳ. λέγει δὲ Θεόφρα-
στος τὸ φυτὸν τῆς πεύκης ὀμβρίοις ὕδασι καὶ πηγαίοις μὴ σήπεσθαι,
θαλαττίοις δὲ μάλιστα. ἀλλὰ τοιοῦτον μὲν τὸ ἓν παράδειγμα. τὸ δὲ
ἕτερον τὸ ἐπαγόμενον τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅ φησι τὸν
Δία εἰπεῖν, τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, οὐδαμοῦ κεῖται ἐν τῇ
Ἰλιάδι· τὰ μὲν γὰρ περὶ τοῦ ὀνείρου ἐν τῇ ἀρχῇ τοῦ βῆτά ἐστιν, οὐδ'
ὅλως δ' εὑρήσει τις τοῦτο πρὸς ἔπος ἐκεῖ κείμενον. καὶ ἔοικε τὸν μὲν
νοῦν
ἐκεῖθεν λαβεῖν, αὐτὸς δὲ πλάσασθαι τὸ τοῦ στίχου τεμάχιον τὰ ἔπη
τάδε μεταβαλών·
Φώτιος λεξικόν (Ε – Ω) theta, Σε. 80, γρ. 15
ὑπό τινος Ἀργείου δεθέντος ὑπ' αὐτῆς.
Θαργήλια: ἑορτὴ τὰ Θαργήλια· ἄγεται δὲ Θαργη-
λιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος.
Θαργηλιών: μὴν Ἀθήνησιν ιαʹ· ὠνομάσθη δὲ ἐπεὶ ὁ
ἥλιος τότε πυρώδης· τὸ δὲ θερμὸν θαργήλιον
ὠνόμαζον· τὰ δὲ ἄνθη τότε ἐξηραίνετο.
Θάρνυται: θαρσύνεται.
Θάρνυσθαι: συγγίνεσθαι.
Θαρραλέον: θάρσος.
Θάρσυνος: τεθαρρηκώς.
Θασίαν: καὶ ῥάφανον καὶ ἅλμην λέγουσιν.
Θάσιος πάϊς Ἀγλαοφῶντος: Πολύγνωτος ὁ ζωγρά φος οὕτως
ἐπεγέγραπτο.
Θάτερα καὶ θάτερον: λέγεται τό, τε ἑνικὸν καὶ τὸ
πληθυντικόν· τὸ δὲ ἀρρενικὸν ἅτερος λέγεται· τὰ
δὲ θηλυκὰ οὕτω συναλείφεται· ἡτέρα καὶ θητέρα.
Φώτιος λεξικόν (Ε – Ω) pi, Σε. 440, γρ. 3
Πόλλ' οἶδ' ἀλώπηξ, ἀλλ' ἐχῖνος ἓν μέγα: ****
Πολλοῦ γε καὶ δεῖ: οὐδὲ ὅλως.
Πολλοῦ δὴ δέω καὶ λέγειν: σιωπῶ· πόρρω λίαν
εἰμὶ τοῦ λέγειν· οὐ βούλομαι λέγειν.
Πόλου: οὐρανοῦ· ἢ κόσμου.
Πολύαινος: πολλοῦ ἐπαίνου ἄξιος.
Πολυάνδρειον: μνῆμα· τάφος.
Πολυβότειρα: πολλοὺς τρέφουσα.
Πολυγηθής: πολυχαρής.
290
Πολύγνωτος: οὗτος ζωγράφος μὲν ἦν τὴν τέχνην· Θάσιος δὲ τὸ γένος·
υἱὸς δὲ καὶ μαθητὴς Ἀγλαοφῶντος· τυχὼν δὲ τῆς Ἀθηναίων πολιτείας, ἢ
ἐπεὶ τὴν ποικίλην στοὰν ἀνέγραψε προῖκα· ἢ, ὡς ἔνιοι, τὰς ἐν τωῖ
Θησαυρωῖ καὶ τὰς ἐν Ἀνακείω γραφάς.
Πολυγνώτου λαγώς: ἐζωγραφημένος ἐν τωῖ Ἀνα-
κείωι ὑπὸ τοῦ Πολυγνώτου.
Πολυδαιδάλου: πολλὰ ποικίλματα ἔχοντος.
Φώτιος λεξικόν (Ε – Ω) sigma, Σε. 534, γρ. 18
Σταθμός: οὐ τὸ διάστημα τῆς ὁδοῦ· ἀλλὰ ἡ κατά-
λυσις.
Σταθμούς: Ἀριστοφάνης Δράμασιν· Αὐτοῖς σταθ-
μοῖς ἐξέβαλε τὰς σιάγονας· οἷον τοῖς φλειοῖς.
Σταθμῶν: τῶν παραστάδων τῆς θύρας.
Σταθμώμενον: δοκιμάζοντα.
Σταλαγμόν: ὡς ἡμεῖς· Ἀριστοφάνης Ἀχαρνεῦσι·
Σὺ δ' ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα.
Στάλικας: πασσάλους.
Σταμνία: τὰ Θάσια κεράμια· οἱ δὲ καὶ τὰ Χῖα καὶ τὰ Μενδαῖα.
Στατήρ: τετράγραμμον νόμισμα· καὶ τὸ ἐξάγιον·
καὶ τὸ ζύγιον.
Σταμνίονες: τὰ ἐν ταῖς σχεδίαις ὀρθὰ πεπηγότα ξύλα.
Φώτιος λεξικόν (Ε – Ω) sigma, Σε. 544, γρ. 21
παρὰ τὸν στροφέα τῆς θύρας.
Στροφάς: ἀντιλογίας.
Στρόφιον: τὸ στρογγύλον ζωνάριον· Ἀριστοφάνης·
Τὸ στρόφιον ἤδη λύομαι.
Στροφιοπανοῦργος: τὸν δεσμὸν Ἡρόδοτος.
Στρωματίτης: ἐν ὧ ἑαυτοῖς στρώματα παρεῖχον·
οὕτως Κρατῖνος.
Στρωτήρ: τὰ μικρὰ δοκίδια, τὰ ἐπάνω τῶν δοκῶν
τιθέμενα, στρωτῆρας ἔλεγον.
Στρυφόν: στρυφνόν· σκληρόν.
Στρύμη: νῆσος ἄποικος Θασίων· ἔστιν δὲ ἐμπόριον Θασίων.
Στρωτήρ: λέγεται μὲν ἐν τηῖ συνηθείαι τὸ πλέγμα
τὸ ἀπὸ τῶν παπύρων εἰς σκηνὰς καὶ καλύβας πε-
ποιημένον· οἱ δὲ ῥήτορες στρωτῆρας καλοῦσι τὰ
291
μικρὰ δόκια εἰς στροφὰς πεποιημένα· ἄλλοι δὲ
πλέγμα λέγουσι τὸν στρωτῆρα ἀπὸ ῥάβδων εἰς
ὀρόφωσιν πεποιημένον.
Γεωπονικά Book 8, chapter p, section 1, γρ. 16
γʹ. ἀνηθίτης οἶνος. δʹ. ἀνισίτης οἶνος. εʹ. ἀππίτης
οἶνος. ϛʹ. ἀσαρίτης οἶνος. ζʹ. γλιχωνίτης οἶνος.
ηʹ. δαφνίτης οἶνος. θʹ. μαραθίτης οἶνος. ιʹ. κονυζί-
της οἶνος. ιαʹ. ὀμφακίτης οἶνος. ιβʹ. πετροσελινίτης
οἶνος. ιγʹ. πηγανίτης οἶνος. ιδʹ. τιλίτης οἶνος. ιεʹ. ὑς-
σωπίτης οἶνος. ιϛʹ. σελινίτης οἶνος. ιζʹ. οἶνος διὰ
μήλων. ιηʹ. οἴνου καθαρτικοῦ σκευασία. ιθʹ. οἶνος
ἱκανὸς γυναικὶ κατασπᾶσαι γάλα καὶ μὴ συγχωρῶν
τινι ἀρρωστήματι περιπεσεῖν. κʹ. οἶνος πρὸς δυσεν-
τερίαν. καʹ. περὶ ἀψινθίτου οἴνου. κβʹ. Ἀμινναίου
οἴνου ποίησις. κγʹ. Θασίου οἴνου ποίησις. κδʹ. Κώου
οἴνου ποίησις. κεʹ. περὶ οἰνομέλιτος. κϛʹ. οἰνόμελι
ἀπὸ γλεύκους. κζʹ. ὑδρομήλου σκευασία. κηʹ. ὑδρο-
μέλιτος σκευασία. κθʹ. ῥοδομέλιτος σκευασία. λʹ. ἀπιά-
του σκευασία. λαʹ. κονδίτου σκευασία. λβʹ. ἑψήματος
καλλίστου σκευασία. λγʹ. ὄξους διαφόρου σκευασία,
καὶ πῶς δυνατὸν τὸν οἶνον ὄξος ποιῆσαι. λδʹ. ὄξος
δίχα οἴνου γενέσθαι. λεʹ. ὄξος πρὸς εὐπεψίαν καὶ
ὑγείαν ἐπιτήδειον. λϛʹ. ὄξους γλυκέος σκευασία. λζʹ.
ὄξους δριμέος σκευασία. ληʹ. ὄξος δριμὺ διαμένειν.
λθʹ. ὄξος πεπεράτον ποιῆσαι. μʹ.
Γεωπονικά Book 8, chapter 23, section t, γρ. 1
Θασίου οἴνου ποίησις. Φλωρεντίνου.
Γεωπονικά Book 10, chapter p, section 1, γρ. 56
σῦκα ποιῆσαι. μηʹ. ὥστε συκῆν μὴ ἀποβάλλειν τὸν
καρπόν. μθʹ. συκῆν ἀγρίαν ἡμερῶσαι. νʹ. περὶ ψω-
ριώσης συκῆς. ναʹ. ἐκ τῶν Δημοκρίτου· συκῆν κοι-
292
λιολυτικὴν εἶναι καὶ πρώϊμα σῦκα φέρειν. νβʹ. περὶ
ἐγκεντρισμοῦ συκῶν. νγʹ. ὥστε τὸν καρπὸν τῆς συκῆς
ἐξ ἑνὸς μέρους εἶναι λευκόν, ἐκ δὲ τοῦ ἑτέρου μέλανα ἢ
ἐρυθρόν. νδʹ. ὥστε τὸν ξηρὸν καρπὸν συκῶν τὰς καλου-
μένας ἰσχάδας ἀσήπτους διαμένειν. νεʹ. περὶ ὀλύν-
θων ἤγουν ἀώρων σύκων. νϛʹ. πῶς ἐστι δυνατὸν τὰ
χλωρὰ σύκα καθάπερ ἐπὶ τῶν δένδρων νεαρὰ φυλάτ-
τειν. νζʹ. περὶ καιροῦ φυτείας Θασίων καὶ ἐπιμελείας
καὶ ἐγκεντρισμοῦ. νηʹ. πότε δεῖ συνάγειν τὰς ἀμυγδα-
λάς. νθʹ. ἀμύγδαλα πικρὰ γλυκέα ποιῆσαι. ξʹ. κατά-
γραπτα ἀμύγδαλα ποιῆσαι. ξαʹ. ἀμυγδαλῆν ἄκαρπον
καρποφορεῖν ποιῆσαι. ξβʹ. περὶ ἐγκεντρισμοῦ ἀμυγδα-
λῆς. ξγʹ. περὶ καιροῦ φυτείας καστάνων. ξδʹ. περὶ
καιροῦ φυτείας καρύων καὶ ἐπιμελείας. ξεʹ. περὶ
ἐγκεντρισμοῦ καρύας. ξϛʹ. κάρυα γυμνὰ ἄνευ κελύφων
καρποφορῆσαι. ξζʹ. ὥστε κάρυον ξηρᾶναι ἢ ἕτερον
οἱονδήποτε δένδρον. ξηʹ. περὶ ποντικοῦ τοῦ καλου-
μένου λεπτοκαρύου. ξθʹ.
Γεωπονικά Book 10, chapter 57, section t, γρ. 1
Περὶ καιροῦ φυτείας Θασίων, καὶ ἐπιμελείας καὶ ἐγκεντρισμοῦ.
Φλωρεντίνου.
Γεωπονικά Book 10, chapter 76, section 6, γρ. 3
ἐγκεντρίζεται. τὰ ῥοΐδια ἐνθεματίζεται εἰς ἰτέαν. ἡ
δάφνη ἐγκεντρίζεται εἰς μελίαν. τὸ δωρακινὸν ἐμφυλ-
λίζεται εἰς δαμασκηνόν, καὶ εἰς ἀμυγδαλῆν.
τὰ δαμασκηνὰ ἐγκεντρίζεται εἰς πᾶσαν ἀχράδα, καὶ εἰς
κυδώνια, καὶ εἰς μῆλα. τὸ κάστανον ἐγκεντρίζεται
εἰς κάρυον, καὶ δρῦν, καὶ φηγόν. τὸ κεράσιον ἐγκεν-
τρίζεται εἰς τέρμινθον, καὶ εἰς περσικόν, καὶ ἀνάπαλιν.
Τὰ κυδώνια ἐγκεντρίζεται εἰς ὀξυάκανθον. ἡ μυρ-
σίνη ἐνθεματίζεται εἰς ἰτέαν. τὸ βερίκοκκον ἐνθε-
ματίζεται εἰς δαμασκηνόν, καὶ εἰς Θάσιον.
τὸ κίτριον μόλις δέχεται ἐμφυλλισμόν, ὡς λεπτόφλοιον.
ἐγκεντρίζεται δὲ ἐκ τοῦ ἰδίου φυτοῦ, καὶ ἀπὸ μήλων,
ὅπερ πολλάκις πεποίηκα, καὶ μετὰ τὸ φυῆναι ἐμαράνθη.
293
οἶμαι δέ, εἰ κρατήσοι, ποιήσει καρπὸν τὰ καλούμενα
κιτρόμηλα. εἰ δὲ αὐτὸ τὸ κίτριόν τις εἰς συκάμινον
ἐνθεματίσει, ἐρυθρὰ οἴσει τὰ κίτρα.
Ευστάθιος σχόλια στην Ομήρου Ιλιάδα. Τομ. 2, σε. 705, γρ. 6
...ὄντα λύπαις πείθῃ φαγεῖν. Οὕτω καὶ ἐν Ὀδυσσείᾳ ἡ Ἑλένη φάρμακόν τι
ἔχουσα καὶ μίσγουσα τῷ κρατῆρι ἀλύπους ἐποίει τοὺς πίνοντας. Καὶ τὸν
ἅλα γοῦν τοῦ Νηρέως τοῦτον θείαν τινὰ ἔχειν δύναμιν ὁ μῦθός φησιν ἐπὶ
τοῖς ἐσθίουσιν. Ἄλλως μέντοι κοινότερον θεῖον τὸν ἅλα φησὶν ἢ διότι
συναγωγός
ἐστιν εἰς φιλίαν καὶ εὐνοίας σύμβολον τοῖς ξένοις ἐν τῇ τραπέζῃ παρετί-
θετο ἢ διότι τὰ ἁλίπαστα ἐπὶ πολὺ παραμένειν ποιεῖ. Εἴποι δ' ἄν τις καὶ
παρὰ
τῷ Λυκόφρονι ἁγνίτην τὸν ἅλα λέγεσθαι ἀντὶ τοῦ θεῖον. Καὶ Πλούταρχος
δὲ ἐν τοῖς ἑαυτοῦ Συμποσιακοῖς εἰς τοῦτο γράφει, ἃ καὶ ζητητέον ἐκεῖ.
[Ὅτι δέ, ὥσπερ ἁλίπαστον ἐκ τοῦ ἁλός, οὕτω καὶ κάθαλόν τι λέγεται,
δηλοῖ
ὁ γράψας τὸ «κάθαλα ποίησον πάντα καὶ ἐσκοροδισμένα». Ὡς δὲ καὶ ἡ
Θάσος ἅλα ἦγεν ἡδὺν εἰς βοράν, δηλοῖ ὁ γράψας περιᾴδεσθαι Θασίαν
ἅλμην, χρηστήν, ὡς ἔοικε, τοῖς ὀψοφαγοῦσι].
Ευστάθιος σχόλια στην Ομήρου Ιλιάδα. Τομ. 3, σε. 284, γρ. 1
αὐτόν, ὅπερ ἐστὶ ποτήριον, κύλιξ, τὸ δὲ ἐν τοιούτῳ ἀγγείῳ οὐκ ἂν εἴη
βρωτόν.]
Ἐκτείνει δὲ τὴν ἄρχουσαν συνήθως καὶ τὸ «πινέμεναι» καὶ τὸ «πίνοντε».
(v. 638 s.) Τὸ δὲ «κύκησε» κατωτέρω περιφράσας ὁ ποιητὴς ἔφη «ὥπλισε
κυκεῶ», συγκεράσασα δηλαδή, ὡς καὶ προερρέθη, αὐτὸν κατὰ τοὺς
παλαιοὺς
ἐκ μέλιτος χλωροῦ καὶ ἀλφίτου ἐπιπαττομένου, ὡς ἐρρέθη, εἰ καί τινες
αὐτὸ
ψωμὸν καθαρὸν νοοῦσι, καὶ ἀπὸ αἰγείου τυροῦ καὶ κρομύου, ἔτι δὲ καὶ
οἴνου
Πραμνείου. Μέλας δὲ οὗτος ἦν, καλούμενος οὕτως ἢ ὅτι πραΰνει μένος ἢ
ὅτι
παραμεμένηκε παλαιωθείς. οἱ δέ φασι πέτραν ἢ ὄρος οἰνοφόρον ἐν
Ἰκάρῳ τῇ
νήσῳ εἶναι, Πράμνην καλουμένην, ἐν ᾗ πρῶτον ἔφυ ἄμπελος, ἀφ' ἧς ὁ
οἶνος Πράμνειος. καίτοι τούτῳ τῷ λόγῳ διὰ τοῦ ἰῶτα ὤφειλεν ἔχειν τὴν
γραφήν, ὡς ὁ Σάμιος καὶ ὁ Θάσιος, οἷα τοπικόν. νῦν δὲ οὕτω στερεῶς
294
ἔχει τῆς διὰ διφθόγγου γραφῆς, ὥστε καὶ Πράμνιος ὑπό τινων λέγεται, ὡς
χρύσεος χρύσειος καὶ τὰ τοιαῦτα. [Καὶ οὕτω μὲν ἄλλοι στενῶς. ἐν δὲ τοῖς
Ἀθηναίου φέρεται τάδε πλατύτερον. Γίνεται κατά τινας ἐν Ἰκάρῳ τῇ
νήσῳ ὁ Πράμνιος, γένος τι οἴνου, καὶ ἔστιν οὔτε γλυκὺς οὔτε παχύς, ἀλλ'
αὐστηρὸς καὶ σκληρός. τινὲς
δέ φασιν, ὅτι ἐν Ἰκάρῳ Πράμνιος πέτρα καὶ παρ' αὐτῇ ὄρος μέγα, ἐξ οὗ
Πράμνειος οἶνος ὁ καὶ φαρμακίτης. ἐκαλεῖτο δὲ ἡ ἄμπελος ἡ τοῦτον
φέρουσα ὑπὸ τῶν ξένων μὲν ἱερά, ὑπὸ δὲ τῶν Οἰνοέων – πόλις δὲ ἡ
Οἰνόη ἐν τῇ εἰρημένῃ νήσῳ, – Διονυσιάς.
Ευστάθιος σχόλια στην Ομήρου Ιλιάδα. Τομ. 4, σε. 512, γρ. 25
αὐτῷ. ξηραίνει γὰρ ὥσπερ καίων Ἥφαιστος, οὕτω καὶ καταπνέων
χαλεπὸς
θυελλώδης ἄνεμος, ὁ μὲν δαπανῶν τῇ φλογί, ὁ δ' ἀνιμώμενος τὸ ὑγρόν.
φωνὴ
τοίνυν Ἥρας, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, σβεννύουσα τὸν ἐν ποταμῷ πυρὶ
φλεγέθοντα Ἥφαιστον ὁ καταψύχων ἄνεμος. οὐ γὰρ δήπου ὁ λοιπός, ὃς
οὐ
μόνον αὐτὸς καθ' αὑτὸν ὢν καίει, ἀλλὰ καὶ τῷ ψύχοντι συμπνέων εἰς
βλάβην
τρέπει κἀκεῖνον, ὥσπερ κἀνταῦθα ὁ Ζέφυρος μετὰ τοῦ θερινοῦ
Λευκονότου
πνέων ἀναψύχει μὲν οὔ, συμβλάπτει δέ. [(v. 341) Ἰστέον δ' ὅτι, ὥσπερ ἡ
αι
δίφθογγος ἐκθλίβεται διὰ καλλιφωνίαν, οἷον «βούλομ' ἐγώ», καὶ
«φθέγξομ'
ἐγών», οὕτω καὶ ἡ ει δίφθογγος ἐν τῷ «δεινὰ παθοῦσα, Φακῆ βδελυρή,
χώρ' εἰς τὸν ἀγῶνα», ἤγουν ἀγωνίζου. λέγεται δ' ἐνταῦθα Φακῆ ὁ
παρῳδὸς Ἡγήμων ὁ Θάσιος, ἀνὴρ εὐδοκιμῶν σφόδρα παρ' Ἀθηναίοις ἐν
ταῖς παρῳδίαις, Φακῆ ἐπικληθεὶς διὰ τὸ χαίρειν μάλιστα τῷ τοιῷδε
ὀσπρίῳ.] Ὅτι κἂν ἡ πρὸ ταύτης ῥαψῳδία μακάρων ἐνοπὴ καὶ φύλοπις
ἐπεγράφη, ἀλλ' ἐκεῖ μὲν ἐμέτρησε μόνον τοὺς ἀθανάτους καὶ οἷον
ἀντιπαρέταξεν, εἰπὼν ὡς οἷον προεκθετικῶς, τίνες τίσιν ἑκατέρωθεν
ἀντιστήσονται, πλεῖόν τι ποιήσας οὐδέν, ἐνταῦθα δὲ
αὐτοὺς καὶ εἰς μάχην συμβάλλει ἐκ τῶν ἐκεῖ ὑστέρων ἀρξάμενος, τοῦ
Ἡφαίστου δηλαδὴ καὶ τοῦ Σκαμάνδρου. γίνεται δὲ ἡ ἀρχὴ εὐάφορμος.
ἐπεὶ γὰρ ὁ Ξάνθος εἰς ἔσχατον κινδύνου περιάγει τὸν Ἀχιλλέα καὶ αὐτὸς
ᾤμωξεν εἰπὼν ἃ εἶπε καὶ παθὼν ἃ ἔπαθεν, ἐγκελεύεται λοιπὸν ἡ Ἥρα τῷ
Ἡφαίστῳ
295
Ευστάθιος σχόλια στην Ομήρου Ιλιάδα. Τομ. 4, σε. 657, γρ. 2
ζωγρεῖν. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ τολμήσας ἐρεβεννήν, ὅ ἐστι σκοτεινήν,
νύκτα
τὴν σκοτοδίνην ἐκάλεσεν, οὕτω καὶ τὴν λειποθυμίαν ψυχῆς ἀπόπνοιαν,
καὶ ὅτι
καθ' ὁμοιότητα τοῦ «ἄμπνυτο», ἤγουν ἀνέπνευσεν, εἴρηκέ τις
ἀναφρονῆσαι τὸ τὴν πρώτην ἀναλαβεῖν φρόνησιν. (v. 468) Δέσματα δὲ
ἐν
Ὀδυσσείᾳ μὲν ἐπὶ δεσμοῦ ἔθετο βιαίου, ἐνταῦθα δὲ οὕτω λέγει τὰ ἐπὶ
κόσμῳ τὸ
γυναικεῖον κάρη δεσμοῦντα. ὅθεν καὶ τὸ κρήδεμνον σύγκειται. Ἀττικὴ
δέ,
φασίν, ἡ λέξις. ὡς γὰρ ξεσμός ξέσμα, οὕτω δεσμός δέσμα. Σιγαλόεντα δὲ
ταῦτα,
ᾧ λόγῳ καὶ εἵματα ἔφη σιγαλόεντα, τὰ σιγὴν δηλαδὴ ἐμποιοῦντα δι'
ἔκπληξιν,
ἢ σιγηλὰ καὶ ἄκτυπα δι' ἁπαλότητα. ἡνία δέ γε σιγαλόεντα καὶ κατὰ
ἄλλον τινὰ
τρόπον, ὡς ἀλλαχοῦ δεδήλωται. Ἕρμιππος δὲ καὶ ἀμύγδαλα σιγαλόεντα
λέγει
τὰ εὔθραυστα, ὁποῖα τὰ λεγόμενα Θάσια. (v. 468 – 70) Ὅρα δὲ καὶ ὅτι
γενικῶς γυναικεῖον κόσμον δηλώσας ἐν τῷ εἰπεῖν «δέσματα», εἶτα ἐπάγει
κατὰ
μέρος τὰ εἴδη, τὴν ἄμπυκα καὶ τὰ ἐφεξῆς. (v. 469) Ἔστι δὲ ἄμπυξ μὲν
ἀρσενικῶς κατὰ τοὺς παλαιοὺς διάδημά τι πρὸς ἀνάδεσιν τριχῶν, ἃς
περιστέλ-
λοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον παρῆγον. ἡ δὲ τοιαύτη φράσις οἷόν τινα
κούφιαν,
ἰδιωτικῶς εἰπεῖν, διαγράφει τὸν ἄμπυκα. καὶ νῦν δέ φασιν ἀμπυκίζειν τὸ
τὰς ἐμπροσθίας τρίχας ἀναδεῖν. ἐντεῦθεν δὲ καὶ «χρυσάμπυκες ἵπποι» διὰ
τὸ δεῖσθαι στροφίῳ τὰς κορυφὰς τῶν τριχῶν.
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια “Eustathii archiepiscopi
Thessalonicensis commentarii ad Homeri Odysseam, 2 vols. in 1”, Ed.
Stallbaum, [Link]: Weigel, 1:1825; 2:1826, Repr. 1970.Τομ. 1, σε.
35, γρ. 33
ἐπενοήθησαν αἱ κυκλοειδεῖς, διά τε τὴν ἀνυπέρβλητον ἰσότητα, καὶ πρὸς
ὁμοιότητα τῆς τροφοφόρου
ἅλωνος. Ἰστέον δὲ ὅτι τὲ τῶν δαιτυμόνων ἑκάστῳ κατ' ἄνδρα
παρακεῖσθαι τράπεζαν οἴονταί τινες ὡς
καὶ ἐνταῦθα ἐπὶ τοῦ φαινομένου Μέντου γίνεται. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐπὶ
296
τοῦ συβώτου. καὶ ὅτι αἱ οὕτω
πολυτελεῖς τράπεζαι, κατηρεφέες παντοίων ἀγαθῶν πρός τινος τῶν
παλαιῶν ἐῤῥέθησαν. καὶ ὅτι τράπε-
ζαι παρὰ τοῖς παλαιοῖς, καὶ δεύτεραί τινες ἐκαλοῦντο. αἱ δὲ, ἦσαν, αἱ τῶν
τραγημάτων. ἃ, ὡς ἐν τοῖς
τοῦ Ἀθηναίου κεῖται, καὶ τρωγάλια ἐλέγοντο. Πίνδαρος. δείπνου δὲ
λήγοντος, γλυκὺ τρωγάλιον. ὁ δὲ
κωμικὸς, εἶδος τραγημάτων οἶδε τὸ τρωγάλιον. λέγει δὲ Ἀθήναιος, καὶ
ὅτι ὄντως ὁ τραγηματισμὸς,
ἐπιδορπισμός τις ἐστὶ καὶ δεῖπνον ἕτερον. καὶ ἦσαν παρὰ τοῖς ἀρχαίοις αἱ
δεύτεραι τράπεζαι, πολυτελῶς πάνυ μεμεριμνημέναι. ἐν αἷς, λαγῶα καὶ
κίχλαι καὶ μελίπηκτα καὶ ὠὰ προεφέροντο. διὸ, ἀστείως Ἀντιφάνης φησὶν
ἐν ἐρωτήσει καὶ ἀποκρίσει, ταῦτα. οἶνον Θάσιον πίνοις ἄν; εἴ τις ἐγχέαι.
πρὸς ἀμυγδαλᾶς δὲ, πῶς ἔχεις; εἰρηνικῶς. μᾶλλον δι' ἃς μέλιτι
προσπαίζειν δέδοται. μελίπηκτα δ' εἴσοι προσφέρει; τρώγοιμ' ἄν. Ὠὸν δὲ;
καταπίνοιμ' ἄν. Ἔτι ἰστέον καὶ ὅτι ἡ εἰρημένη ἀνυπέρβλητος ἰσότης,
δηλοῦται καὶ ἐν τῷ, δαιτὸς ἐΐσης. δαὶς γὰρ ἐΐση, ἄλλως μὲν κοινότερον, ἡ
ἰσόμοιρος. κατὰ δὲ Ζηνόδοτον, ἡ ἀγαθή. ὡς ἱστορεῖ καὶ Ἀθήναιος λέγων
ὅτι ἐπεὶ ἡ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθὸν ἀναγκαῖον, ἐπεκτείνας εἴρηκεν
ἐΐσην. ἔνθα σημείωσαι τὸ ἐπεκτείνας, ὡς τοῦ Ζηνοδότου ἐπέκτασιν
δοξάζοντος καὶ τὸ ἀντὶ τοῦ
ἴσην, εἰπεῖν ἐΐσην. τούτοις δὲ ἐπάγει καὶ ὅτι ἐπεὶ οἱ πρῶτοι ἄνθρωποι οἷς
οὐ παρῆν ἄφθονος τροφὴ,
ἄρτι φαινομένης, ἀθρόον ἐπ' αὐτὴν ἰόντες, βίᾳ ἥρπαζον. καὶ σὺν ἀκοσμίᾳ,
ἐγίνοντο καὶ φόνοι.
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια Τομ. 1, σε. 102, γρ. 21
ρευμένος εἰς πλῆθος, παρὰ τὸ νῶ νήσω. ἐξ οὗ καὶ τὸ ἐπενήνεον περὶ οὗ
προδεδήλωται. ὁμώνυμον δὲ τῷ
ῥηθέντι νῶ νήσω, καὶ τὸ παρ' Ἡσιόδῳ πρωτότυπον τοῦ νήθω. ὃ καὶ αὐτὸ,
σώρευσίν τινα δηλοῖ τῶν
νηθομένων σωμάτων. ὡς εἶναι καὶ ἐκεῖ τὰς κλωθομένας ἶνας, νητάς.
(Vers. 339.) Χηλὸς δὲ, γίνε-
ται μὲν ἀπὸ τοῦ χῶ χήσω τὸ χωρῶ, ἐξ οὗ καὶ ὁ χηραμός. ὃν οἱ τῆς
Δωριέων γῆς ἄρτι, χηλαμὸν φασὶν
ἰδιωτικῶς. λέγεται δὲ κατὰ τοὺς παλαιοὺς, καὶ ἀντίπηξ. καὶ κιβωτός. καὶ
λάρναξ. καὶ σωρός. Εὐῶ-
δες δὲ ἔλαιον, ἴσως μὲν καὶ τὸ ἐκ τῆς ἐλαίας. εἰκὸς δὲ καὶ ἐσκευάσθαι
τιμιώτερον ὁποῖον καὶ τὸ παρὰ
τοῖς παλαιοῖς ἴρινον ἢ σαμψύχινον ἢ εἴτι τοιοῦτον ἐλαιῶδες μῦρον.
ὁποίοις ἐχρῶντο οἱ βασιλεῖς.
(Vers. 344.) Κληϊσταὶ δὲ σανίδες, αἱ θύραι. πρὸς διαστολὴν τῶν ἁπλῶς
297
σανίδων. (Vers. 345.)
Δικλίδες δὲ, διχόθεν κλειόμεναι. δίθυροι. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα
εἴρηται ἀκριβῶς.
(Vers. 340.) Οἶνον δὲ παλαιὸν Ὁμήρου εἰπόντος, οἱ ὕστερον ἀστείως
μεταλαβόντες, γέροντα τὸν
τοιοῦτον εἶπον. οἷον. γέρων Θάσιος οἶνος. ὅπερ ἡδύτερον ὁ κωμικὸς
Ἄλεξις φράζων, φησίν. οἶνος καὶ
μάλα πολύς γε. ὀδόντας οὐκ ἔχων. ἤδη σαπρός. γέρων δαιμονίως.
τοιοῦτον δέ φασι παλαιὸν ἡδύποτον
οἶνον τοῖς κωθωνιζομένοις δίδωσιν Ὅμηρος. εἰκὸς δὲ τὸν εἰρημένον
γέροντα καὶ σαπρὸν οἶνον, καὶ
σαπρίαν ἀρσενικῷ γένει λεχθῆναι. οὗ χρῆσις, ἐν τοῖς τοῦ Ἀθηναίου. παρ'
ᾧ ἐπαινῶν τις οἶνον ὅν
φησι καλέουσι σαπρίαν, ἐπάγει. οὗ καὶ ἀπὸ στόματος στάμνων
ἀνοιγομένων, ὄζει ἴων, ὄζει δὲ ῥόδων,
ὄζει δ' ὑακίνθου ὀσμὴ θεσπεσία. κατὰ πᾶν δ' ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία
καὶ νέκταρ. τὸν δὲ τοιοῦτον, ὑπονοητέον ἀνθοσμίαν εἶναι. οὗ τὸ
σκευαστικὸν ἄρτυμα, παραδίδωσιν ὁ δειπνοσοφιστής. γνω-
στοῦ πάνυ τοῖς τότε ὄντος. ὃν διαλύσας Ἰωνικῷ τρόπῳ Ἀλκμὰν ὁ
μελωποιὸς ἄνθεος ὄσδοντα ἔφη.
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια Τομ. 1, σε. 198, γρ. 34
...οἴονταί τινες τὸν στίχον καὶ ὀβελίζουσιν ἤτοι ἀθετοῦσιν, ὡς
ἐπεβληθέντα, καὶ τὸ τῆς πτήσεως
ἀχρειοῦντα τάχος. βραδύτερον γάρ φασι πορεύσεται Ἑρμῆς κύμασιν
ἐποχούμενος καὶ μὴ ὑπερφερόμε-
νος αὐτῶν καὶ οὕτω κατὰ τὴν ποιητικὴν λέξιν πετόμενος ἢ ἅμα πνοιαῖς
ἀνέμων φερόμενος. οἱ δὲ τοῦτο
ποιοῦντες, τί ἂν ἐροῦσι πρὸς τὸ, ἐξ αἰθέρος ἔμπεσε πόντῳ. εἰ γὰρ πέτεται,
πῶς ἔμπεσε πόντῳ; ἢ δη-
λονότι, ὡς ὁ παραβολικὸς λάρος, οὕτω δὲ καὶ τοσόνδε διαδραμεῖν
ἁλμυρὸν ὕδωρ ὁ Ἑρμῆς ἐρεῖ. εἰ δὲ
καὶ ἴσως δόξει διὰ τὰ εἰρημένα, ὁ λάρος Ἑρμῇ ἀνακεῖσθαι, ἀλλὰ μάλιστα
Ἡρακλεῖ ᾠκείωται ἢ ὁ
ἁπλῶς, ἢ ὁ λεγόμενος βουφάγος, ἐπεὶ τοιοῦτος καὶ ὁ Ἡρακλῆς. Λεπρεὺς
γάρ φασιν Ἡρακλεῖ ἐρίσας
δίσκῳ, καὶ ὕδατος ἀντλῆσαι, καὶ ὅς τις ἀναλώσει θᾶττον ταῦρον, λείπεται
πάντα. ἤγουν ἡττᾶται
ὑφ' Ἡρακλέος εἰς τὰ εἰρημένα πάντα. εἶτα θωρηχθεὶς, προκαλεῖται
Ἡρακλέα, καὶ θνήσκει ἐν τῇ μάχῃ.
οὕτω γράφει μὲν Ἀθήναιος. πρὸ αὐτοῦ δὲ, ἱστοροῦσι καὶ ἕτεροι. ὡς δὲ οὐ
298
μόνος Ἡρακλῆς βουθοίνας
ἦν ἀλλὰ καὶ ἄλλοι, ἐκ τῶν ἱστοριῶν δῆλον ἐστί. Θεαγένης γοῦν φασιν ὁ
Θάσιος αὐλητὴς, ταῦρον κατέ-
φαγε μόνος. ὃς καὶ φησὶ παρά τινι ποιητῇ, ὡς ἔφαγον Μῃόνιον βοῦν
ἥγουν Λυδόν. πάτρη γὰρ βρώμην
οὐκ ἂν ἐπέσχε Θάσος. περὶ δὲ Μίλωνος τοῦ Κροτωνιάτου φησὶ Δωριεὺς,
ὅτι ὃν ἐπόμπευσε βοῦν εἰς κρέα τόνδε κόψας, πάντα κατ' οὖν μοῦνος
δαίσατό νιν. καὶ Τίτορμος δέ φασιν ὁ Ἰταλὸς διηριστήσατο ἑαυτῷ βοῦν
ὡς καὶ αὐτὸ γράφει Ἀθήναιος. ὅτι δὲ ῥωμαλεώτερος Μίλωνος ὁ
Τίτορμος, ἐξ ἄλλων ἔστι γνῶναι. καὶ τοιαῦτα μὲν ταῦτα. Δεινοὺς δὲ
κόλπους λέγει ὁ ποιητὴς, τοὺς κατὰ τὸ προῤῥηθὲν μέγα
καὶ δεινὸν πέλαγος. (Vers. 52.) Τὸ δὲ ὀχήσατο, ὡς ἐπὶ ὄχου ὅ ἐστιν
ἅρματος, ἐῤῥέθη. ἐπὶ γὰρ τοιούτων κυριολεκτεῖται τὸ ὀχεῖσθαι. (Vers.
54.) Ὅτι ὥσπερ μέγα δῶμα ἐπὶ ἀνθρώπων, οὕτω μέγα σπέος λέγει τὸ τῆς
Καλυψοῦς.
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια Τομ. 1, σε. 348, γρ. 4
λῆς ῥάγας φαμέν. πάντων δὲ τῶν τοιούτων προηγεῖται θέμα τὸ ῥήσσω, πῇ
μὲν συστέλλον τὸ η εἰς α,
πῇ δὲ τρέπον τὸ η εἰς ω. καὶ ὅτι Ὁμήρου πρώτου εἰπόντος τὸν προσεχῶς
ῥηθέντα οἴνου ἔπαινον, ἐκεῖθεν λαβόντες ὕστερόν τινες ὁμοίως ἔφρασαν.
Ἀρχίλοχος γοῦν φασὶ τὸν Νάξιον οἶνον τῷ νέκταρι παραβάλλει. Λέγεται
δὲ καί τις Βαβυλώνιος οἶνος νέκταρ καλεῖσθαι. παραποιήσας δέ τις τὸ,
νέκταρος ἀποῤῥὼξ παρὰ τῷ δειπνοσοφιστῇ ἐπὶ κάπρου θαλαττίου, ἔφη.
τὸ γὰρ νέκταρος ἄνθος. ἕτερος δέ τις περὶ εὐώδους οἴνου ἔγραψεν ὅτι
κατὰ πᾶν ἔχει ὑψερεφὲς δῶ ἀμβροσία καὶ νέκταρ, ἐκ τῆς ἀνθηρᾶς
δηλαδὴ ὀσμῆς τοῦ οἴνου. ὃν Ἀλκμὰν ἄνθεος ὄσδοντα φησίν. ἄλλος δέ τις
ἔφη τὸ, κεῖνος δὲ δοκήσει οὔ τι οἴνῳ σοι ἔχειν ὅμοιον γέρας ἀμβροσία
δέ. τοῦ τοιούτου τόπου καὶ τύπου καὶ τὸ, κρατὴρ ἔστηκε
μεστὸς ἐμφροσύνης. ἄλλος δὲ οἶνος ἔτυμος ὃς οὔποτε προδώσει,
μείλιχος, ἐν κεράμοις. ἄνθεος ὀσδόμενος. ἤγουν ἀνθοσμίας. ἐν δὲ μέσοις,
ἁγνὴν ὀσμὴν λιβανωτὸς ἵησιν. εἰ δὲ ὁ μαρωνείτης οἶνος καὶ εἰς ὕπνον
βαθὺν κατήνεγκε τὸν Κύκλωπα, εἴη ἂν ὅμοιος Θασίῳ. περὶ οὗ καὶ αὐτοῦ
γράφων ὁ Ἀθήναιος ἱστορεῖ, ὅτι Θάσιος μέν τις ὑπνωτικοὺς, ἕτερος δέ
τις ἀγρυπνεῖν ποιεῖ τοὺς πίνοντας. Θασίου δὲ οἴνου ἔπαινος καὶ τὸ, τῷ δὴ
μήλων ἐπιδέδρομεν ὀδμή. ὃ δὴ σεμνύνει τὸ μῆλον ἐπὶ εὐοδμίᾳ. ὥσπερ ἐπὶ
κάλλει τὸ, ὡρικωτάτη τὰ τιτθία ὥσπερ μῆλον ἢ μιμαίκυλον. (Vers. 355.)
ὅτε δηλαδὴ πορφύρεον ἐρεύθονται πρὸς ἀγλαΐαν ἧς παρώνυμοι αἱ
ἀγλαόκαρποι μηλέαι. Ὅτι ἀκούσας Ὀδυσσεὺς ἐκ
τοῦ Κύκλωπος τὸ, καί μοι τεὸν οὔνομα εἰπὲ ἵνα τοι δῶ ξένιον ᾧ σὺ
299
χαίροις ἂν, ὡς καὶ προεῤῥέθη, φησίν. Κύκλωψ, εἰρωτᾷς μ' οὔνομα
κλυτὸν, αὐτὰρ ἐγώ τοι ἐξερέω, σὺ δέ μοι (Vers. 365.) δὸς ξεί-
νιον ὥσπερ ὑπέστης. ὅ ἐστιν ὑπέσχου. ὃ δὴ πολλαχοῦ τῆς ποιήσεως
κεῖται. εἶτα (Vers. 366.) ψευδόμενος ἐν καιρῷ συμφερόντως ἑαυτῷ καὶ
τοῖς ἑταίροις ἐπάγει. οὖτις ἔμοι γ' οὔνομα, καὶ ἵνα μὴ ἐπιστήσας τυχὸν ὁ
Πολύφημος τῷ παραλογισμῷ γνῶ οὔτις τὸν σύνθετον ἐκ δύο λέξεων τοῦ
ου καὶ τοῦ τις ὅπερ οὐ βούλεται Ὀδυσσεὺς, ἐπάγει αἰτιατικὴν ἐν ἁπλότητι
ἤγουν ἀσύνθετον, λέγων.
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια Τομ. 1, σε. 348, γρ. 5
πῇ δὲ τρέπον τὸ η εἰς ω. καὶ ὅτι Ὁμήρου πρώτου εἰπόντος τὸν προσεχῶς
ῥηθέντα οἴνου ἔπαινον, ἐκεῖθεν
λαβόντες ὕστερόν τινες ὁμοίως ἔφρασαν. Ἀρχίλοχος γοῦν φασὶ τὸν
Νάξιον οἶνον τῷ νέκταρι παρα-
βάλλει. Λέγεται δὲ καί τις Βαβυλώνιος οἶνος νέκταρ καλεῖσθαι.
παραποιήσας δέ τις τὸ, νέκταρος
ἀποῤῥὼξ παρὰ τῷ δειπνοσοφιστῇ ἐπὶ κάπρου θαλαττίου, ἔφη. τὸ γὰρ
νέκταρος ἄνθος. ἕτερος δέ
τις περὶ εὐώδους οἴνου ἔγραψεν ὅτι κατὰ πᾶν ἔχει ὑψερεφὲς δῶ ἀμβροσία
καὶ νέκταρ, ἐκ τῆς ἀνθηρᾶς
δηλαδὴ ὀσμῆς τοῦ οἴνου. ὃν Ἀλκμὰν ἄνθεος ὄσδοντα φησίν. ἄλλος δέ τις
ἔφη τὸ, κεῖνος δὲ δοκήσει
οὔ τι οἴνῳ σοι ἔχειν ὅμοιον γέρας ἀμβροσία δέ. τοῦ τοιούτου τόπου καὶ
τύπου καὶ τὸ, κρατὴρ ἔστηκε
μεστὸς ἐμφροσύνης. ἄλλος δὲ οἶνος ἔτυμος ὃς οὔποτε προδώσει,
μείλιχος, ἐν κεράμοις. ἄνθεος ὀσδόμε-
νος. ἤγουν ἀνθοσμίας. ἐν δὲ μέσοις, ἁγνὴν ὀσμὴν λιβανωτὸς ἵησιν. εἰ δὲ
ὁ μαρωνείτης οἶνος καὶ εἰς
ὕπνον βαθὺν κατήνεγκε τὸν Κύκλωπα, εἴη ἂν ὅμοιος Θασίῳ. περὶ οὗ καὶ
αὐτοῦ γράφων ὁ Ἀθήναιος
ἱστορεῖ, ὅτι Θάσιος μέν τις ὑπνωτικοὺς, ἕτερος δέ τις ἀγρυπνεῖν ποιεῖ
τοὺς πίνοντας. Θασίου δὲ
οἴνου ἔπαινος καὶ τὸ, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή. ὃ δὴ σεμνύνει τὸ
μῆλον ἐπὶ εὐοδμίᾳ. ὥσπερ
ἐπὶ κάλλει τὸ, ὡρικωτάτη τὰ τιτθία ὥσπερ μῆλον ἢ μιμαίκυλον. (Vers.
355.) ὅτε δηλαδὴ πορφύ-
ρεον ἐρεύθονται πρὸς ἀγλαΐαν ἧς παρώνυμοι αἱ ἀγλαόκαρποι μηλέαι.
Ὅτι ἀκούσας Ὀδυσσεὺς ἐκ
τοῦ Κύκλωπος τὸ, καί μοι τεὸν οὔνομα εἰπὲ ἵνα τοι δῶ ξένιον ᾧ σὺ
χαίροις ἂν, ὡς καὶ προεῤῥέθη,
300
φησίν. Κύκλωψ, εἰρωτᾷς μ' οὔνομα κλυτὸν, αὐτὰρ ἐγώ τοι ἐξερέω, σὺ δέ
μοι (Vers. 365.) δὸς ξεί-
νιον ὥσπερ ὑπέστης. ὅ ἐστιν ὑπέσχου. ὃ δὴ πολλαχοῦ τῆς ποιήσεως
κεῖται. εἶτα (Vers. 366.) ψευδόμενος ἐν καιρῷ συμφερόντως ἑαυτῷ καὶ
τοῖς ἑταίροις ἐπάγει. οὖτις ἔμοι γ' οὔνομα, καὶ ἵνα μὴ ἐπιστήσας
τυχὸν ὁ Πολύφημος τῷ παραλογισμῷ γνῶ οὔτις τὸν σύνθετον ἐκ δύο
λέξεων τοῦ ου καὶ τοῦ τις ὅπερ οὐ βούλεται Ὀδυσσεὺς, ἐπάγει αἰτιατικὴν
ἐν ἁπλότητι ἤγουν ἀσύνθετον, λέγων.
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια Τομ. 1, σε. 379, γρ. 14
εὑρήσει μὲν αὐτοὺς σιάλοις ἐοικότας ἐννεώροις, ἀποκαταστήσει δὲ εἰς τὸ
πρὶν εἶδος, κατεξαναστὰς ἐμβρι-
θῶς τῆς τρυφῆς Κίρκης ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι δὲ εἰς ἀλογίαν
τινὰ ἡ Κίρκη ἀλληγορεῖται, δηλοῖ
φανερῶς καὶ ὁ γράψας ὅτι οὓς οὐ προσορῶσιν αἱ Μοῦσαι, τούτους ποτῷ
δηλήσατο Κίρκη, ὡς τῶν
ἀμούσων ἀλογίστων ὄντων. (Vers. 235.) Ἰστέον δὲ ὅτι καὶ βρωτὸν καθ'
Ὅμηρον ὁ ῥηθεὶς κυκέων ἦν,
ὡς δηλοῖ τὸ, βαλέει δ' ἐν φάρμακα σίτῳ. καὶ τὸ, ἀνέμισγε δὲ σίτῳ
φάρμακα. καὶ ποτὸν δὲ ἦν ὁ αὐτὸς,
ὡς δῆλον ἐκ τοῦ, ἐπεὶ δῶκέν τε καὶ ἔκπιον. (Vers. 237.) ἤγουν ὅλον
ἐξέπιον. καὶ, ὄφρα πίοιμι. καὶ,
ἔκπιον οὐδέ μ' ἔθελξε. καὶ, οὔτι πιὼν ἐθέλχθης. Τὸ δὲ κύκα, πρωτότυπόν
ἐστιν ἐξ οὗ ὁ κυκεών. περὶ
οὗ ἡ Ἰλιὰς δηλοῖ που ἐν τοῖς κατὰ τὸν Νέστορα, ἔνθα καὶ περὶ τυροῦ καὶ
ἀλφίτων καὶ μέλιτος χλω-
ροῦ (Vers. 235.) γέγραπται καὶ οἴνου Πραμνείου. ὃς οὐ μόνον παρὰ τὸ
πραΰνειν μένος καὶ εἰς πρᾳότητα τὴν ψυχὴν ἄγειν οὕτω καλεῖται καὶ
παρὰ τὸ εἰς παλαίωσιν παραμεῖναι καὶ μὴ μεταβαλεῖν, ἀλλὰ καὶ ἀπὸ
Πραμνείου ἀμπέλου. ἔστι δέ φασι καὶ τοιαύτη ὡς καὶ Θασία καὶ
μελίκηρις. καὶ διότι δὲ καὶ ἡδύς ἐστι. τῶν γὰρ οἴνων φησὶν οἱ μὲν
καυστικοὶ, οἱ δὲ ἡδεῖς. (Vers. 234.) Ὁ δὲ τυρὸς κἀνταῦθα, ὡς καὶ ἐν τοῖς
πρὸ τούτων, ἐκτείνει τὴν ἄρχουσαν. (Vers. 238.) Πεπληγέναι δὲ, οὐ
μόνον τὸ πλη-
γῆναι παθητικῶς, ἀλλὰ καὶ τὸ πλῆξαι, μέσου γὰρ παρακειμένου τὸ ῥῆμα.
ῥᾴβδῳ γοῦν ἡ Κίρκη πεπληγυῖα ὅ ἐστι πλήξασα ἐποίησε τὰ ἑαυτῆς,
χρωμένη ταύτῃ πρός τινα γοητείαν δι' ἐπαφῆς. Ὅλως δὲ αἱ
θεῖαι ῥᾴβδοι ἐνεργοί φασι παρ' Ὁμήρῳ. Ποσειδῶν τε γὰρ σκοπανίῳ
πλήξας τινὰ ἐνίησι μένος, καὶ
Ἀθηνᾶ πλήττουσα ῥᾴβδῳ ἀλλοιοῖ τὸν Ὀδυσσέα, καὶ Ἑρμῆς χρώμενος
αὐτῇ τοὺς μὲν θέλγει, τοὺς δὲ
καὶ ὑπνώοντας ἐγείρει. Συφεὸς δὲ, ὁ σύας φέρων ἢ σύας πιαίνων. δῆλον
301
δὲ ὅτι σῦς μὲν ἐκτείνει τὸ υ
καὶ περισπᾷ ὥσπερ καὶ δρῦς καὶ μῦς. συὸς δὲ καὶ τὰ ἐφεξῆς, συστέλλει
τὴν ἄρχουσαν ὡς καὶ τὸ, δρυὸς
καὶ μυός. (Vers. 239.) Τοῦ δὲ ἐέργνυσθαι ἡ παραγωγὴ ὁμοία τῇ τοῦ
ζεύγνυσθαι καὶ τῶν ὁμοίων. ἔστι δὲ ποιητικὸν μὲν τὸ ἐέργνυσθαι,
Ἀττικὸν δὲ τὸ εἵργνυσθαι καὶ καθείργνυσθαι.
Ευσταθιος σχόλια στην Ομήρου Οδύσσεια Τομ. 2, σε. 164, γρ. 36
τῷ τοῦ Ὀδυσσέως μεγάρῳ. (Vers. 17.) Ἰστέον δὲ ὅτι τὸ χείσεται δηλοῖ
μὲν τὸ χωρήσει· γράφεται δὲ
παρὰ τοῖς παλαιοῖς κοινότερον διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ χῶ, χείω, ἐξ οὗ
καὶ χειὰ ἡ φωλεά. καὶ
ἴσως μὲν μονήρης μέλλων τὸ τοιοῦτον ἐστὶν, ἴσως δὲ καὶ κατὰ τὸ
κείσεται, ἵνα ᾖ ὥς περ κέω, κῶ, οὕτως
χέω, χῶ τὸ χωρῶ, καὶ χέημι παράγωγον, ὡς κέημι· ἐξ ὧν ὥς περ κείσεται,
οὕτω καὶ χείσεται. ἐκ δὲ
τοῦ χέω καὶ χειὴ ἡ κρύψις τοῦ ὄφεως ἐν Ἰλιάδι, κατὰ δέ τινας καὶ
κισσύβιον παρὰ τὸ χεῖσθαι, ὅ ἐστι
χωρεῖν, τροπῇ τοῦ δασέος εἰς ψιλόν. ἐκ δὲ τοῦ ἑτέρου χέειν τοῦ
κοινότερον λεγομένου οὐ μόνον χοεὺς,
ὡς καὶ πρὸ τούτων ἐγράφη, ποτηρίου εἶδος· οὗ ἡ κλίσις χόεως, χοῶς, ὡς
Πειραιῶς, Ἐρετριῶς, ἀλλὰ
καὶ χοῦς ὁ αὐτὸς χοεύς· καὶ οὐ μόνον ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς,
οἷον, ζωμόν τε φέρει ἐν χοῒ χρυσῇ.
αὕτη δὲ καὶ πρόχους κατὰ σύνθεσιν λέγεται, οἷον, φιάλην τελεπαστὴν
χιόνος τε πρόχουν. τοῦ δὲ ῥηθέν-
τος χόεως καὶ αἰτιατικὴ τὸν χοᾶ, ὡς τὸν Πειραιᾶ· ὅθεν κτητικὸν ὁ χοαῖος,
οἷον, αἰτεῖ σκύφον χοαῖον,
καὶ πλήσας οἴνου Θασίου ὀλίγον ἐπιῤῥάνας ὕδατος ἐξέπιεν, εἰπὼν· ὁ
πλεῖστα πίνων πλεῖστα κεὐφραν-
θήσεται. Καὶ ὅρα κἀνταῦθα τὸν σκύφον ἀρσενικοῦ γένους, ἐξ οὗ τὸ,
ἀνακαθίσας ἔκλαιεν ἄσκυφος
γενόμενος. καὶ τοιάδε μὲν ταῦτα. (Vers. 21.) Τὸ δὲ, χείλεα φύρσω
αἵματος, ἀντὶ τοῦ δι' αἵματος,
κατὰ προθέσεως ἔλλειψιν. τὸ μέντοι κοινὸν φύρσω αἵματι μετὰ δοτικῆς.
ἔστι δὲ φύρσαι τὸ μολῦναι
καὶ συγχέαι. ὅθεν καὶ φύρδην συγκεῖσθαι τινὰ λέγονται. πρωτότυπον δὲ
τὸ φυράσαι, ἀφ' οὗ καὶ φύ-
ραμα τὸ ζύμωμα. ἐκ δὲ τοῦ φυράσαι κατὰ συγκοπὴν τὸ φύρσαι, ἵνα τῷ
λόγῳ τούτῳ εἴη τὸ, χείλεα
φύρσαι αἵματος, ῥηθὲν πρὸς ὁμοιότητα τοῦ, ἄλφιτον φύρσαι ὕδατος.
302
Ευστάθιος εκκλ. συγγραφέας Commentarium in Dionysii periegetae
orbis descriptionem (4083: 006)“Geographi Graeci minores, vol. 2”,
Ed. Müller, [Link]: Didot, 1861, Repr. [Link] 517, γρ. 30
ᾧ ἐπώνυμον τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ.»
Καὶ οὐ διαφωνεῖ Ἀρριανὸς πρὸς τὸν πρῶτον λόγον, ἀλλὰ
τάχα ταυτότητα παραδηλοῖ, ὡς ἐν πολυωνυμίᾳ, Προ-
ποντίδος τε καὶ Ἑλλησπόντου· ὃ καὶ ἑτέροις ἔδοξεν, ὡς
ἤδη προγέγραπται. Καὶ οὕτω μὲν Πάριοι κτίσαι τὴν
Θάσον λέγονται. Τινὲς δὲ ἀνάπαλιν τὸ Πάριον ἀπὸ τῆς
Θάσου εἶπον ἀποικισθῆναι. Ἀρριανὸς δέ φησι καὶ ὅτι
Θάσος ἀπὸ Θάσου καλεῖται, Ποσειδῶνος υἱοῦ· καὶ ὅτι
ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ χρυσᾶ μέ-
ταλλα, ὧν καὶ Ἡρόδοτος μέμνηται, λέγων ὅτι προς-
όδους εἶχον μεγάλας οἱ Θάσιοι, καὶ μέταλλα χρυσᾶ
Σκαπτῆς ὕλης. Ἀνεῦρον δὲ αὐτὰ Φοίνικες οἱ κτίσαντες
τὴν νῆσον μετὰ Θάσου τοῦ Φοίνικος, ἐξ οὗ ἔχει καὶ
τοὔνομα. Εἶχε δὲ ἱερὸν Ἡρακλέους ἡ Θάσος, ὑπὸ τῶν
αὐτῶν Φοινίκων ἱδρυθὲν, οἳ πλεύσαντες κατὰ ζήτησιν
τῆς Εὐρώπης τὴν Θάσον ἔκτισαν. Καὶ ταῦτα μὲν περὶ
Θάσου.
Ὅρα δὲ ὅτι φιλοτιμότερον ἐνταῦθα ὁ ποιητὴς
ἀγλαϊζόμενος ἐφ' ἑκάστῃ τῶν νήσων ἐπιθέτῳ χρῆται,
καὶ τὴν μὲν Μάκριν, ὃ ἔστι τὴν Εὔβοιαν, Ἀβαντιάδα
λέγει, ἀπὸ τοῦ ἐν αὐτῇ ἔθνους τῶν Ἀβάντων, Θρᾳκίου ...
Ησύχιος λεξικόν (Α – Ο) alpha, entry 6239, γρ. 2
ἁπλήγιος· ἁπλοῦς (Eupol. fr. 222)
ἄπλευρος· ἡ μὴ ἔχουσα βοηθόν, ἢ πλευράν
*ἄπληστος· ἀχόρταστος (Prov. 28,25) P
ἁπλοΐδες· ἱμάτιον μικρόν (Ω 230?)
ἁπλοϊκός· ἁπλοῦς
ἁπλοϊκώτερος· ἁπλούστερος
*ἄπλοοι· οἱ μὴ δυνάμενοι πλέειν gA
ἁπλοΐς· ἱμάτιον μικρόν
ἁπλοῦν· ἀσύνθετον. ἢ τὸ μὴ πλάγιον ἄπλυτοι ῥαφανίδες· οὕτως ἔνιοι ὡς
Εὔπολις (fr. 312), ἃς καὶ Θασίας τινὲς ἔλεγον ἁπλῶς· συντόμως,
καθάπαξ ἄπνευστος· οὐκ ἀναπνέων κατὰ φύσιν (ε 456)
†ἀπνίγμου· οὐ πεπνιγμένου· “ἀπνίγμον κνώδοντος”
303
Ησύχιος λεξικόν (Α – Ο) delta, entry 101, γρ. 1
*δάϊον τέρας· τὸ πολεμικὸν σημεῖον (Eur. Phoen 1023) gAS
*δαιόμενον· καιόμενον (Θ 75) (S) μεριζόμενον
δαίμονα δώσω· λείπει κακόν, ἵνα ᾖ κακὸν δαίμονα δώσω
(Θ 166)
*δαϊκταμένων· ἐν πολέμῳ ἀναιρεθέντων (Φ 146) AS
δαΐζει· διασπᾷ. τέμνει. σχίζει. θάπτει. πορθεῖ. σκυλεύει.
†δαίε λέμυθον· δίελε. σαφήνισον
δαίνυνται· ἑστιῶνται. θερμαίνονται
δάϊον· ἰσχυρόν. ἀγαθόν
Δαῖρα· ἡ αὐτὴ τῇ Δαείρᾳ (Aesch. fr. 277)
Δαῖροι· Θάσιοι δαί· σύνδεσμος ἴσος τῷ δέ συμπλεκτικῷ παρὰ τῷ ποιητῇ
(α 225 ..) δαίς· πεύκη, λαμπάς [εὐωχία. ἢ μάχη καὶ σώφρων]
δαίς· Σοφοκλῆς, “ἦλθε δὲ Δαὶς θάλεια πρεσβίστη θεῶν” (fr. 548)
ἡ δι' ἐράνων εὐωχία· ἔνιοι δὲ τὰς Μούσας. Τριπτολέμῳ.
*δαῖτα· εὐωχίαν (Α 424) vgAS
δαίσιμον·
Ησύχιος λεξικόν (Α – Ο) theta, entry 119, γρ. 1
δὲ νῦν δηλοῖ τὴν διὰ λόγων ἔντευξιν καὶ ὁμιλίαν. σημαίνει δὲ
καὶ ⌊ὀχεύει S [θαρσύνεται·], περὶ συνουσίαν ὁμιλεῖ
*θάῤῥος· θάρσος Agn
(*)θαρσαλέον· ῥᾴδιον
*θαρσαλέως· ῥᾳδίως (ASg)
*θάρσος· [ἢ θάργος]· τὸ θράσος. ἀνδρεία. δυναστεία (Ε 2 ..)
θαρσύς· θρασύς
*θάρσυνος· τεθαῤῥηκώς (Ν 823) Σ
θάρσει· θάῤῥει. θράσει (Ζ 126 ..)
θαῤῥῶ· θρασύνομαι
Θασία ἅλμη· εἰς ἣν ὄψα ὀπτώμενα ἔβαπτον. καὶ ῥαφάνου εἶδος. οἱ δὲ
βάμμα τι θάσωμεν· καθήμεθα Θάσιος παῖς Ἀγλαοφῶντος· ... ἔστι δὲ
σεμίδαλις, ἐπὶ τοῖς ἔργοις γενομένη, ἀπὸ Ἀγλαοῦ, τοῦ ἐξ ἀρχῆς
ποιήσαντος, Θασίου ὀνομασθεῖσα...
στάλικες· πάσσαλοι. ξύστραι. στῆλαι
στάλιξ· ξύστρα. ἢ πάσσαλος
σταμάγορις· ὅταν ἐν ὑφῇ πλείονες συστραφῶσι στήμονες
σταμίνες· παραστάται, καὶ τὰ ἐπὶ τῆς σχεδίας ὀρθὰ ξύλα, πρὸς ἃ
304
αἱ σανίδες προσηλοῦνται, ἢ πάσσαλοι. παρὰ τὸ ἑστάναι σταμν[ε]ίον
Θάσιον· κεράμειον ἀγγεῖον στάμνος· ὑδρία, κάλπη. κάλαθος
σταμνοῦροι· οἱ τοῖς ἐφήβοις προστιθέμενοι ἐλαίου στάμνοι στάνει·
τείνεται. συμβέβυσται τάνης· δύστηνος σταρεῖ· βάπτει [σταρτήμας· τὰ
σίτη ἄλευρον γεγενημένα. ἡ γὰρ ζύμη στέαρ λέγεται]
στάρτοι· αἱ τάξεις τοῦ πλήθους στασάμενον· δανεισάμενον στασάνη·
ἐγγύη, ὑποθήκη
Etymologicum Gudianum, Etymologicum Gudianum (ζείδωρος – ὦμαι)
Alphabetic entry theta, σε. 255, γρ. 50
Θαῤῥαλέως, ἀνδρείως, εὐθαρσῶς.
Θαῦμα ἔστι τὸ ὑπὲρ φύσιν ὑπὸ θεοῦ τελούμενον.
Θάσσουσαι, σπεύδουσαι.
Θάσσων, ἀπὸ τοῦ ταχὺς παρήχθη. καὶ ἐγένετο ὁ
πρωτότυπος τῶν συγκριτικῶν ταχύτερος, ὁ δεύτερος
ταχίων, καὶ ὁ τρίτος τάσσων, καὶ τροπῇ τοῦ τ εἰς θ
θάσσων.
Θάσια, τὰ ἀμύγδαλα, ἀπὸ τοῦ θάσσων καρπεύειν· πρώϊμα γὰρ ὑπὲρ τὰ
λοιπὰ δένδρα. θάσσον οὖν κατ' ἀποβολὴν τοῦ σ.
Θάσια, τὰ ἀμύγδαλα, διὰ τὸ πρὸ πάντων θάλλειν καὶ ἀνθεῖν.
Θάσσω, ταχεῖ, παρὰ τὸ ταχὺς, θάσσων, καὶ θάσσο-
νας ἱρήκων ἔμεναι καλλίτριχας ἵππους.
Θᾶττον, ἐκ τοῦ ταχὺς, ταχύτερον, ταχεῖον, τάσσον,
καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ θᾶσσον. καὶ θεματι-
κὸν θᾶττον καὶ περισπᾶται.
Etymologicum Magnum, Etymologicum magnum Kallierges σε. 277,
γρ. 43
Αἰσχίνης. Οὕτω καὶ τὸ ἀΐδης ἀΐδου, παρὰ τὸ ἰδεῖν·
ὅτι οὐδὲν αὐτίκα ἴδοις.
Διόνυσος: Οἱ μὲν Διόνυξον αὐτὸν ὀνομάζουσιν,
ὅτι σὺν κέρασι γεννώμενος ἔνυξε τὸν Διὸς μηρὸν, ὡς
Στησίμβροτος. Οἱ δὲ, Δεύνυσον· ἐπειδὴ βασιλεὺς
ἐγένετο Νύσσης· δεῦνον δὲ τὸν βασιλέα λέγουσιν
οἱ Ἰνδοὶ, ὡς Ἰόβας. Οἱ δὲ, ἀπὸ τοῦ Διὸς καὶ τῆς
Νύσσης τοῦ ὄρους ὠνομάσθαι· ἐπεὶ ἐν τούτῳ ἐγεν-
νήθη, ὡς Πίνδαρος, καὶ ἀνετράφη. Οἱ δὲ, ἀπὸ τοῦ
305
πολλὰ διανύσαι καὶ κατορθῶσαι, ὡς Ἀλέξανδρος ὁ
Θάσιος. Οἱ δὲ, ἀπὸ τοῦ δονεύειν καὶ κινεῖν τὰ σώ-
ματα, πλεονασμῷ τοῦ ι, ὡς πυκνὸς, πυκινός. Οἱ
δὲ, ἀπὸ τοῦ Διὸς ὑετοῖς κεράννυσθαι, ὅ ἐστιν ὕδασιν,
ὡς πιθανεύεται Ἀριστόδημος. Ἢ ὅτι Διὸς ὕοντος
ἐτέχθη. Ἢ παρὰ τὸ δάος δαόσυνος· καὶ τροπῇ τοῦ
α εἰς ι· παρὰ γὰρ Ἠλείοις ὁ αὐτὸς τῷ ἡλίῳ νομί-
ζεται· ἵν' ᾖ ὁ δαίων, ὁ τοῦ δάους (ὅ ἐστι πυρὸς ἢ
φωτὸς) αἴτιος. Ἢ ἀπὸ τοῦ νεύω Διόνευσος καὶ
Διόνυσος, ὁ ποιῶν διανεύειν καὶ μὴ σταθεροὺς εἶναι
τοὺς πίνοντας.
Etymologicum Magnum, Etymologicum magnum Kallierges σε. 443,
γρ. 9
Θάπτω: Ὡς παρὰ τὸ βῶ γίνεται βάπτω, οὕτως
καὶ παρὰ τὸ θῶ, τὸ τίθημι, γίνεται θάπτω· ἀΐδιον
γὰρ ἔχουσι τὴν ἀπόθεσιν οἱ θαπτόμενοι.
Θάρσος: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων
Αἰολικῶς, θέρσω· ῥηματικὸν ὄνομα, θέρσος· καὶ
τροπῇ τοῦ ε εἰς α, θάρσος· ἀφ' οὗ καὶ θρασεῖς, καθ'
ὑπέρθεσιν τοῦ ρ· οἱ γὰρ θερμοὶ καὶ θρασεῖς· καὶ
θαρσαλέος, ὁ ἀνδρεῖος.
Θάσος: Πόλις· ἀπὸ τοῦ δάσος· ὅτι κάρπιμός ἐστιν ἡ γῆ. Καὶ τὸν
Κικόνιον οἶνον, ὃν καὶ Ὅμηρος συνίστησιν ἥδιστον εἶναι, τοῦτον οἱ
Ἕλληνες Θάσιον ὠνόμασαν, διὰ τὸ ἐπικεῖσθαι τῇ νήσῳ Θάσῳ. Θάσια:
Τὰ ἀμύγδαλα· ἀπὸ τοῦ θᾶσσον τὸν καρ-
πὸν προϊέναι· πρώϊμα γὰρ ὑπὲρ τὰ λοιπὰ δένδρα. Θάσσονας ἱρήκων:
Ἀντὶ τοῦ ταχυτέρους τῶν ἱεράκων, Ἰλιάδος νʹ. Καὶ θᾶσσον, τὸ ταχέως,
ἀπὸ τοῦ ταχὺς παρήχθη· ὁ πρῶτος τύπος, ταχύτερος· ὁ δεύτερος, ταχίων·
ὁ τρίτος, τάσσων· καὶ τροπῇ,
θάσσων, καὶ θάττων. Ἀντιστοιχεῖ γὰρ τὰ δασέα τοῖς ψιλοῖς, θ, τ.
Anonymi In Aristotelis Sophisticos Elenchos Phil., In Aristotelis
sophisticos elenchos paraphrasis (4193: 012)“Anonymi in Aristotelis
sophisticos elenchos paraphrasis”, Ed. Hayduck, [Link]: Reimer,
1884; Commentaria in Aristotelem Graeca [Link] 15, γρ. 18
συγκείμενος οὐκ ἀεὶ τὸ αὐτὸ σημαίνειν ἂν δόξειεν, ὡς ἐπ' ἐκείνοις “ἐγώ
σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον”, καὶ “πεντήκοντ' ἀνδρῶν ἑκατὸν λίπε
δῖος Ἀχιλλεύς.” εἰ γὰρ διαλύσαις ἐγώ σε ἔθηκα δοῦλον, ἐγώ σε ἔθηκα
306
ἐλεύθερον, ἢ στίξαις εἰς τὸ δοῦλον ὄντα, ἔλυσας τὸ ἀμφίβολον.
Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων ὁ παρὰ προσῳδίαν.
γίνεται δὲ ὅταν ὁ τόνος, πρὸς ὃν ᾄδομεν τὸν λόγον, μεταβληθῇ ἢ
μετατεθῇ
ἢ προστεθῇ ἢ ἀφαιρεθῇ, ἢ καὶ τὸ πνεῦμα· ἕτερον γὰρ καὶ ἕτερον ἀνάγκη
τὸν λόγον διὰ ταῦτα γίνεσθαι. ἐν μὲν οὖν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς
καὶ ταῖς ἐν ταῖς συνουσίαις ὁμιλίαις οὐ ῥᾴδιον ποιῆσαι τοῦτο, ἐν δὲ τοῖς
γεγραμμένοις καὶ ποιήμασι μᾶλλον, οἷον καὶ τὸν Ὅμηρον ἔνιοι
διορθοῦνται,
ὡς Ἱππίας ὁ Θάσιος, πρὸς τοὺς ἐλέγχοντας ὡς ἄτοπον εἰρηκότα “τὸ μὲν
οὗ καταπύθεται ὄμβρῳ.” | λύουσι γὰρ αὐτοὶ τῇ προσῳδίᾳ, μὴ
περισπωμένως μηδ' ὀξυτόνως προφέρειν τὸ ου, ἀλλ' ἀνειμένως καὶ
ἀποφατικῶς. πεποίηται γὰρ ἐπὶ τῷ Πατρόκλου ἱππικῷ ὁ Νέστωρ
ὑποτιθέμενος τῷ παιδὶ Ἀντιλόχῳ ἱππεύοντι τὰ τῆς ὁδοῦ
σῆμα δέ σοι ἐρέω μάλ' ἀριφραδὲς οὐδέ σε λήσει·
ἕστηκε ξύλον αὖον ὅσον τ' ὄργυι' ὑπὲρ αἴης
ἢ δρυὸς ἢ πεύκης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ·
λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκώ
ἐν ξυνοχῇσιν ὁδοῦ· λεῖος δ' ἱππόδρομος ἀμφίς.
Magica, Papyri magicae Preisendanz number 4, γρ. 2273
παιωνία, προμηθική, πολυκλεί-
τη, νύσσα, ποδάρκη, ἀλκίμη, πορφυ-
ρέη, σκοτείη, Βριμώ, ἄμβροτε, ἐπή-
κοε, Περσία, νομαῖε, Ἀλκυόνη, χρυ-
σοστεφή, πρέσβειρα, φαεννώ, πε-
λαγίη, εἰδωλίη, ἰνδαλίμη, δείχτειρα,
βαριδοῦχε, εὔστοχε, αὐτοφυής, μι-
τρίη, ἀνδρείη, στρατηλατί, Δωδωνίη, Ἰδαῖα, νεοπενθής, λυκώ, στηλῖτι,
οὐλοή, ἀκρίη, χαροπή, ὀξυβόη, Θασία, Μήνη, πύματ', ἠγκαλισμένη
ἀκτῖνας, ἡ σώτειρα, πανγαίη, κυνώ, Κλωθαίη, πανδώτειρα, δολίχη,
κυδίμη, ἄνασσα, ἀρηγέ, ἀγλαή, εὐ-
ρύστοχε, αἰζηίη, ἁγία, ἡμέρη,
ἀφθίτη, λιγεῖα, λιπαροπλόκαμε,
θαλία, ζαθείη, χρυσῶπι, τερψίμβρο-
τε, Μινῴα, λοχιάς, Θηβαία, τλητή, δο-
λόεσσα, ἀτασθάλη, ἀκτινοχαῖτι,
ἰοχέαιρα, παρθένε· δόλου γέμουσαν
καὶ φόβου σωτηρίην ἦ σ' οἶδα, πάντων
307
Σχόλια στον Αριστείδην (5008: 001)“Aristides, vol. 3”, Ed. Dindorf,
[Link]: Reimer, 1829, Repr. [Link] Pan, Jebb pagëγρ. -
Hypothesis-Epigram 112,2, γρ. 4
δὲ δεύτερον ὑπὸ Θηβαίων μετὰ τὴν ἐπὶ Ἀνταλκίδου. ἐν
γὰρ ταῖς σπονδαῖς ταύταις ἦν δοχεῖον τοῦ μὲν βασιλέως,
ἔχειν ὑπ' αὐτὸν πᾶσαν τὴν Ἀσίαν καὶ Ἀμαζόνας, καὶ τῶν
νήσων τὴν Κύπρον, τὰς δὲ λοιπὰς πόλεις καὶ μικρὰς καὶ
μεγάλας αὐτονόμους εἶναι. τότε οὖν οἱ Θηβαῖοι μὴ βου-
λόμενοι μετέχειν τοὺς Πλαταιέας τοῦ συνεδρίου κατέσκα-
ψαν αὐτούς.
τοὺς ἐκ Κορίνθου, καὶ Θάσου, καὶ Βυζαντίου] τούτων τῶν τριῶν
μέμνηται Δημοσθένης φανερῶς ἐν τοῦ πρὸς Λεπτίνην· Κορινθίων μὲν,
ὅτι ἐδέξαντο ἐν τῷ τείχει τοὺς Ἀθηναίους στρατιώτας· Θασίων δὲ διὰ τὸν
Ἔκφαντον· Βυζαντίων δὲ διὰ Ἀρχέβιον καὶ Ἡρακλείδην.
Θάσος δὲ νῆσος τῆς Θράκης. ταύτην Λακεδαιμόνιοι μετὰ
τὸν Πελοποννησιακὸν ᾠκειώσαντο, πάσης τῆς Ἑλληνικῆς
θαλάσσης ἄρξαντες. Θάσιοι δὲ τὴν βίαν αὐτῶν μὴ φέρον-
τες, δι' Ἐκφάντου τοῦ ἰδίου στρατηγοῦ αὐτῶν, πρὸς Θρα-
σύβουλον, τὸν τῶν Ἀθηναίων στρατηγὸν, ἐπρεσβεύσαντο,
περὶ τὴν Θρᾴκην τότε ὄντα· ὁ δὲ εἰσελθὼν τῶν Λακε-
δαιμονίων ἐξέβαλε φρουρὰν, ἣν κατέστησεν ἐκεῖσε. D.
τοὺς ἐκ τῶν νήσων] καταφυγόντας ἐνταῦθα.
AC. οὐ λέγει τῶν Κυκλάδων, ἀλλὰ πασῶν. εἰ δέ τις εἴποι,
Σχόλια στον Αριστείδην Treatise Pan, Jebb pagëγρ. -Hypothesis-
Epigram 154,11, γρ. 6
γαρεῦσιν ἐβοήθησαν. BD.
Ἐπιδαυρίων δὲ καὶ Σικυωνίων σὺν Κο-
ρινθίοις ἐξεταζομένων] οὗτοι γὰρ Κορινθίοις συνεμάχουν
κατὰ τῆς πόλεως. A. καὶ οὗτοι διά τινα αἰτίαν μετὰ
Κορινθίων Ἀθηναίοις ἐπολέμουν. C.
Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων
κακῶς περὶ τῆς συμμαχίας βουλομένων] οὗτοι συμμαχοῦν-
τες Ἀθηναίοις ἐν τῇ περὶ Πλάταιαν μάχῃ Λακεδαιμο-
νίους πρὸς τούτοις ἀπέστησαν. A. οὗτοι πάντες σύμμαχοι
ὄντες Ἀθηναίοις ἀπέστησαν πρῶτοι.
Θασίων] οὗτοι γὰρ ἀπέστησαν πρῶτοι, ὡς Θουκυδίδης φησὶν ἐν τῇ
πεντηκονταετίᾳ. BD. ἀλλὰ καὶ οἱ Καρύστιοι add. D. καλούντων δὲ
Φωκέων] ἦλθον γὰρ καὶ
αὐτοὶ τότε συμμαχίαν αἰτοῦντες, Λακεδαιμονίων αὐτοῖς
ἐπεμβαινόντων. A. Φωκεῖς Ἀθήναζε ἦλθον αἰτούμενοι
308
συμμαχίαν, Λακεδαιμονίων αὐτοῖς ἐπεμβαινόντων. C.
καλούντων δὲ Φωκέων, καλούντων δ' αὖθις Λακε-
δαιμονίων] πάλιν πρὸς συμμαχίαν· ἢ ἀντὶ τοῦ ἀποστῆναι
θελόντων, καὶ μηκέτι εἶναι ὑπηκόων, δηλονότι εἰς συμμα-
χίαν, καὶ διὰ τὸ ἱερὸν, ὥς φησιν ὁ συγγραφεὺς
Σχόλια στον Αριστοφάνην (scholia vetera et recentiora Triclinii)
Hypothesis-epigram-scholion sch ach, verse 671a, γρ. 1
vet πρινίνων] ἀντὶ τοῦ ἀγροίκων, στερεῶν· ἡ γὰρ πρῖνος ξύλον στερεόν.
REΓ3 vet Tr φέψαλος] σπινθήρ. RLh Tr ἐρεθιζόμενος] ἀναπτόμενος. Lh
vet οὐρίᾳ ῥιπίδι: τῇ τοῦ ἀνέμου φορᾷ. λέγει δὲ τὸ πρὸς κίνησιν πνεύ-
ματος ἐπιτήδειον, ὃ ἡμεῖς ῥιπίδιον καλοῦμεν. REΓ
Tr τὸ πρὸς κίνησιν πνεύματος ἐπιτήδειον, ὃ ἡμεῖς ῥιπίδιον καλοῦμεν,
οὐρίαν ῥιπίδα λέγει διὰ τὸ φοράν τινα καὶ ὁρμὴν ποιεῖν πνεύματος. Lh
vet Tr ἐπανθρακίδες: λεπτοὶ ἰχθύες ὀπτοί. πάντα δὲ τὰ ἐπὶ ἀνθράκων
ὀπτώμενα ἐπανθρακίδας ἐκάλουν. (i) οἱ δὲ Θασίαν ἀνακυκλῶσι: οἱ μέν
φασι λείπειν τὸ λάγυνον, ἐπεὶ καταχρίονται πίσσῃ τὸ πῶμα. οὐ πιθανῶς·
οὐδέπω γὰρ τότε Θάσιος οἶνος ηὐδοκίμει παρὰ τοῖς Ἀθηναίοις. οἱ δὲ ὅτι
Θάσιαί τινες ῥαφανίδες λέγονται· λέγει δὲ τὴν ἠρτυμένην καὶ
βρασσομένην. οἱ δὲ Θάσιόν φασι βάμμα λέγεσθαι ἐκ τῶν ἀπὸ πυρὸς
ἰχθύων. ἰδίως Θασίαν ἅλμην ἐκάλουν. Κρατῖνος·
“εἶδες τὴν Θασίαν ἅλμην”. οἱ δὲ τὴν λεγομένην θερμοπότιδα. EΓ
vet Tr (ii) ἄλλως: Θασίαν, ζωμὸν ἅλμης εἰς ὃν ἀπέβαπτον τὰ
ἠνθρακωμένα τῶν ἰχθύων. EΓ3Lh vet λιπαράμπυκα: φιάλην Θασίου
οἴνου πεπληρωμένην. ἄμπυξ δὲ λέγεται τὸ περιέχον. νῦν οὖν τὸ πῶμα τοῦ
ἀγγείου λέγει.
Σχόλια στον Αριστοφάνην (scholia vetera et recentiora Triclinii)
Hypothesis-epigram-scholion sch ach, verse 671b, γρ. 1
ὀπτώμενα ἐπανθρακίδας ἐκάλουν. REΓLh
vet (i) οἱ δὲ Θασίαν ἀνακυκλῶσι: οἱ μέν φασι λείπειν τὸ λάγυνον,
ἐπεὶ καταχρίονται πίσσῃ τὸ πῶμα. οὐ πιθανῶς· οὐδέπω γὰρ τότε Θάσιος
οἶνος ηὐδοκίμει παρὰ τοῖς Ἀθηναίοις. οἱ δὲ ὅτι Θάσιαί τινες ῥαφανίδες
λέ-
γονται· λέγει δὲ τὴν ἠρτυμένην καὶ βρασσομένην. οἱ δὲ Θάσιόν φασι
βάμμα
λέγεσθαι ἐκ τῶν ἀπὸ πυρὸς ἰχθύων. ἰδίως Θασίαν ἅλμην ἐκάλουν.
309
Κρατῖνος·
“εἶδες τὴν Θασίαν ἅλμην”. οἱ δὲ τὴν λεγομένην θερμοπότιδα. EΓ
vet Tr (ii) ἄλλως: Θασίαν, ζωμὸν ἅλμης εἰς ὃν ἀπέβαπτον τὰ
ἠνθρακωμένα τῶν
ἰχθύων. EΓ3Lh
vet λιπαράμπυκα: φιάλην Θασίου οἴνου πεπληρωμένην. ἄμπυξ δὲ
λέγεται τὸ περιέχον. νῦν οὖν τὸ πῶμα τοῦ ἀγγείου λέγει. καὶ λιπαρὸν μὲν
διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ παρὰ τὸ πυκάζειν καὶ καλύπτειν τὸν
οἶνον,
καταχρηστικῶς. REΓ3
Tr
οἱ μὲν βάμμα τί φασι Θάσιον λέγεσθαι ἀπὸ ἰχθύων κατασκευαζό-
μενον, εἰς ὃ ἐμβάπτοντες ἐσθίουσι τοὺς ἰχθύας. οἱ δὲ ἀγγεῖόν τι Θασίου
οἴνου
πεπληρωμένον. ἄμπυκα δὲ νῦν λέγει τὸ πῶμα τοῦ ἀγγείου, λιπαρὸν μὲν
διὰ
τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ διὰ τὸ περικαλύπτειν τὸν οἶνον.
καταχρηστικῶς
Tr
οἱ μὲν βάμμα τί φασι Θάσιον λέγεσθαι ἀπὸ ἰχθύων κατασκευαζό-
μενον, εἰς ὃ ἐμβάπτοντες ἐσθίουσι τοὺς ἰχθύας. οἱ δὲ ἀγγεῖόν τι Θασίου
οἴνου
πεπληρωμένον. ἄμπυκα δὲ νῦν λέγει τὸ πῶμα τοῦ ἀγγείου, λιπαρὸν μὲν
διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ διὰ τὸ περικαλύπτειν τὸν οἶνον.
Σχόλια στον Αριστοφάνην , Scholia in aves Argumentum-scholion sch
av, verse 574, γρ. 4
ρείληχεν διὰ τοὺς ὄρχεις. τὸ δὲ σέρφον ἔνορχιν, ὡς κριὸν
ἔνορχιν. δῆλον δὲ ἐντεῦθεν ὅτι οὐχ, ὡς οἴονταί τινες,
σπέρμα τι ὁ σέρφος. [ἔστι δὲ ζῷον μυρμηκῶδες.]
ἥσθην σέρφῳ: Ὡς καταφρονῶν αὐτοῦ φησι.
καὶ δωρίζειν πολλάκις ἐπιτηδεύουσιν. – σέρφῳ:
Σέρφος μύρμηξ πτερωτός. Vict.
ἀντὶ τοῦ εὐτελεῖς ὄρνιθας. R.
αὐτίκα Νίκη πέταται: Νεωτερικὸν τὸ τὴν Νί-
κην καὶ τὸν Ἔρωτα ἐπτερῶσθαι. Ἄρχεννον γάρ φασι,
τὸν Βουπάλου καὶ Ἀθήνιδος πατέρα, οἱ δὲ Ἀγλαοφῶντα,
τὸν Θάσιον ζωγράφον, πτηνὴν ἐργάσασθαι τὴν Νίκην,
ὡς οἱ περὶ Καρύστιον τὸν Περγάμηνόν φασιν.
Ἶριν δέ γ' Ὅμηρος: Ὅτι ψεύδεται παίζων.
οὐ γὰρ ἐπὶ Ἴριδος, ἀλλ' ἐπὶ Ἀθηνᾶς καὶ Ἥρας [Il. Ε,
778]
αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι.
(ὁ δὲ ἐν ἑτέροις ποιήμασιν Ὁμήρου φασὶ τοῦτο φέρε-
310
σθαι. εἰσὶ γὰρ αὐτοῦ καὶ ὕμνοι.)
σπερμολόγων: Ὄνομα ὀρνέων, ἃ ἐκ τοῦ ὀρύτ-
τειν τὰ σπέρματα καὶ ἐσθίειν οὕτως ἐκλήθη. – κατα-
φαγεῖν.
Σχόλια στον Αριστοφάνην , Scholia in Lysistratam Argumentum-
scholion sch lys, verse 196, γρ. 1
μηλοσφαγούσας: Ἀντὶ τοῦ ταυροσφαγούσας
μηλοσφαγούσας εἶπεν. εἰ μὴ ἄρα μῆλα πάντα τὰ τε-
τράποδα.
εἰ λευκόν ποθεν ἵππον: Πρὸς τὸ αἰδοῖον παίζει
τὸ λευκὸν ἵππον. λευκὸν μὲν, ὅτι φάλης τὸ αἰδοῖον
λέγεται, φάλιον δὲ τὸ λευκόν· ἵππον δὲ, ἐπεὶ καὶ κέ-
λης λέγεται. ἢ παίζει κατὰ τὸν τύπον τῶν Ἀμαζόνων.
γυναῖκες γὰρ οὖσαι λευκοὺς ἵππους ἔθυον.
κύλικα μεγάλην ὑπτίαν: Παίζει, ἐπεὶ καὶ ἡ
ἀσπὶς ὑπτία τίθεται.
Θάσιον οἴνου σταμνίον: Ἐπιεικῶς λέγουσιν οἱ Ἀττικοὶ τὰ Θάσια
κεράμια σταμνία.
μὴ 'πιχεῖν ὕδωρ: Δέον εἰπεῖν, μὴ λύειν τὴν εἰρήνην, εἶπε μὴ ἐπιχεῖν ὕδωρ,
ἀλλ' ἄκρατον πιεῖν, εἰς μέθην κωμῳδῶν τὰς γυναῖκας. κεραμέων ὅσος:
Ὡς μεγάλης οὔσης τῆς κύλικος παίζει. τοῦ κάπρου: Ἀντὶ τοῦ αἰδοίου.
ἐπειδὴ οἱ ὀμνύοντες εἰώθασιν ἐφάπτεσθαι τοῦ ἱερείου. κἀποπυττίζει:
Ἀπορρεῖ. ταῦτα δὲ λέγει μι-μουμένη τοὺς θυοσκόους. (τουτέστι τοὺς
ἱερεῖς).
Σχόλια στον Αριστοφάνην , Scholia in plutum (scholia vetera et fort.
recentiora sub auctore Moschopulo) Argumentum-scholion sch plut,
verse 1021, γρ. 1
P. προτείνοιεν: Αὐτῷ. Θ. δώσει ἐν αὐτῷ. Dv. πα-
ράσχοιεν. P. δραχμὰς: Νομίσματα. Θ. νομίσμασιν. Dv.
ὄζειν: ἀντὶ τοῦ ὀσμὴν ἡδεῖαν ἔλεγεν εἶναι ἀπὸ
τοῦ σώματός μου. R. V. ἀπὸ τῆς χρόας ἔλεγε γλυκύ. ἐλέ-
γετο ὄζειν τῆς χρόας ἐμοῦ ἡδὺ, ἀντὶ τοῦ ἐκ τῆς χρόας
ὀσμὴν ἡδεῖαν ἀποπέμπεσθαι, ἤτοι ἡδυτάτην εἶναι τὴν
ἀπὸ τοῦ σώματός μου ὀσμὴν φερομένην. P. ὄζειν δὲ τὰς
χρόας ἔφασκεν ἡδύ μου: Ὀσμὴν ἐξιέναι ἀπὸ τοῦ σώμα-
τος. C. ὀδμὴν εὐώδη πέμπειν. Θ.
εἰ Θάσιον ἐνέχεις: Ἐκεῖ γὰρ ἐν Θάσῳ ᾤκει
Στάφυλος ὁ ἐρώμενος τοῦ Διονύσου· διαφέρει γὰρ ὁ Θάσιος οἶνος. τὸ
311
δὲ ἐνέχεις ἀντὶ τοῦ ἐκίρνας. – Θάσιον: Οἶνον δηλ. ἐνέχεις: Ἐκίρνας. Θ.
Dv. P. εἰκότως:
Ἐποίει τοῦτο. Θ. ἔλεγε τοῦτο. Dv. μαλακὸν καὶ καλόν: Ἤπιον καὶ χαρίεν.
Θ.
Dv. ἥμερον καὶ ὡραῖον. P. σκαιὸς: Ἀπαίδευτος, μωρὸς, ἀνόητος. P. ἠπί-
στατο: Ἐγίνωσκε. Dv. ⟦γραὸς καπρώσης τἀφόδια:
Σχόλια στον Αριστοφάνην , Glossae in plutum (scholia recentiora
Tzetzae) (5014: 016)“Jo. Tzetzae commentarii in Aristophanem”, Ed.
Massa Positano, [Link]: Bouma, 1960; Σχόλια στον Αριστοφάνην
[Link] glos plut, verse 1021b, γρ. 1 Ἀθηνᾶν καὶ Ἀπόλλωνα Lut
χρόας] τὸ σῶμα Lut εἰ] ἐπειδὴ Θάσιον] οἶνον μεμυρισμένον Lut ἐνέχεις]
ἐκίρνας U καπρώσης] σεσημμένης U τἀφόδια] τὰ ἀναλώματα· τὴν
οὐσίαν· κόπρια U ταῦτ'] διὰ U νὴ Δία] λείπει “τὸν μισθόν” ἢ “τὴν
συνουσίαν” Lut πάλιν ἀντευποιεῖν] ἀντίχαριν ποιεῖν U H)\ A MHD' B
O(TIOÛN E DÍKAION G A)GAQÒN ϛ E)/ST' D E)/XEIN Z Lut ἔστ'
ἔχειν] μὴ πλοῦτον ἔχειν U ἔφη] ὁ νέος U
Σχόλια στον Αριστοφάνην , Commentarium in plutum (recensio 2)
(scholia recentiora Tzetzae) (5014: 021)“Jo. Tzetzae commentarii in
Aristophanem”, Ed. Massa Positano, L.
Groningen: Bouma, 1960; Σχόλια στον Αριστοφάνην 4.1.
Argumentum-dramatis personae-scholion sch plut, verse 1021, γρ. 1
ροῦντο, καὶ ἐκαλοῦντο αἱ ὕβρεις
αὗται ἐξ ἀμάξης. ὕβριζον δὲ ἀλλήλας,
ὅτι πρὸς Ἐλευσῖνα πρώτως ἐλθοῦσαν
τὴν Δήμητρα διζημένην τὴν Κόρην καὶ
περίλυπον ἰοῦσαν Ἰάμβη ἡ Κελεοῦ
καὶ Μετανείρης θεράπαινα ὕβρεσι
ταύτην βαλοῦσα μειδιάσαι πεποίηκε
καὶ μετασχεῖν καὶ τροφῆς ἥτις ἦν
κυκεών, ἤτοι ἄλευρον ἀραιὸν καὶ
ὑδατῶδες ἀφεψηθέν.
εἰ Θάσιον ἐνέχεις: εἰ ἐκίρνας αὐτῷ Θάσιον οἶνον.
γραὸς καπρώσης: ὀργώσης ἐρωτικῶς. ἐφόδια· νῦν τὰ χρήματα,
τὴν περιουσίαν· κυρίως δὲ ἐφόδια τὰ πρὸς ὁδὸν χρήσιμα, τὰ εἰς
δαπάνην ἐν τῇ ὁδῷ ἐπιτήδεια. “ἔρωτα νεκροὺς ἐξανιστῶντα βλέπω·
καὶ θαῦμα τοῦτο, πῶς πάλιν ἄλλον βίον
δίδωσι νεκροῖς καὶ τρόπους ἄλλους νέους.
312
Σχόλια στον Αριστοφάνην (P. Oxy. 6.856) (5014: 022)“Prolegomena de
comoedia. Scholia in Acharnenses, Equites, Nubes (ed. N. G. Wilson)”,
Ed. Grenfell, B.P., Hunt, [Link]: Bouma, 1975; Σχόλια στον
Αριστοφάνην [Link] sch ach, fragment + column frag a, col 2, γρ. 79
χαυνοπολ(ιτας) οιον χαυνους: ο̣[τε και βασιλευς· υ 635, 647
περ εαυτου λεγων οτ(ε) και βασιλε[υς
πρωτον μ(εν) ποτερον ταις ναυ[σι κρατουσιν
μεγαλοφροσυνην εαυτου [
δια δ(ε) ταυτα φη(σι) Λακεδαιμο(νιους) [ 652
πο(ιητην) φα(σι) γ(αρ) οι μ(εν) αυτον εκει .[ 654
οιον εξ ων το δικαστικον [ 656 – 8
κ(αι) προς χαριν λεγοντ.[
ειθ ουτω κατεπραττον [
φλεγυρα· ενθερμος: φ̣[εψαλος· σπινθηρ: επανθρακιδες· ιχθυες 665, 668,
670 η̣ κρεα: οι δ(ε) Θασιαν το̣[ 671
*CANQÍAS OI)KÉTHS, O(\S KAÌ PROLOGÍZEI
TW=| A)NAFÓRW| TÒN W)=MON QLIBÓMENOS:
*DIÓNUSOS: XORÒS MUSTW=N: NEKRÓS:
*XÁRWN: *AI)AKÓS: XORÒS BATRÁXWN:
PANPANDOKEÚTRIA: *EU)RIPÍDHS: E(TÉRA PAN-
DOKEÚTRIA: *AI)SXÚLOS: *PLOÚTWN:
*(HRAKLH=S.
TA)NÁFORON] A)LLAKTÓN.
Scholia In Callimachum, Diegeseis in Aetia (5016: 011)“Callimachus,
vols. 1–2”, Ed. Pfeiffer, [Link]: Clarendon Press, 1:1949;
2:[Link] 104, column col5, γρ. 12
λον αὐτῆς τὸ̣ν̣ παῖδα.
Ἥρως ὦ κατὰ πρύμναν, ἐπεὶ τόδε κύρβις
ἀείδει Φησὶν ὅτι ὁ καλούμενος ‘κα-
τὰ πρύμναν ἥρως’ Ἀνδρόγεώς ἐστιν· – – –
πάλαι γὰρ ἐνταῦθα τὸν Φαληρικὸν
ὅρμον εἶναι, οὗ τὰς ναῦς ὁρμίζεσθαι
πρὶν γενέσθαι τὸν Πειραιᾶ.
Οἰσύδρεω Θρήϊκος ἐφ' αἵματι πολλὰ Θάσοιο
Φησὶν Παρίους Οἰσύδρην τὸν Θρᾷκα φονε[ύ]σαντας διαπολιορκηθῆναι
Θασι[....]ως τὸ ἀρέσκον Βισάλταις [ἐ]πιτίμιο[ν τ]ίνειν ἔχρησεν ὁ θεός· οἱ
313
δετει-
χο.[...].αυνοθ..[....]Θ̣ασίοις ἐρ[ω]τῶσ̣ι [....]ε̣ιν.η.[.......]π̣έμπειν πα[]
.[......].[.].α.[.........]..π̣λη
̣ .̣ κο .[] [.]δε[........].υ̣[..........]ιδετω̣νδ..[]
φ̣[........]π̣ισο[..........]νο.[] [.......]τ̣αιομ[............]καγ[]
[.......]σχι̣[..].[..........]εναγι[] [.....]..φοραν α.[......]σημαιν.[]
Σχόλια στον Δημοσθένην (fort. auctore Ulpiano) Oration 7, section 22a,
γρ. 2
συμβόλων, ὡς μηδὲν ἀδικούμενοι δηλονότι· οὐ γὰρ ἂν ἐσπείσασθε. A
σύμβολα] σύμβολα λέγει τὰς δίκας τὰς περὶ τὰ συμβόλαια τῶν ἐμ-
πόρων. F2
ἐφ' ἡμῖν γὰρ ἦν ἡ Μακεδονία] ἀπὸ τῶν Πελοποννησιακῶν ἔλαβεν ὅτι
περὶ τὴν Θρᾴκην εἶχόν τινα χωρία, ἀφ' ὧν καὶ φόρους ἐλάμβανον. συν-
ῆψαν οὖν τῇ Θρᾴκῃ καὶ τὴν Μακεδονίαν πλησίον οὖσαν· ἦσαν γὰρ φίλοι
τότε· νῦν δὲ πόλεμος ἐπίκειται. A
περὶ δὲ τῶν λῃστῶν] ἐπὶ ἄλλο κεφάλαιον μεταβαίνει τῆς ἐπιστολῆς. S
διαφθείρειν] τὸ διαφθείρειν ἢ λόγοις ἢ χρήμασι. A
καὶ μὴ μόνον τοὺς φυγάδας τοὺς παρ' ἑαυτοῦ εἰς Θάσον κεκομι-
κέναι] ἐλεγχθέντες γάρ τινες τῶν Θασίων, ὡς μέλλουσι Φιλίππῳ προ-
διδόναι τὰ πράγματα, ἐφυγαδεύθησαν ἐκ τῶν πολιτῶν. τούτους ὁ Φίλιπ-
πος πείσας τοὺς περὶ τὸν Χάρητα κατήγαγεν. F2
τὸ δὲ ‘τοὺς παρ' ἑαυτοῦ’ ἀντὶ τοῦ ‘τοὺς τὰ αὐτοῦ φρονοῦντας’. Pr Wd
καίτοι οὔ φασι] ἀντίθεσις στοχαστική, ὅτι ‘οὐ βουλήσεται ἄρχειν
τῆς θαλάττης’. S
κατασκευάζεται] ἀντὶ τοῦ ‘κατασκευασθῆναι ποιεῖ’· κυρίως γὰρ
ἐπὶ μὲν τοῦ δημιουργοῦ λέγομεν ‘κατασκευάζει’, ἐπὶ δὲ τοῦ τὰ
ἀναλώματα
παρέχοντος ‘κατασκευάζεται’. F2vp
κυρίως γὰρ ὁ μὲν τεχνίτης κατασκευάζει, ὁ δὲ παρέχων τὰ ἀναλώ-
ματα κατασκευάζεται.
Σχόλια στον Δημοσθένην (fort. auctore Ulpiano) Oration 20, section
145, γρ. 1
ἀνθρώπων, ὅτε βούλεται δοῦναι θυγατέρα αὑτοῦ τινὶ ἢ λαβεῖν, ἐξετάζει
πότερον ἄξιός ἐστιν ἢ οὔ, καὶ πῶς δοξάζουσι περὶ αὐτοῦ, καὶ πότερον νό-
μιμον ἢ οὔ, καὶ τὸ γένος καὶ τὸν βίον. ἐπὶ δὲ τῶν εὐεργετῶν οὐκέθ'
ὁμοίως,
ἀλλὰ κἂν δυσγενὴς ᾖ, δέχονται παρὰ τὴν χρείαν τὴν πρᾶξιν ἀποδεχόμε-
νοι, κἂν ὁποῖός τις ἂν ᾖ. gT
314
ὅταν μὲν οὖν εὖ πάσχειν δέῃ] συμπέρασμα τοῦ ἐνθυμήματος. παρ-
ενέβαλε δὲ ταῦτα εἰς μέσον τοῦ μεμνῆσθαι τῶν εὐεργετῶν, ἵνα μὴ ὕπτιος
καὶ προσκορὴς ὁ λόγος γένηται. gT
ἓν δὲ ἢ δύο δείξας ἔτι ψηφίσματα] περὶ τῶν ξένων φησίν, ἐπειδὴ πάμ-
πολλα ἐφεξῆς ἐρεῖ περὶ τῶν πολιτῶν ἐξετάζων. gT
τοῦτο μὲν τοίνυν Θασίους] Θάσος καταντικρὺ τῆς Θρᾴκης, ὅπου ἦν
καὶ τὰ μέταλλά ποτε τῶν Ἀθηναίων. ἐπανῆλθε δὲ εἰς τὰ ὁμογενῆ τῶν
ἐπιχειρημάτων καὶ τὸ κατὰ Ἀρχέβιον δὲ καὶ Ἡρακλείδην τοῦ αὐτοῦ τό-
που, οἵ, ὥς φασιν, οὐδὲ φαίνονται ἀτέλειαν εἰς τὰς Ἀθήνας ἔχοντες. gT
καὶ τὴν Λακεδαιμονίων φρουρὰν μεθ' ὅπλων] ὅτι οὐ λόγοις ἔπεισαν,
ἀλλ' ὅπλων ἐδεήθησαν πρὸς τὴν δίωξιν. Ἔκφαντος δὲ στρατηγὸς τῶν
Θασίων· Θρασύβουλον δὲ τὸν Ἀθηναίων στρατηγὸν λέγει. τὸ δὲ
‘εἰσαγαγόν-
τες’ μετὰ τὴν μάχην λέγει. ὥστε τὴν δεκάτην ἀποδόσθαι] δεκάτην ἐκ τῶν
φορτίων τῶν ἐμπόρων τοῦ Ἑλλησπόντου ἐλάμβανον. ἐπώλουν οὖν τὰ
τέλη καὶ ἐποίουν χρημάτων εὐπορεῖν τὴν πόλιν. εἶτα τὸ χρήσιμον τῶν
χρημάτων λέγει, ὅτι Λακε
Σχόλια στον Διονύσιο περιηγητή orbis descriptionem (olim sub
auctore Demetrio Lampsaceno) (5019: 001)
“Geographi Graeci minores, vol. 2”, Ed. Müller, [Link]: Didot, 1861,
Repr. 1965.
Vita-verse of Orbis descriptio 523, γρ. of scholion 5
ἃς δὲ τῆς Ἀσίας, ὅσαι ὁμοίως εἰς τὰ δεξιὰ κεῖνται.
Ἀβαντιὰς ἔπλετο Μάκρις] τουτέστιν
Εὔβοια. Οὕτω δὲ Μάκριν Ἀβαντιάδα φησὶ καὶ Καλ-
λίμαχος (in Del. 20).
Πεπάρηθος] πόλις δέ ἐστι Θρᾳκικὴ, ἥτις
οὐ κεῖται ἐν τῷ τῆς χωρογραφίας πίνακι.
Ὠγυγίη] Ἐξ ἀρχῆς τὴν Δήμητραν μεγάλως ἐτίμων.
Δημήτερος ἀκτή] Κάρπιμος γὰρ ἡ Θάσος, οἱονεὶ δάσος, καὶ τροπῇ τοῦ δ
εἰς θ Θάσος· ἐξ οὗ Θάσιος ὁ πλούσιος, πλουσία καὶ γάρ ἐστιν ἡ Θάσος.
Σάμος] Σάμοι τρεῖς, διάφοροι δὲ αὗται. Σάμος γὰρ Κεφαλληνίας, Σάμος
τῆς Ἰωνίας, Σάμος
Θρᾴκης ἡ καὶ Σαμοθρᾴκη καὶ Ἠλεκτρὶς ὀνομαζομένη·
ἐκεῖ γὰρ Ἠλέκτρα ἡ Ἀτλαντιὰς τὸν Δάρδανον ἐγέν-
νησε τῷ Διί.
Τὸ Κυρβάντιον ἄστυ, τουτέστι ἡ Κυρβαντιάς. Κυρ-
βάντιον δὲ ἐκλήθη ἄστυ ἀπὸ τοῦ ἐκεῖσε τῶν Κορυ-
βάντων τελεῖσθαι μυστήριον.
315
Σχόλια στον Ησίοδο Scholia in opera et dies
Prolegomenon-scholion sch, section-verse 588-590, γρ. 14
τὸν ἐπὶ τοῦ Κυνὸς λαμπρότατον ἀστέρα· καὶ γὰρ οὗτος τό-
τε τοῦ ἡλίου προανατέλλων ὀξέα σειριάει καὶ καυμάτων αἴ-
τιός ἐστι τῶν ὑπὸ Κύνα καλουμένων· εἰκότως οὖν αὐα-
λέος ὁ χρὼς γίνεται ταῖς τούτων ἐμπύροις δυνάμεσιν
αὐαινόμενος. τίνα οὖν ἄκη τοῦ καύματος πετραίη
σκιά; τοιαύτη δὲ ἡ ὑπὸ ταῖς πέτραις ἐν τοῖς σπηλαίοις·
αὕτη γὰρ οὐχ ἁπλῶς παραμύθιόν ἐστι τῆς αὐάνσεως, ἀλλὰ
καὶ δίυγρος ἀπὸ τῆς τῶν πετρῶν ψύξεως. καὶ οἶνον Βί-
βλινον, ὃν ἀξιοῖ, παρ' αὐτοῖς γεωργεῖσθαί φασι παρὰ πο-
ταμὸν οὕτω καλούμενον· ὅτι δὲ οὗτος ὁ οἶνος ὡς ὁ Θάσιος
ηὐδοκίμει, λέγει καὶ Εὐριπίδης (Ion 1195). μάζα δὲ
ἀμολγαίη, ἤτοι ἡ πυκνή, ὡς καὶ νυκτὸς “ἀμολγὸν”
εἶπεν Ὅμηρος (Λ 173) τὸ ἐκεῖ πυκνὸν διὰ τὸ σκότος·
ἢ τὴν μεμιγμένην ἐν τῷ ἀμολγεῖ – καλοῦσι δὲ οὕτω τὸ ἀγ-
γεῖον εἰς ὃ τὸ γάλα ἀμέλγουσι – · τὸ δὲ γάλα τῶν αἰ-
γῶν σβεννυμενάων ἔχει τι διαφέρον, ὡς μή-
τε ὀρῶδες μήτε πνευματῶδες, ἀλλὰ μάλιστα πεπηγμένον ὡς ἀπὸ
νομῆς στερεωτέρας συστὰν καὶ μετρίαν ἔχον εὐκρασίαν.
Βίβλινος οἶνος: ἤτοι ἀπὸ ἀμπέλου
οὕτω καλουμένης ὡς καὶ Πράμνειος· Βίβλος δέ ἐστιν, ὥς
Σχόλια στον Ησίοδο Scholia in opera et dies (scholia vetera partim
Procli et recentiora partim Moschopuli, Tzetzae et Joannis Galeni
Prolegomenon-scholion sch, σε. -verse 586, γρ. 12
ΜΕΝΑΩΝ. Λέγοι μὲν ἂν σείριον καὶ αὐτὸν τὸν ἥλιον, ὡς
καὶ ἔμπροσθεν· λέγοι δ' ἂν καὶ τὸν ἐπὶ τοῦ κυνὸς λαμπρότα-
τον· καὶ γὰρ οὗτος τότε τοῦ ἡλίου προανατέλλων ὀξέα σει-
ριάει, καὶ καυμάτων αἴτιός ἐστι τῶν ὑπὸ κύνα καλουμένων·
εἰκότως οὖν αὐαλέος ὁ χρὼς γίνεται ταῖς τούτων ἐμπύροις δυ-
νάμεσιν αὐαινόμενος. Τίνα οὖν ἄκη τοῦ καύματος πετραίη
σκιά; τοιαύτη δὲ ὑπὸ ταῖς πέτραις ἐν τοῖς σπηλαίοις· αὕτη γὰρ
οὐχ ἁπλῶς παραμύθιόν ἐστι τῆς αὐάνσεως· ἀλλὰ καὶ δίυγρος
ἀπὸ τῆς τῶν πετρῶν ψύξεως. Καὶ οἶνον Βύβλινον ὂν ἀξιοῖ
παρ' αὐτοῖς γεωργεῖσθαι, φασὶ ποταμὸν οὕτω καλούμενον.
Ὅτι δὲ οὗτος ὁ οἶνος ὡς ὁ Θάσιος εὐδοκίμει, λέγει καὶ Εὐ-
ριπίδης. ΜΑΖΑ δὲ ΑΜΟΛΓΑΙΗ, ἤτοι ἡ πυκνὴ, ὡς καὶ
316
νυκτὸς ἀμολγὸν εἶπεν Ὅμηρος τὸ ἐκεῖ πυκνὸν διὰ τὸ σκότος·
ἢ τὴν μεμιγμένην ἐν τῷ ἀμολγεῖ· καλοῦσι δὲ οὕτω τὸ ἀγγεῖον
εἰς ὃ τὸ γάλα ἀμέλγουσι. Τὸ δὲ ΓΑΛΑ τῶν ΑΙΓΩΝ ἤδη
ΣΒΕΝΝΥΜΕΝΑΩΝ ἔχει τὶ διαφέρον, ὡς μήτε ὀρῶδες, μήτε
πνευματῶδες, ἀλλὰ μάλιστα πεπεμμένον, ὡς ἀπὸ νομῆς στε-
ρεωτέρας συστὰν, καὶ μετρίαν ἔχον εὐκρασίαν. ΒΙΒΛΙΝΟΣ
οἶνος, ἤτοι ἀπὸ ἀμπέλου οὕτω καλουμένης, ὡς καὶ Πράμνειος,
ἢ πόλις Θρακική.
Σχόλια στην Ομήρου Οδύσσεια. Book 10, hypothesis-verse 235, γρ. 4
ἐξ ἐπιγαμίας. Q. ὀϊσάμενος δόλον εἶναι] ὑπέλαβε δόλον εἶναι ἀπὸ τοῦ
φιλο-
φρόνως αὐτοὺς καλεῖν μόνην οὖσαν, καὶ ἀπὸ τῆς τῶν θηρίων ἡμερότη-
τος. B.H.Q.V. Εὐρύλοχος] ἀπὸ τῆς ἡμερότητος τῶν θηρίων ὁ Εὐρύλοχος
ὑπέ-
μεινεν “ὀϊσάμενος δόλον εἶναι.” T.
Πραμνείῳ] τῷ ἀπὸ τῆς Πράμνου νήσου. H. ἢ πραΰνοντι
τὸ μένος· ἢ παραμεμενηκότι ἤτοι παλαιῷ· ἢ πραμνείῳ, τῷ ἀπὸ τῆς
Πράμνου. B. ἔνιοι μὲν τῷ ἐκ πραμνείας ἀμπέλου γινομένῳ οἴνῳ.
λέγεται δὲ πραμνεία ἄμπελος ὡς καὶ Θασία καὶ μελίκηρις. ἔνιοι
δὲ πραμνείῳ τῷ πραΰνοντι τὸ μένος, οἷον τὴν ψυχὴν εἰς πραότητα
ἄγοντι. ἔνιοι δὲ παραμόνιμον εἰς παλαίωσιν καὶ μὴ μεταβαλλόμε-
νον.
ῥάβδῳ πεπληγυῖα] πρὸς τὴν γοητείαν καὶ ἡ πληγὴ τῆς
ῥάβδου ἐνήργει. καὶ ὅλως αἱ ῥάβδοι τῶν θεῶν ἐνεργοὶ παρ' Ὁμήρῳ.
πλήξας γοῦν τῷ σκηπανίῳ τοὺς Αἴαντας ὁ Ποσειδῶν ἐνῆκε μένος (Il.
ν, 59.). καὶ Ἀθηνᾶ τὸν Ὀδυσσέα ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε
γέροντα (Od. ν, 429.). καὶ ὁ Ἑρμῆς ὥσπερ τιμίῳ ὅπλῳ χρῆται αὐτῇ,
τῇ τ' ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας
ἐγείρει (Il. ω, 343.). H.Q.T. Ἄλλως.
Σχόλια στον Πλάτωνα Dialogue Grg, Stephanus σε. 448b,bis, γρ. 4
ἀντὶ τοῦ οὐ πώποτε. Θουκυδίδης “καὶ οὐδείς πω καταγνούς”
(III 45). πολλῶν ἐτῶν. Ἀττικὸν τὸ σχῆμα· δηλοῖ δὲ τὸ ἐπὶ πολὺν χρόνον.
Ἡρόδικος.
οὗτος οὐχ ὁ Σηλυμβριανός ἐστιν ὁ Ἡρόδικος, ἀλλ' ὁ Λεοντῖνος,
Γοργίου ἀδελφός.
ὁ ἀδελφὸς αὐτοῦ.
οὗτος Πολύγνωτος ἐκαλεῖτο, οὗ ἐν Δελφοῖς ἡ θαυμαστὴ γραφή,
ᾗ ἐπιγέγραπτο – γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
317
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν (Simonid. fr. 112 Diehl).
ὦ Χαιρεφῶν.
φασὶ μὴ ἐξ αὐτοσχεδίου τὸν Πῶλον ταῦτα εἰπεῖν, προσυγγραψά-
μενον δέ.
ἐμπειρία κτλ.
σκόπει τὰ πάρισα τοῦ Πώλου, ἐμπειρία – ἀπειρία, τέχνη – τύχη, ἄλλοι –
ἄλλων – ἄλλως.
οὐ πάνυ.
Scholia In Platonem, Scholia in Platonem (scholia recentiora Arethae)
“Scholia Platonica”, Ed. Greene, [Link], Pennsylvania: merican
Philological Association, [Link] Grg, Steph σε. 448b,bis, γρ. 3
τὸ λεγόμενον. οὐ πάνυ τὸ λεχθὲν ἀποδέχεται Σωκράτης διὸ καὶ ἐπάγει·
“ἀλλ' ἢ τὸ λεγόμενον” ἀντὶ τοῦ “ἀλλ' ὄντως τὸ λεγόμενον.” λείπει δὲ τὸ
πεπόνθαμεν, ἵν' ᾖ τοιοῦτο· ἀλλ' ὄντως τὸ λεγόμενον πεπόνθαμεν
ὅπερ οἱ κατόπιν ἑορτῆς παραγινόμενοι καὶ τῆς ἐν τῇ ἑορτῇ θυμηδίας
ὑστεροῦντες. Ἡρόδικος. ἄλλος Ἡρόδικος Σιλυμβριανὸς (sic) ἐν
Πολιτείᾳ (406 a). ὁ ἀδελφὸς αὐτοῦ.
Πολύγνωτος οὗ καὶ τὸ ἐν Δελφοῖς ἔργον ἐπιγράφει –
γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
(Simonides, fr. 112 Diehl).
τὸν αἰῶνα. ἀντὶ τοῦ τὸν βίον, τὴν ζωήν. ἀγαθόν γε.
Σχόλια στον Θουκυδίδην (scholia vetera et recentiora)
Book 1, chapter 100, section 2, γρ. 1
διὰ γὰρ τὴν ἀπόκνησιν: τὴν αἰτίαν ἐπιφέρει· διὰ τὸν ὄκνον
τοῦ στρατεύεσθαι ʃ τὴν ἀναβολήν. ἀπ' οἴκου ὦσι:
ἀποδημήσωσι τῆς πατρίδος. τὸ ἱκνούμενον ἀνάλωμα
φέρειν: τὸ φθάνον, τὸ ἐπιβάλλον ἑκάστῳ τιμήματι τῆς νεὼς
καταβάλλειν ʃ τὸ ἐπιβάλλον καὶ οἷον ἀναλογοῦν
Patm.ʃ τὸ ἀρκοῦν εἰς περιποίησιν τῶν νεῶν. αὐτοὶ δέ:
ἤγουν οἱ σύμμαχοι. ἀπαράσκευοι: ἀδύνατοι. καθί-
σταντο: ἐγένοντο.
ἀμφότερα: πεζομαχίαν καὶ ναυμαχίαν.
Θασίους· Θάσος νῆσος ἀντικρὺ τῆς Θρᾴκης· ἀντιπέρας τῆς νήσου
μέταλλά ἐστι χρυσοῦ διενεχθέντας: ἔλεγον γὰρ αὐ-
τοῖς οἱ Ἀθηναῖοι παραχωρῆσαι τὰ ἐμπόρια καὶ τὰ μέταλλα,
καὶ οὐκ ἠβούλοντο διαφορὰν σχόντας. ἀντιπέρας:
παροξυτόνως· ὄνομα γάρ ἐστι θηλυκὸν γενικῆς πτώσεως
318
σύνθετον ἃ ἐνέμοντο: σημείωσαι περὶ τῶν με-
τάλλων, ὅτι καὶ Θουκυδίδης ἐν Θάσῳ ταῦτα γιγνώσκει, πλὴν
ὅτι ἐν τῇ ἀντιπέρας λέγει· ταῦτα οἱ Θάσιοι ἐνέμοντο c1 οἱ
Ἀθηναῖοι κτἑ.: ναυτικῷ στρατῷ ἐπὶ δὲ Στρυμόνα: ποταμὸς
Ἀμφιπόλεως· λέγει δὲ νῦν τὴν πόλιν
ὡς οἰκιοῦντες: ἰδιοποιοῦντες c2 ʃ οἰκειούμενοι. Ἀμφί-
πολιν: σημείωσαι· Ἀμφίπολις εἴρηται διὰ τὸ περιρρέεσθαι
αὐτὴν ὑπὸ τοῦ ποταμοῦ
Θάσιοι δὲ νικηθέντες: πάλιν τοῖς κατὰ τοὺς
χρόνους ἀκολουθῶν μετέβη ἐπὶ τοὺς Θασίους, μεταξὺ τάξας
τὰ τῆς Ἀμφιπόλεως κρύφα τῶν Ἀθηναίων:
Σχόλια στον Θουκυδίδην (scholia vetera et recentiora)
Book 5, chapter 6, section 1, γρ. 1
ἐχρ. περὶ φιλίας: λόγους προσήνεγκε πιστικούς Mc2 ʃ ἔταξε
δοῦναι χρήματα ὑπὲρ φιλίας καὶ συμμαχίας. Σικελιωτῶν:
ἰστέον ὅτι οἱ μὲν Ἕλληνες οἱ ἐν Σικελίᾳ Σικελιῶται λέγονται,
οἱ δ' ἐν αὐτῇ βάρβαροι Σικελοί· οὕτω δὲ καὶ ἐπὶ Ἰταλιωτῶν
καὶ Ἰταλῶν Mc2 ὁμολογίαν: τὴν κοινὴν δηλονότι.
κομιζομένοις: ἀποδεχομένοις αὐτὸν τὸν Φαίακα. ἠδίκησεν:
βλάβην ἐποίησε. ξυνηλλάσσοντο: ἀντὶ τοῦ συνῄνεσαν
εἰρήνην ἐποίουν. ἀποίκους: ἑαυτῶν, τῶν Λοκρῶν.
Γαληψόν: σημείωσαι ὅτι ἡ Γαληψὸς Θασίων ἀποικία
Πολλῆν: ὄνομα κύριον ἀπέχον:
Ελληνική ανθολογία “Anthologia Graeca, 4 vols., 2nd edn.”, Ed.
Beckby, [Link]: Heimeran, 1–2:1965; 3–4:[Link] 6, epigram 183,
γρ. p1
ΖΩΣΙΜΟΥ ΘΑΣΙΟΥ
Σοὶ τάδε, Πάν, θηρευταὶ ἀνηρτήσαντο σύναιμοι
δίκτυα, τριχθαδίης δῶρα κυναγεσίης·
Πίγρης μὲν πτανῶν, Κλείτωρ ἁλός, ὃς δ' ἀπὸ χέρσου,
Δᾶμις, τετραπόδων ἀγκύλος ἰχνελάτης.
319
ἀλλὰ σὺ κἠν δρυμοῖσι καὶ εἰν ἁλὶ καὶ διὰ μέσσης
ἠέρος εὔαγρον τοῖσδε δίδου κάματον.
Ελληνική ανθολογία Book 7, epigram 167, γρ. p1
“Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων.” –
Ζωῆς τέρμαθ' ἵκοιτο μετ' ἀνδράσι. – ”Καὶ σέο δοίη
παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.”
ΔΙΟΣΚΟΡΙΔΟΥ, οἱ δὲ ΝΙΚΑΡΧΟΥ
Τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκην
ὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος,
σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳ
κρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν.
ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι
θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.
ΤΟΥ ΑΥΤΟΥ, οἱ δὲ ΕΚΑΤΑΙΟΥ ΘΑΣΙΟΥ
Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτου
παῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης,
ὅσσον ἐπ' ὠδῖσιν καὶ μητέρα· παῖδα δὲ δαίμων
ἔφθασεν οὐδ' αὐτῶν εἴκοσιν ἠελίων.
ὀκτωκαιδεκέτις δ' αὐτὴ θάνον, ἄρτι τεκοῦσα,
ἄρτι δὲ καὶ νύμφη, πάντ' ὀλιγοχρόνιος.
Ελληνική ανθολογία Book 9, epigram 242, γρ. 2
ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ
Γλαῦκος ὁ Νεσσαίοιο διαπλώουσιν ὁδηγὸς
πορθμοῦ καὶ Θασίων ἔντροφος αἰγιαλῶν,
πόντου ἀροτρευτὴρ ἐπιδέξιος, οὐδ', ὅτ' ἔκνωσσεν,
πλαζομένῃ στρωφῶν πηδάλιον παλάμῃ,
μυριέτης, ἁλίοιο βίου ῥάκος, οὐδ', ὅτ' ἔμελλεν
θνῄσκειν, ἐκτὸς ἔβη γηραλέης σανίδος·
320
τοὶ δὲ κέλυφος ἔκαυσαν ἐπ' ἀνέρι, τόφρ' ὁ γεραιὸς
πλώσῃ ἐπ' οἰκείης εἰς Ἀίδην ἀκάτου.
Ελληνική ανθολογία
Book 9, epigram 700, γρ. 1
Ἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν
ἔργου κοσμῆσαι θαύματι τοσσατίου
δῶρά τε κυδήεντα πορεῖν χρυσάσπιδι Ῥώμῃ,
ἥ σ' ὕπατον τεῦξεν καὶ τρισέπαρχον ὁρᾷ.
Μόψου τήνδ' ἐσορᾷς κλεινὴν πόλιν, ἥν ποτε μάντις
δείματο τῷ ποταμῷ κάλλος ὑπερκρεμάσας.
Ἔνθεν Ἀλέξανδρος Μακεδὼν πίεν ἀγλαὸν ὕδωρ·
μητρὸς δ' εἶπε γάλακτι πανείκελα ῥεύματα πηγῆς,
ᾗ καὶ Ὀλυμπιάδος πόρεν οὔνομα, σῆμα δὲ τοῦτο.
ΣΙΜΩΝΙΔΟΥ
Γράψε Πολύγνωτος Θάσιος γένος, Ἀγλαοφῶντος
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
Αὐτοῦ Ζηνὸς ὅδ' οἶκος ἐπάξιος, οὐδ' ἂν Ὄλυμπος
μέμψεται οὐρανόθεν Ζῆνα κατερχόμενον.
Κεκροπίδαι Διὶ τόνδ' ἔθεσαν δόμον, ὡς ἀπ' Ὀλύμπου
νισσόμενος ποτὶ γᾶν ἄλλον Ὄλυμπον ἔχοι.
Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλι-
στον παρέχονται πάντων ποταμῶν· καὶ ἐπ' αὐτὰς ἀπίκετο
ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ κάλλιστος καὶ ἄριστος
πάντων ἀνθρώπων, Δαρεῖος ὁ Ὑστάσπεος, Περσέων τε καὶ
πάσης τῆς ἠπείρου βασιλεύς.
Ελληνική ανθολογία Book 16, epigram 30, γρ. 1
Χείρ με Πολυγνώτου Θασίου κάμεν, εἰμὶ δ' ἐκεῖνος
Σαλμωνεύς, βρονταῖς ὃς Διὸς ἀντεμάνην,
ὅς με καὶ εἰν Ἀίδῃ πορθεῖ πάλι, καί με κεραυνοῖς
βάλλει, μισῶν μου κοὐ λαλέοντα τύπον.
ἴσχε, Ζεῦ, πρηστῆρα, μέθες χόλον· εἰμὶ γὰρ ἄπνους
ὁ σκοπός· ἀψύχοις εἰκόσι μὴ πολέμει.
Ελληνική ανθολογία Oracula “Epigrammatum anthologia Palatina cum
Planudeis et appendice nova, vol. 3”, Ed. Cougny, [Link]: Didot,
[Link] 60, γρ. n
321
ΤΟΥ ΑΥΤΟΥ.
Θασίοις.
Θειαγένους δ' ἐλάθεσθε ἐνὶ ψαμάθοισι πεσόντος·
κεῖθ' ὑμῖν ὁ πρὶν μυριάεθλος ἀνήρ.
Appendix Proverbiorum, Appendix proverbiorum (9007: 001)
“Corpus paroemiographorum Graecorum, vol. 1”, Ed. von Leutsch, E.L.,
Schneidewin, F.G.Göttingen: Vandenhoeck & Ruprecht, 1839, Repr.
[Link] 2, section 65, γρ. 4
νων αὐτὰ, ἵνα εἴ τις αἰτιάσασθαι βουληθείη ἐπ' ἀδείας
ἔχῃ ἐντυχὼν τῷ λευκώματι.
Ἐν μύρτου κλαδὶ τὸ ξίφος κρατήσω: διὰ
τὸ ἀνύποπτον καὶ † τοῦ ὀμνύειν. Ἁρμόδιος γὰρ καὶ Ἀρι-
στογείτων κτεῖναι θέλοντες Ἵππαρχον τὸν τύραννον, ἐν
μύρτοις τὸ ξίφος ῥίψαντες, τὸν φόνον εἰργάσαντο.
Ἐν παντὶ μύθῳ καὶ τὸ Πέρδικος σκέλος:
ἐπὶ τῶν κατὰ ἀπορίαν λόγου παρελκούσῃ χρωμένων τῇ
προσθήκῃ. Πέρδιξ γὰρ ἦν τις Ἀθήνησι χωλὸς κάπηλος,
οὗ διαβεβοημένου Ἡγήμων ὁ Θάσιος ὁπότε παρῳδῶν ἀπο-
ρήσειε, προσετίθει, Καὶ τὸ Πέρδικος σκέλος.
Ἐν Πυθίῳ κρεῖττον ἦν ἀποπατῆσαι: Πει-
σίστρατος ᾠκοδόμει τὸν ἐν Πυθίῳ ναόν· τῶν δὲ Ἀθη-
ναίων παριόντων καὶ μισούντων αὐτὸν ἐπὶ τῇ τῆς δεκά-
της εἰσφορᾷ, (εἰσέφερον γὰρ ἅπαντες δεκάτην τῶν ἐν τῇ
χώρᾳ γινομένων,) οὐδὲν ἐχόντων ποιεῖν, ἐνίους προσουρεῖν
καὶ πλησίον ἀφοδεύειν τοῦ περιφράγματος, ὥστε διοχλεῖ-
σθαι τοὺς ἐργαζομένους. Ἔγραψε γοῦν ὁ Πεισίστρατος,
ὡς ἐάν τις ἁλῷ θακεύων ἐν τῷ τεμένει τοῦ Ἀπόλλωνος
ἑαυτὸν αἰτιάσεται.
Macarius Chrysocephalus Paroemiogr., Paroemiae Centuria 4, section
63, γρ. 1
Θάλασσα καὶ πῦρ καὶ τρίτον κακὴ γυνή.
Θάλατταν σπείρειν: ἐπὶ τῶν μάτην πονούντων.
Θάσιος παῖς Ἀγλαοφῶντος: ἐπὶ τῶν θαῤῥούντων
ἐφ' οἷς λέγουσιν ἢ πράττουσιν· ὁ γὰρ Ἀγλαοφῶντος παῖς
322
Θάσιος τὸ γένος ἄριστος ἦν γραφεύς.
Θαλάττης χόες: ἐπὶ τῶν ἀμέτρων καὶ ἀνεφίκτων.
Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν δι' ἀναίδειαν εὐδοκι-
μούντων.
Θετταλὸν σόφισμα: ἐπὶ τῶν τι σοφιζομένων ἢ
τεχναζομένων.
Θετταλικὴ ἔνθεσις: ἐπὶ τῶν ἀδηφαγούντων.
Θετταλικὰ πτερά: ἐπὶ τῶν εὐπαρύφων καὶ καλλω-
πιζομένων ἐσθῆτι· παρόσον αἱ Θετταλικαὶ χλαμύδες πτερὰ
Macarius Chrysocephalus Paroemiogr., Paroemiae Centuria 4, section
63, γρ. 3
ΤΟ Θ.
Θάλασσα καὶ πῦρ καὶ τρίτον κακὴ γυνή.
Θάλατταν σπείρειν: ἐπὶ τῶν μάτην πονούντων.
Θάσιος παῖς Ἀγλαοφῶντος: ἐπὶ τῶν θαῤῥούντων
ἐφ' οἷς λέγουσιν ἢ πράττουσιν· ὁ γὰρ Ἀγλαοφῶντος παῖς
Θάσιος τὸ γένος ἄριστος ἦν γραφεύς.
Θαλάττης χόες: ἐπὶ τῶν ἀμέτρων καὶ ἀνεφίκτων.
Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν δι' ἀναίδειαν εὐδοκι-
μούντων.
Θετταλὸν σόφισμα: ἐπὶ τῶν τι σοφιζομένων ἢ
τεχναζομένων.
Θετταλικὴ ἔνθεσις: ἐπὶ τῶν ἀδηφαγούντων.
Θετταλικὰ πτερά: ἐπὶ τῶν εὐπαρύφων καὶ καλλω-
πιζομένων ἐσθῆτι· παρόσον αἱ Θετταλικαὶ χλαμύδες πτερὰ
εἶχον.
Σουδα λεξικόν alpha, entry 1785, γρ. 8
ἐνηλλαγμένους τοὺς ὀδόντας ἔχει, οἷς συμβέβηκε πιμελήν, ἀλλ' οὐ
στέαρ ἔχειν.
Ἀμφορεαφόρους: τοὺς μισθίους τοὺς τὰ κεράμια φέροντας.
καὶ Ἀμφορεαφόρος, ὁ κεράμια μισθοῦ φέρων. εἶτ' ἀμφορεαφόρος
τις ἀποφορὰν φέρων. Μένανδρος Ῥαπιζομένῃ. καὶ Ἀριστοφάνης
Ἥρωσι· τρέχ' εἰς τὸν οἶνον, ἀμφορέα κενὸν λαβὼν, τὸν ἔνδοθεν καὶ
γεῦμα καὶ γευστήριον, κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν. Εὔπολις
Μαρικᾷ· καὶ περιήλθομεν καὶ φῦλον ἀμφορέα φέρων. Ἀμφορεὺς
οὖν ἀγγεῖον, μέτρον, κεράμιον. σημαίνει καὶ ἀσκόν. ἔστι καὶ ὄνομα
κύριον. καὶ Ἀμφορεῖς, κέραμοι. καὶ Θάσια ἀμφορείδια,
323
τὰ κεράμια. Ἰώσηπος· συνωνούμενος δὲ τοῦ Τυρίου νομίσματος, ὃ
τέσσαρας Ἀττικὰς δύναται, τέσσαρας ἀμφορεῖς, ἐπίπρασκε τιμῆς ἡμι-
αμφόριον καὶ πλῆθος συνῆγε χρημάτων. καὶ Ἀριστοφάνης Ἀμ-
φορεῖς λέγει τὰ μέτρα. χυτρίδια καὶ σανίδια, κἀμφορείδια. καὶ
Ἀμφορεῖς νενησμένοι, κέραμοι σεσωρευμένοι. Ἀριστοφάνης· τί
κάθησθ' ἀβέλτεροι πρόβατ' ἄλλως, ἀμφορεῖς νενησμένοι. καὶ Ἀμ-
φορῆας καὶ Ἀμφορείδια τὰ κεράμια. ὅτι ἀμφορῆας λέγει τὰ
Μεγαρικά.
Σουδα λεξικόν alpha, entry 2298, γρ. 2
Ἀνεπικλήτως: μηδὲν ἐγκληθέντες. Θουκυδίδης· οἵ τε πρές-
βεις ἑκατέρων ἀπῆλθον ἐπ' οἴκου ἀνεπικλήτως. καὶ Ἰώσηπος·
ἄξιον δέ μοι τυγχάνειν σοῦ χρηστοῦ, ἀνεπίκλητόν σοι παρασχόμενος
τὴν ἐμαυτοῦ πίστιν.
Ἀνεπίληπτον: ἄμεμπτον. καὶ Ἀνεπιλήπτως, ἀκατα-
γνώστως, ἢ ἀνεπιλήστως.
Ἀνεπίπληκτος: ᾧ οὐδεὶς ἐπιπλήττει ἁμαρτάνοντι. Εὔπολις.
Ἀνεπισήμαντον: ἀκλεᾶ, ἄδοξον. Πολύβιος· οὐκ ἄξιον
ἀνεπισήμαντον παραλιπεῖν τὸν Ἀσδρούβαν, ἄνδρα ἀγαθὸν γενόμενον.
Ἀνεπισταθμεύτους: σταθμὸν μὴ δεχομένους ἤτοι ἀγ-
γαρείαν. Πολύβιος· συγχωρεῖν τὸν βασιλέα Φίλιππον Θασίους
ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύτους. ἢ σταθμὰ μὴ
δεχομένους, τούτεστιν ζυγοστατουμένους.
Ἀνεπιστάτητον: ἀφύλακτον. καὶ Ἀνεπιστάτως, ἄνευ
ἐπιστασίας. οὐκ ἄξιον ἀνεπιστάτως παραδραμεῖν περὶ τῶν τοιούτων.
Ἀνεπίτροπος· οὔτε γὰρ Ἀγαμεμνονίδης παῖς ἀνεπίτροπος, οὔθ' ὁ παρὰ
τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
Ἀνεπιφάτως: ἀπροσδοκήτως, ἀμιγῶς, καταμόνας. ἐντειλά-
μενος ἀνεπιφάτως ἐντυχεῖν τῷ βασιλεῖ καὶ ἀναδοῦναι τὴν ἐπιστολήν.
ἢ ἀφθόνως.
Σουδα λεξικόν alpha, entry 3910, γρ. 1
αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ σωτηρία. ἐπέσκωπτε δ'
Ἀντισθένην ἀεὶ διὰ τὴν στρυφνότητα. καὶ πρὸς Διονύσιον τὸν Σικε-
λίας τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήσεως τοῖς ἄλλοις
κατῆρξεν, ἐνδὺς ἐσθῆτα ἁλουργῆ. Πλάτων δὲ προσκομιζομένης αὐτῷ
τῆς στολῆς, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι
στολὴν, ἄρρην πεφυκὼς καὶ γένους ἐξ ἄρρενος. Ἀρίστιππος δὲ δεξά-
μενος καὶ γελάσας εἶπε τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμασιν
324
ὁ νοῦς ὁ σώφρων οὐ διαφθαρήσεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ
τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπεισε· καὶ οὐ ταύτης ἐγὼ τῆς
κολακείας αἴτιος, εἶπεν, ἀλλὰ Διονύσιος, ὁ ἐν γόνασι τὰς ἀκοὰς ἔχων.
Ἀριστογένης, Θάσιος, ἰατρὸς, ἔγραψε βιβλία κδʹ· ἐκρίθη δὲ
Περὶ διαίτης ἓν, Περὶ δυνάμεως αʹ, Περὶ δακέτων αʹ, Περὶ σπέρμα-
τος αʹ, Ὑγιεινὸν αʹ, Ἐπιστολικὰ, Ἐπιτομὴν φυσικῶν βοηθημάτων πρὸς
Ἀντίγονον.
Ἀριστογένης, Κνίδιος, ἰατρὸς, δοῦλος Χρυσίππου τοῦ φιλο-
σόφου. ἰάτρευσεν Ἀντιγόνῳ τῷ ἐπικληθέντι Γονατᾷ.
Ἀριστογείτων, Κυδιμάχου ἢ Λυσιμάχου, Ἀθηναῖος, ῥήτωρ,
μητρὸς δὲ ἀπελευθερικῆς· ὅστις ἐπεκαλεῖτο κύων διὰ τὴν ἀναίδειαν
αὐτοῦ. ἐφονεύθη δὲ ὑπὸ Ἀθηναίων, λόγους ποιήσας, Ἀπολογίαν
πρὸς Δημοσθένην τὸν στρατηγὸν, Πρὸς Λυκοῦργον, Κατὰ Τιμοθέου,
Κατὰ Τιμάρχου, Κατὰ Ὑπερίδου, Κατὰ Θρασύλλου, Ὀρφανικόν.
Σουδα λεξικόνalpha, entry 4217, γρ. 1
μή τοι φύσιν ἄσπλαγχνος ἐκείνου γεγονώς. φύσιν δὲ ἀσθενῆ καὶ
ἀλλοίαν παρὰ τὴν τοῦ πατρός.
Ἀσπονδεί: ἄνευ φιλίας, ἢ χωρὶς θυσίας. καὶ Ἄσπονδοι
ἐχθροί, ἀδιάλλακτοι. Θουκυδίδης· οἱ δὲ τοὺς νεκροὺς ἀσπόνδους
ἀπέδοσαν. ὅτι ἀστόργους τοὺς ἀπηνεῖς καὶ ἀφίλους φασίν, ἀσπόνδους δὲ
τοὺς ἀδιαλλάκτους καὶ μνησικάκους, ἀνελεήμονας δὲ τοὺς ἀκαμπεῖς καὶ
ἀνενδότους πρὸς ἔλεον.
Ἀσπουδεί: χωρὶς σπουδῆς. Ἀσπουδῇ δὲ διὰ τοῦ η, χωρὶς
κακοπαθείας. ὡς τὸ, μὴ μὰν ἀσπουδῇ γε.
Ἀσταγὲς ὕδωρ: τὸ πολυσταγές.
Ἀσταθμεύτους· συγχωρεῖν τὸν βασιλέα Θασίους ἀφρουρήτους,
ἀφορολογήτους, ἀνεπισταθμεύτους νόμοις χρῆσθαι τοῖς ἰδίοις.
Ἀστάθμητον· τὸ ἄδηλόν τε καὶ ἀστάθμητον τῆς τύχης οὐχ
ὑφορώμενοι. καὶ Ἀστάθμητος, ἄνισος, ἄστατος. καὶ δὴ καὶ
τὴν ἄλλην ἀρετὴν ἀστάθμητος, ὡς εἰπεῖν, ὁ ἄνθρωπος οὗτος ἦν. οἱ
δὲ ἐπετόλμησαν τῇ θαλάττῃ διὰ τὴν ἀνάγκην, τὸ τέως ἀστάθμητον
στοιχεῖον ἡγούμενοι τῆς γῆς πιστότερον ἔσεσθαι σφίσιν ἐν τῇ βίᾳ τῇ
τότε. καὶ τὸ ποιητικὸν εἰπεῖν, ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος
ἱρή. καὶ τοῦτο εἰπεῖν τὸ τῶν ἀνθρώπων ἀστάθμητον εἶναι λογιζό-
μενος. καὶ Ἀσταθμητότατον, περὶ οὗ οὐδεὶς ἂν δύναιτο
τεκμήρασθαι οὐδὲ σταθμήσασθαι, τί ποτε διανοεῖται, ἢ τί πράξαι.
Σουδα λεξικόνalpha, entry 4656, γρ. 1
φέρουσαν καὶ γένειον ἔχουσαν· διότι καὶ ἄρρενα καὶ θήλεα ἔχει ὄργανα.
ταύτην γὰρ λέγουσιν ἔφορον γενέσεως πάσης, καὶ ἀπὸ τῆς ὀσφύος
καὶ ἄνω λέγουσιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω θήλειαν. πλάττουσι δὲ
325
αὐτὴν καὶ ἔφιππον, ὅτι Αἰνείας ὁ υἱὸς αὐτῆς πλεύσας μέχρι τῆς
δύσεως μετὰ τοῦτο ἵππῳ ἐπέβη, καὶ τὴν μητέρα ἐτίμησε τοιούτῳ
ἀγάλματι.
Ἀφροντιστῶ· γενικῇ.
Ἄφροι: ὄνομα ἔθνους· οἱ Καρχηδόνιοι. ἀπὸ Ἄφρου τοῦ τῆς
Λιβύης βασιλεύσαντος, τοῦ υἱοῦ Κρόνου, ἐκ Φιλύρας γεγονότος.
πόθεν ὁ ἀφρὸς λευκός, ζήτει ἐν τῷ χιών.
Ἀφρουρήτους· Θάσιοι εἶπον πρὸς Μητρόδωρον, τὸν Φιλίππου
στρατηγὸν, παραδοῦναι τὴν πόλιν, εἰ διατηρήσοι αὐτοὺς ἀφρουρήτους,
ἀφορολογήτους, ἀνεπισταθμεύτους νόμοις χρῆσθαι τοῖς ἰδίοις. ἐπιση-
μηναμένων δὲ μετὰ κραυγῆς πάντων τὰ ῥηθέντα, παρήγαγον τὸν
Φίλιππον εἰς τὴν πόλιν. ἀντὶ τοῦ βεβαιωσάντων.
Ἄφρων καὶ ἄνους: διαφέρει ἄφρων καὶ ἄνους. ἀνόητόν
φασι τὸν καλούμενον σοφὸν, ὡς συνιέναι τὸ δέον οὐκ ἐθελήσαντα,
ἀμαθῆ δὲ τὸν τῆς σοφίας ἀμύητον, κακίᾳ δὲ ὅμως συζήσαντα. ὁ Δαβὶδ
δὲ ἔφησεν· ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται.
Ἀφοιτῶ· γενικῇ.
Σουδα λεξικόν epsilon, entry 1276, γρ. 1
ἐν εἴδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡς
ἐνετιμήσατο.
Ἐνετολμήσατο: ἀπεθάρρησεν. εἶτα μέντοι ἐνετολμήσατο τη-
λικοῦτον τόλμημα.
Ἐνετρύλλισε: κατεῖπεν. Ἀριστοφάνης· προαγωγὸς οὖσ' ἐν-
ετρύλλισε τῷ δεσπότῃ.
Ἐνετοί: ἐθνικόν, Παφλαγόνες.
Ἔνευ: ἐπιφώνημα.
Ἐνεχείρισε ποιμαίνειν τοὺς μαθητάς.
Ἐν εὐσήμῳ ἡμέρᾳ: ἐν ἀγαθῇ, ἐν καλῇ.
Ἐνέχεις: ἐκίρνας. Ἀριστοφάνης· εἰ Θάσιον ἐνέχεις εἰκότως
γε, νὴ Δία. ὡς τοῦ Θασίου οἴνου εὐόσμου ὄντος. ὁ γὰρ Στάφυλος,
ὁ ἐρώμενος Διονύσου, ἐν Θάσῳ ᾤκει· καὶ διὰ τοῦτο διαφέρει ὁ Θά-
σιος οἶνος.
Ἐνέχυρον· ζήτει ἐν τῷ ἀποτιμηταί.
Ἐνείη: ἀντὶ τοῦ ἔνεστιν. Ἀριστοφάνης· εἰ μή σ' ἀπολέσαιμ',
εἴ τι τῶν αὐτῶν ἐμοὶ ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῆ. οἷον δια-
μαρτήσαιμι τῆς ἐλπίδος, εἴ σε μὴ ἀπολέσαιμι, εἴ τι τῶν ἐμῶν ὑπο-
κρίναιο ψευσμάτων. ἐπεὶ αὐτὸς ἀντιψευδόμενος ἔδοξεν ὁ ἀλλαντο-
πώλης αὐτὸν παρευδοκιμεῖν. ἄλλως. εἴ τι τῶν ἐμῶν ψευδῶν σῴ-
ζεται, τούτεστι τῶν ἐνόντων μοι. εἰ μὴ ἀπολώλεκα τὸ ψεύδεσθαι,
326
Σουδα λεξικόν epsilon, entry 1276, γρ. 2
Ἐνετολμήσατο: ἀπεθάρρησεν. εἶτα μέντοι ἐνετολμήσατο τη-
λικοῦτον τόλμημα.
Ἐνετρύλλισε: κατεῖπεν. Ἀριστοφάνης· προαγωγὸς οὖσ' ἐν-
ετρύλλισε τῷ δεσπότῃ.
Ἐνετοί: ἐθνικόν, Παφλαγόνες.
Ἔνευ: ἐπιφώνημα.
Ἐνεχείρισε ποιμαίνειν τοὺς μαθητάς.
Ἐν εὐσήμῳ ἡμέρᾳ: ἐν ἀγαθῇ, ἐν καλῇ.
Ἐνέχεις: ἐκίρνας. Ἀριστοφάνης· εἰ Θάσιον ἐνέχεις εἰκότως
γε, νὴ Δία. ὡς τοῦ Θασίου οἴνου εὐόσμου ὄντος. ὁ γὰρ Στάφυλος,
ὁ ἐρώμενος Διονύσου, ἐν Θάσῳ ᾤκει· καὶ διὰ τοῦτο διαφέρει ὁ Θά-
σιος οἶνος.
Ἐνέχυρον· ζήτει ἐν τῷ ἀποτιμηταί.
Ἐνείη: ἀντὶ τοῦ ἔνεστιν. Ἀριστοφάνης· εἰ μή σ' ἀπολέσαιμ',
εἴ τι τῶν αὐτῶν ἐμοὶ ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῆ. οἷον δια-
μαρτήσαιμι τῆς ἐλπίδος, εἴ σε μὴ ἀπολέσαιμι, εἴ τι τῶν ἐμῶν ὑπο-
κρίναιο ψευσμάτων. ἐπεὶ αὐτὸς ἀντιψευδόμενος ἔδοξεν ὁ ἀλλαντο-
πώλης αὐτὸν παρευδοκιμεῖν. ἄλλως. εἴ τι τῶν ἐμῶν ψευδῶν σῴ-
ζεται, τούτεστι τῶν ἐνόντων μοι. εἰ μὴ ἀπολώλεκα τὸ ψεύδεσθαι,
διαπέσοιμι πανταχοῦ, εἰ μή σε ἐξ ἀνθρώπων ποιήσαιμι.
Σουδα λεξικόν epsilon, entry 2815, γρ. 1
σῶν Ἀριστοφάνους.
Ἐπόπται: οἱ τὰ μυστήρια παραλαμβάνοντες λέγονται ἐν ἀρχῇ
μὲν μύσται, μετὰ δὲ ἐνιαυτὸν ἐπόπται καὶ ἔφοροι.
Ἐποπτεύειν· διαφέρει μύστης καὶ ἐπόπτης.
Ἐποπτεία: ἡ ἐπίσκεψις.
Ἐποποιΐα: ἡ δι' ἡρωϊκοῦ μέτρου ἱστορία. καὶ γὰρ στερομένη
μύθου ποίησις ἐποποιΐα ἐστίν.
Ἐποργῶσα: μηνιῶσα.
Ἔπορεν: ἔδωκεν.
Ἐπορθρεῦσαι: ἀγρυπνῆσαι· ἢ πρὸ ἡμέρας ἐπεγερθῆναι.
Ἐπ' ὄριον Θασίων: ἐπάνω τοῦ ὄρους τῶν Θασίων.
Ἔπος: λόγος, στίχος ἔμμετρος.
Ἔπος πρὸς ἔπος ἠρειδόμεθα: τουτέστιν ἀντεβάλλομεν,
ἐφιλονεικοῦμεν.
Ἐποτρύνει: παροξύνει, διεγείρει.
Ἐπ' οὐδόν: ἐπὶ πρόθυρον.
327
Ἕπου κατεπείγων: ἀντὶ τοῦ σαυτὸν κατελαύνων.
Ἐποφθαλμίσας: φθονήσας· ἢ ἐπιθυμητικῶς ἐπιβαλών. ὁ
δὲ ἰδὼν τὸ χρυσίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ. καὶ αὖθις· ὁ δὲ
εἰς ὑπόνοιαν ἦλθεν ὡς ἐποφθαλμιῶν βασιλείᾳ. τουτέστιν ἐπιθυμητι-
κῶς ἔχων. καὶ Ἰώσηπος·
Σουδα λεξικόν epsilon, entry 3510, γρ. 2
Εὐθυεπείαις: ὀρθολογίαις.
Εὐθυκλῆς· τῶν δραμάτων αὐτοῦ ἐστιν Ἄσωτοι ἢ Ἐπιστολή·
ὥς φησιν Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς.
Εὐθυλήπτων: εὐχερῶς κρατουμένων, εὐκόλων. τοῦτο γὰρ
δρᾶν εἰώθασιν αἱ σφοδραὶ ἐπιθυμίαι, οὐκ εὐθυλήπτων ὄντων τῶν ἐπι-
θυμουμένων.
Εὐθυμένης: ὄνομα κύριον. ἄρχων Ἀθηναῖος· ἐφ' οὗ κατ-
ελύθη τὸ ψήφισμα τὸ περὶ τοῦ μὴ κωμῳδεῖν, γραφὲν ἐπὶ Μορυχίδου.
Εὔθυμος, Λοκρὸς τῶν Ἐπιζεφυρίων, ὃς ἠγωνίσατο πὺξ πρὸς
Θεαγένην τὸν Θάσιον. καὶ ὑπερεβάλετο μὲν ὁ Θεαγένης, ἐπηρεάσας
τὸν Εὔθυμον, οὐ μέντοι ἐν παγκρατίῳ λαβεῖν ἠδυνήθη τὸν κότινον,
προκατειργασμένος ὑπὸ Εὐθύμου. ἐνίκησε δὲ Εὔθυμος τὰς ἐφεξῆς
Ὀλυμπιάδας τρεῖς καὶ ἐστεφανώθη, τοῦ Θασίου μὴ καταστάντος οἱ ἐς
πυγμήν, ἀλλ' ἑτέρων. οὗτος ὁ Εὔθυμος ἠγωνίσατο καὶ πρὸς τὸν ἐν
Τεμέσῃ ἥρωα Ἀλύβαντα. ἡ δὲ Τέμεσα τῆς Ἰταλίας ἐστίν, ἐς ἣν
Ὀδυσσεὺς πλανώμενος περὶ Σικελίαν ἦλθεν. ἔνθα εἷς τῶν ναυτῶν
μεθύσας καὶ παρθένον βιασάμενος κατελεύσθη ὑπὸ τῶν ἐγχωρίων. καὶ
Ὀδυσσεὺς μὲν ἐν οὐδενὶ τὴν ἀπώλειαν θέμενος ἔπλει, τοῦ δὲ τε-
λευτήσαντος ὁ δαίμων οὐκ ἀνίει τοὺς ἐν Τεμέσῃ ἀνθρώπους ἐπεξερχό-
μενος καὶ φονεύων, ὥστε καὶ ὥρμησαν φυγεῖν καταλιπόντες τὴν πόλιν,
Σουδα λεξικόν zeta, entry 132, γρ. 1
Ζωΐλος, Ἀμφιπολίτης (πόλις δ' ἐστὶ Μακεδονίας Ἀμφίπολις,
ἥτις πρώην ἐκαλεῖτο Ἐννέα ὁδοί), ὃς ἐπεκλήθη Ὁμηρομάστιξ, ὅτι
ἐπέσκωπτεν Ὅμηρον. διὸ αὐτὸν διώξαντες οἱ ἐν τῇ Ὀλυμπίᾳ κατὰ
τῶν Σκιρωνίδων πετρῶν ἔρριψαν. ῥήτωρ δὲ ἦν καὶ φιλόσοφος. ἔγραψε
μέντοι τινὰ καὶ γραμματικά· Κατὰ τῆς Ὁμήρου ποιήσεως λόγους θʹ,
Ἱστορίαν ἀπὸ θεογονίας ἕως τῆς Φιλίππου τελευτῆς βιβλία γʹ, Περὶ
Ἀμφιπόλεως, καὶ Κατὰ Ἰσοκράτους τοῦ ῥήτορος, καὶ ἄλλα πλεῖστα, ἐν
οἷς καὶ ψόγος Ὁμήρου.
Ζῶμα: ἡ ζώνη. Σοφοκλῆς· δὸς αὐτῷ τῆνδ' ἀλιπαρῆ τρίχα καὶ
ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. τὴν ζώνην λέγων, οὐ τὸ ἔνδυμα.
Ζωμάλμη: ὄνομα κύριον. ἦν δὲ Θασία.
Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ' ὡς δυνάμεθα: ἐπὶ
328
τῶν μὴ κατὰ προαίρεσιν ζώντων. κέχρηται Πλάτων ἐν Ἱππίᾳ.
Ζωμεύματα, ὑποζώματα δέ, τὰ ξύλα τῆς νηός. ὁ οὖν σκυτεὺς ἀντὶ τοῦ
εἰπεῖν ὑποζώματα, πρὸς μάγειρον παίζων εἶπε ζωμεύματα, ὡς ἀρτύσεων
ἔμπειρον καὶ ζωμευμάτων.
Σουδα λεξικόν eta, entry 52, γρ. 1
ὁ προέχων πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημ-
μένος.
Ἦγεν: ἐτέλει. ὁ δὲ Ἰουλιανὸς ἐν Πέρσαις ὢν γυμνικοὺς ἀγῶνας
ἦγεν.
Ἠγερέεσθαι: συναθροίζεσθαι.
Ἠγέριος: ὄνομα κύριον.
Ἡγέτης: ὁ ἡγεμών. ὦ δισσαὶ ἀγέτα θηροσύναι.
Ἠγηλάζω: ἄγω, φέρω. Ἠγηλάτουν ὁμοίως.
Ἥγημα: βουλή, γνώμη. παρὰ τῷ προφήτῃ εἴρηται.
Ἥγημαι: λελόγισμαι, ἔσχον.
Ἡγήμων, ὁ Θάσιος, ὁ ἐπικληθεὶς Φακή.
Σουδα λεξικόν theta, entry 58, γρ. 1
Θαρσεῖς τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης προκαθημένην, Ἠσαΐας
καὶ Ἰεζεκιὴλ ὀνομάζουσι. Σαβὰ δὲ Αἰθιοπικὸν ἔθνος. ἀλλὰ Λίβυες μέν,
οἱ καὶ Ἄφροι προσαγορευόμενοι, τὰ ἑσπέρια τῆς οἰκουμένης κατέχουσι
τμήματα, Αἰθίοπες δὲ τὰ ἑῷα καὶ νότια, Ἄραβες δὲ τὴν μέσην ἤπει-
ρον, οἱ δὲ Νησιῶται τῆς θαλάσσης τὰ μέσα. τούτους ἔφης προπεσεῖσθαι
ἐνώπιον τοῦ θεοῦ. ἐνώπιον τοῦ θεοῦ προπεσοῦνται Αἰθίοπες. Δαβίδ.
Θαρσεῖς, χώρα τῆς Ἰνδικῆς, ὅθεν ἤρχετο τῷ Σολομῶντι τὸ
χρυσίον.
Θαρσίς, Θαρσίδος: ἡ πόλις· οἱ Θαρσεῖς δὲ τὸ ἔθνος.
Θάρσυνος: τεθαρρηκώς.
Θασίαν κυκῶσι λιπαράμπυκα. διαφέρει δὲ θάρσος θράσους·
θάρσος μὲν γὰρ λέγεται τὸ εὔλογον παράστημα τῆς ψυχῆς, θράσος δὲ
τοὐναν-
τίον. Ἀριστοφάνης. οἷον φιάλην Θασίου οἴνου πεπληρωμένην.
ἄμπυξ δὲ λέγεται τὸ περιέχον. νῦν οὖν τὸ πῶμα τοῦ ἀγγείου λέγει·
λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ παρὰ τὸ πυκάζειν καὶ
καλύπτειν τὸν οἶνον καταχρηστικῶς. λείπει τὸ λάγυνον, ἐπεὶ κατα-
χρίονται πίσσῃ τὸ στόμα· οὐ πιθανῶς· οὐδέπω γὰρ τότε Θάσιος οἶνος
329
εὐδοκίμει παρ' Ἀθηναίοις. οἱ δέ, ὅτι Θάσιοί τινες ῥαφανῖδες λέγον-
ται. λέγει δὲ τὴν ἠρτυμένην καὶ βρασσομένην. οἱ δὲ Θάσιον βάμμα
φασὶ λέγεσθαι. οἱ δὲ τὴν λεγομένην θερμοπότιδα, ἢ Θασίαν ζωμάλμην,
εἰς ἣν ἀπέβαπτον τὰ ἠνθρακωμένα τῶν ἰχθύων.
Θάσιος οἶνος. καὶ παροιμία· εἰ Θάσιον ἐνέχεις. ἐπειδὴ ἐν
Θάσῳ ᾤκει Στάφυλος ὁ ἐρώμενος Διονύσου. διαφέρει δὲ ὁ Θάσιος
οἶνος. ἐνέχεις δὲ ἀντὶ τοῦ ἐκίρνας.
Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα
ἐπαγγελλομένων.
Σουδα λεξικόνtheta, entry 133, γρ. 1
ὑπὸ τῶν Θεμιστοκλέους ἐχθρῶν, ὑπομνησάντων τοὺς Ἀθηναίους τοὺς
νόμους τοὺς περὶ τῶν φυγάδων.
Θέμιστος: δικαιοσύνης.
Θεμιτή. πολλὰ γὰρ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν ηὑρίσκετο,
καὶ πᾶσαν θεμιτὴν ὁδὸν ἐποίει τὸ κέρδος· τοὺς νεκροὺς γὰρ ἐνεπάτουν.
Θεμιτόν· Αἰλιανός· θεοὺς γὰρ οὐδαμῇ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς,
καὶ ἐὰν ὦσι πάνυ φίλοι, οὐδὲ ὄμμα χραίνειν θανασίμοις ἐκπνοαῖς.
Θεμιτῶς: νομίμως.
Θέναρ: τὸ κοῖλον τῆς χειρός. Ὅμηρος· πρυμνὸν ὑπὲρ θέναρος.
Θεογενεσίαν.
Θεογένης, Θάσιος· οὗτος ἔτι παῖς ὢν ἄγαλμα χαλκοῦν ἐν τῇ
ἀγορᾷ κείμενον ἀναθέμενος ἐπὶ τοὺς ὤμους ἤνεγκεν εἰς τὸν οἶκον.
ὀργιζομένων δὲ τῶν πολιτῶν, πάλιν ἀράμενος ἐκόμισεν εἰς τὴν ἀγο-
ράν. καὶ ἀπὸ τούτου μέγα κλέος ἔσχεν ἀνὰ τὴν Ἑλλάδα.
Θεογείτων· Δημοσθένης ἐν τῷ αὐτῷ. Δείναρχος δὲ καὶ ἄλλοι
Θεογένην ὀνομάζουσιν.
Θεόγνητος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Φάσμα ἢ
Φιλάργυρος, Φιλοδέσποτος, Κένταυρος· ὡς Ἀθήναιος ἐν Δειπνοσο-
φισταῖς.
Σουδα λεξικόνkappa, entry 1766, γρ. 3
ρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας, ἀνθρώπους ἐσθίειν εἰδότας εἰς
κόρον, καὶ δεινοὺς γαστέρα δέ, φέρε καὶ ἡμεῖς καί τι παίσωμεν, παρα-
σίτου μνημονεύσαντες ἡμεδαποῦ.
Κλειταγόρα, ποιήτρια Λακωνική. μέμνηται δὲ Ἀριστοφάνης
ἐν Δαναΐσι.
Κλείταρχος.
Κλειτή: ἔνδοξος. σημαίνει καὶ ὄνομα γυναικός, μιᾶς τῶν
330
Ἀμαζόνων.
Κλειτόμαχος, Θηβαῖος, ἐν Ἰσθμῷ τοὺς παλαιστὰς καὶ πύκτας
καὶ παγκρατιαστὰς ἐπὶ ἡμέρας τῆς αὐτῆς ἐνίκησε καὶ ἐν Πυθοῖ τοὺς
παγκρατιαστάς. ἐν δὲ Ὀλυμπίᾳ δεύτερος ὢν μετὰ Θάσιον ἐπὶ παγ-
κρατίῳ τε ἀνηγορεύθη καὶ πυγμῇ, ἐπάλαισε καὶ Ἠλείῳ Κάπρῳ καὶ
ἐπαγκρατίασεν ἐπὶ ἡμέρας τῆς αὐτῆς. νικήσαντος δὲ Κάπρου, ἔλεγεν
ὁ Κλειτόμαχος, ὡς δίκαιον ἦν, εἰ εἰσεκαλέσαντο εἰς τὸ παγκράτιον
πρὶν ἢ λαβεῖν αὐτὸν ἐν τῇ πυγμῇ τραύματα. ἐσκληθέντος οὖν τοῦ
παγκρατίου, κρατηθεὶς ὑπὸ Κάπρου ὅμως ἐχρήσατο πρὸς τοὺς πύκτας
ἐρρωμένως καὶ ἀκμῆτι τῷ σώματι καὶ μόνος μιᾶς ἡμέρας εἴληφε πάλης
καὶ παγκρατίου στέφανον, ἐν μὲν παγκρατίῳ τὸν εἰρημένον Κλειτόμαχον,
ἐν δὲ πάλῃ τὸν Παιάνιον καταγωνισάμενος, ἄνδρα πολλοὺς εἰληφότα
στεφάνους. ὥστε μετὰ μεγάλων πόνων καὶ ἰσχυρᾶς ταλαιπωρίας
ἐγένοντο αὐτῷ αἱ νῖκαι.
Σουδα λεξικόνmu, entry 581, γρ. 3
Μεμυκότα: κρύψαντα, καμμύσαντα· ἢ κεκολλημένα. καὶ
Ὅμηρος· σὺν δ' ἕλκεα πάντα μέμυκεν. ἐκ παρατηρήσεως Ὅμηρός
φησι τῶν ἐν πολέμῳ τρωθέντων τὰ τραύματα μὴ μύειν, μόνου δὲ τοῦ
Ἕκτορος κατὰ θείαν πρόνοιαν. καὶ ἐν Ἐπιγράμμασι· τὸν πάρος
Ὀρβηλοῖ μεμυκότα δειράσι ταῦρον. ἀντὶ τοῦ μυκηθμῷ χρώμενον,
μυκώμενον.
Μεμύρωμαι· Ἀριστοφάνης· μακαριωτάτη ἐγώ, ἥτις μεμύρωμαι
τὴν κεφαλὴν μυρώμασιν ἀγαθοῖς· πολὺ δ' ὑπερπέπαικεν αὐτῶν τὰ
Θάσια ἀμφορείδια. ἀμφορείδια τὰ κεράμια· ἀπανθήσαντα δὲ
ξηρανθέντα.
Μεμυστιλημένοι: εὐωχημένοι, ζωμὸν ἀρυσάμενοι ἄρτοις
κοίλοις καὶ μυστρία μιμουμένοις. ὅθεν καὶ τὸ ὄνομα τοῖς μυστρίοις,
οἷον μυστίλιόν τι ὄν. ἐν ταύτῃ δὲ τῇ ἑορτῇ πάντες προῖκα ἤσθιον
καὶ τὴν ἀθάραν καὶ ἄλλα τινά. μυστίλη δὲ καλεῖται κοῖλος ἄρτος,
ἤγουν ἀθάρα· ἐν γὰρ τοῖς Θησείοις ἀθάραν ἤσθιον. ὁ δὲ νοῦς· ὦ
πολλὰ ταλαιπωρήσαντες καὶ εἰς οὐδὲν ἑστιαθέντες, νῦν δὲ εὐτυχή-
σαντες. ὀλιγίστοις δὲ ἄρτοις ἤγουν ἀλφίτοις λέγει· τοῖς κοίλοις γὰρ
ἄρτοις τοὺς ζωμοὺς ἀρυόμενοι ταχέως ἐκορέννυντο δι' ἔνδειαν ἄρτου.
πεποίηται δὲ ἡ λέξις, λέγω δὴ ἡ μυστίλη, παρὰ τὴν μάσησιν.
Σουδα λεξικόν nu, entry 410, γρ. 7
Νικῷεν καὶ Νικῴη: εὐκτικά. ἐκ τῆς νικάοιμι, νικῷμι τροπῇ τῆς μι
εἰς ην λόγῳ μεταπλασμοῦ· τοιοῦτον καὶ τὸ περιπατοίην, γνοίην, δοίην,
βοῴην καὶ ἄλλα μυρία.
331
Νικῶ· αἰτιατικῇ, νικῶμαι δὲ γενικῇ.
Νίκων· οὗτος πὺξ καὶ πάλην καὶ παγκράτιον καὶ δρόμον καὶ
τἄλλα ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳ καὶ Ἰσθμοῖ καὶ ἄλλοις ἀγῶσι νικήσας
ἔλαβε στεφάνους, ὥς φασι, χιλίους καὶ υʹ. ἀπελθόντος δὲ αὐτοῦ ἐξ
ἀνθρώπων, τῶν ἀπεχθανομένων τις ὡς ζῶντι αὐτῷ παρεγένετο ἐπὶ
τὴν εἰκόνα αὐτοῦ καὶ ἐμαστίγου αὐτήν· ἐς ὃ πεσοῦσα ἐκείνη ἠμύνατο
τὸν ὑβριστήν. τοῦ δὲ οἱ παῖδες ἐπεξῄεσαν φόνου ἐπὶ τῇ εἰκόνι, καὶ
οἱ Θάσιοι καταποντοῦσιν αὐτὴν κατὰ νόμον Δράκοντος Ἀθηναίου,
ὑπερορίζοντος φονεύοντα καὶ τὰ ἄψυχα. ταύτην δὲ ἡ Πυθία ἔχρησε
κακῶς Θασίοις πράττουσιν ἀνενεγκεῖν. ἀπορούντων δὲ τῶν ἁλιέων
περὶ τῆς ἀναγωγῆς, τὰ δίκτυα χαλάσαντες ἐπὶ ἰχθῦς ἀνήνεγκον τὴν
εἰκόνα. καὶ ἔστησαν αὐτὴν οἱ Θάσιοι ὅθι καὶ πρῶτον ἦν.
Νικωνία: πόλις ἐν τῷ Πόντῳ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἴστρου. Νικυρίς:
ὄνομα τόπου.
Νίν: αὐτάς. Εὐμενίδας ὅ γ' ἐνθάδ' ὢν εἴποι λεώς νιν. Σοφο-
κλῆς· σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποιεῖς τοὖργον, τὰ δ' ἔργα
τοὺς λόγους εὑρίσκεται. καὶ σύ μ' ἐξ ὁδοῦ πόδα κρύψον κατ' ἄλσος,
τῶνδ' ἕως ἂν ἐκμάθω τίνας λόγους ἐροῦσι.
Σουδα λεξικόνsigma, entry 1231, γρ. 1
Στρυγγαῖος: ὄνομα κύριον.
Στρύμη: νῆσος, ἄποικος Θασίων. ἔστι δὲ ἐμπόριον Θασίων.
Στρυμόνος: ὄνομα ποταμοῦ.
Στρυφνόν: σκληρόν. παῦσον αὐτοῦ τὸ στρυφνὸν καὶ πρίνινον ἦθος.
Σουδα λεξικόνtau, entry 599, γρ. 3
αὐτὸν οὐδεὶς ἐκώμαζεν, ἀλλ' ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου
μοίρας· οὑτοσὶ δὲ ἡττῆσθαι τῆς θεοῦ φάσκων οὐδὲν πρὸς τὴν ἐρῶσαν
ἔπαθεν, ἀλλ' ἀπῆλθεν, αὐτὴν δείσας τὴν θεόν, εἰ τὸ κακῶς ἐρᾶσθαι
μὴ φυλάξαιτο. καὶ αὐτὸ δὲ τὸ διαβεβλῆσθαι πρὸς ὁντινοῦν τῶν θεῶν,
ὥσπερ πρὸς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος, οὐκ ἀξιῶ σωφροσύνης·
σωφρονέστερον γὰρ τὸ περὶ πάντων θεῶν λέγειν εὖ, καὶ ταῦτα Ἀθή-
νησιν, οὗ καὶ ἀγνώστων δαιμόνων βωμοὶ ἵδρυνται. Ἱππόλυτον δὲ αὐτὸν
ἐκάλει διὰ τοὺς ὀφθαλμούς, οἷς τὴν μητρυιὰν εἶδεν.
Τιμαχίδας Ῥόδιος· οὗτος δείπνων ἀναγραφὰς πεποίηται ἐν
βιβλίοις ιαʹ δι' ἐπῶν, καὶ Νουμήνιος ὀψαρτυτικόν, καὶ Ματρέας ὁ
Πιταναῖος καὶ Ἡγήμων ὁ Θάσιος, ὁ ἐπικληθεὶς Φακῆ· καὶ Ἀρτεμίδω-
ρος, ὁ Ψευδοαριστοφάνειος, ὁ ὀψαρτυτικὰς λέξεις συναγαγών· καὶ
Φιλόξενος ὁ Λευκαδίου· ἀφ' οὗ καὶ Φιλοξένειοι πλακοῦντες. ἦν δὲ ὁ
Φιλόξενος ὀψοφάγος ἐπὶ τοσοῦτον, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις
τὴν χεῖρα συνεθίζειν πρὸς τὰ θερμά, καθιέντα εἰς ὕδωρ θερμὸν καὶ
332
τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ ὕδατι, ὅπως ἐν τοῖς θερμοῖς
δυσκίνητος ᾖ. καὶ τοὺς ὀψοποιοῦντας ἐπεποιεῖτο, ἵνα θερμότατα
παρατιθῶσι καὶ μόνος καταναλίσκῃ. παραπλήσια δὲ ἱστοροῦσι καὶ περὶ
Ἀρχύτου. καὶ Κρώβυλός φησιν· ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ' ὑπερ-
βολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω (ἀντὶ τοῦ ψυχρούς), καὶ
τὸν φάρυγγ' ἥδιστα πυριῶ τεμαχίοις.
Σουδα λεξικόν phi, entry 351, γρ. 2
ἀποδεχόμενος· συλλήπτορας εὑρηκὼς Ἰωάννην τὸν τηνικαῦτα τῆς
πόλεως ἀρχιερέα καὶ Γερμανὸν τὸν Κυζίκου μητροπολίτην καὶ ἑτέρους
ἱερεῖς καὶ συγκλητικοὺς πλείστους.
Φιλιππικός, στρατηγὸς τῶν ἑῴων στρατιωτῶν. οὗτος ἔσχεν
Ἡράκλειον τὸν Ἡρακλείου τοῦ βασιλέως πατέρα ὑποστράτηγον. δυστυ-
χήσαντος δὲ ἐν πολέμῳ τοῦ Φιλιππικοῦ καὶ ἀπομάχου γενομένου, ὁ
Ἡράκλειος ἐγχειρίζεται τὸ ὁπλιτικόν. ἦν δὲ ὁ Φιλιππικὸς γαμβρὸς
Μαυρικίου ἐπὶ θυγατρί.
Φιλιππίων: ὄνομα κύριον.
Φίλιππος, Ἀμφιπολίτης, ἱστορικός. Ῥοδιακὰ βιβλία ιθʹ· ἔστι δὲ
τῶν πάνυ αἰσχρῶν· Κῳακὰ βιβλία βʹ, Θασιακὰ βιβλία βʹ· καὶ ἄλλα.
Φίλιππος, σοφιστής, ὁ γράψας περὶ πνευμάτων, ἐκ τῶν Ἡρω-
διανοῦ, κατὰ στοιχεῖον· καὶ περὶ συναλοιφῆς.
Φίλιππος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Κωδωνιασταί·
ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς.
Φίλιππος ὁ βασιλεὺς νικήσας Ἀθηναίους τὴν ἐν Χαιρωνείᾳ
μάχην οὐ τοσοῦτον ἤνυσε διὰ τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας
καὶ φιλανθρωπίας τῶν τρόπων· τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις
αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ
δ' εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν
αὐτῶν ἔσχεν ὑποχείριον, οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττομένοις,
Αποσπάσματα από βιβλία για Θάσο
Καδόγλου, Έλενα. Thasos : The Emerald Island: Myth and History,
Culture and Tradition, Town and Sites, Countryside and BeachesElena
Kadoglou · μετάφραση Judy Giannakopoulou · φωτογράφιση Dora
Koliopanou, Kostas Maranos. - Αθήνα : Toubi's, 1999. - 112σ.
Καδόγλου, Έλενα. Θάσος : Το σμαραγδένιο νησί: Μύθος και ιστορία,
παράδοση και πολιτισμός, πόλη και αξιοθέατα, ύπαιθρος και
παραλίεςΈλενα Καδόγλου · φωτογράφιση Δώρα Κολιοπάνου, Κώστας
Μαράνος. - Αθήνα : Toubi's, 1999. - 111σ.
333
Παπαγιαννόπουλος, Απόστολος. Θάσος : Ιστορία, αρχαιολογία,
τουρισμόςΑπόστολος Παπαγιαννόπουλος, Κωνσταντίνος Φαρίδης ·
φωτογράφιση Χαράλαμπος Σφύρας. - Θεσσαλονίκη : Ρέκος, [χ.χ.]. -
112σ.
Ιστορία της Θάσου . Σιαμαντούρα Σωτηρία. Φιλόλογος
Ιστορία της Θάσου , 1453-1912 Απόστολος Ε Βακαλόπουλος - 1984 -
Historia tēs Thasou, 1453-1912- Σελίδα 175Α. Ε. Βακαλόπουλος - 1984 -
Σύντομο κριτικό σημείωμα Πρώτος ο Γάλλος αρχαιολόγος επιχειρεί να
συγγράψει μια σχετικά διεξοδική Ιστορία της Θάσου . Οι πληροφορίες
του όμως, που αναφέρονται στη βυζαντινή και στη νεότερη ...
Ιστορία της Ελλάδος από των αρχαιοτάτων χρόνων μέχρι της Αλώσεως
της ...Σπυρίδων Λάμπρος - 2015 -
Από τών μετάλλων της Θάσου, του χρυσού της Σκαπτής Ύλης, της
πλουσίας ξυλείας και των άλλων εκ της Θράκης εμπορευμάτων ή Θάσος
ήλθεν εις τοιαύτην άκμην, ώςτε είχεν έτήσιον περίσσευμα μέχρι
τριακοσίων ταλάντων, ήτοι δύο περίπου ...
Dōdōnē- Τόμος 16,Τεύχος 1 - Σελίδα 449 1987 - να υποστηρίξει κανείς
ότι, παρά την πολύ μεγάλη πρόοδο πού έχουν σημειώσει τα τελευταία
χρόνια οί έρευνες της ιστορίας της Θάσου, τά ευρήματα δέν μας έχουν
δώσει άκόμη βέβαια σημεία στηρίξεως για τή χρονολογία καΐ τήν ιστορία
της ...
Ιστορία του ελληνικού έθνους - Τόμος α΄Κωνσταντίνος
Παπαρρηγόπουλος - 2014 - Tά αυτά δε έθνη λέγει ότι κατώκησαν εις τάς
νήσους και ό πατήρ τής ιστορίας, ρητώς αναφέρων ώς ύπό τών Φοινίκων
ανέκαθεν καταληφθείσας την Κύπρον, τά Κύθηρα, την Θάσον, και ώς
πρός τήν Θάσον προσάγων μαρτυρίαν ουδέν ήττον ...
334
Thrakika: syngramma periodikon ekdidomenon hypo tou en Athēnais ...
2007 - Προβολή αποσπάσματος - Δ ΣΤΡΑΤΗ, Τό Νησί τής Θάσου καϊ τό
"Αγιον "Ορος, Σειρά Δευτέρα, « Εκκλησία και θεολογία» (-6), Εκδόσεις
«Παρουσία», Καβάλα 1995, α 12. Αθ. Α. ΑΓΓΕΛΟΠΟΥΛΟΥ, Ή
Εκκλησιαστική Ιστορία τών Νέων Χωρών (1912-1928), θεσσαλονίκη
1982 ...
2001 - ... του Μιχαήλ Γ. Χρηστίδη, με τίτλο «Συνοπτική Ιστορία τον υπό
την προστασίαν των Α. Υψηλοτήτων Αντιβασιλέων της Αιγύπτου
πολιτεύματος της νήσου Θάσου, από του 1834 μέχρις εσχάτων», το οποίο,
απ' όσο γνωρίζω, παραμένει ανέκδοτο4.
Anthē charitōn: meletēmata heortia syngraphenta hypo tōn hypotrophōn
...Nikolaos Panagiōtakēs - 1998 - Προβολή αποσπάσματος
Θάσο. Ό επόμενος μονάρχης της Αιγύπτου, Χεδίβης Ισμαήλ7 έδωσε
πλουσιοπάροχα σιτάρι στους Θασίους. ... Αύτή ή υπόθεση υπήρξε ή
απαρχή «πιέσεων και βασάνων στήν Ιστορία τής νήσου Θάσου».12 Και
τοϋτο γιατί ό χεδίβης Αμπάς Χίλμη ...
Ιστορία της Φραγκοκρατίας εν Ελλάδι (1204-1566) - Τόμος Β΄ Ουίλλιαμ
Μίλλερ - 2015 - Και δ μεν Δημήτριος έλαβε παρά τού Μωάμεθ τάς νήσους
Ίμβρον και Λήμνον. ών την υπό τών Τούρκων κατάληψιν είχεν ενεργήσει
ο φίλος τού σουλτάνου, ό ιστορικός Κριτόβουλος, πρός δε τούτοις και
μέρος τής Θάσου και τής Σαμοθράκης και ...
Ιστορία της πόλεως Αθηνών κατά τους μέσους αιώνας - Τόμος Α΄
Φερδινάνδος Γρηγορόβιος - 2015 - Αί τέσσαρες αυτού γαλέραι ώρμουν
παρά την παραλίαν άπέναντι της νήσου Θάσου, επιβιβασθείς δ' εις αυτάς,
απέπλευσεν εις την Σικελίαν. Μετ' αυτού δε συναπήλθε και ο Ραμών
Μουντάνερ, ο ιστοριογράφος του καταλωνικού εκείνου ήρωικού ...
Aʹ Topiko Symposio hē Kavala kai hē Periochē tēs: to symposio auto ...
1980 - ΣΥΝΤΜΗΣΕΙΣ - ΒΙΒΛΙΟΓΡΑΦΙΑ Βιβλία Άξιώτης, Άξιώτη
Πέτρου, Ή Θάσος, Θεσ/κη 1953. Αρβανίτης, Αρβανίτη Άνδρ., Ή
Μακεδονία εικονογραφημένη, Αθήνα 1909. Βακαλόπουλος,
Βακαλοπούλου Άπ., Ιστορία της Μακεδονίας, 1354-1833, Θεσ/κη ...
335
Κωνσταντινος Παπαρρηγοπουλος, Παυλος Καρολιδης - 196? - Προβολή
αποσπάσματος - ϊσοις δικαίοις μετέχουσα τής έν Δήλο) συμμαχίας,
κατέστη υπήκοος τών ' Αθηνών. ΊΙ δε άλωσι; αϋτη τής Θάσου συνδέεται
καί μετά ετέρου τινός γεγονότος, κατά τούτο λόγου αξίου, οτι δύναται νά
θεω- ρηί)Γ| ώς προανάκρουσμα σπουδαίων ...
Thasos: matières premières et technologie de la préhistoire à nos jours
Chaidō Koukoulē-Chrysanthakē, Arthur Muller, Stratēs Papadopoulos -
1999 - Η ΕΓΚΑΤΑΣΤΑΣΗ ΤΗΣ ΜΕΤΑΛΑΕΤΤΙΚΗΣ ΕΤΑΙΡΕΙΑΣ
δΡΕΙΟΕΙ, ΣΤΗ ΘΑΣΟ ΚΑΙ ΟΙ ΘΕΤΙΚΕΣ Ή ΑΡΝΗΤΙΚΕΣ
ΑΝΤΙΔΡΑΣΕΙΣ ΤΩΝ ΚΑΤΟΙΚΩΝ Η ιστορία των μεταλλείων της Θάσου
είναι ένα ενδιαφέρον κεφάλαιο που δεν έχει ερευνηθεί στο σύνολο ...
Ιστοριών Δ΄- Σελίδα 150 Θουκυδίδης - 2014 - στρατηγόν τών έπι Θράκης
, Θουκυδίδην τον Ολάρου , δς τάδε ξυνέγραψεν , όντα περί Θάσον ( έστι
δε ή νήσος Παρίων αποικία , απέχουσα τής Αμφιπόλεως ήμίσεος ήμέρας
μάλιστα πλούν ) , κελεύοντες σφίσι βοηθείν και ο μεν άκουσας ...
Ιστορία του Ελληνικού έθνους : Neōteros Hellēnismos (1833-1881; ...1977
- I. ΘΕΟΦΑΝΙΔΗΣ, Ιστορία τοϋ Ελληνικού Ναυτικού 1909 - 1913. ...
ΠΑΝΑΓΑΚΟΣ, Π., Συμβολή εις τήν Ιστορίαν τής δεκαετίας 1912 - 22. ....
ΜΕΡΤΖΙΔΗΣ, Σ., θασιακά, ήτοι Ιστορία τής Θάσου άπό τών άρχαιοτά-
των μέχρι τών νεωτέρων χρόνων.
Istoria tou Ellēnikou ethnous: Neōteros Hellēnismos (1833-1881; ...1977 -
ΘΑΣΟΣ Ιδιότυπο ύπήρξε τό καθεστώς τής Θάσου, πού είχε παραχωρηθεί
στις 30 Μαρτίου 1813 άπό τό σουλτάνο Μαχμούτ Β' στό Μωχάμετ "Αλυ
τής Αιγύπτου, ό όποιος τήν είχε ζητήσει γιά συναισθηματικούς
περισσότερο λόγους παρά γιά ...
Historia ...- Σελίδα 172 Herodotus - 1836 - 172 ΙΣΤΟΡΙΑ ΗΡοΔοΤΟΥ δε
Αιγύπτιοι λέγουσιν ότι ούτε του Ποσειδώνος, ούτε των Διοσκούρων τά
ονόματα δεν ... Είδα δε εις την Τύρον και άλλο ιερόν Ηρακλέους, έχον
επωνυμίαν Θασίου. Υπήγα λοιπόν και εις την Θάσον, όπου ηύρα ιερόν ...
336
Ιστορία του Ελληνικού έθνους : apo tōn archaiotatōn chronōn mechri
...1862 - καί έγένετο κύριο; τη; πρός ανατολάς τοϋ Στρυμόνος χώρας τοϋ
Παγγαίου ορούς, ητις εκείτο καταντικρύ της νήσου Θάσου καί άλλοτε
ή/.φισβητ'η'θη, ένεκα των μεταλλείων αύτής, μεταξύ θασίων και
Αθηναίων. Οΐ Θάσιοι εί/ον αύτόθι χτίσει ποτέ ...
Historia tou Valkanotourikou polemou: ho stauros kata tes ...Ēlias I.
Oikonomopoulos - 1914 - Δ! καταληφτνεϊοσι νήσοι. . λ 'Εκ τῶν
καταλ.ηφθεισῶν νήσων Θάσος κείται άκριθώς έναντι ., . του κόλπου τῆς
Καθάλλας, ένθα ε'κδάλλει κα! ο Νέστος, έχει έκτασιν 893 τετρ.
χιλιομέτρων και πληθυσμον Ιϋ,θθΟ Ἑλλήνων κατοίκων. Κυθερνοιται
υπο ...
Ιστορία του Ελληνικού έθνους : enchrōmē - eikonographēmenē ;Κ.
Παπαρρηγόπουλος , Paulos Karolidēs, Geōrgios Iak Anastasiadēs - 2001
- Αλωση της Θάσου. Η δόξα και η υπεροχή των Αθηναίων που καθημερινά
αύξανε, αντί να τους κουράσει, αντίθετα τους ερέθιζε ακόμη περισσότερο
την επιχειρηματική τους ορμή. Μετά την άλωση της Ηιόνας στο
Στρυμόνα, πολλοί απ αυτούς ...
Ιστορία του Ελληνικού έθνους : Klassikos Hellēnismos - Σελίδα 38
Ekdotikē Athēnōn - 1980 - Παράλληλα ή πολιορκία τής Θάσου
συνεχιζόταν. Οί κάτοικοι της κατώρθωσαν νά ειδοποιήσουν κρυφά τούς
Σπαρτιάτες, καλώντας τους νά εισβάλουν στήν Αττική, ώστε νά δη-
μιουργηθή άντιπερισπασμός και νά άπαλλαγοΰν έκεΐνοι άπό τόν ...
Hellas: Hē historia kia ho politismos tou hellēnikou ethnous apo tis
...Giannēs A. Pournaras - 1998 - Καμπή στις σχέσεις τών Αθηναίων με
τους συμμάχους υπήρξε η αποστασία τής Θάσου, το 465 π.Χ. Όπως έχει
ήδη προαναφερθεί, τα συμφέροντα τής Θάσου στην απέναντι θρακική
ακτή ήταν ζωτικής σημασίας για την οικονομία της.
Ιστοριών Η΄- Σελίδα 90 Θουκυδίδης - 2014 - ... ήρημένον δεές τα έπι
Θράκης άρχειν , απέστελλον έπι την άρχήν και άφικόμενος ές την Θάσον
337
τον δήμο ν κατέλυσεν και άπελθόντος αυτού οι Θάσιοι δευτέρω μηνί
μάλιστα την πόλιν έτείχίζον , ώς τής μεν μετ ' Αθηναίων αριστοκρατίας
ουδέν έτι ...
Istoria tīs archaias Ellados syggrafeisa men ypo toy aggloy Toma Keitle
Thomas Keightley, Spyridon Antoniadis - 1850 - Ο λαος τὴς Θάσου
ὰντεποιεῖτο τους λιμένας καὶ τὰ χρύσεια μεταλλεια τὰ κατὰ τὴν απέναντι
ταραλίαν τὴ; ε , αν κ , (Βρακα, τὰ ὁποῖα οι Αθηναιοι εἶνον λαδιι ει; τὴν
κατοχὴν των, ώ; αναικοντα δὴθεν εἰ; αυτου; αρχὴ;. Εἰ; ταύτην δὲ τὴν ...
Archaia Hellēnikē historia: apo tēs halōseōs tēs Sēstou mechri ...Geōrgios
A. Papantōniou - 1964 - Ό έτερος στρατηγός, δ Θουκυδίδης, δεν
εμφανίζεται περί την Χαλκιδικήν κατά τό θέρος καί το φθινόπωρον τοΰ
έτους 424, προφανώς διότι, ώς ανέβαινε και κατά τον έπακολουθήσαντα
χειμώνα, ήτο «περί Θάσον». Όλίγον πρό τούτου, οιά τοΰ ...
Historia tou voreiou hellēnismou - Τόμος 1 - Σελίδα 65 Kōnstantinos
Apostolou Vakalopoulos - 1990 - Μετά την τελευταία κατάληψη της
Βέροιας (1448-1449) και της Θάσου (1459) ακολούθησε μια ιδιαίτερα
σκοτεινή περίοδος στην ιστορία της Μακεδονίας. Η βαριά τουρκική
φορολογία, οι τουρκικές αυθαιρεσίες, οι συνεχείς κακοποιήσεις και οι ...
Historia tēs ekklēsias tēs Hellados - Τόμος 1 - Σελίδα 2 1920 - Το
Ανατολικόν Ιλλυρικόν συμπεριέλαβε δύο Διοικήσεις, την Μακεδονικήν
και την Δακικήν. Υπό δε την Μακεδονικήν υπήχθησαν ολόκληρος η
Μακεδονία μετά των νήσων Θάσου και Σαμοθράκης, η Θεσσαλία μετά
των νήσων Σκιάθου, Σκοπέλου, ...
Historia tēs Othōmanikēs autokratorias. - Τόμοι 1-2 - Σελίδα 286 1870 - Ο
Δούκας ένι βήματα μνημονεύει της άλώσεως της Αίνου, άλλ' οι Οθωμανοί
ιστοριογράφοι (!) διηγούνται διά πλειόνων τά περί τούτου αφιερούντες
ίδιον κεφάλαιον μετά της άλώσεως της Θάσου, Σαμοθράκης και Ίμβρου,
κειμένων ώς ...
338
Ιστορία του Ελληνικού έθνους : Proistorikoi chronoi- Σελίδα 150 Κ.
Παπαρρηγόπουλος - Κύπρος, τήρ τής ιστορίας, ρητώς αναφέρων ώς ύπο
των Φοινίκων άνέκαθεν καταληφθείσας την Κύπρον, τα Κύθηρα, την
Θάσον, και ώς προς την Θάσον προσάγων μαρτυρίαν ουδέν ήττον -
σχυραν της του Θουκυδίδου περί των εν Δήλω. Kαρών.
Ιστορία του Ελληνικού Εθνους: Σύγχρονος ελληνισμός από το 1941 έως
...Geórgios Cristópoulos, Ioánnis Bastiás, Euangelos Kofos - 1941 - Τον
Νοέμβριο του 1975, άρχισε η εκμετάλλευση του πετρελαίου που είχε
βρεθεί στον Πρίνο της Θάσου- η κυβέρνηση είχε, την άνοιξη,
αναθεωρήσει τη σχετική σύμβαση της δικτατορίας, ενώ, με την ίδρυση της
Δημοσίας Επιχειρήσεως Πετρελαίου ...
Δίκαιον και ιστορία: μικρά μελετήματα - Σελίδα 80 Αναστάσιος Π
Χριστοφιλόπουλος - 1973 - Ιδιαιτέρας προσοχής άξιαι είναι επιγραφή εκ
Θάσου του Δ' π.Χ. αρχομένου ή μάλλον του Ε' λήγοντος αιώνος και ετέρα
εκ της θεσσαλικής Φαλάννης.Ή πρώτη περιέχει ψήφισμα, δι' ου
παραχωρείται εις τους εκ Νεαπο- λιτών39 πατέρων και ...
Historia tōn Athēnōn apo Christou gennēseōs mechri tou etous 1821
Geōrgios Kōnstaninidēs - 1876 - Άλλ' επί τέλους διηρέθησαν καί οί
αρχηγοί 'Ροκαφόρτης καί Φερδινάνδος, καί ό μέν τελευταίος αποχωρισθείς
τοΟ άλλου στρατού έτράπη μετά των δπ' αυτόν επί του στόλου προς τήν
Θάσον, ό δέ 'Ροκαφόρτης έξηκολουθησε τάς πρός δυσμάς ...
Enkyklopaideia Domē enchrōmē: holes hoi gnōseis gia holous Θάσου, τοΰ
ν. Ιωαννίνων. Κρήνη: κοινότης (290 κάτ., ύψόμ. 310) τής έπ. Κερκύρας,
τοΰ ν. Κερκύρας. — Κέρκυρα (είκ.) ... Κρηνίδες: αρχαία πόλη τής
Μακεδονίας, κατόπιν Φίλιπποι. -» Θάσος (Ιστορία), Μακεδονία (Ιστορικό
περίγραμμα, μνημειακή ...
Hē Thasos - Σελίδα 19 Dēmētrios Lazaridēs - 1958 - 196 Οί Ρωμαίοι
διατάζουν τήν άπελευθέρωση της Θάσου. 168 Ό βασιλιάς τής Μακεδονίας
Περσεύς καταφευγει στήν ... Ένδοχώρα οί γνώσεις μας για τήν Ιστορία τοϋ
339
νησιοϋ στούς αρχαίους χρόνους, δπως καί στούς νεωτέρους, μετά τήν
τουρκική ...
Etymologikon to mega: Etymologicon magnum - Τόμος 1 - Σελίδα 199
1816 - τα γαρ γάδειρα, της γής εξοχή έστιν ή, ως φησί Κλαύδιος Ιούλιος
εν ταϊς Φοινίκης ιστορίας, ότι Αρχαλεύς υίος Φοίνικος, κτίσας ... Γαληψός,
πόλις Θράκης ωνόμασται δε από Γαλήψου του εκ Θάσου και Άνς ο
πολίτης, Γαλήψιος, τα δε εις ψος υπέρ ...
Epitomos historia tōn Spartiatōn - Σελίδα 87 Vlasēs Rassias - 2003 - 465
Οι Αθηναίοι επολιόρκησαν την νήσο Θάσο που είχε εξεγερθεί κατά της
ηγεμονίας τους. Οι Θάσιοι έκαμαν έκκληση στους Σπαρτιάτες να τους
βοηθήσουν μ' έναν αντιπερισπασμό, πραγματοποιώντας εισβολή στην
Αττική. 464 - 455 «Τρίτος ...
Megale historia tes Helladas: Archaia 2. 500-355 [Link] - Σελίδα 378 Gianes
Konstantinou Kordatos, Nikos G. Karageorgos - Στά χρόνια αυτά έγιναν
καί στή Θάσο μεγάλες φασαρίες και ο κομματικός και ταξικός
ανταγωνισμός πήρε πολλές φορές επαναστατική μορφή , “ Η Θάσος , ένα
από τά μεγάλα νησιά του Αιγαίου αντίκρι άπό τό Παγγαίο , εξόν πού είχε
στρατηγική ...
Historia tēs Hellēnikēs glōssas - Σελίδα 36 M. Z. Kopidakēs - 1999 -
Μετάφρ. Δ. Ν. Μαρωνίτης Το μεστό «προοίμιον» της ιστορίας του
Ηροδότου. Ο πατέρας της Ιστορίας στο έργο του, που ... Ανάφης), τη
Χαλκιδική, τη Θάσο, στα κεντρικά παράλια της Μ. Ασίας και στα κοντινά
νησιά Σάμο και Χίο, στις αποικίες ...
Historia tou Hllēnikou ethnous: apo tōn archaiotatō chronōn mechri ...Κ.
Παπαρρηγόπουλος , Paulos Karolides - 1902 - Τά αύτά δε έθνη λέγει οτι
κατωκησαν είς τάς νήσους καί ό πατήρ τη"ς ιστορίας, ρητώς αναφερών ώς
ύπό των □Φοινίκων ανέκαθεν κατχληφθείσας την Κύπρον, τά Κύθηρα, την
θά- •«ον, καί ώς πρός την Θάσον προσάγων μαρτυρίαν ουδέν ήττον ...
340
To Archaiologiko ergo stē Makedonia kai Thrakē - Τόμος 18 - Σελίδα 50
2004 - Η ιστορία του κτηρίου Μπορούμε τώρα να προσδιορίσουμε λίγο
πιο συγκεκριμένα την ιστορία του συγκροτήματος, σε σχέση με τη
γενικότερη Ιστορία της Θάσου . Βασιζόμαστε στα δεδομένα των
ανασκαφών του 1971, της περιόδου 1979-1985 ...
Stephani Byzantii Ethnicorum quæ supersunt. Ex recensione Augusti ...
1849 - )Ιώσηπος πέμπτω Ίουδαίκής ιστορίας. οἱ πολῖται Θαμνῖται.
Θαμουδά, .ιναβαταίων χείτων τῶν .ν!ραβίων. Θύράνιος Μραβικῶν τρίτη.
ό οικήτωρ Θαμουδηνός. Θάσος, νήσος πρός τῇ Θράκη, πόλιν όμώνυμον
ιχουσα, ιι .ἔν.2α Τηλέφη ή τής ...
Megale historia tes Helladas: Byzantio 2. 1204-1453 Σελίδα 547 Gianes
Konstantinou Kordatos, Nikos G. Karageorgos - ... (Χάμμερ-Κροκιδα:
«Ιστορία τής "Οθωμανικής Αυτοκρατορίας», τ. Β'. σ. 272 καί 641). Ή
προκήρυξη αύτή Ιπιασε. Άπό τήν Πελοπόννησο ήρθαν πολλοί προύχοντες
στήν Πόλη. δπο>ς καί άπό τήν "Αμαστριν, τή Φώκ;*α, τή Θάσο,
Σαμοθράκη, άπό ...
Architecture in Greece: - Τεύχη 25-27 - Σελίδα 48 1991 - Γιά τήν Ιστορία
της Θάσου βλ. Άπ. Βακαλάπουλου, Ιστορία τής Θάσου 1453-1912,
θεσσαλονίκη: Εταιρεία Μακεδόνικων Σπουδών, 1989. 2. Περιγραφές τών
οικισμών της Θάσου περιλαμβάνονται στά κείμενα τών περιηγητών καί
τίς περιγραφές ...
Deltio tou Ekpaideutikou Homilou - Τόμοι 4-5 - Σελίδα 128 1914 - Κ. Χ.
Διάφορα Ω. Μ. Κοντογιάννη, ΟΊ πειράται και ή Θάσος. 'Αΰήνα 191δ, Β7
σελ . Ό κ. Κοντογιάννης είναι άπό τούς ολίγους ιστορικούς πού
καταγίνονται και εξετάζουν τή νειότερη ελληνική Ιστορία μέ βάση τά
έγγραφα και τούς περιηγητάς κοντά ...
Nea Hestia - Τόμος 28 - Σελίδα 843 1940 - Πραγματικά, στους
«Ελληνικούς Ορίζοντες» ή ιστορία πιάνει, μπορεί να πη κανείς, τον
περισσότερο τόπο. ... των Δραγούμηδων και που εκεί κοντά έδρασε ο
341
Παύλος Μελάς, ιστορώντας το «χρονικό» της Βέρροιας, των Σερρών, της
Θάσου, ο κ.
Hērodotou Historia: tomos 1-9 - Σελίδα 339 Herodotus, Ad Theophilos -
1953 - κοΰοε τή Θάσο χοδρθε μήνυμα δτι ο! Φοίνικες ξεκίνησαν μέ τά
πλοία άπ' τή Μίλητο έναντίον της άλλης Ιωνίας. Σαν τακουσε αύτά, αφήνει
τή Θάσο χωρίς να τήν κυρίευση κι" έσπευσε αυτοπροσώπως στή Λέσβο
μέ δλο τό στράτευμα. Επειδή δμως ...
Hē historia tou archaiou kosmou kai hoi pēges tēs - Σελίδα 154 Antōnēs N.
Mastrapas - 2003 - Με το στόλο τους υπέταξαν τη Θάσο, που δεν
αντιστάθηκε, και με το πεζικό τους πρόσθεσαν και τους Μακεδόνες στους
άλλους υπόδουλους λαούς που είχαν κιόλας κατακτήσει. Όλες τις φυλές
που βρίσκονταν πριν από τη Μακεδονία τις είχαν ...
Ιστορία της ελληνικής γλώσσας: από τις αρχές έως την Υστερη
Αρχαιότητα Anastasios-Phoivos Christidēs, A.-Ph Chrestides, Kentro
Hellēnikēs Glōssas (Greece) - 2001 - Το όνομα Έλλιμένιος από τη Θάσο
αναφέρεται στο θαυμάσιο λιμάνι της. Αλλωστε και σήμερα η πόλη αυτή
ονομάζεται Λιμένας, ενώ στην αρχαιότητα υπήρχε εκεί λατρεία της
Έπιλιμενίας Ήρας. Το όνομα Έρμόζνγος, πάλι από τη Θάσο, μπορεί να ...
Ethnica - Τόμος 1 - Σελίδα 306 Stephanus (Byzantinus), August Meineke
- 1849 - Ίιόσηπος πεμπτη Ιουδαϊκής ιστορίας, οι πολϊται Θαμνϊται.
Θαμουδά, Ναβαταίων γείτων των Αραβίων. Ουράνιος Αραβικών τρίτη. 6
οΐχήτωρ Θαμουδηνός. Θάσος, νήσος προς τη Θράκη, πάλιν όμώνυμον
έχουσα, ενθα Τηλέψη ή της Ευρώπης ...
Historia Carminum Homericorum. Ἱστορια των Ὁμηρικων ἐπων, etc
Georgios MISTRIOTES - 1867 - Άλλ) ϊσως πιθανά μεν τα εἰρημένα, όμως
ύπολείπεται 1) (0 Σοφοκλῆς λένει ,Οἰίθ Ἑλλάς, οότ) όσκλω οσο; '' Τραμ”.
1060. Παράβαλ. Μπαμπάς', Θάσου. Ηπειρο” Ι, 15. ή οίντίρρησις, ότι ή
νοούσα καὶ κρίνουσα τον Όμηρον .
342
Iōannou Gouil. Donaldsōnos Istoria tēs archaias ellēnikēs ...John William
Donaldson - 1871 - 'Η προτελευταία γραμμη φαίνεται λέγουσα ” αγαθη
τύχη αρετής ένεκα” Τό δε όνομα Αγλαοφῶν, ό διακρίνεται ἐν τη πρώτη
γραμμή, ἐστὶ μαλλον Θάσιον, καὶ πιθανόν ότι αναφέρεται πρός τινα φίλον
τού (Ιπποκράτους ἐκ Θάσου. [Ή περὶ ή; ...
Γενικη ιστορια - Σελίδα 66 Wilhelm Pütz - 1866 - ... της Κρήτν,ς, των
Κυθήρων, έπί τών προς Β. νήσων μέχρι τοΟ Ελλησπόντου και ιδίως έπί
της Θάσου, ήτις ήτον επίσημος ού μόνον ώς νουσοφόρος, άλλα καϊ' ώς
ζίντρον τοΟ μετά της Θράκης και τοΰ Πόντου εμπορίου. 3) έπί τών δ υ τ
ικών ...
Istoria - Σελίδα 300 Polybius - 1867 - .. καὶ τὰς πόλεις τὰς έμφρούρους
παραδούναι Φίλιππον (Ρωμαίοις πρὸ 4 τὴς τών Ίσθμίων πανηνύρεως,
Βύρωμον δε καὶ Πήδασα καὶ Βαρνύλια καὶ τὴν Ίασέων πόλιν, ὁμοίως 80
Ήβυδον, Θάσου, Μύριναν, Πέρινθον, ἐλευθέρας άφεῖ5 ναι, ...
Historia tēs Ekklẽsias tēs Skurou - Σελίδα 5 Vasileios G. Atesēs - 1961 -
Δακική;, ΰφ' η> πρώτην «υπήχθησαν δλόκληρος ή Μακεδονία μετά τών
νήσων Θάσου και Σαμοθράκης, ή Θεσσαλία μετά τών νήσων Σκιάθου,
Σκοπέλου (Πεπαρήθου), ή κυ- φίως "Ελλάς μετά τών νήσων Ευβοίας,
Στροφάδων, Αίγίνης, Κέι», ...
Κ. Ο. Μυλλερου Ἱστορια της Ἑλληνικης φιλολογιας μεταφρασθεισα ἐκ
της ...Carl Otfried MUELLER - 1867 - "Ως Πανελλήνων όζύς εις Θάσον
συνέδραμεν. της διϋπερνήσου κρεμάθω (1) "Ωστε καταλιπών τήν Θάσον,
φαίνεται ότι έπανήλθεν εις Πάρου, διότι άξιόπιστοι συγγραφείς
μαρτυρούσαν, ότι ό"Αρχίλοχος άπέθανεν έντή μάχη, πολεμών πρός τούς ...
Ἡ μεχρι Φιλιππου ἀρχαια ἱστορια της Μακεδονιας συνταχθεισα μεν ὑπο
...Heinrich Friedrich Otto ABEL, Margarites G. DEMITSAS - 1860 - 'Ο
Κίμων είχεν ύποτάξει τήν Θρακικήν Χερσόνησον καὶ Θάσου, ότε έφάνη
ότι παρέστη ή φυσικωτάτη άφορμή, ίνα καὶ τήν Μακεδονίαν φέρῇ είς τήν
ύποχείριον θέσιν τών Ἀθηναικών συμμάχων. ”Οτι δ Κίμων ταύτην τήν
εύνοικήν εύκαιρίαν ...
343
Ἱστορια των Ἑλληνων ποιητων και συγγραφεων κατα χρονολογικην και
...Konstantinos ASOPIOS - 1850 - Πολλά δέ καί ποικίλα όντα τά περί
τούτου μυθευόμενα έδωκαν ύλην άρκετήν εις τόν τά σπάνια καί άτριπτα
θηρεύοντα ποιητήν, περί τής γυναικός τού Ανίου Δωρίππης, περί τών είς
περιστεράς μεταμορφωθεισών θυγατέρων αύτού, περί Θάσου ...
Ιστορία του Νέου Ελληνισμού : Tourkokratia 1453-1669: hoi ...Α. Ε.
Βακαλόπουλος - Περίεργο είναι ότι οι κάτοικοι της Θάσου, όσοι έχουν
άγρόκτημα. 106. Βλ. γι' αυτά. Α. Βακαλοπούλου, “Ιστορία τού Νέου
Ελληνισμού, έκδ. Β ́, 1 σ. 351 κέ. 107. “Ο Kabrda θεωρεί τούς miselem ώς
κτηματίες οργανωμένους στρατιωτικά.
Ιστορία του Νέου Ελληνισμού - Τόμος 2 - Σελίδα 365 Α. Ε.
Βακαλόπουλος - 1961 - Οί βυζαντινολόγοι ή και άλλοι ιστορικοί, μή
γνωρίζοντας καλά την Ιστορία της τουρκοκρατίας, δέν πρόσεξαν το ... Βλ.
π.χ. σφάλματα ώς πρός τήν προέλευση τοΰ τοπωνυμίου Βουλγάρων της
Θάσου
Historia tēs phrankokratias en Helladi (1204-1566) - Σελίδα 173 William
Miller, Syridōn Paulou Lampros - 1910 - Και δ μεν Δημήτριος έλαβε παρά
τού Μωάμεθ τάς νήσους Ίμβρον και Λήμνον. ών τήν ύπό τών Τούρκων
κατάληψιν είχεν ενεργήσει δ φίλος τού σουλτάνου, ό ιστορικός
Κριτόβουλος, πρός δέ τούτοις και μέρος τής Θάσου και τής Σαμοθράκης
και ...
Ekklēsiastikē historia tēs Hellados apo tēs hidryseōs tōn ekklēsiōn
...Gerasimos Iōannou Konidarēs - 1960 - Εις ολόκληρον την σημερινήν
γενικήν διοίκησιν Μακεδονίας και Θράκης μέχρι των ορίων της
Θεσσαλίας εξετείνετο τότε η αρχή των Τούρκων, πλην της Χριστουπόλεως
και της Θάσου, αίτινες ετέλουν υπό τον Βυζαντίνον ηγεμόνα Αλέξιον
Ασάν, ...
Ιστορία του Νέου Ελληνισμού : Tourkokratia 1669-1812: Hē oikonomikē
...Α. Ε. Βακαλόπουλος - Ωραιότατες είναι επίσης οί ξυλόγλυπτες
344
συνθέσεις, πού στολίζουν τά τέμπλα δχι μόνο των εκκλησιών της
Μοσχοπόλεως, άλλα και άλλων πόλεων και χωριών της Μακεδονίας,
Θάσου, Ηπείρου και Επτανήσου, δπου εργάστηκαν Μοσχοπολίτες ...
Ιστορία του Ελληνικού έθνους : Mēdikoi ē perzikoi polemoi - Σελίδα 213
Κ. Παπαρρηγόπουλος - “Ωστε και αύτη ή νήσος, ή πρότερον επί ίσοις
δικαίους μετέχουσα τής έν Δήλω συμμαχίας, κατέστη υπήκοος τών
Αθηνών. Η δε άλωσις αύτη της Θάσου συνδέεται και μετά ετέρου τινός
γεγονότος, κατά τούτο λόγου άξιου, ότι δύναται να θεωρηθή ...
Historia tou Eurōpaïkou pneumatos - Τόμος 1 - Σελίδα 7 Panagiōtēs
Kanellopoulos - 1947 - Στὴν Κύθνο, στὴν Καλὴ-Ράχη της Θάσου, στὴν
Κάρυστο. Στὴ μοναξια ακριβώς είδα μπρός μου τὴν πιο μενάλη καὶ τὴν
πιὸ σταθερὴ κοινωνία που ύπάρχει στον κόσμο, τὴν κοινωνία τῶν
πνευμάτων. Δεν τὴν είδα μόνο· τὴν ἔζησα καὶ τὴν ...
Historia tēs Ethnikēs Antistaseōs tou 5)42 Syntagmatos Euzōnōn
...Geōrgios D. Kaimaras - 1953 - Αλλ' ή Ιστορική αυτη απόφασις εγινε
βραδύτερον αφορμή όξυτάτης διαμάχης μεταξύ τών δύο όργανώσεων. ...
Μεταξύ αύτών ήσαν οί : Ταγ)ρχης Μαρούδας έκ Θάσου, Ταγ)ρχης
Βοσκίδης (') Αρχηγός της όργανώσεως 5)42 Λοκρίδος, Φαρμάκης έξ ...
Historia Sammakobiou- Σελίδα 43 Theodōros Per Kiakidēs, Bas. D.
Asēmomytēs - 1960 - ... πού συνέγραψε και τό περίφημο σύγγραμμα «Τά
κωλύματα τοϋ γάμοι1» και πολλά άλλα περί Θράκης και Σαράντα
Εκκλησιών, κατόπιν Επίσκοπος Παμφίλου (Ταταϋλα Κων) πόλεως) και
τελευταία Μητροπολίτης Μαρώνειας και Θάσου (Τ1920).
̔Ιστορ́ια τ͂ης νεοελληνικ͂ης λογοτεχν́ιας κάι ζῶης : ̓απ́ο τ́ις ...Michalēs
Peranthēs - 2006 - Ήταν ήδη κάτι περισσότερο άπό σαράντα χρόνων, δταν
αποδόθηκε στίς πολιτικές του πρωτοβουλίες, προτείνοντας τήν οικειοθελή
παράδοση τής Λήμνου, τής Θάσου καί τής Τμβρου. "Υστερα άπό συνεχείς
καί συνδυασμένες ένέργειες, πέτυχε τά ...
345
Thessalonikē kai Makedonia 1798 - 1912: - Σελίδα 53 Poluhrónês
Kuprianoú Enepekídês - 1982 - Ό τελευταίος χάρτης τής Θάσου άπό τόν
δείχνει έρείπια τών Αίνύρων στήν άνατολική άκτή. ... Ή αρχαία ιστορία
τοΰ νησιοΰ. Είμαι τής γνώμης πώς ή Θάσος άνήκει σ' έκείνα τά νησιά τοΰ
άρχιπελάγους πού έκπολιτίσθηκαν στά πιό πρώιμα ... Θάσος –
Βικιπαίδεια. Η νήσος Θάσος βρίσκεται στη βόρεια Ελλάδα, αντίκρυ από
τις ακτές της Ανατολικής ... και Αινύρων, σημερινή Ποταμιά και κάτω από
την ακρόπολη της Θάσου), ...
Σωτήρης Γερακούδης: Ιστορία της Θάσου, Αστρίς Θάσου, 2005
Historia tēs Chiou: Tourkokratia (2 v.) Geōrgios Iōannou Zolōtas, Aimilia
K. Sarou - 1928 -Εν τη Συναγωγϊ] Δοσιθέου: Χορηγείται τψ Χίω πρωτεκ-
δίκω Σοφιανψ, ή εξαρχία τοΟ Φωτοδότου Παροναξίας αντί της Θάσου
(ετει 1651 επί πατριάρχου Ίωαννικίου Β' σ. 586). — Αύτ. Έπϊ Παρθενίου
Β' 1648, περί πρωτεκδίκου Μιχ. ΒλαστοΟ, τοΟ ...
Ιστορία της πειρατείας - Σελίδα 97 Αλεξάνδρα Κραντονέλλη - 1998 - Τόν
Οκτώβριο του 1771 ο ρωσικός στόλος έψαχνε γιά τρόφιμα στά παράλια
της Μακεδονίας, της Θάσου και στόν Στρυμονικό κόλπο. Λεηλάτησε
αποθήκες." Ο ρωσικός στόλος μετά τη νίκη στόν Τσεσμέ προχώρησε τόν
Αύγουστο του 1770 πρός ...
Istoria tu Elinicú eznus: Elinistiki jroni - Τόμος 5 - Σελίδα 227 Geōrgios
Christopulos - 1974 - Χ. καί ένας ναός άπό μάρμαρο τής Θάσου άφιε-
ρωμένος στόν θρακικό «Μέγαν Θεόν», ό όποιος, κατά τή γνώμη τών
είδικών, ... Ό πόλεμος αύτός στάθηκε όρόσημο γιά τήν Ιστορία τής πόλεως,
γιατί φαίνεται πώς άπό τότε μόνο χρονολογείται ή ...
Ιστορία του Νέου Ελληνισμού : Arches kai diamorphōsē tou - Σελίδα 357
Α. Ε. Βακαλόπουλος - 1961 - Ό σουλτάνος τοϋ παραχοίρεϊ «ές τε αρχήν
άμα και πρόσοδον» (= γιά νά τά διοική καί νά τά νέμεται) τά νησιά "Ιμβρο
και Λήμνο, τις γαϊες της Θάσου καί Σαμοθράκης πού είχαν έγκαταλειφθή,
καθώς καί τήν Αίνο. Τό σύνολο τών εισοδημάτων τοϋ ...
346
Politikē historia tēs Neōteras Hellados, 1828-1964: Hē megalē ...Spyridōn
Vasileiou Markezinēs - ... είχον συμφωνήσει και οί Σέρβοι. Ή παγκόσμιος
Ιστορία είναι πλήρης παραδειγμάτων άναλόγων περιπτώσεων: ό έχων
δηλαδή έπείγουσαν ... έζαιρέσει τής Θάσου, τήν οποίαν περιλαμβάνει είς
τήν Ελλάδα, τάς έχει λευκός, ως άμφισβητουμένας.
Historia tēs Makedonias kata tous mesous chronous (285-1354) Geōrgios
Iōannou Theocharidēs - 1980 - Ή Κυβέρνησις του Λέοντος ΣΤ'
άπησχολημένη και τώρα μέ τούς Βουλγάρους και μέ έσωτερικά
ζητήματα δεν είναι εις θέσιν να εμπόδιση τους πειρατάς και οί Σαρακηνοί
τοϋ Λέοντος τοϋ Τριπολίτου πλέοντες εκ Θάσου εισέρχονται το 902 είς
τον ...
Politikē historia tēs Neōteras Hellados, 1828-1964: Hē nea epochē, ...
Spyridōn Vasileiou Markezinēs - 1968 - ... φθάνοντα είς την θεσσαλονίκην
έπί τοϋ ατμόπλοιου έκ Καβάλας και Θάσου δια τόν αγώνα τής "Εθνικής
... 1913), δια τόν πολυτά- ραχον βίον τοϋ όποιου έγένετο κατ' επανάληψιν
μνεία είς τόν Α' και τόν Β' τόμον τής ιστορίας.
Historia tou nautikou tōn archaiōn Hellēnōn - Σελίδα 269 Jean Pierre
Edmond Jurien de La Gravière - 1890 - Ό αληθής Αλκιβιάδης, εκείνος,
όστις σύναται έ'τι ν' άξιωθτ) της επιεικείας της ιστορίας, έπι- φαίνεται
τέλος. ... άμα οέ και ό Θρασύβουλος είκοσιν έτέραις έκ Θάσου- ούτω ίέ ή
ούναμις τοϋ αθηναϊκού στόλου άνηλθε και πάλιν είς εξ και όγοοήκοντα ...
Istoria tou Ellēnikou ethnous: Hellēnistikoi chronoi - Σελίδα 227 1974 - Χ.
και ένας ναός άπό μάρμαρο τής Θάσου άφιε- ρωμένος στόν θρακικό
«Μέγαν Θεόν», ό όποιος, κατά τή γνώμη τών ειδικών, ... Ό πόλεμος αύτός
στάθηκε δρόσημο γιά τήν Ιστορία τής πόλεως, γιατί φαίνεται πώς άπό τότε
μόνο χρονολογείται ή ...
Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν
347
Λεξικόν Δημητράκου . ο άγον αιζυρός, τρισάθλιος. Τρισοιζυρήν πόλιν -
περί της Θάσου-
Ἄδηλα μέτρα - bibliotheca Augustana. Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν _
(-) D. 229 W. (West) Porphyr. in Hom. Il. 6, 201 (p. 298, 14 Schrader) ὀξύη
᾽ποτᾶτο (-) D. 230 W. (West) Etym.
Mélanges de Littérature Grecque: Contenant un Grand Nombre de Textes
...Emmanuel Miller, Miller Emmanuel - 2010 - History .. τρισκε-
χορημένον τον πολλάχιι έχσεσαρωμένον, Αρχίλογρί δέ τρισοιζύρην πόλιν
έφη την Θάσον, Ιτι-πώναζ δέ τον τρία ΰπερανα§άί αριθμόν έπΐά- δουλον
έψη.
ARCHILOCHUS, Fragments | Loeb Classical Library - Θάσον δὲ τὴν
τρισοιζυρὴν πόλιν. παρ᾿ Ἀρχιλόχῳ, ἤτοι λίαν ὀϊζυράν. 229 Porphyrius in
Hom. Il. 5.568 (p. 58 Sodano). καὶ “ἔγχεα ὀξυόεντα” τὰ ἐξ ὀξύης τοῦ ...
Eustathii,... Commentarii ad Homeri Odysseam, ad fidem exempli
...Eustathe de Thessalonique – 1825 ... άλλ' ω τρισχεχορημένε Σμερδίη
παρά Άναχρίοντι. ήγουν πολλάχις ιχσεσαρωμένε. καϊ Θάσον δί την
τρισοιζύρην πάλιν παρά Άρχιλόχω. ητοι την λίαν οΐζνράν.
L'Odyssée et la question de l'immigration choisie. | Antiquité aujourd'hui
30 Απρ 2015 - Le témoignage d'Archiloque nous renseigne à ce propos sur
l'identité des habitants d'une colonie de Paros à Thasos, τὴν τρισοιζυρὴν
πόλιν ...
Poetae lyrici Graeci, ed. T. Bergk - Wilhelm Theodor Bergk - 1843 - Greek
poetry Θάσον δε την τρισοιζύρην πάλιν. 117. [91.] Προτείνω χείρα και
προίααομαι. 118. [92.] Χολην γαρ ουκ έχεις έφ' ηπατι. 119. [93.] Πόδες δη
κει&ι τιμιωτατοι. 112. [109 ...
348
Οδυσσέας Γκιλής. Η πρώτη χρήση των λέξεων. Ιστορία των λέξεων
...Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν ὀξύη ΄ποτᾶτο͵ κακήν σφιν Ζεὺς ἔδωκεν
αὐονήν. ἀμυδρὴν χοιράδ΄ ἐξαλ4εό4μενος͵ ν ό μ ο ς δὲ Κρητικὸς
διδάσκεται.
Archilochus-Fragmenta - Poesia latina 225. πάρελθε, γενναῖος γάρ εἰς. fr.
226. λέως γὰρ οὐδὲν ἐφρόνεον. fr. 227. ὁ δ' Ἀσίης καρτερὸς μηλοτρόφου.
fr. 228. Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν. fr. 229.
Archilochos. Opera - Ae Lib 390, 42 Sturz. ἶνας δὲ μελέων <τῶν μέσων>
ἀπέθρισε. D. 228 W. 129 B. (West). Eust. in Hom. p. 1542. 45. Θάσον δὲ
τὴν τρισοιζυρὴν πόλιν.
Download (263kB) - Open Research Onγρ. - The Open University από L
Swift - 2014 - Γίνεται αναφορά σε 5 - Σχετικά άρθρα (τρισοιζυρὴν). A
politically critical message in the new poem would therefore be in keeping
with what we know elsewhere of Archilochus' approach to current ...
Arquíloco de Paros e o Fr. 1 West – Dialnet από MO Ferreira - 2007 -
Σχετικά άρθρα E ainda, Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν, 'Tasos, cidade
três vezes desgraçada'(Eust. 1543.45 = Archil. Fr. 228 W). Depois de suas
más experiências em ...
Thesis correcta [Link] - [Link] - Trinity College Dublin 17.13
ἑαυτοῦ τὴν τρισοιζυρὴν ψυχήν “his thrice-wretched life”; or the
Archilochean verb καταυαίνω “dissicate” (fr. 101.1) is used by Lycophron
ψυχρὸν δ' ἐπ' ...
Sociedade Brasileira de Estudos Clássi E ainda, Θάσον δὲ τὴν τρισοιζυρὴν
πόλιν, 'Tasos, cidade três vezes desgraçada'(Eust. 1543.45 = Archil. Fr. 228
W). Depois de suas más experiências em ...
349
Full text of "Aristophanis Byzantii grammatici alexandrini
fragmenta"η/ουρ πολλάκις εκσεσαρωμένε• και Θάσον δε την τρισοιζύρην
πολιν παρά Αρχιλοχω ( ρ. 491.), ήτοι την λίαν δι^υράν, οΐ'τοο δε και ο
/ράψας Ότι στί/ων ...
Arquíloco - [Link] – Scribd 228 228103 Θάσον δὲ τὴν
τρισοιζυρὴν πόλιν Tasos la ciudad tres veces desgraciada. los de Naxos y
los de Tracia. Ley cretense se enseña. 234 234 χολὴν ...
F R AGMENTOS C o l ec c i ó n I ó n Fragmentos de Arquíloco era
Arquíloco, los de Naxos y los de Tracia. 228. Θάσον δὲ τὴν τρισοιζυρὴν
πόλιν. 230 κακήν σφιν Ζεὺς ἔδωκεν αὑονήν. 231 ἀμυδρὴν χοιράδ᾽
ἐξαλεόμενος,.
Δήμος Θάσου Θάσος – Σύντομη Ιστορική Ανασκόπηση
Η Θάσος κατοικείται ήδη κατά την Νεότερη Παλαιολιθική Εποχή και
είναι ακόμα ενωμένη με την απέναντι στεριά. Νησί θα γίνει περίπου το
10000 π.Χ.
Κατά την Νεολιθική Εποχή στη Θάσο δημιουργούνται οικισμοί σε
ολόκληρο το νησί (Λιμενάρια, Καστρί Θεολόγου, ακρόπολη αρχαίας
Θάσου στο Λιμένα, σπήλαιο Μαριών, σπήλαιο Δρακότρυπα Παναγίας).
Νέοι οικισμοί εμφανίζονται τόσο κατά την εποχή του χαλκού 3000 π.Χ
(Σκάλα Σωτήρος, Αγ. Αντώνιος Ποτού, Αγ. Ιωάννης Λουκάς, Λαρνάκι
Θεολόγου), όσο και κατά την εποχή του σιδήρου που αρχίζει το 1100 π.Χ.
Ο Ηρόδοτος επισκέφτηκε το νησί και από αυτόν πληροφορούμαστε την
παρουσία των Φοινίκων που εκμεταλλεύτηκαν τα ορυχεία χρυσού των
Κοινήρων.
Πριν έρθουν οι πρώτοι Έλληνες άποικοι από την Πάρο το νησί της
Θάσου κατοικούσαν Θράκες.
Τον 7ο π.Χ. αιώνα ένας χρησμός του Μαντείου των Δελφών οδηγεί τους
Πάριους με αρχηγό τον Τελεσικλή στη Θάσο, προστάζοντας τους να
κτίσουν μία πόλη που να «φαίνεται από παντού». Η νέα πόλη σύντομα
απέκτησε πλούτο και δύναμη. Ιδρύει αποικίες στα παράλια της
350
Μακεδονίας και της Θράκης, όπως η Νεάπολις (σημερινή Καβάλα) και οι
Κρηνίδες (Φίλιπποι).
Από τον 6ο κιόλας π.Χ. αιώνα, στη Θάσο παράγονται εξαιρετικής
ποιότητας έργα στην αρχιτεκτονική, γλυπτική, γραπτή κεραμική και
μικροπλαστική, ενώ την ίδια περίοδο εμφανίζονται οι πρώτες κοπές
νομισμάτων.
Τον 5ο αιώνα π.Χ. μετά τους Περσικούς Πολέμους οι Θάσιοι
προσχωρούν στη συμμαχία της Δήλου υπό την ηγεμονία των Αθηναίων.
Ο Θάσιος ζωγράφος Πολύγνωτος από τον Αριστοτέλη
χαρακτηρίζεται ως «αγαθός ηθογράφος», από δε τους νεότερους
ιστορικούς της τέχνης θεωρείται ο πατέρας της σύγχρονης ζωγραφικής.
Τον ίδιο αιώνα ο κωμικός ποιητής και ηθοποιός Ηγήμων ή Ηγεμών
εφηύρε την παρωδία ως αυτοτελές λογοτεχνικό είδος.
Το πλήθος των εκθεμάτων του Αρχαιολογικού μουσείου της Θάσου, με
τις επιγραφές, τα νομίσματα, τα γλυπτά αριστουργήματα, την κεραμική,
αφηγούνται, μαζί με τις φιλολογικές πηγές, την μακραίωνη ιστορία του
νησιού.
Οι αρχαιολογικοί χώροι, της πόλης κράτους με τα σωζόμενα τείχη, την
ακρόπολη, την αγορά, το θέατρο, το ωδείο, τα ιερά και τα δύο λιμάνια
μαρτυρούν την ύπαρξη μιας ευνομούμενης, ισχυρής πολιτικά, οικονομικά
και στρατιωτικά πολιτείας.
Ξακουστός ήταν και ο «Θάσιος οίνος» σ’ ολόκληρο τον γνωστό τότε
κόσμο. Το μαρτυρούν οι αμέτρητες επιγραφές στα στόμια των αμφορέων.
Ο αρχαιότερος νόμος (του 480-470 π.Χ.) που ρυθμίζει το εμπόριο και την
ποιότητα του κρασιού, εκτίθεται χαραγμένος σε επιγραφή του
αρχαιολογικού μουσείου του νησιού, καταδεικνύοντας την υψηλού
επιπέδου οργάνωση της «πόλης κράτους».
Το 338 π.Χ. ο Φίλιππος ο Β’ καταλαμβάνει το νησί. Η Θάσος συμμετέχει
στο συνέδριο της Κορίνθου, που όρισε τον Φίλιππο αρχηγό των Ελλήνων
στην εκστρατεία κατά των Περσών.
Με στόλο και στρατό συμμετέχει στην εκστρατεία του Μ. Αλεξάνδρου
και μετά τον θάνατο του (323 π.Χ.) περιέρχεται στο Λυσίμαρχο το 287
π.Χ.
351
Από το 148 π.Χ. η Θάσος ανήκει στην Ρωμαϊκή αυτοκρατορία, όμως το
21 π.Χ. ο αυτοκράτορας Οκταβιανός παραχωρεί στο νησί την αυτονομία
του και το δικαίωμα κοπής δικού του νομίσματος.
Το 323 μ.Χ. ο Μ. Κωνσταντίνος ιδρύει το Ανατολικό Ρωμαϊκό κράτος και
το 330 μ.Χ. η Κωνσταντινούπολις γίνεται πρωτεύουσα του.
Η Θάσος αποτελεί τμήμα της και μέχρι το 1225 έδρα επισκοπής.
Από τον 7ο αιώνα εντείνονται οι πειρατικές επιδρομές στο νησί, μέχρι το
961 μ.Χ., όταν ο Νικηφόρος Φωκάς συντρίβει τους Σαρακηνούς.
Το 1204 αρχίζει η Φραγκοκρατία με την άλωση της Κωνσταντινούπολης.
ΟΙ Ενετοί καταλαμβάνουν το νησί.
Το 1261 ο Μιχαήλ Η’ Παλαιολόγος ανακαταλαμβάνει την
Κωνσταντινούπολη και η Θάσος περνάει στους Βυζαντινούς.
Έκτοτε και μέχρι την Άλωση Βυζαντινοί και Ενετοί γίνονται εναλλάξ
Μύριοι του νησιού με τελευταίους τους Γενοβέζους Γκατιλούζι.
Το 1455 καταλαμβάνεται από τους Οθωμανούς. Αυτοί παραχωρούν στην
Θάσο εσωτερική αυτοδιοίκηση , η οποία ασκείται από ντόπιους
δημογέροντες, ενώ ισχύει ως νομικός κώδικας η «Εξάβιβλος» του
Αρμενόπουλου.
Το 1813 η Θάσος παραχωρείται από τον Σουλτάνο στο Μεχμέτ Αλή, το
βεζύρη της Αιγύπτου, ως ανταμοιβή για τις υπηρεσίες που του προσέφερε
στην ανακατάληψη της Μέκκας, που την κατείχε η αραβική φυλή των
Βαχαβιτών από το 1811.
Το 1821 οι Θάσιοι επαναστατούν με αρχηγό τον προεστό του Θεολόγου,
τον Φιλικό, Χατζηγιώργη.
Το 1902 το νησί επανέρχεται στο Σουλτάνο ως τις 18 Οκτωβρίου του 1912
οπότε ο ελληνικός στόλος απελευθερώνει τη Θάσο από τον τούρκικο ζυγό.
Έκτοτε οι Θάσιοι έδωσαν το παρών σε όλους τους αγώνες του Έθνους.
352
Ευρετήριο
Ἀερία ἡ Θάσος, 94 γέροντα Θάσιον, 154, 163, 214, 215
Ἀθήναζε τὸν Θάσιον, 277 γεωργίας ἀπομισθοῦντες, 201
Αθηναίος σοφιστής, 11, 12, 13, 14, 141, Δημήτερος ἀκτή, 36, 114, 115, 116, 314
142, 143, 144, 145, 146, 147, 148, 149, Δημοσθένης, 15, 16, 17, 18, 19, 20, 21,
150, 151, 152, 153, 154, 155, 156, 157, 66, 111, 168, 169, 170, 171, 172, 240,
158, 159, 160, 161, 162, 163, 164, 165, 265, 266, 267, 307, 329
166, 167 Διογένης Λαέρτιος, 128, 133
Ἀθηναίων, 4, 6, 7, 20, 27, 29, 39, 60, 61, Διόδωρος Σικελός, 29, 190, 191
105, 111, 112, 114, 124, 125, 126, 127, Δίων Χρυσόστομος, 242, 243, 244
135, 136, 141, 181, 190, 219, 225, 226, ἐκ Θάσου δὲ ὁρμηθεὶς, 54
235, 260, 266, 270, 275, 290, 307, 314, ἐκαλεῖτο, 33, 34, 39, 55, 67, 68, 69, 72, 73,
318, 324 116, 145, 234, 294, 316, 327
Ἀθρύϊτος, 140 ἐκάλουν, 13, 15, 62, 105, 146, 151, 159,
Αίλιος Ηρωδιανός, 37, 38, 39, 199 161, 165, 167, 229, 234, 241, 308
Αἰνύρων, 25, 174 ἐκαλοῦντο, 12, 42, 56, 147, 148, 296, 311
Αίτιος ιατρός, 252, 253 ἐκτίσθαι, 35, 60, 70
Ἀλέξανδρος ὁ Θάσιος, 200 Ἔκφαντος, 114, 314
Αλέξις κωμικός, 208, 209, 210 Ἐκφάντῳ τῷ Θασίῳ, 16, 170
Ἀμύγδαλα Θάσια, 252 Ελληνική ανθολογία, 119, 120, 318, 319,
Ἀμφιπόλεως, 5, 57, 118, 126, 127, 191, 320
318, 327 Ευσέβιος, 71, 72, 73, 278, 279
Ἀμφίπολις, 29, 30, 77, 118, 193, 194, 318, Ευστάθιος σχόλια στην Ομήρου Ιλιάδα,
327 97, 98, 99, 293, 294, 295
Αναξιμένης, 129, 235, 236 ζωγράφου, Θασίου, 181, 266, 270
Ἀνδροσθένη λέγειν φησὶ τὸν Θάσιον, 204 Ἡγήμων, 13, 15, 62, 141, 152, 159, 162,
Ἀνδροσθένης, 134, 194, 287 167, 195, 196, 241, 263, 294, 321, 328,
Αντιφάνης κωμικός, 211, 212 331
ἀποικίαι, 77, 126, 266, 267, 269 Ἡγήμων ὁ Θάσιος, 13, 15, 62, 152, 159,
ἀποικίαν, 33, 127 162, 167, 195, 241, 294, 321, 331
ἀποικισθῆναι, 34, 35, 104, 302 Ἠερία, 67, 68, 69, 72, 73
Αππιανός ιστορικός, 56, 57, 58, 59 Ἡρακλεῖ τὸν Τιμοσθένην Θασίῳ, 220
Ἀριστογένης, 324 Ηρόδοτος, 4, 22, 23, 24, 25, 172, 173,
Αριστοτέλης, 36, 130, 195, 196, 197, 198 174, 175, 349
Αρποκρατίων, 65, 265, 266 Ἡρόδοτος, 3, 33, 34, 35, 94, 104, 139,
Ἀρριανὸς, 3, 33, 34, 104, 302 149, 160, 165, 290, 302
Ἀρχίας Θάσιος, 195 Ησύχιος λεξικόν, 105, 302, 303
Ἀρχίλοχος, 10, 12, 43, 47, 49, 53, 60, 63, Θάσι' ἀμφορείδια, 177, 231
67, 68, 69, 72, 73, 98, 223, 298, 299 Θά̣σ̣ι̣α̣, 205
ἀστακοὶ, 11, 13, 37 Θασία ἅλμη, 229, 303
Βρασίδας, 5, 126, 127, 191 Θάσια καὶ Ποντικὰ καὶ ἀμύγδαλα,, 157
Γαληνός ιατρός, 27, 28, 183, 184, 185, Θάσια κεράμια, 290, 310
186, 187, 188 Θάσια τραγήματα, 284
Γαληψός, 38, 50, 66, 82, 93, 97, 106, 191, Θάσιαι ῥαφανῖδες, 229
339 Θασίαν ἅλμην, 99, 151, 213, 293, 308
Γαληψὸς, 29, 38, 50, 93, 126, 193, 266, Θασίας ὠνόμαζον, 147, 148
267, 318 Θάσιοι, 5, 6, 7, 25, 26, 62, 104, 111, 112,
Γάληψος, 241, 269 118, 125, 127, 135, 136, 138, 158, 166,
Γαληψοῦ τοῦ ἐκ Θάσου, 38, 51 174, 187, 188, 190, 191, 200, 201, 219,
353
220, 221, 230, 231, 239, 246, 247, 260, 239, 240, 241, 243, 245, 247, 249, 250,
271, 275, 278, 279, 280, 302, 303, 307, 251, 252, 266, 267, 269, 270, 278, 279,
318, 325, 331, 336, 337, 339, 350, 351 285, 290, 292, 307, 313, 314, 318, 319,
Θασίοις καὶ Βυζαντίοις, 170 326, 331
Θασίοις καὶ Λεσβίοις οἰναρίοις, 142 Θάσοιο, 50, 113, 312
Θασίοις οἰναρίοις, 146, 209, 210 Θάσον, 4, 5, 6, 7, 8, 9, 11, 13, 15, 17, 18,
Θασίοισι, 25, 174, 176 19, 20, 21, 22, 23, 24, 27, 28, 29, 35, 37,
Θασίοισιν, 149, 161 41, 42, 43, 44, 45, 46, 47, 48, 49, 51, 52,
Θάσιον ἔγχει, 142, 210, 211 53, 55, 56, 58, 59, 60, 61, 62, 63, 64, 65,
Θάσιον Ἡγήμονα, 152 66, 67, 68, 69, 70, 71, 72, 73, 74, 78, 79,
Θάσιον οἶνον, 249 80, 83, 84, 85, 86, 87, 91, 97, 98,
Θάσιον οἴνου, 177, 310 101,104, 105, 113, 119, 120, 125, 127,
Θάσιον Σύμμαχον, 245 159, 167, 169, 171, 172, 173, 205, 216,
Θάσιον τόν τε γῆς ἀπ' Ἀτθίδος ἑσμὸν, 163 217, 241, 246, 302, 313, 333, 335, 336,
Θάσιον, Βίβλινον, Μενδαῖον, 145 337, 338, 339, 342, 346, 347, 348, 349
Θάσιον, ἐγχέλεις, τυρόν, 150, 152, 228 Θάσον ἀποστῆσαι, 6, 7, 128
Θάσιος, 11, 14, 62, 100, 124, 130, 131, Θάσον ἀφικόμενος, 52, 79
132, 134, 135, 139, 140, 141, 142, 144, Θάσον ἔκτισαν, 22, 23, 104, 173, 302
153, 154, 156, 163, 164, 190, 194, 196, Θάσον τῶν φιλοίνων, 76
198, 199, 207, 208, 210, 211, 212, 213, Θάσος, 3, 4, 8, 11, 14, 16, 28, 29, 30, 31,
214, 220, 223, 225, 226, 229, 233, 234, 32, 33, 34, 35, 36, 37, 38, 39, 40, 41, 42,
237, 238, 246, 248, 258, 259, 263, 268, 43, 47, 55, 67, 68, 69, 70, 72, 73, 74, 75,
269, 274, 276, 282, 287, 288, 289, 293, 77, 80, 81, 82, 83, 91, 94, 96, 99, 100,
297, 298, 299, 303, 305, 306, 308, 310, 102, 103, 104, 105, 106, 107, 108, 110,
314, 315, 316, 320, 321, 322, 324, 328, 111, 114, 115, 116, 117, 118, 119, 120,
329, 350 121, 122, 124, 153, 163, 170, 193, 194,
Θάσιος ἀθλητὴς, 11, 153 293, 298, 302, 305, 307, 314, 317, 329,
Θάσιος αὐλητὴς, 100, 298 332, 333, 334, 336, 338, 339, 340, 341,
Θάσιος γένος, 139, 207, 223, 316, 320 345, 349, 350, 351
Θάσιος ἠθημένος, 142, 213, 214 Θάσος δὲ καὶ Σαμοθρᾴκη, 83
Θάσιος ἰατρὸς, 140 Θάσος ἐν Θρᾴκῃ κτίσας, 55
Θάσιος πίνειν γενναῖος,, 144, 258, 259 Θάσου, 1, 3, 4, 5, 10, 12, 17, 18, 24, 25,
Θάσιός τε γὰρ ὁ εὐώδης καὶ ὁ εὔπνους, 26, 27, 31, 32, 33, 34, 35, 37, 38, 39, 40,
237 46, 48, 50, 52, 54, 57, 58, 59, 63, 71, 74,
ΘΑΣΙΟΥ, 318, 319 78, 82, 88, 89, 90, 92, 93, 94, 95, 96, 97,
Θασίου γραφή, 223 104, 106, 109, 110, 111, 112, 117, 123,
Θασίου δόξαν, 203, 272, 277 134, 172, 173, 174, 194, 287, 302, 307,
Θασίου οἴνου, 286, 291, 308, 309, 325, 333, 334, 335, 336, 337, 338, 339, 340,
326, 328 341, 342, 343, 344, 345, 346, 347, 349,
Θασίους, 4, 13, 16, 24, 49, 62, 90, 114, 350
118, 125, 135, 136, 159, 169, 173, 174, Θάσῳ, 18, 20, 25, 58, 59, 88, 107, 118,
182, 186, 216, 217, 230, 232, 236, 242, 124, 174, 219, 305, 310, 318, 325, 326,
245, 271, 275, 287, 314, 317, 323, 324, 329
334 Θεαγένει τῷ Θασίῳ, 192
Θασίῳ οἴνῳ, 180, 242 Θεαγένην τὸν Θάσιον, 327
Θασίῳ πύκτῃ, 270, 278, 279 Θεαγένης, 11, 14, 100, 153, 163, 220, 224,
Θασίων, 13, 15, 17, 20, 29, 31, 32, 49, 62, 262, 272, 283, 298, 327
111, 113, 114, 126, 127, 137, 138, 148, Θεαγένους, 220, 221, 243, 244, 283
158, 159, 160, 166, 167, 168, 171, 172, Θεοπομπός, 238, 239
175, 182, 183, 188, 189, 191, 193, 194,
203, 205, 208, 216, 217, 219, 231, 235,
354
Θουκυδίδης, 4, 5, 6, 7, 38, 43, 50, 93, οἴνου Θασίου, 149, 160, 301
118, 124, 125, 126, 127, 135, 266, 307, οἴνου καὶ Θασίου, 142
316, 323, 324, 335, 336, 337 Οἰσύμη, 29, 31, 32, 50, 93, 126, 191, 193,
Θρασυάλκης ὁ Θάσιος, 198, 224, 284 194
Θρασυάλκου, 198, 204, 224, 256, 257, Ὀλυμπίαν Θασίων, 219
282 Ὅμηρον, 55, 190, 230, 269, 288, 300,
Θρασυάλκου τοῦ Θασίου, 198, 204, 224, 306, 327
256, 257, 282 Ὅμηρος, 12, 14, 39, 40, 94, 98, 104, 107,
Ιούλιος Πολυδεύκης, 228, 229, 230, 231 117, 162, 196, 203, 223, 297, 305, 309,
Ἱππίας, 197, 225, 226, 238, 273, 288, 306 315, 316, 329, 330
Ἱππίας ἔλυεν ὁ Θάσιος, 197 Ὁμήρου, 189, 198, 204, 224, 256, 257,
Ιπποκράτης ιατρός, 248, 249 262, 272, 273, 282, 283, 297, 298, 299,
καλεῖται, 3, 33, 34, 35, 54, 104, 146, 166, 309, 327
203, 254, 266, 267, 300, 302, 330 Ὁνωράτου, 109
καλεομένου, 25, 174 Πάριον, 26, 33, 34, 35, 43, 104, 302
καλούμενος, 82, 113, 293, 312 Παυσανίας, 49, 95, 99, 218, 219, 220,
Κλαύδιος Αιλιανός, 53, 233, 234 221, 222, 223
Κοινύρων, 25, 174 Πλάτων, 130, 131, 132, 141, 145, 147,
λεγόμενα Θάσια, 295 148, 158, 161, 163, 165, 201, 238, 262,
Λεύκιος δὲ Τερέντιος, 78 264, 323, 328
Λεωδάμαντι, 128, 265 πλουσία καὶ γάρ ἐστιν ἡ Θάσος, 115, 116,
Λεωδάμας, 3, 128, 129, 130, 131, 132, 314
238, 248, 264, 282 Πλούταρχος, 8, 9, 10, 98, 129, 134, 135,
Λυσίστρατος Φείδωνος, 134 136, 137, 138, 139, 140, 293
μέλι, 147, 150, 152, 155, 157, 183, 184, Πολύαινος, 62, 245, 246, 247, 289
227, 228, 271 Πολύβιος ιστορικός, 51, 52, 231, 232
μέλιτι, 157, 165, 184, 211, 212, 249, 251, Πολύγνωτος, 49, 71, 139, 181, 196, 207,
296 223, 233, 259, 266, 270, 289, 316, 320,
Μένανδρος κωμικός, 226, 227, 228 350
Μνησίλοχος, 19 Πολυγνώτου, 181, 233, 250, 259, 270,
Μνησίστρατον, 133 290, 320
νῆσος, 5, 29, 30, 31, 32, 33, 34, 35, 37, 38, Πόπλιος Ὁίλιος, 78
39, 42, 47, 54, 67, 68, 69, 72, 73, 76, 77, Ποσειδῶνος υἱοῦ, 3, 34, 35, 104, 302
80, 94, 96, 105, 110, 111, 118, 193, 194, Ποτείδαιαν, 16, 170
241, 266, 267, 269, 290, 307, 317, 331 ῥαφανίδες, 146, 147, 148, 302, 308
νῆσος καὶ πόλις, 29, 30, 47 Σέξτος Εμπειρίκος, 232
νῆσος Παρίων ἀποικία, 5 Σκύλαξ περιηγητής, 29, 30, 193
Ξενοφών, 26, 27, 180 Σκύμνος γεωγράφος, 30, 31, 32, 194
ὀιζὺς, 43 Στάφυλος, 91, 124, 310, 325, 326, 329
Οινόμαος, 66, 67, 270 Στέφανος γραμματικός, 93, 94, 95, 288
οἶνον, 93, 99, 107, 124, 140, 142, 143, Στησίμβροτος, 134, 135, 156, 189, 190,
144, 145, 157, 162, 163, 165, 178, 179, 199, 224, 262, 272, 273, 274, 275, 277,
192, 197, 209, 210, 211, 215, 216, 234, 283, 304
237, 243, 249, 253, 259, 277, 281, 291, Στησίμβροτος ὁ Θάσιος, 134, 189, 224,
296, 297, 298, 299, 305, 309, 311, 315, 262, 272, 273, 276, 283
322, 328 Στησιμβρότου, 203, 272, 277
οἶνον Θάσιον πίνοις, 157, 165, 211, 296 Στησιμβρότου τοῦ Θασίου, 203, 272
οἶνος, 92, 124, 142, 144, 145, 155, 165, Στράβων, 38, 41, 42, 43, 199, 202, 203,
179, 206, 209, 210, 229, 234, 237, 245, 204, 256
258, 259, 269, 277, 291, 293, 297, 298, Στρύμη, 175, 240, 241, 266, 267, 269,
299, 308, 310, 315, 325, 326, 328 290, 331
355
Στρύμην, 17, 19, 171 Φακῆς, 152
Στρύμης, 169, 175, 182, 236, 240, 242, Φιλίππῳ, 16, 113, 170, 313
266, 267 Φιλόχορος, 81, 225, 231, 240, 263, 265,
Σχόλια στον Αριστείδην, 111, 112, 307 266, 267, 272
Σχόλια στον Ευρυπίδη, 116, 117 Φλάβιος Αρριανός, 3, 33, 34
Σχόλια στον Ησίοδο, 315 Φοίνικα Θάσου, 4
Σχόλια στον Θουκυδίδην, 118, 317, 318 Φοινίκων, 4, 22, 95, 96, 104, 118, 125,
Τηλέφης, 38, 50, 66, 93, 97, 106, 116, 123 302, 333, 338, 339, 349
τρισοιζυρὴν, 3, 46, 71, 98, 101, 346, 347, Φοῖνίξ, 8
348, 349 Φώτιος λεξικόν, 97, 289, 290
Φάγρης, 29, 193 Χρυσῆ νῆσος, 3, 33, 34, 35, 104, 302
Φακῆν, 13, 15, 62, 159, 162, 167, 241, Χρυσῆ πρῴην ἐλέγετο, 91
251